- Ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου
ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,
καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ
ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·
καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης
σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου
ὄρθριος εἰαρινῇσιν ἐλούσατο καρπὸς ἐέρσαις.
- καὶ κλόνος ἦν. Φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων
ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
γείτονος εἰσαΐων κορυθαιόλον ἄρεος ἠχώ,
καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,
θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δὲ γαίῃ
αἱμαλέης ξένον ὄμβρον ἀπ' ἰκμάδος ὑέτιος Ζεὺς
οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
καὶ φονίαις λιβάδεσσιν ἐνυαλίου νιφετοῖο
δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης
Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου
Ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.
- φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν
Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς
μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·
- δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,
καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης
λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·
εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι
Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,
Πᾶνας ὀρεσσινόμους ληΐσσομαι, ἔνδοθι λόχμης
ἔθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
πολλοὶ θῆρες ἔασι καὶ ἐνθάδε, τοῖσι συνάψω
Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·
κούρῃ δ' ἡμετέρῃ θαλαμηπόλον ἐσμὸν ὀπάσσω,
δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.
καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,
ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·
ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ
ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο
χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.
χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος·
ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης
Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·
εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ,
καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι
καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς,
οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ
ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,
αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην.
ἀλλ' ἐρέεις· 'Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω'.
Αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·
Οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·
καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων
Οὐρανόθεν γεγαῶτα κατέκρυφε κόλπος ἀρούρης.
εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου
φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·
σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ
σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·
μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,
μὴ κεφαλὴν Κρονίωνος ἢ ἄρσενα μηρὸν ἐνίψῃς·
οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·
πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.
σὺν σοὶ δ', ἢν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς
ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,
Νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων
μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,
βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ
καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·
εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,
δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ
τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.
οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει
ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,
Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος
Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω·
οὐδέ μιν ἁρπάξειε δι' ἠέρος ἱπτάμενος Ζεύς.
καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·
Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,
οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·
εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἢν δ' ἐθελήσῃ,
κοιρανίην νεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου
Γηγενέας Κύκλωπας ὀλέσσατε, μὴ δορὸς αἰχμὴν
γαστρὶ μέσῃ πήξαντες ἢ αὐχένι, χαλκοβαρὲς δὲ
ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι
Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρα κεν εἴην
Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
ἀστεροπῇ τεύξειε καὶ ἐνθάδε· καί μιν ἑλίξω
μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.
τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;
μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,
αὐτὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος
αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ
σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
καὶ ναέτην †βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου
αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·
μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
καὶ κενεοῦ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
ἴδμονας εὐπήληκος ἐνυαλίοιο χορείης,
ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ
διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,
Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην
αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης
ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.
κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι
οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,
οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.
ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ
παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει.
μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης
ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,
μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει
πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;
- ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,
οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,
οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.
καὶ πολὺς ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,
οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·
ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην
ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων
ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.
- καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
ἐς πεδίον προθέοντες. ἀπ' εὐδένδροιο δὲ λόχμης
ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις
θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.
καὶ πισύρων ἀνέμων †φλογερῆς ἀντώπιον Ἠοῦς †
τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·
πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,
ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ·
τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης
μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων
δίστομος οὐρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,
κύμασιν ἀμφίζωστον ἐπιστέψας Παταληνήν,
τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ
χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·
καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ
κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·
καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων
στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.
κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,
καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·
- Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ
κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,
μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης
σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω
πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου
δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη·
ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου
αὐλὸς ἐμὸς φθέγξοιτο μετάτροπον ὕμνον ἐνυοῦς,
τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον ἠχώ.
εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης
μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ
χεύμασι ληναίοισιν ἐς εὔιον οἶνον ἀμείψω,
τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης
μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω·
εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει
Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,
ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,
χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο
ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,
καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην
πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.
εἰ δὲ πολυπτοίητος ἀρειμανέων πρόμος Ἰνδῶν
αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης
καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν ἐνυώ,
θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,
γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ
πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω·
Θρινακίην δ' ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι
καὶ βόες αἰθερίοιο πυραυγέος ἡνιοχῆος,
Ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,
Λαμπετίην ἀέκουσαν ἐπὶ ζυγὰ δούλια σύρω,
ὄφρα γόνυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,
μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·
ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,
ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ
πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.
σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου
Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,
καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ ...
νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·
καὶ Βρομίῳ γόνυ δοῦλον ὑποκλίνων μετὰ νίκην
Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,
καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις
ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσσας,
καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ
ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.
δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης
Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ·
πολλὰς δ' ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν
ζωγρήσας μετ' ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν
πήξω μαινομένοιο κεράατα Δηριαδῆος.
- ὣς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι,
Σιληνοὶ δ' ἀλάλαζον ἀρηιφίλης μέλος ἠχοῦς
καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·
καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ
φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν
χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ·
καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.
καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ
μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς
ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.
- καὶ στρατιῆς προκέλευθος ἐπιβρίζουσα κυδοιμῷ
Μυγδονίη μάρμαιρε δι' ἠέρος ἁλλομένη φλόξ,
Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην·
Σιληνοῦ δὲ γέροντος ἀπ' εὐκεράοιο μετώπου
μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης
δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις.
καί τις ἐπ' ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων
δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων·
καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,
ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν
μαρναμένων. ‑ καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς
πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.
τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων
εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.
οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν ἄρης,
ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ
Ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη
Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.
τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,
ἔννεπε δ' Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
- ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,
τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,
μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·
Ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν
ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην·
ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,
Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων·
Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,
ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,
σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,
Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.
μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης·
δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·
ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.
Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου
μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,
ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων
αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω
μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων
δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,
κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,
ὁππότε Πηνειοῖο φυγὰς ῥόος, ὁππότε Δίρκη
μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς
Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἑλίσσων,
εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ
οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.
καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,
γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·
ῥύεο σοὺς ναετῆρας ἐφεσπομένους Διονύσῳ,
μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
Ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,
μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
θηλυτέρην δ' ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
αἰγίδα δ' αἰθύσσουσα κυβερνήτειραν ἐνυοῦς,
γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροισιν ἀρήγων
μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·
ῥύεο τὸν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,
Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος.
αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,
σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην
ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα·
καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς
πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης·
οὐ μετὰ δὴν Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι
Λιμναῖον μετὰ Βάκχον Ἐλευθερίῳ Διονύσῳ.
ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα·
ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,
Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,
μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσσας
καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,
ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηΐκιος Ἄρης.
ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,
μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος
κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.
καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,
ἠρεμέεις, Ἥφαιστε, καὶ οὐκ ἀλέγεις Μαραθῶνος,
ἧχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω
μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου.
λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος,
ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη
σὸν σπόρον αὐτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ·
σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς
σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης.
ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;
ἠθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,
ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην
μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·
Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.
- ὣς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου ...
ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,
καὶ πυρόεις Ἥφαιστος ὁμάρτεε Τριτογενείῃ.
ἀθανάτοις δ' ἑτέροισιν ὁμίλεε σύνδρομος Ἥρη,
Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην,
δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ,
τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ
ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,
ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,
ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας
Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.