- Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας
παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,
ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·
ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θ' ἕκαστα
ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας
καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας
καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης
κερδαλέης, ὅσα φῶτες ἐπ' ἰχθύσι μητίσαντο
ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν
τολμηρῇ κραδίῃ, κατὰ δ' ἔδρακον οὐκ ἐπίοπτα
βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο
δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον
θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει
ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·
ἄμφω δ' ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ
μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες
κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας
εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.
οὐδ' ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη
φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ
λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης
αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατ' ὄρεσφιν
ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν
ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις
ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
ὕλης ἀγρονόμοιο, τά τ' οὔρεσι πολλὰ φύονται.
τερπωλὴ δ' ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
ὅσσοι δ' οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
εὐνῆς χρηΐζοντες, ἀτερπέα δ' αὖλιν ἔκυρσαν.
τλησιπόνοις δ' ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
ἐλπὶς δ' οὐ σταθερὴ σαίνει φρένας ἠΰτ' ὄνειρος·
οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
ἀλλ' αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·
δούρασι δ' ἐν βαιοῖσιν ἀελλάων θεράποντες
πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τιν' ὄμβρων
ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
πρὸς δ' ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης
κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
εὖτ' ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·
οὐδ' οἵ γ' εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης
ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·
θριξὶ δ' ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ
χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.
- Οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κ' ἐθέλῃσθα
τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.
νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,
αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
νῶτον ἁλὸς θείνοντες· ὁ δ' ἐν πρύμνῃσιν ἄριστος
ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα
χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·
ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα
φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης
σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.
αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις
ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ
ἰχθὺς ἀντιάσας, τάχα δ' ἕλκεται ἐκ βασιλῆος
οὐκ ἀέκων, σέο δ' ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·
πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι
παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
- Ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων
εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα
αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης
δαίμονες, ὑμετέρας τ' ἀγέλας καὶ ἁλίτροφα φῦλα
εἰπέμεν αἰνήσαιτε· σὺ δ' ἰθύνειας ἕκαστα,
πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος
θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.
- Μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου
ἐμφέρεται πλώοντα· τὰ δ' οὔ κέ τις ἐξονομήναι
ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·
ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα
ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
πολλὰ δ' (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα,)
κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο
θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.
οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην
παυροτέρας ἀγέλας οὔτ' ἔθνεα μείονα φέρβειν.
ἀλλ' εἴτ' ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη
εἴθ' ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,
ἡμεῖς δ' ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.
- Ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης
κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
οἱ μὲν γὰρ χθαμαλοῖσι παρ' αἰγιαλοῖσι νέμονται,
ψάμμον ἐρεπτόμενοι καὶ ὅσ' ἐν ψαμάθοισι φύονται,
ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τ' ἐρυθῖνοι
καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι
τραχούρων τ' ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι
ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,
σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
- Ἄλλοι δ' αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
φέρβονται, βατίδες τε βοῶν θ' ὑπέροπλα γένεθλα
τρυγών τ' ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τ' ὀνίσκων
σαῦροί τε σκέπανοί τε καὶ ὅσσ' ἐνιτέτροφε πηλοῖς.
- Θῖνα δ' ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδ' ἀθερῖναι
καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
βῶκες ὅσοις τ' ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.
- Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
λάβρακές τ' ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,
πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
φορβὴν ἱμερτὴν γλυκερῇ θ' ἁλὶ πιαίνονται.
λάβραξ δ' οὐδ' αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
ἐκ δ' ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ
ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
- Πέτραι δ' ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι
καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θ' ἁλιῆες
ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
- Ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
λεπράδες, ἃς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.
- Ἄλλαι δ' αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν
ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
- Ὅσσαι δ' αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι
κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ
μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,
οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι
ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.
- Ἄλλοι δ' ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι
φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,
ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα
εἱλεῦνται· τὸ καὶ οὔποθ' ἑὴν λείπουσι χαράδρην,
ἀλλ' αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,
χειροτέροις ἀΐδηλον ἐπ' ἰχθύσι πότμον ἄγοντες·
ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὃς περὶ πάντων
πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,
μίμνει δ' ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν
ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.
- Ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,
ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,
τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,
ἄλλοι δ' ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας
ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δ' ἐπὶ χέρσον ἀμείβει,
ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.
εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
αὐτὰρ ὅ γ' ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
ὀρνίθων δ' ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
δυσμενέες· τῶν ἤν τιν' ἐσαθρήσῃ πελάσαντα,
πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
- Οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,
σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
σφύραιναι δολιχαὶ ῥαφίδες θ' ἅμα τῇσιν ἀραιαί·
ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
θαρσαλέοι νεπόδων καί τ' ἀνδράσιν ἀντιφέρονται,
οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.
- Οἱ δ' ἐν ἀμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,
τηλοῦ ἀπὸ τραφερῆς οὐδ' ᾐόσιν εἰσὶν ἑταῖροι,
θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,
κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδ' ὑπέροπλος
ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,
καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.
ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·
ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται
ἅζονται, πομπῇ δ' ἐπεφήμισαν οὔνομα νηῶν·
ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις
ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος
ἀμφιπερισκαίροντες ἐΰζυγον ἅρμα θαλάσσης
τοίχους τ' ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ
οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·
οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλ' ὑπὸ δεσμῷ
φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν
ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.
τόσσον ἔρως γλαφυρῇσιν ἐφ' ὁλκάσιν ἑσμὸν ἀγείρει.
οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τιν' ἄνδρα
ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,
παῖδές τ' ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες
ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,
εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·
ὣς οἵ γ' ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,
ὄφρ' οὔτις γαίης ἐλάει φόβος· ἀλλ' ὅτε χέρσον
φράσσωνται, τραφερὴν δὲ μέγ' ἐχθαίρουσιν ἄρουραν,
αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης
πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.
σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης
ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.
πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·
εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.
- Καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
ἡ δ' ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δ' ἰσόπηχυς,
χροιὴ δ' αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν
εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε
καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.
θαῦμα δ' ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο
ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο
εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
δύσμαχος, οὐδ' ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·
νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,
λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,
ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,
πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδ' ἔτι τέμνει
κῦμα καὶ ἱεμένη, κατὰ δ' ἔμπεδον ἐστήρικται,
ἠΰτ' ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.
καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,
ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,
ῥιπῇ ἐπειγομένη, πρύμνῃ δ' ἔπι πάντα χαλινὰ
ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·
ἡ δ' οὔτ' οἰήκων ἐμπάζεται οὔτ' ἀνέμοισι
πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα
μίμνει τ' οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,
ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·
ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης
δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.
ὡς δ' ὅτ' ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν
θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ
κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·
ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν
ἀμφιπαγεῖσ' ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·
τοίην νηῒ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.
- Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται
ἀθρόαι, ἄλλοτε δ' ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας
ἢ πελάγη, δολιχοῖσί τ' ἐπέδραμον αἰγιαλοῖσιν,
αἰὲν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ' ἀλῆται.
- Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις
ἔμφυλοι· ταῖς δ' οὔτι παρέστιοι αἰὲν ἔασι,
πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει
γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·
ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει
κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.
τέσσαρα δ' ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
ξανθοί τ' ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα κελαινοί·
ἄλλους δ' εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,
οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.
- Δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι
φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,
κάραβος ὀξυπαγὴς ἠδ' ἀστακός· οἱ δὲ καὶ ἄμφω
πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.
ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα
οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτ' αὐτῆς
λείπεθ' ἑκών, ἀλλ' εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας
τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,
αὐτὰρ ὅγ' οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην
σπεύδων, οὐδ' ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,
οὐδ' ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει
καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης
κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,
τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.
ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα
πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθ' ἐγένοντο,
στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδ' ἄρα μούνοις
πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·
οὐδ' ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ
φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,
ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.
- Ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται
καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,
οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.
- Πάντες δ' οἷσί τε κῶλον ὑπ' ὀστράκῳ ἐστήρικται,
ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δ' ἔνερθε
σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,
ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,
πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,
ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται
πλησαμένων· εὖτ' ἂν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
οἱ δ' ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται
αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδ' ἔτι θερμὸν
ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
ἀρτιφύτῳ· μετὰ δ' αὖτις ἀγειρόμενοι νόον ἤδη
βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·
τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα
τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν
ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·
ὣς οἵγ' ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις
δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.
- Ἄλλοι δ' ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδ' ἁλιεῦσιν
ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ
ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης
γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,
ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι
πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.
τοῖς δὲ μεθ' ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων
σηπίη· ἄλλα δὲ φῦλα μετ' οἴδμασιν ὀστρακόρινα,
πολλὰ μὲν ἐν πέτρῃσι, τὰ δ' ἐν ψαμάθοισι νέμονται,
νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ
κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν
ὄστρεά θ' ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·
τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.
- Καρκινάσιν δ' αὐταῖς μὲν ἐπ' ὄστρακον οὔτι πέφυκεν
ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,
αἵδ' εἴσω καταδῦσαι ὑπ' ἀλλοτρίοισιν ἐλύτροις
ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,
οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
ἀλλ' ὅτ' ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν
ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δ' ἐλάσασα
κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετ' αὐτή.
- Ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·
ναίει μὲν ψαμάθοις, ἀνὰ δ' ἔρχεται ἄκρον ἐς ὕδωρ
πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
ἀλλ' ὅτ' ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστ' ἀκάτοιο
ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας
ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
πομποί τ' ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
ἀλλ' ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτ' ἀήταις
φεύγει ἐπιτρέψας, σὺν δ' ἔσπασε πάντα χαλινά,
ἱστία τ' οἴηκάς τε, τὸ δ' ἀθρόον ἔνδον ἔδεκτο
κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.
ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
εἴτ' οὖν ἀθανάτων τις ἐπεφράσατ' εἴτε τις ἀνὴρ
τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
ἐκ προτόνων, τὰ δ' ὄπισθε χαλινωτήρια νηῶν.
- Κήτεα δ' ὀβριμόγυια, πελώρια, θαύματα πόντου,
ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις
εἰσιδέειν, αἰεὶ δ' ὀλοῇ κεκορυθμένα λύσσῃ,
πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,
ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,
παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν
ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·
τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα
πορδάλιές τ' ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·
ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ
πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,
μάλθη τ' οὐ μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,
κριοί τ' ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης
καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι
τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι
κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα
διπλόα καρτίστοισι μετ' ἰχθύσι δινεύονται
πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς
κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δ' ὁμαρτῇ
κλείονται γαλεοί· γαλεῶν δ' ἑτερότροπα φῦλα
σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δ' ἄρα τοῖσι
ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δ' ἔργα
πᾶσιν ὁμοῦ φορβή τε σὺν ἀλλήλοις τε νέμονται.
- Δελφῖνες δ' ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·
οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
κευθομένην ἤγγειλαν· ὁ δ' αὐτίκα κυανοχαίτης
παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.
καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
ἀγγελίης δ' ᾔνησεν ἐνηέας οὓς θεράποντας,
κλήρῳ δ' ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
- Ἔστι δ' ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
δηρὸν δ' ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
μίσγοντ' ἐγχέλυές τε καὶ ἀσπιδόεσσα χελώνη
καστορίδες τ' ὀλοαὶ δυσπενθέες, αἵ τ' ἀλεγεινὴν
ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν
δέξηται στυγερῆς τ' ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
οὐ τηλοῦ θανάτοιο τάχ' ἔσσεται, ἀλλά οἱ ἄτην
καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.
ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.
φῶκαι δ' ἐννύχιαι μὲν ἀεὶ λείπουσι θάλασσαν,
πολλάκι δ' ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
- Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
εἴτ' οὖν αἰθέρος οἶκον ὑπέρτατον εἴτ' ἄρα πάντῃ
ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
αἰθέρα τ' αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ
καὶ χθόνα παμμήτειραν, ἀπ' ἀλλήλων μὲν ἕκαστα,
πάντα δ' ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ
ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δ' ἐπέρεισας
ἀστεμφῆ πάγκοινον ὑπὸ ζυγόν· οὔτε γὰρ αἰθὴρ
ἠέρος οὔτ' ἀὴρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
πάντα δ' ὁδὸν μίαν εἶσι, μίαν δ' ἀνελίσσετ' ἀμοιβήν.
τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις
ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσ' ἐπὶ γαῖαν
ποντόθεν, ἄλλοι δ' αὖτε κατ' ἠέρος Ἀμφιτρίτῃ
μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
ἁλκυόνων κρατεροί θ' ἁλιαίετοι ἁρπακτῆρες
ἄλλα θ' ὅσ' ἰχθυάᾳ διερῆς τ' ἐπιβάλλεται ἄγρης.
ἠέρα δ' αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες
τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·
οἱ δ' ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.
ἀλλ' αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι
τευθίδες· ἦτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν
εἰσοράαν, ἀγεληδὸν ὅθ' ὁρμήσωσι πέτεσθαι·
αἱ δ' ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
ἵρηκες δ' αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,
ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι
ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.
- Αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θ' ὅμιλοι
κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.
τῶν δ' οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,
πώεσιν ἢ στρατιῇσιν ἐοικότες, οἵ τ' ἀγελαῖοι
κέκληνται· τοὶ δ' αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
εἴκελοι ἢ δεκάδεσσιν· ὁ δ' ἔρχεται οἶος ἀπ' ἄλλων
μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
οἱ δ' αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.
- Χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου
ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων
ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
μαινομένην· τότε δ' οἱ μὲν ἀμησάμενοι πτερύγεσσι
ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δ' ὑπὸ πέτραις
εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθ' ὑπ' ἀήταις
πρυμνόθεν εἱλεῖται, διὰ δ' ἔσσυται οὔτις ἄελλα
ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
ἀλλ' ὁπότ' ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
χείματος εὐδιόωσα γαληναίη τε γένηται
ἤπια κυμαίνουσα, τότ' ἰχθύες ἄλλοθεν ἄλλοι
πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,
ὀψὲ δ' ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης
ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τ' ἀνὰ κόλπους
ἠέρος οἵ τ' ἀνὰ πόντον ἐριβρύχην δονέονται.
εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς
γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλ' ἐνέχονται
ὠὰ μετ' ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,
φύρδην συμπεφυῶτα· τὰ δ' ἀθρόα πῶς κε τέκοιεν;
στεινόμεναι δ' ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
ὡς οὐ ῥηϊδίην γενεὴν οὐδ' ἰχθύσι Μοῖραι
ὤπασαν, οὐδ' ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν
ἄλγεα, πάντῃ δ' εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
ἄρσενες αὖτ' ἄλλοι μὲν ἐπ' ἰχθύσι κῆρας ἄγοντες
δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·
ἄλλοι δ' αὖ μετόπισθε διωκόμενοι προθέουσι
θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι
ἑλκόμεναι σπεύδουσι μετ' ἄρσενας ἀσχέτῳ ὁρμῇ.
ἔνθ' οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι
τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
αἱ δ' οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι
κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.
πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς
καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι
ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστ' Ἀφροδίτη
Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει
θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
πολλοὶ δ' ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
μάρνανται, μνηστῆρσιν ἐοικότες, οἳ περὶ νύμφην
πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
ὄλβῳ τ' ἀγλαΐῃ τε· τὰ δ' ἰχθύσιν οὐ παρέασιν,
ἀλλ' ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
τοῖσι δ' ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·
τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.
- Ἀλλ' οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
οὔτ' οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·
αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.
τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
- Αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,
ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τ' ὀδοῦσιν
ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δ' ἀεκουσῶν
εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ
νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δ' εὐνῆς
ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
- Πουλύποδος δ' ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδ' ἀπολήγει,
πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,
αὐτὸς δ' ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·
πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,
καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι
ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·
τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.
τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτ' ὀλέθρῳ.
ὣς δ' αὔτως καὶ θῆλυς ὑπ' ὠδίνων μογέουσα
ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις
ὠὰ διαθρώσκουσιν, ἀρηρότα δ' ἀλλήλοισι
βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.
τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον
πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ
αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.
- Ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ
πρόφρων, ἱμείρουσα παρ' ἱμείροντα γάμοιο.
ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ
μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς
πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
τῇ δ' ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δ' ὀδόντων
ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,
ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.
στὰς δ' ἄρ' ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε
κικλήσκων φιλότητα· θοῶς δ' ἐσάκουσε κελαινὴ
ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.
ἡ μὲν ἄρ' ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·
ἄμφω δ' ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε
συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
νύμφη φυσιόωσα· γάμῳ δ' ἐπιγηθήσαντες
ἡ μὲν ἁλὸς πάλιν εἶσι μετ' ἤθεα, τὸν δ' ἐπὶ χέρσον
ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.
ἢν δ' ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,
ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,
αὐτὰρ ὅ γ' ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν
λευγαλέοιο λάβῃσιν ἀνωΐστου θανάτοιο,
αἰδόμενος, ὅτ' ἄναλκις ὅπλων γένεθ' οἷς ἐπεποίθει,
ἔμμεν' ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.
- Δελφῖνες δ' ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται
μήδεά τ' ἀνδρομέοισι πανείκελα καρτύνονται·
οὐδ' αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω
κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.
- Τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.
ἄλλος δ' ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,
καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,
τοῖς δ' ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.
καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην
οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·
τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·
σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·
πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·
οἴου δ' οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,
ἀλλ' ἔτι τοῦτ' ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.
- Εὖτ' ἂν δ' εἰαρινοῖο περιπλήθωσι γόνοιο
ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι
εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·
πολλοὶ δ' ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται
Εὔξεινον μετὰ πόντον, ἵν' αὐτόθι τέκνα τέκωνται.
κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης
κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν
ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τ' ἐπιωγαί·
ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ
πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες
ἄκραι τε σκιεραὶ καὶ ὅσ' ἰχθύσι φίλτατ' ἔασιν·
ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα
ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι
δυσμενέες γεγάασιν ἐπ' ἰχθύσι βαιοτέροισιν
ὁλκοὶ πουλυπόδων οὐδ' ἀστακοὶ οὐδὲ πάγουροι·
παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ
κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.
τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ
ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.
στέλλονται δ' ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος
εἰς ἓν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος
πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.
Θρηΐκιον δ' ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι
ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου
στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.
ὡς δ' ὅτ' ἀπ' Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων
ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,
Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι
Πυγμαίων τ' ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·
τῇσι δ' ἄρ' ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ
ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·
ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες
Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα
πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,
εἰσόκ' ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι
καὶ τόκον. ἀλλ' ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,
νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων
χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·
οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετ' ἀήταις,
οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τ' ὀλοοί τε.
τοὔνεκ' ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης
αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,
κίδνανται δ' ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.
- Ἀλλ' ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τ' ἀναίμων
ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα
ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι
φρακτά, τὰ δ' ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·
ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα
κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων
δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες
ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.
- Οἱ δ' ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν
ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,
δελφίνων δ' οὔπω τι θεώτερον ἄλλο τέτυκται·
ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας
ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ
πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο
γυίοις· ἀλλ' ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν
ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.
εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,
αὐτίχ' ὁμοῦ τ' ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν
νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων
εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·
ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ
στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.
μαζὸν δ' ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,
θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων
καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.
τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·
ἀλλ' ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι
μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης
ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,
οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδ' ἀπολείπει,
πρίν γ' ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,
ἀλλ' αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.
οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο
τερπωλήν τ' ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι
αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ
δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·
οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι
ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο
κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·
τοὶ δ' ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδ' ἀπάτερθεν
ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθ' ἁπαλοῖσι
φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.
ὡς δ' ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν
ἀθρόοι, οἱ δ' ἄρ' ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται
αἰδοῦς τε πραπίδων τε νόου τ' ἐπιτιμητῆρες
πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·
ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.
- Ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·
καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος
εἰσὶ ῥοαί· τῇ δ' οὔτι μετ' οἴδμασιν ἀλλ' ἐπὶ χέρσου
λύετ' ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
μίμνει δ' ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν
αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ
σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,
παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.
ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,
παῖδα δ' ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,
δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,
τερπωλὴν ἀκόρεστον· ὁ δ' οὐ φρονέων περ ἕκαστα
παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·
ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ
ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.
- Δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται
φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,
ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
ἰχθύσι τ' ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος
ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ
καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα
πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.
ἤδη τις κατ' ὄρεσφιν ἐριβρύχην ἐνόησε
θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,
μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδ' ὅ γε πυκνῆς
χερμάδος ἱπταμένης οὐδ' αἰγανέης ἀλεγίζει,
ἀλλ' αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,
βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·
οὐδ' ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλ' ἐπὶ παισὶν
ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο
τόσσον, ὅσον μὴ παῖδας ὑπ' ἀγρευτῆρσιν ἰδέσθαι
ἑρχθέντας θήρειον ὑπ' αὐτοκμῆτα καλιήν.
ἤδη δ' ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,
χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,
οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τιν' αἰδῶ
γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.
οἷον δ' ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι
κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.
καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
ὄρθριον ἀμφὶ τέκεσσ', ἢ ἀηδόνος αἰολοφώνου,
ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε
μυρομέναις ἑὰ τέκνα, τά τε σφίσι ληΐσσαντο
ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.
ἰχθύσι δ' αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι
παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.
- Θαῦμα δ' ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·
ἀλλ' ὅτε ταρβήσωσι τά τ' ἄσπετα δείματ' ἔασιν
ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο
αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον
γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
ἀσπασίως τέτληκε, πάλιν δ' ὑπεχεύατο παῖδας
σπλάγχνοις, ἂψ δ' ἀνέηκεν, ὅτ' ἀμπνεύσωσι φόβοιο.
- Τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,
ἀλλ' οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,
ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,
τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.
- Ἄλλοι δ' αὖθ' ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα
δεξάμενοι ῥύονται ἅτ' ἐς δόμον ἠὲ καλιήν·
οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκν' ἀγαπάζει
πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·
κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται
παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·
τοὺς δ' ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,
ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα
χάσσηται, τότε δ' αὖτις ἀνέπτυσε λευκανίηθεν.
- Θύννης δ' οὔτιν' ἔγωγ' ἀθεμίστερον ἔλπομαι ἰχθὺν
οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·
ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δ' ὠδῖνα βαρεῖαν,
αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
νηλής, ἥ θ' ἑὰ τέκνα φυγῆς ἔτι νηΐδ' ἐόντα
ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.
- Ἔστι δ' ὅσ' οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι
τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,
ὄστρεα δὴ σύμπαντα, τά γ' ἰλύϊ τίκτεται αὐτῇ·
κείνων δ' οὔτε τι θῆλυ πέλει γένος, οὔτ' ἐπ' ἀμοιβῆς
ἄρσενες, ἀλλ' ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.
- Ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος
οὔτινος ἐκγεγάασιν ἀφ' αἵματος οὐδὲ τοκήων·
εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα
μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
σίζει τ' ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,
αἱ δ' ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν
ἀθρόαι ἔκ τ' ἐγένοντο καὶ ἔτραφον ἔκ τ' ἐφάνησαν
μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης
οὔνομ' ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.
ἄλλαι δ' ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·
εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα
ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης
ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου
πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.
οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι
δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν
ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·
κεῖναι δ' εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,
ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
διζόμεναι κευθμῶνας ὑποβρυχίην τ' ἀλεωρήν,
πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.
ὡς δ' ὁπότ' εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν
ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης
κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλ' ἄρα πᾶσα
ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·
ὣς τότ' ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.