920 74 0 1 0 0 IV-III a. C. Inno Callimachus In lavacrum Palladis (hymn. 5) Pfeiffer, R., Oxford, Clarendon Press, 1953. 3

CALLIMACHUS-In lavacrum Palladis (hymn. 5)-ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ

Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,

ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν

τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπεν·

σοῦσθέ νυν, ὦ ξανθαὶ σοῦσθε Πελασγιάδες.

   5οὔποκ' Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις,

πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων·

οὐδ' ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα

τεύχεα τῶν ἀδίκων ἦνθ' ἀπὸ γαγενέων,

ἀλλὰ πολὺ πράτιστον ὑφ' ἅρματος αὐχένας ἵππων

  10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ

ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα

πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.

ὦ ἴτ' Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ' ἀλαβάστρως

(συρίγγων ἀίω φθόγγον ὑπαξόνιον),

  15μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδ' ἀλαβάστρως

(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)

οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.

οὐδ' ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν,

οὔτ' ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος

  20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·

οὐδ' Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα

πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν.

ἁ δὲ δὶς ἑξήκοντα διαθρέξασα διαύλως,

οἷα παρ' Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι

  25ἀστέρες, ἐμπεράμως ἐτρίψατο λιτὰ βαλοῖσα

χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς,

ὦ κῶραι, τὸ δ' ἔρευθος ἀνέδραμε, πρώϊον οἵαν

ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροϊάν.

τῷ καὶ νῦν ἄρσεν τι κομίσσατε μῶνον ἔλαιον,

  30ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·

οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν

πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.

ἔξιθ', Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,

παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·

  35ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,

ὡς ἔθος Ἀργείως τοῦτο παλαιοτέρως

Εὐμήδης ἐδίδαξε, τεῒν κεχαρισμένος ἱρεύς·

ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον

δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα

  40ᾤχετ' ἔχων, Κρεῖον δ' εἰς ὄρος ᾠκίσατο,

Κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν

ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.

ἔξιθ', Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,

ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.

  45σάμερον, ὑδροφόροι, μὴ βάπτετε ‑ σάμερον, Ἄργος,

πίνετ' ἀπὸ κρανᾶν μηδ' ἀπὸ τῶ ποταμῶ·

σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ 'ς Φυσάδειαν

ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.

καὶ γὰρ δὴ χρυσῷ τε καὶ ἄνθεσιν ὕδατα μείξας

  50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων

τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,

φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.

ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,

τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.

  55πότνι' Ἀθαναία, σὺ μὲν ἔξιθι· μέσφα δ' ἐγώ τι

ταῖσδ' ἐρέω· μῦθος δ' οὐκ ἐμός, ἀλλ' ἑτέρων.

παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις

πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,

ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·

  60ἀλλὰ καὶ ἀρχαίων εὖτ' ἐπὶ Θεσπιέων

ˉ˘˘ˉ˘˘ˉ˘ ἢ εἰς Ἁλίαρτον ἐλαύνοι

ἵππως, Βοιωτῶν ἔργα διερχομένα,

ἢ 'πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος

καὶ βωμοὶ ποταμῷ κεῖντ' ἐπὶ Κουραλίῳ,

  65πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,

οὐδ' ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι

ἁδεῖαι τελέθεσκον, ὅκ' οὐχ ἁγεῖτο Χαρικλώ·

ἀλλ' ἔτι καὶ τήναν δάκρυα πόλλ' ἔμενε,

καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.

  70δή ποκα γὰρ πέπλων λυσαμένα περόνας

ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ

λῶντο· μεσαμβρινὰ δ' εἶχ' ὄρος ἁσυχία.

ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ' ἔσαν ὧραι,

πολλὰ δ' ἁσυχία τῆνο κατεῖχεν ὄρος.

  75Τειρεσίας δ' ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια

περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·

διψάσας δ' ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,

σχέτλιος· οὐκ ἐθέλων δ' εἶδε τὰ μὴ θεμιτά.

τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα·

  80'τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ' ἀποισόμενον,

ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;'

ἁ μὲν ἔφα, παιδὸς δ' ὄμματα νὺξ ἔλαβεν.

ἑστάκη δ' ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι

γώνατα καὶ φωνὰν ἔσχεν ἀμαχανία.

  85ἁ νύμφα δ' ἐβόασε· 'τί μοι τὸν κῶρον ἔρεξας

πότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι;

ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,

εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,

ἀλλ' οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν,

  90ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ,

ἦ μεγάλ' ἀντ' ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας

καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.'

ἁ μὲν ‹ἅμ'› ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα

μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων

  95ἆγε βαρὺ κλαίοισα, θεὰ δ' ἐλέησεν ἑταίραν.

καί νιν Ἀθαναία πρὸς τόδ' ἔλεξεν ἔπος·

'δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι' ὀργάν

εἶπας· ἐγὼ δ' οὔ τοι τέκνον ἔθηκ' ἀλαόν.

οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων

 100ἁρπάζειν· Κρόνιοι δ' ὧδε λέγοντι νόμοι·

ὅς κε τιν' ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,

ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.

δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο

ἔργον, ἐπεὶ Μοιρᾶν ὧδ' ἐπένησε λίνα,

 105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,

ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.

πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,

πόσσα δ' Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι

παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.

 110καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος

ἔσσεται· ἀλλ' οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ' ἐν ὄρεσσι

ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,

ὁππόταν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρά

δαίμονος· ἀλλ' αὐταὶ τὸν πρὶν ἄνακτα κύνες

 115τουτάκι δειπνησεῦντι· τὰ δ' υἱέος ὀστέα μάτηρ

λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·

ὀλβίσταν δ' ἐρέει σε καὶ εὐαίωνα γενέσθαι

ἐξ ὀρέων ἀλαὸν παῖδ' ὑποδεξαμέναν.

ὦ ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα

 120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα,

μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,

ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.

γνωσεῖται δ' ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται

ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.

 125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ

χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.

δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,

δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον,

καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι

 130φοιτασεῖ, μεγάλῳ τίμιος Ἁγεσίλᾳ.'

ὣς φαμένα κατένευσε· τὸ δ' ἐντελές, ᾧ κ' ἐπινεύσῃ

Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τόγε θυγατέρων

δῶκεν Ἀθαναίᾳ πατρώια πάντα φέρεσθαι,

λωτροχόοι, μάτηρ δ' οὔτις ἔτικτε θεάν,

 135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει

ψεύδεα                     αι θυγάτηρ.

ἔρχετ' Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε

τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,

σύν τ' εὐαγορίᾳ σύν τ' εὔγμασι σύν τ' ὀλολυγαῖς.

 140χαῖρε, θεά, κάδευ δ' Ἄργεος Ἰναχίω.

χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις

ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.