- 'Μῆτερ ἐμή, τίφθ' ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ' ἔρευθος
σῴζετ' ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
ἦ ῥ' ὅ τοι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱός
ἀνδρὸς ὑπ' οὐτιδανοῖο, λέων ὡσεί θ' ὑπὸ νεβροῦ;
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
ἀθάνατοι; τί νύ μ' ὧδε κακῇ γονέες τέκον αἴσῃ;
δύσμορος, ἥτ' ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
ἠδ' ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν,
τοῦ δ' οὔτις γένετ' ἄλλος ἀποτμότερος ζωόντων
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,
παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμόν
μαινόμενος κατὰ οἶκον, ὃ δ' ἔμπλεος ἔσκε φόνοιο.
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
βαλλομένους ὑπὸ πατρί, τό τ' οὐδ' ὄναρ ἤλυθεν ἄλλῳ,
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
μητέρ' ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
ὡς δ' ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
ὀλλυμένοις, οὕς τ' αἰνὸς ὄφις ἔτι νηπιάχοντας
θάμνοις ἐν πυκινοῖσι κατεσθίει, ἡ δὲ κατ' αὐτούς
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
οὐδ' ἄρ' ἔχει τέκνοισιν ἐπαρκέσαι, ἦ γάρ οἱ αὐτῇ
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου ‑
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
ὥς γ' ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτή
κεῖσθαι φαρμακόεντα δι' ἥπατος ἰὸν ἔχουσα,
Ἄρτεμι, θηλυτέρῃσι μέγα κρείουσα γυναιξί·
τῷ χ' ἡμᾶς κλαύσαντε φίλῃσ' ἐν χερσὶ τοκῆες
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
λέξαντες κατέθαψαν ὅθι πρῶτον γενόμεσθα.
νῦν δ' οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες,
αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
αἰὲν ὁμῶς, δακρύων δὲ πάρεστί μοι οὐδ' ἴ' ἐρωή.
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
οἴκῳ ἐν ἡμετέρῳ, πολέων γάρ οἱ ἔργον ἑτοῖμον
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
μοχθίζει πέτρης ὅγ' ἔχων νόον ἠὲ σιδήρου
καρτερὸν ἐν στήθεσσι· σὺ δ' ἠύτε λείβεαι ὕδωρ,
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ' ὁπόσσα.
ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστάς
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει,
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
ναίουσ', οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ
νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτή
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
σῷ υἱεῖ· πάντων γὰρ ὀιζυρώτατα τέκνα
γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.'
- Ὣς ἄρ' ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
ὣς δ' αὔτως δακρύοισι παρήια λεύκ' ἐδίαινεν
Ἀλκμήνη· βαρὺ δ' ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
'δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
πευκαλίμῃς; πῶς ἄμμ' ἐθέλεις ὀροθυνέμεν ἄμφω
κήδε' ἄλαστα λέγουσα τά τ' οὐ νῦν πρῶτα κέκλαυται;
ἦ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον, αἰὲν ἐπ' ἦμαρ
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη
ὅστις ἀριθμηθεῖσιν ἐφ' ἡμετέροις ἀχέεσσι
θαρσοίη· τοιῆσδ' ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
καὶ δ' αὐτὴν ὁρόω σε, φίλον τέκος, ἀτρύτοισιν
ἄλγεσι μοχθίζουσαν· ἐπιγνώμων δέ τοί εἰμι
ἀγχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
καί σε μάλ' ἐκπάγλως ὀλοφύρομαι ἠδ' ἐλεαίρω
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες
ὅς θ' ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
δυσμενέων, μηδέν σε χερειότερον φρεσὶν ᾗσι
στέργειν ‹μ'› ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα·
οὐδ' αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
τῷ μή μ' ἐξείπῃς ποτ', ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδ' εἴ κ' ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
πρὶν καί πέρ τ' ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ' ἔχουσα,†
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος,
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται υἱὸς ἐπ' ἀλλοτρίης νέον ἆθλον
ἐκτελέων, οὐδ' οἶδα δυσάμμορος εἴτε μιν αὖτις
ἐνθάδε νοστήσανθ' ὑποδέξομαι εἴτε καὶ οὐκί.
πρὸς δ' ἔτι μ' ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον, δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως μή μοί τι τέκνοις ἀποθύμιον ἕρπῃ.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσί
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη,
τῇ μεγάλην ἐλάχαινε, δεδεγμένος ὡς ἐπὶ μισθῷ,
τάφρον τηλεθάοντος ἐπ' ἐσχατιῇ τινος ἀγροῦ
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·
ἐξαπίνης δ' ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
πῦρ ἄμοτον, περὶ δ' αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
αὐτὰρ ὅγ' αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
νώμασκεν μακέλην, περὶ δ' ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
Ἰφικλέης μεγάθυμος ἐπ' οὔδεϊ κάππεσ' ὀλισθών
πρὶν ἐλθεῖν, οὐδ' ὀρθὸς ἀναστῆναι δύνατ' αὖτις,
ἀλλ' ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ' ἀμενηνός
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπές
καππεσέειν, κεῖται δ' ὅγ' ἐπὶ χθονὸς ἔμπεδον αὔτως
εἰσόκε τις χειρός μιν ἀνειρύσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης,
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
ὀφθαλμῶν ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
οἴκου ἀφ' ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
θυμὸς ἐμός, μηδ' ἄλλο παρὲκ τελέσειέ τι δαίμων.'