12091 784 2 5 8 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari VI Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 19

Anthologia Graeca VI

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Ἀρχὴ τῶν ΑΝΑΘΗΜΑΤΙΚΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ

1

ΠΛΑΤΩΝΟΣ

Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἡ τὸν ἐραστῶν

   ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,

τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι

   οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος, οὐ δύναμαι.

2

ΣΙΜΩΝΙΔΟΥ

Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος

   νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια,

πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν

   Περσῶν ἱππομάχων αἵματι λουσάμενα.

3

ΔΙΟΝΥΣΙΟΥ

Ἡράκλεες, Τρηχῖνα πολύλλιθον ὅς τε καὶ Οἴτην

   καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης,

τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης

   χλωρὸν ἀπὸ δρεπάνῳ θῆκε ταμὼν ῥόπαλον.

4

ΛΕΩΝΙΔΟΥ

Εὐκαπὲς ἄγκιστρον καὶ δούρατα δουλιχόεντα

   χὠρμειὴν καὶ τὰς ἰχθυδόκους σπυρίδας

καὶ τοῦτον νηκτοῖσιν ἐπ' ἰχθύσι τεχνασθέντα

   κύρτον, ἁλιπλάγκτων εὕρεμα δικτυβόλων,

   5τρηχύν τε τριόδοντα, Ποσειδαώνιον ἔγχος,

   καὶ τοὺς ἐξ ἀκάτων διχθαδίους ἐρέτας

ὁ γριπεὺς Διόφαντος ἀνάκτορι θήκατο τέχνας,

   ὡς θέμις, ἀρχαίας λείψανα τεχνοσύνας.

5

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Δούνακας ἀκροδέτους καὶ τὴν ἁλινηχέα κώπην

   γυρῶν τ' ἀγκίστρων λαιμοδακεῖς ἀκίδας

καὶ λίνον ἀκρομόλιβδον ἀπαγγελτῆρά τε κύρτου

   φελλὸν καὶ δισσὰς σχοινοτενεῖς σπυρίδας

καὶ τὸν ἐγερσιφαῆ, πυρὸς ἔγκυον, ἔμφλογα πέτρον

   ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα,

Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομον ἤδη

   δεξιτερὴν πολλοῖς αἰσθόμενος καμάτοις.

6

Ἀμφιτρύων μ' ἀνέθηκε νέων ἀπὸ Τηλεβοάων.

7

Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι

νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

8

Λαοδάμας τρίποδ' αὐτὸν ἐυσκόπῳ Ἀπόλλωνι

μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

9

ΜΝΑΣΑΛΚΟΥ

Σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα,

   δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται·

ἰοὺς δὲ πτερόεντας ἀνὰ κλόνον ἄνδρες ἔχουσιν

   ἐν κραδίαις ὀλοὰ ξείνια δυσμενέων.

10

ΑΝΤΙΠΑΤΡΟΥ

Τριτογενές, Σώτειρα, Διὸς φυγοδέμνιε κούρα,

   Παλλάς, ἀπειροτόκου δεσπότι παρθενίης,

βωμόν τοι κεραοῦχον ἐδείματο τόνδε Σέλευκος,

   Φοιβείαν ἰαχὰν φθεγγομένου στόματος.

11

ΣΑΤΡΙΟΥ

Θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο Δᾶμις,

   Πίγρης δ' ὀρνίθων λεπτόμιτον νεφέλην,

τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρ

   τῷ Πανὶ τρισσῶν ἐργασίην καμάτων·

ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσον

   πτηνὰ καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων.

12

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης

   δέχνυσο, Πάν· Πίγρης σοὶ γὰρ ἀπὸ πτερύγων

ταῦτα φέρει, θηρῶν Δᾶμις, Κλείτωρ δὲ θαλάσσης·

   καί σφι δὸς εὐαγρεῖν ἠέρα, γαῖαν, ὕδωρ.

13

ΛΕΩΝΙΔΟΥ

Οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι,

   ἀγρότα Πάν, ἄλλης ἄλλος ἀπ' ἀγρεσίης·

ὧν ἀπὸ μὲν πτανῶν Πίγρης τάδε, ταῦτα δὲ Δᾶμις

   τετραπόδων, Κλείτωρ δ' ὁ τρίτος εἰναλίων.

ἀνθ' ὧν τῷ μὲν πέμπε δι' ἠέρος εὔστοχον ἄγρην,

   τῷ δὲ διὰ δρυμῶν, τῷ δὲ δι' ἠιόνων.

14

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Πανὶ τάδ' αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας·

   Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων,

Κλείτωρ δὲ πλωτῶν τάδε δίκτυα, τὰν δὲ πετηνῶν

   ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδαν.

τὸν μὲν γὰρ ξυλόχων, τὸν δ' ἠέρος, ὃν δ' ἀπὸ λίμνας

   οὔ ποτε σὺν κενεοῖς οἶκος ἔδεκτο λίνοις.

15

ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΖΩΣΙΜΟΥ

Εἰναλίων Κλείτωρ τάδε δίκτυα, τετραπόδων δὲ

   Δᾶμις καὶ Πίγρης θῆκεν ὑπηερίων

Πανί, κασιγνήτων ἱερὴ τριάς· ἀλλὰ σὺ θήρην

   ἠέρι κἠν πόντῳ κἠν χθονὶ τοῖσδε νέμε.

16

ΑΡΧΙΟΥ

Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι

   τρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης·

δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶν

   λαιμοπέδας, Κλείτωρ δ' εἰναλίφοιτα λίνα·

ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δ' ἔτι θείης

   εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.

17

ΛΟΥΚΙΑΝΟΥ

Αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,

   Κύπρι μάκαιρ', ἄλλης ἄλλη ἀπ' ἐργασίης·

ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ

   ὡς θέμις, ἡ τριτάτη δ' Ἀτθὶς ἀπ' οὐρανίων.

ἀνθ' ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,

   τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.

18

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφὴν

   γηραλέων στυγέει μαρτυρίην ῥυτίδων·

ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου

   ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης.

Ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον

   δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.

19

ΤΟΥ ΑΥΤΟΥ

Κάλλος μέν, Κυθέρεια, χαρίζεαι, ἀλλὰ μαραίνει

   ὁ χρόνος ἑρπύζων σήν, βασίλεια, χάριν·

δώρου δ' ὑμετέροιο παραπταμένου με, Κυθήρη,

   δέχνυσο καὶ δώρου, πότνια, μαρτυρίην.

20

ΤΟΥ ΑΥΤΟΥ

Ἑλλάδα νικήσασαν ὑπέρβιον ἀσπίδα Μήδων

   Λαῒς θῆκεν ἑῷ κάλλεϊ ληιδίην·

μούνῳ ἐνικήθη δ' ὑπὸ γήραϊ, καὶ τὸν ἔλεγχον

   ἄνθετό σοι, Παφίη, τὸν νεότητι φίλον·

ἧς γὰρ ἰδεῖν στυγέει πολιῆς παναληθέα μορφήν,

   τῆσδε συνεχθαίρει καὶ σκιόεντα τύπον.

21

Σκάπτειραν κήποιο φιλυδρήλοιο δίκελλαν

   καὶ δρεπάνην καυλῶν ἄσκυλον ἐκτομίδα

τήν τ' ἐπινωτίδιον βροχετῶν ῥακόεσσαν ἀρωγὸν

   καὶ τὰς ἀρρήκτους ἐμβάδας ὠμοβοεῖς

τόν τε δι' εὐτρήτοιο πέδου δύνοντα κατ' ἰθὺ

   ἀρτιφυοῦς κράμβης πάσσαλον ἐμβολέα

καὶ σκάφος ἐξ ὀχετῶν πρασιὴν διψεῦσαν ἐγείρειν

   αὐχμηροῖο θέρευς οὔ ποτε παυσάμενον,

σοὶ τῷ κηπουρῷ Ποτάμων ἀνέθηκε, Πρίηπε,

  10   κτησάμενος ταύτης ὄλβον ἀπ' ἐργασίης.

22

ΖΩΝΑ

Ἀρτιχανῆ ῥοιάν τε καὶ ἀρτίχνουν τόδε μῆλον

   καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον

πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνόρρωγα,

   καὶ κάρυον χλωρῆς ἀντίδορον λεπίδος

   5ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳ

   θῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην.

23

Ἑρμείη, σήραγγος ἁλικτύπου ὃς τόδε ναίεις

   εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας,

δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃ

   λείψανον, αὐχμηρόν, ξανθὲν ἐπ' ἠιόνων,

γρίπους τε πλωτῶν τε πάγην, περιδινέα κύρτον,

   καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων

καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης,

   οὐκ ἄτερ ἀγκίστρων, λιμνοφυῆ δόνακα.

24

Δαίμονι τῇ Συρίῃ τὸ μάτην τριβὲν Ἡλιόδωρος

   δίκτυον ἐν νηοῦ τοῦδ' ἔθετο προπύλοις.

ἁγνὸν ἀπ' ἰχθυβόλου θήρας τόδε, πολλὰ δ' ἐν αὐτῷ

   φυκί' ἀπ' εὐόρμων εἵλκυσεν αἰγιαλῶν.

25

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Κεκμηὼς χρονίῃς πεπονηκότα δίκτυα θήρῃς

   ἄνθετο ταῖς Νύμφαις ταῦτα γέρων Κινύρης·

οὐ γὰρ ἔτι τρομερῇ παλάμῃ περιηγέα κόλπον

   εἶχεν ἀκοντίζειν οἰγομένοιο λίνου.

εἰ δ' ὀλίγου δώρου τελέθει δόσις, οὐ τόδε, Νύμφαι,

   μέμψις, ἐπεὶ Κινύρου ταῦθ' ὅλος ἔσκε βίος.

26

ΤΟΥ ΑΥΤΟΥ

Ταῖς Νύμφαις Κινύρης τόδε δίκτυον· οὐ γὰρ ἀείρει

   γῆρας ἀκοντιστὴν μόχθον ἑκηβολίης.

ἰχθύες, ἀλλὰ νέμοισθε γεγηθότες, ὅττι θαλάσσῃ

   δῶκεν ἔχειν Κινύρου γῆρας ἐλευθερίην.

27

ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἰχθυβόλον πολυωπὲς ἀπ' εὐθήρου λίνον ἄγρης

   τῶν τ' ἀγκιστροδέτων συζυγίην δονάκων

καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλὸν

   καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον

ἄγκυράν τ' ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης,

   στρεπτῶν τ' ἀγκίστρων ἰχθυπαγῆ στόματα,

δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων

   γήραϊ νουσοφόρῳ βριθομένης παλάμης.

28

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Καμπτομένους δόνακας κώπην θ' ἅμα, νηὸς ἱμάσθλην,

   γυρῶν τ' ἀγκίστρων καμπυλόεσσαν ἴτυν

εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολίβδῳ

   καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων

ζεῦγός τ' εὐπλεκέων σπυρίδων καὶ μητέρα πυρσῶν

   τήνδε λίθον νηῶν θ' ἕδρανον ἀσταθέων

ἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτων

   δῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας.

29

ΤΟΥ ΑΥΤΟΥ

Ἑρμείῃ Βαίτων ἁλινηχέος ὄργανα τέχνης

   ἄνθετο δειμαίνων γήραος ἀδρανίην·

ἄγκυραν γυρόν τε λίθον σπυρίδας θ' ἅμα φελλῷ,

   ἄγκιστρον, κώπην καὶ λίνα καὶ δόνακας.

30

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ

   δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων,

ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης

   εἶπεν ἀποσπένδων δάκρυον ἐκ βλεφάρων·

   5Οἶσθα, μάκαρ, κέκμηκα· κακοῦ δ' ἐπὶ γήραος ἡμῖν

   ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη.

θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ' ἀπὸ γαίης,

   ὡς ἐθέλεις, μεδέων καὶ χθονὶ καὶ πελάγει.

31

ΑΔΗΛΟΝ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ

Αἰγιβάτῃ τόδε Πανὶ καὶ εὐκάρπῳ Διονύσῳ

   καὶ Δηοῖ Χθονίῃ ξυνὸν ἔθηκα γέρας·

αἰτέομαι δ' αὐτοὺς καλὰ πώεα καὶ καλὸν οἶνον

   καὶ καλὸν ἀμῆσαι καρπὸν ἀπ' ἀσταχύων.

32

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν,

   ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ,

Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς

   κνακὸν ὑπηνήταν τόνδ' ἀνέθηκε τράγον.

33

ΜΑΙΚΙΟΥ

Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν

   δῶρα παρακταίης σοὶ τάδ' ἐπωφελίης,

θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον

   φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς·

φηγίνεον κρητῆρα καὶ αὐτούργητον ἐρείκης

   βάθρον ἰδ' ὑαλέην οἰνοδόκον κύλικα,

ὡς ἂν ὑπ' ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος

   ἀμπαύσῃς ξηρὴν δίψαν ἐλαυνόμενος.

34

ΡΙΑΝΟΥ

Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος

   τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας

καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνακτὰν

   θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.

ἀλλ', ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον

   εὔαγρον πέμποις, υἱέα Σημύλεω.

35

ΛΕΩΝΙΔΟΥ

Τοῦτο χιμαιροβάτᾳ Τελέσων αἰγώνυχι Πανὶ

   τὸ σκύλος ἀγρείης τεῖνε κατὰ πλατάνου

καὶ τὰν ῥαιβόκρανον ἐυστόρθυγγα κορύναν,

   ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους,

γαυλούς τε γλαγοπῆγας ἀγωγαῖόν τε κυνάγχαν

   καὶ τῶν εὐρίνων λαιμοπέδαν σκυλάκων.

36

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρε

   Δηοῖ, Σωσικλέης θῆκεν ἀρουροπόνος,

εὔσταχυν ἀμήσας τὸν νῦν σπόρον· ἀλλὰ καὶ αὖτις

   ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον.

37

ΑΔΗΛΟΝ

Γήραϊ δὴ καὶ τόνδε κεκυφότα φήγινον ὄζον

   οὔρεσιν ἀγρῶσται βουκόλοι ἐξέταμον·

Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα

   κάτθεσαν, ὡραίων ῥύτορι βουκολίων.

38

ΦΙΛΙΠΠΟΥ

Δίκτυά σοι μολίβῳ στεφανούμενα δυσιθάλασσα

   καὶ κώπην ἅλμης τὴν μεθύουσαν ἔτι

κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος,

   καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον

ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτην

   σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον,

ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα

   θήκατ', ἐπεὶ μογερῆς παύσαθ' ἁλιπλανίης.

39

ΑΡΧΙΟΥ

Αἱ τρισσαί, Σατύρη τε καὶ Ἡράκλεια καὶ Εὐφρώ,

   θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι·

ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν,

   ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,

ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων

   εὔθροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,

οἷς ἔσχον χερνῆτα βίον δηναιόν, Ἀθάνα

   πότνια, ταῦθ' αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες.

40

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Τὼ βόε μοι· σῖτον δὲ τετεύχατον, ἵλαθι, Δηοῖ,

   δέχνυσο δ' ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων·

δὸς δὲ βόε ζώειν ἐτύμω καὶ πλῆσον ἀρούρας

   δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν.

σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη

   ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας,

οὐδέποτ' ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς

   τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης.

41

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Χαλκὸν ἀροτρητὴν κλασιβώλακα νειοτομῆα

   καὶ τὴν ταυροδέτιν βύρσαν ἐπαυχενίην

καὶ βούπληκτρον ἄκαιναν ἐχετλήεντά τε γόμφον

   Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος,

τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ' ἐπινεύσεις

   τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.

42

ΑΔΕΣΠΟΤΟΝ

Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ

   τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος

ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων

   εἶπε· Σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας,

ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δ' ὑμετέρης ἀπὸ πέτρης

   δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον, ὧν ἔλαβες.

43

ΠΛΑΤΩΝΟΣ

Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,

   τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον

χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,

   καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.

πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας

   κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι·

φωνὴν δ' ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων

   εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων.

44

ΑΔΗΛΟΝ ΤΙΝΟΣ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Γλευκοπόταις Σατύροισι καὶ ἀμπελοφύτορι Βάκχῳ

   Ἡρῶναξ πρώτης δράγματα φυταλιῆς

τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε

   ἐμπλήσας οἴνου πρωτοχύτοιο κάδους·

ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ

   καὶ Σατύροις, Σατύρων πλείονα πιόμεθα.

45

Ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον,

   ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων,

σφαιρηδὸν σταφυλῇσιν ἐπιτροχάοντα δοκεύσας

   Κώμαυλος Βρομίῳ ζωὸν ἀνεκρέμασεν.

46

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τὰν πρὶν Ἐνυαλίοιο καὶ Εἰράνας ὑποφᾶτιν,

   μέλπουσαν κλαγγὰν βάρβαρον ἐκ στομάτων,

χαλκοπαγῆ σάλπιγγα γέρας Φερένικος Ἀθάνᾳ,

   λήξας καὶ πολέμου καὶ θυμέλας, ἔθετο.

47

ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ]

Κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼ

   ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,

εἶπε δέ· Χαῖρε, θεά, καὶ τήνδ' ἔχε· χήρη ἐγὼ γὰρ

   τέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας

ἀρνεῦμαι τὰ σὰ δῶρα, τὰ δ' ἔμπαλι Κύπριδος ἔργων

   ἅπτομαι· ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.

48

ΑΔΗΛΟΝ

Κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼ

   ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,

πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοις

   μόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνων.

εἶπε δ' Ἀθηναίῃ· Τῶν Κύπριδος ἅψομαι ἔργων,

   τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη.

49

Χάλκεός εἰμι τρίπους, Πυθοῖ δ' ἀνάκειμαι ἄγαλμα,

καί μ' ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς,

Τυδείδης δ' ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,

νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.

50

ΣΙΜΩΝΙΔΟΥ

Τόνδε ποθ' Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος,

   εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,

Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον

   ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.

51

Μῆτερ ἐμή, Γαίη, Φρυγίων θρέπτειρα λεόντων,

   Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος,

σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης

   ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης,

κύμβαλά τ' ὀξύφθογγα βαρυφθόγγων τ' ἀλαλητὸν

   αὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας,

τύμπανά τ' ἠχήεντα καὶ αἵματι φοινιχθέντα

   φάσγανα καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας.

ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανέντα,

  10   γηραλέον προτέρης παῦσον ἀγρειοσύνης.

52

ΣΙΜΩΝΙΔΟΥ

Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν

   ἧσο, Πανομφαίῳ Ζηνὶ μένουσ' ἱερά·

ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι

   πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.

53

ΒΑΚΧΥΛΙΔΟΥ

Εὔδημος τὸν νηὸν ἐπ' ἀγροῦ τόνδ' ἀνέθηκε

   τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ·

εὐξαμένῳ γάρ οἱ ἦλθε βοαθόος, ὄφρα τάχιστα

   λικμήσῃ πεπόνων καρπὸν ἀπ' ἀσταχύων.

54

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Τὸν χαλκοῦν τέττιγα Λυκωρέι Λοκρὸς ἀνάπτει

   Εὔνομος ἀθλοσύνας μνᾶμα φιλοστεφάνου.

ἦν γὰρ ἀγὼν φόρμιγγος· ὁ δ' ἀντίος ἵστατο Πάρθης.

   ἀλλ' ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς,

   5βραγχὸν τετριγυῖα λύρας ἀπεκόμπασε χορδά.

   πρὶν δὲ μέλος σκάζειν εὔποδος ἁρμονίας,

ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ

   καὶ τὸν ἀποιχομένου φθόγγον ὑπῆλθε μίτου·

τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχὼ

  10   πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας.

τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει,

   χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας.

55

ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΚΑΛΛΟΥ

Πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων

   τᾶς καλυκοστεφάνου νυμφίος Εὐρυνόμας

Ἑρμοφίλας ἀνέθηκεν ὁ βωκόλος· ἀλλὰ δέχεσθε

   ἀντ' αὐτᾶς πακτάν, ἀντ' ἐμέθεν τὸ μέλι.

56

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Κισσοκόμαν Βρομίῳ Σάτυρον σεσαλαγμένον οἴνῳ

   ἀμπελοεργὸς ἀνὴρ ἄνθετο Ληναγόρας.

τῷ δὲ καρηβαρέοντι δορήν, τρίχα, κισσόν, ὀπώρην,

   πάντα λέγεις μεθύειν, πάντα συνεκλέλυται·

   5καὶ φύσιν ἀφθόγγοισι τύποις μιμήσατο τέχνη,

   ὕλης ἀντιλέγειν μηδὲν ἀνασχομένης.

57

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς

   ἀκροχανὲς φοινῷ κρατὶ συνεξερύσας

ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν,

   Τεῦκρος Ἄραψ καὐτὰν ἀγρότιν αἰγανέαν.

αἰχμῇ δ' ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων,

   ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον.

Ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείαν

   στᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει.

58

ΙΣΙΔΩΡΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΒΟΛΒΥΘΙΩΤΟΥ

Λέκτρα μάτην μίμνοντα καὶ ἀπρήκτου σκέπας εὐνῆς

   ἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων,

αἰδόμενος· πολιὴ γὰρ ὅλου κρατέουσα καρήνου

   οὐ σῴζει προτέρης ἴχνιον ἀγλαΐης.

59

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα,

   Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη·

εὕρετο γὰρ μνηστῆρα, τὸν ἤθελε, καὶ λάχεν ἥβην

   σώφρονα καὶ τεκέων ἄρσεν ἔτικτε γένος.

60

ΠΑΛΛΑΔΑ

Ἀντὶ βοὸς χρυσέου τ' ἀναθήματος Ἴσιδι τούσδε

   θήκατο τοὺς λιπαροὺς Παμφίλιον πλοκάμους.

ἡ δὲ θεὸς τούτοις γάνυται πλέον ἤπερ Ἀπόλλων

   χρυσῷ, ὃν ἐκ Λυδῶν Κροῖσος ἔπεμπε θεῷ.

61

ΤΟΥ ΑΥΤΟΥ

Ὦ ξυρὸν οὐράνιον, ξυρὸν ὄλβιον, ᾧ πλοκαμῖδας

   κειραμένη πλεκτὰς ἄνθετο Παμφίλιον,

οὔ σέ τις ἀνθρώπων χαλκεύσατο, πὰρ δὲ καμίνῳ

   Ἡφαίστου χρυσέην σφῦραν ἀειραμένη

ἡ λιπαροκρήδεμνος, ἵν' εἴπωμεν καθ' Ὅμηρον,

   χερσί σε ταῖς ἰδίαις ἐξεπόνησε Χάρις.

62

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς,

   καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,

καὶ κανόν' ἰθυβάτην καὶ τὴν παρὰ θῖνα κίσηριν,

   αὐχμηρὸν πόντου τρηματόεντα λίθον,

Καλλιμένης Μούσαις ἀποπαυσάμενος καμάτοιο

   θῆκεν, ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.

63

ΔΑΜΟΧΑΡΙΔΟΣ

Γραμμοτόκῳ πλήθοντα μελάσματι κυκλομόλυβδον

   καὶ κανόνα, γραφίδων ἰθύτατον φύλακα,

καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου

   ἄκρα τε μεσσοτόμους εὐγλυφέας καλάμους

τρηχαλέην τε λίθον, δονάκων εὐθηγέα κόσμον,

   ἔνθα περιτριβέων ὀξὺ χάραγμα πέλει,

καὶ γλύφανον καλάμου, πλατέος γλωχῖνα σιδήρου,

   ὅπλα σοὶ ἐμπορίης ἄνθετο τῆς ἰδίης

κεκμηὼς Μενέδημος ὑπ' ἀχλύος ὄμμα παλαιόν,

  10   Ἑρμεία· σὺ δ' ἀεὶ φέρβε σὸν ἐργατίνην.

64

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς

   καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων

καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων

   καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην

   5καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις

   καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων

Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη

   ἦλθε κατ' ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον.

65

ΤΟΥ ΑΥΤΟΥ

Τὸν τροχόεντα μόλυβδον, ὃς ἀτραπὸν οἶδε χαράσσειν

   ὀρθὰ παραξύων ἰθυτενῆ κανόνα,

καὶ χάλυβα σκληρὸν καλαμηφάγον, ἀλλὰ καὶ αὐτὸν

   ἡγεμόνα γραμμῆς ἀπλανέος κανόνα

καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα

   θήγεται ἀμβλυνθεὶς ἐκ δολιχογραφίης,

καὶ βυθίην Τρίτωνος ἁλιπλάγκτοιο χαμεύνην,

   σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος,

καὶ κίστην πολύωπα μελανδόκον, εἰν ἑνὶ πάντα

  10   εὐγραφέος τέχνης ὄργανα ῥυομένην,

Ἑρμῇ Καλλιμένης, τρομερὴν ὑπὸ γήραος ὄκνῳ

   χεῖρα καθαρμόζων ἐκ δολιχῶν καμάτων.

66

ΤΟΥ ΑΥΤΟΥ

Ἄβροχον ἀπλανέος μόλιβον γραπτῆρα κελεύθου,

   ἧς ἔπι ῥιζοῦται γράμματος ἁρμονίη,

καὶ κανόνα, τροχαλοῖο κυβερνητῆρα μολύβδου,

   καὶ λίθακα τρητήν, σπόγγῳ ἐειδομένην,

   5καὶ μέλανος σταθεροῖο δοχήιον, ἀλλὰ καὶ αὐτῶν

   εὐγραφέων καλάμων ἀκροβαφεῖς ἀκίδας,

σπόγγον, ἁλὸς βλάστημα, χυτῆς λειμῶνα θαλάσσης,

   καὶ χαλκὸν δονάκων τέκτονα λεπταλέων

ἐνθάδε Καλλιμένης φιλομειδέσιν ἄνθετο Μούσαις,

  10   γήραϊ κεκμηὼς ὄμματα καὶ παλάμην.

67

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείας

   τόνδε μόλυβδον ἄγων καὶ μολίβου κανόνα

σύνδρομον ἡνιοχῆα πολυτρήτου τ' ἀπὸ πέτρης

   λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου,

   5σὺν δ' αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆς

   ἀνδρομέης, σμίλης τ' ὀξυτόμον κοπίδα

Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴν

   ἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην.

68

ΤΟΥ ΑΥΤΟΥ

Αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσων

   ἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος

καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων

   καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων

σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει

   αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων·

δέχνυσο καὶ γλυπτῆρα σιδήρεον, ᾧ θρασὺς Ἄρης

   σὺν Μούσαις ἰδίην δῶκε διακτορίην,

Ἑρμείη· σὰ γὰρ ὅπλα· σὺ δ' ἀδρανέος Φιλοδήμου

  10   ἴθυνε ζωὴν λειπομένοιο βίου.

69

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Νῆα Ποσειδάωνι πολύπλανος ἄνθετο Κράντας

   ἔμπεδον ἐς νηοῦ πέζαν ἐρεισάμενος,

αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός, ἧς ἔπι Κράντας

   εὐρὺς ἀνακλινθεὶς ἄτρομον ὕπνον ἔχει.

70

ΤΟΥ ΑΥΤΟΥ

Νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης,

   ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην,

νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸς

   πολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ·

   5πάντα δ' ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας,

   πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην.

71

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων,

   σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης,

βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃ

   σκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα,

σοὶ τάδε, Λαΐς, ἅπαντα· παρὰ προθύροις γὰρ ὁ δειλὸς

   τοῖσδε, σὺν ἀκρήβαις πολλάκι παννυχίσας,

οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆς

   ἐλπίδος ὑβριστὴν μῦθον ἐπεσπάσατο,

φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων

  10   μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.

72

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης

   βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.

ἀγρονόμῳ δ' ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲ

   ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.

   5εἶπε δὲ καγχαλόων ὁ γεωπόνος· Ἆ τάχα Βάκχῳ

   λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.

73

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων,

   χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομένας

Πανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν,

   γήραϊ ποιμενίων παυσάμενος καμάτων.

εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰ

   ἄτρομος ἐν τρομερῷ σώματι ναιετάει,

ἀλλὰ λύκοις σίντῃσιν ἀν' οὔρεα μή τις ἐμεῖο

   αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.

74

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων

   πολλὰ τανυκραίρων στέρνα χαραξαμένη,

ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις,

   παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη,

   5ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης,

   Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη.

θῆκα δέ σοι τάδε ῥόπτρα, παραρρίψασα δὲ κισσὸν

   χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.

75

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἄνδροκλος, ὤπολλον, τόδε σοὶ κέρας, ᾧ ἐπὶ πουλὺν

   θῆρα βαλὼν ἄγρας εὔσκοπον εἶχε τύχην.

οὔποτε γὰρ πλαγκτὸς γυρᾶς ἐξᾶλτο κεραίας

   ἰὸς ἐπ' ἠλεμάτῳ χειρὸς ἑκηβολίᾳ.

ὁσσάκι γὰρ τόξοιο παναγρέτις ἴαχε νευρά,

   τοσσάκις ἦν ἀγρεὺς ἠέρος ἢ ξυλόχου.

ἀνθ' ὧν σοὶ τόδε, Φοῖβε, τὸ Λύκτιον ὅπλον ἀγινεῖ

   χρυσείαις πλέξας μείλιον ἀμφιδέαις.

76

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι,

   τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠιόνα,

νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι,

   θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης.

ἀλλά, θεά, δύνασαι γάρ, ἢ ἡβητῆρά με τεῦξον

   ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.

77

ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ

Οἰνοπότας Ξενοφῶν κενεὸν πίθον ἄνθετο, Βάκχε·

   δέχνυσο δ' εὐμενέως· ἄλλο γὰρ οὐδὲν ἔχει.

78

ΤΟΥ ΑΥΤΟΥ

Τὼς τρητὼς δόνακας, τὸ νάκος, τὰν σεῖο κορύναν

   ἄνθεσο Πανὶ φίλῳ, Δάφνι γυναικοφίλα.

ὦ Πάν, δέχνυσο δῶρα τὰ Δάφνιδος· ἶσα γὰρ αὐτῷ

   καὶ μολπὰν φιλέεις καὶ δύσερως τελέθεις.

79

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺς

   ἀντ' εὐεργεσίης ἄνθετό σοι τεμένη.

Βόσκε, δ' ἔφη, χαίρων τὰ σὰ ποίμνια καὶ σέο χώρην

   δέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην.

αἴσιον εὑρήσεις τόδ' ἐπαύλιον· ἐνθάδε γάρ σοι

   Ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.

80

ΤΟΥ ΑΥΤΟΥ

Δαφνιακῶν βίβλων Ἀγαθηιὰς ἐννεάς εἰμι·

   ἀλλά μ' ὁ τεκτήνας ἄνθετο σοί, Παφίη.

οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι,

   ὄργια τοσσατίων ἀμφιέπουσα πόθων.

αἰτεῖ δ' ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη

   ἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην.

81

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἀσπίδα ταυρείην, ἔρυμα χροός, ἀντιβίων τε

   πολλάκις ἐγχείην γευσαμένην χολάδων

καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα

   καὶ κόρυν ἱππείαις θριξὶ δασυνομένην

ἄνθετο Λυσίμαχος γέρας Ἄρεϊ, γηραλέον νῦν

   ἀντὶ πανοπλίης βάκτρον ἀμειψάμενος.

82

ΤΟΥ ΑΥΤΟΥ

Αὐλοὺς Πανὶ Μελίσκος· ὁ δ' ἔννεπε μὴ γέρας αἴρειν

   τούτοις· Ἐκ καλάμων οἶστρον ἐπεσπασάμην.

83

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳ

   ἄνθετο, γηραλέην χεῖρ' ἐπιμεμφόμενος,

εἶπε δέ· Μὴ ψαύσαιμι λύρης ἔτι μηδ' ἐθελήσω

   τῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν.

ἠιθέοις μελέτω κιθάρης μίτος· ἀντὶ δὲ πλήκτρου

   σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.

84

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ζηνὶ τόδ' ὀμφάλιον σάκεος τρύφος, ᾧ ἔπι λαιὰν

   ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας·

πᾶν δὲ τὸ λοιπὸν ἄκοντες ἰσάριθμός τε χαλάζῃ

   χερμὰς καὶ ξιφέων ἐξεκόλαψε γένυς.

ἀλλὰ καὶ ἀμφίδρυπτον ἐὸν τόδε χειρὶ μεναίχμᾳ

   σῴζετο Νικαγόρα, σῷζε δὲ Νικαγόραν.

θεσμὸν τὸν Σπάρτας μενεφύλοπιν ἀμφὶ βοείᾳ

   τῇδέ τις ἀθρήσει πάντα φυλασσόμενον.

85

ΠΑΛΛΑΔΑ

Τὸν θῶ καὶ τὰς κνῆ τάν τ' ἀσπίδα καὶ δόρυ καὶ κρᾶ

   Γορδιοπριλάριος ἄνθετο Τιμοθέῳ.

86

ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Κνημῖδας, θώρηκα, σάκος, κόρυν, ἔγχος Ἀθήνῃ

   Ῥοῦφος Μεμμιάδης Γέλλιος ἐκρέμασεν.

87

ΑΔΗΛΟΝ

Ἄνθετό σοι κορύνην καὶ νεβρίδας ὑμέτερος Πάν,

   Εὔιε, καλλείψας σὸν χορὸν ἐκ Παφίης.

Ἠχὼ γὰρ φιλέει καὶ πλάζεται· ἀλλὰ σύ, Βάκχε,

   ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τύχην.

88

ΑΝΤΙΦΑΝΟΥΣ ΜΑΚΕΔΟΝΟΣ

Αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντ' ἀπὸ μαστῶν,

   Ἰνώ, λυσαμένη κεστὸν ἔδωκεν ἔχειν,

ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς

   ἀνέρας· ἐχρήσω δ' εἰς ἐμὲ πᾶσι μόνον.

89

ΜΑΙΚΙΟΥ ΚΟΙΝΤΟΥ

Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε,

   χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ

σοὶ Πάρις ὀστρακόδερμον ὑπ' εὐθήροισι δαμέντα

   ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν,

σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ' ἡμίβρωτον ὀδόντα

   θείς, μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.

τῷ σὺ δίδου μὴ πολλά, δι' εὐάγρου δὲ λίνοιο,

   δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.

90

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἄγκυραν ἐμβρύοικον, ἐρυσινηίδα,

κώπας τε δισσὰς τὰς ἀπωσικυμάτους

καὶ δικτύοις μόλυβδον ἡψιδωμένον

κύρτοις τε φελλοὺς τοὺς ἐπεσφραγισμένους

καὶ πῖλον ἀμφίκρηνον ὕδασι στέγην

λίθον τε ναύταις ἑσπέρης πυρσητόκον,

ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς

ἔθηκε λήξας τῆς ἀπ' ἠιόνων ἄλης.

91

ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ

Ἀσπίδα μὲν Πρόμαχος, τὰ δὲ δούρατα θῆκεν Ἀκοντεύς,

   τὸ ξίφος Εὐμήδης, τόξα δὲ ταῦτα Κύδων,

Ἱππομέδων τὰ χαλινά, κόρυν δ' ἀνέθηκε Μελάντας,

   κνημῖδας Νίκων, κοντὸν Ἀριστόμαχος,

τὸν θώρηκα Φιλῖνος· ἀεὶ δ', Ἆρες βροτολοιγέ,

   σκῦλα φέρειν δῴης πᾶσιν ἀπ' ἀντιπάλων.

92

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον

ῥίνην τε κνησίχρυσον ὠκυδήκτορα

καὶ τὸν δίχηλον καρκίνον πυραγρέτην

πτωκὸς πόδας τε τούσδε λειψανηλόγους

ὁ χρυσοτέκτων Δημοφῶν Κυλληνίῳ

ἔθηκε, γήρᾳ κανθὸν ἐζοφωμένος.

93

ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ]

Ἁρπαλίων ὁ πρέσβυς, ὁ πᾶς ῥυτίς, οὑπιλινευτής,

   τόνδε παρ' Ἡρακλεῖ θῆκέ με τὸν σιβύνην,

ἐκ πολλοῦ πλειῶνος ἐπεὶ βάρος οὐκέτι χεῖρες

   ἔσθενον, ἐς κεφαλὴν δ' ἤλυθε λευκοτέρην.

94

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἀραξίχειρα ταῦτά σοι τὰ τύμπανα

καὶ κύμβαλ' ὀξύδουπα κοιλοχείλεα

διδύμους τε λωτοὺς κεροβόας, ἐφ' οἷς ποτε

ἐπωλόλυξεν αὐχένα στροβιλίσας,

λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα,

λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης

ἔθηκε, λυσσητῆρα γηράσας πόδα.

95

ΑΝΤΙΦΙΛΟΥ

Βουστρόφον, ἀκροσίδαρον, ἀπειλητῆρα μύωπα

   καὶ πήραν μέτρου σιτοδόκον σπορίμου

γαμψόν τε δρέπανον, σταχυητόμον ὅπλον ἀρούρης,

   καὶ παλιουροφόρον, χεῖρα θέρευς, τρίνακα

καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ

   Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων.

96

ΕΡΥΚΙΟΥ

Γλαύκων καὶ Κορύδων, οἱ ἐν οὔρεσι βουκολέοντες,

   Ἀρκάδες ἀμφότεροι, τὸν κεραὸν δαμάλην

Πανὶ φιλωρείτᾳ Κυλληνίῳ αὐερύσαντες

   ἔρρεξαν καί οἱ δωδεκάδωρα κέρα

ἅλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἔπαξαν

   εὐρεῖαν, νομίῳ καλὸν ἄγαλμα θεῷ.

97

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Δοῦρας Ἀλεξάνδροιο· λέγει δέ σε γράμματ' ἐκεῖνον

   ἐκ πολέμου θέσθαι σύμβολον Ἀρτέμιδι

ὅπλον ἀνικήτοιο βραχίονος. ἆ καλὸν ἔγχος,

   ᾧ πόντος καὶ χθὼν εἶκε κραδαινομένῳ.

ἵλαθι, δοῦρας ἀταρβές, ἀεὶ δέ σε πᾶς τις ἀθρήσας

   ταρβήσει, μεγάλης μνησάμενος παλάμης.

98

ΖΩΝΑ

Δηοῖ λικμαίῃ καὶ ἐναυλακοφοίτισιν Ὥραις

   Ἡρῶναξ πενιχρῆς ἐξ ὀλιγηροσίης

μοῖραν ἀλωείταις στάχυας πάνσπερμά τε ταῦτα

   ὄσπρι' ἐπὶ πλακίνου τοῦδ' ἔθετο τρίποδος·

ἐκ μικρῶν ὀλίγιστα· πέπατο γὰρ οὐ μέγα τοῦτο

   κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.

99

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Κόψας ἐκ φηγοῦ σε τὸν αὐτόφλοιον ἔθηκε

   Πᾶνα Φιλοξενίδης, ὁ κλυτὸς αἰγελάτης,

θύσας αἰγιβάτην πολιὸν τράγον ἔν τε γάλακτι

   πρωτογόνῳ βωμοὺς τοὺς ἱεροὺς μεθύσας.

ἀνθ' ὧν ἐν σηκοῖς διδυμητόκοι αἶγες ἔσονται

   γαστέρα φεύγουσαι τρηχὺν ὀδόντα λύκου.

100

ΚΡΙΝΑΓΟΡΟΥ

Λαμπάδα, τὴν κούροις ἱερὴν ἔριν, ὠκὺς ἐνέγκας,

   οἷα Προμηθείης μνῆμα πυρικλοπίης,

νίκης κλεινὸν ἄεθλον ἔτ' ἐκ χερὸς ἔμπυρον Ἑρμῇ

   θῆκ' ἐν ὁμωνυμίῃ παῖς πατρὸς Ἀντιφάνης.

101

ΦΙΛΙΠΠΟΥ

Ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμα

πυριτρόφους τε ῥιπίδας φυσηνέμους

ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν

πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον,

   5ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον

ὁμοῦ κρεάγρῃ τῇ σιδηροδακτύλῳ,

βραδυσκελὴς Ἥφαιστε, σοὶ Τιμασίων

ἔθηκεν, ἀκμῆς γυῖον ὠρφανωμένος.

102

ΦΙΛΙΠΠΟΥ

Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα

   καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον

μῆλόν θ' ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ

   καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων

καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην,

   καὶ πέρκην ἤδη χρυσοχίτων' ἐλάην

σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων,

   δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν.

103

ΤΟΥ ΑΥΤΟΥ ΦΙΛΙΠΠΟΥ

Στάθμην ἰθυτενῆ μολιβαχθέα δουριτυπῆ τε

   σφῦραν καὶ γυρὰς ἀμφιδέτους ἀρίδας

καὶ στιβαρὸν πέλεκυν στελεχητόμον ἰθύδρομόν τε

   πρίονα, μιλτείῳ στάγματι πειθόμενον,

τρύπανα θ' ἑλκεσίχειρα τέρετρά τε μιλτοφυρῆ τε

   σχοῖνον, ὑπ' ἀκρονύχῳ ψαλλομένην κανόνι,

σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον,

   ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος.

104

ΤΟΥ ΑΥΤΟΥ

Σπερμοφόρον πήρην ὠμαχθέα κὠλεσίβωλον

   σφῦραν καὶ γαμψὰς πυρολόγους δρεπάνας

καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας ἱστοβόην τε

   σὺν γυροῖς ἀρότροις καὶ φιλόγαιον ὕνιν

κέντρα τ' ὀπισθονυγῆ καὶ βουστρόφα δεσμὰ τενόντων

   καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπόνων,

γυῖα γε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇ

   ἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ.

105

ΑΠΟΛΛΩΝΙΔΟΥ

Τρῖγλαν ἀπ' ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτι

   Ἄρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος

καὶ ζωρὸν κεράσας ἰσοχειλέα καὶ τρύφος ἄρτου

   αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίην·

ἀνθ' ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲν

   δίκτυα· σοὶ δέδοται πάντα, μάκαιρα, λίνα.

106

ΖΩΝΑ

Τοῦτό τοι, ὑλειῶτα, κατ' ἀγριάδος πλατάνοιο

   δέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων

καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνος

   πολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει.

ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαι

   δῶρα καὶ εὐαγρὲς τῷδε πέτασσον ὄρος.

107

ΦΙΛΙΠΠΟΥ

Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλων

ἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνος

ἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφων

γεραιὰ τρύχη καὶ πάγας δεραγχέας

νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρους

ὠκεῖς ποδίστρας καὶ τραχηλοδεσμότας

κλοιοὺς κυνούχους· γυῖα γὰρ δαμεὶς χρόνῳ

ἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην.

108

ΜΥΡΙΝΟΥ

Ὑψηλῶν ὀρέων ἔφοροι, κεραοὶ χοροπαῖκται,

   Πᾶνες, βουχίλου κράντορες Ἀρκαδίης,

εὔαρνον θείητε καὶ εὐχίμαρον Διότιμον

   δεξάμενοι λαμπρῆς δῶρα θυηπολίης.

109

ΑΝΤΙΠΑΤΡΟΥ

Γηραλέον νεφέλας τρῦχος τόδε καὶ τριέλικτον

   ἰχνοπέδαν καὶ τὰς νευροτενεῖς παγίδας

κλωβούς τ' ἀμφιρρῶγας ἀνασπαστούς τε δεράγχας

   καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας

καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα τόν τε πετηνῶν

   ἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα

καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο

   ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων,

σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς Νεολᾴδα

  10   Κραῦβις ὁ θηρευτάς, Ἀρκὰς ἀπ' Ὀρχομενοῦ.

110

ΛΕΩΝΙΔΑ, οἱ δὲ ΜΝΑΣΑΛΚΟΥ

Τὰν ἔλαφον Κλεόλαος ὑπὸ κναμοῖσι λοχήσας

   ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ

θηκτῷ σαυρωτῆρι· τὰ δ' ὀκτάρριζα μετώπων

   φράγμαθ' ὑπὲρ κραναὰν ἇλος ἔπαξε πίτυν.

111

ΑΝΤΙΠΑΤΡΟΥ

Τὰν ἔλαφον Λάδωνα καὶ ἀμφ' Ἐρυμάνθιον ὕδωρ

   νῶτά τε θηρονόμου φερβομέναν Φολόας

παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμας

   πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ·

   5δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων

   σπασσάμενος κούρᾳ θῆκε παρ' ἀγρότιδι.

112

ΠΕΡΣΟΥ

Τρεῖς ἄφατοι κεράεσσιν ὑπ' αἰθούσαις τοι, Ἄπολλον,

   ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων,

ἃς ἕλον ἐξ ἵππων †γυγερῷ χέρε Δαΐλοχός τε

   καὶ Προμένης, ἀγαθοῦ τέκνα Λεοντιάδου.

113

ΣΙΜΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς

   δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις·

νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,

   ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.

114

[ΤΟΥ ΑΥΤΟΥ]

Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος

   Ἀμφιτρυωνιάδᾳ κείμεθ' ἀνὰ πρόπυλον

τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ

   ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων

βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος

   Ἠμαθία· τοίῳ κραίνεται ἁγεμόνι.

115

ΑΝΤΙΠΑΤΡΟΥ

Τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον,

   τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας,

Δαρδανέων ὀλετὴρ ὁ κεραύνιος εἷλε Φίλιππος

   πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι·

καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας

   θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.

σᾶς τοι ὅδ' ἐκ ῥίζας ἀναδέδρομεν· οὔ τοι ἀεικὲς

   πατρῴου ζαλοῦν ἔργα βοοκτασίας.

116

ΣΑΜΟΥ

Σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιππος

   δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοὸς

αὐτοῖς σὺν κεράεσσι, τὸν ὕβρεϊ κυδιόωντα

   ἔσβεσεν Ὀρβηλοῦ τρηχὺν ὑπὸ πρόποδα.

ὁ φθόνος αὐαίνοιτο, τεὸν δ' ἔτι κῦδος ἀέξοι

   ῥίζα Βεροιαίου κράντορος Ἠμαθίας.

117

ΠΑΓΚΡΑΤΟΥΣ

Ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη

   ἄγκεινθ' Ἡφαίστῳ δῶρα Πολυκράτεος,

ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν

   ὄλβον, ὀιζυρὴν ὠσάμενος πενίην.

118

ΑΝΤΙΠΑΤΡΟΥ

Ἁ φόρμιγξ τά τε τόξα καὶ ἀγκύλα δίκτυα Φοίβῳ

   Σώσιδος ἔκ τε Φίλας ἔκ τε Πολυκράτεος,

χὠ μὲν ὀιστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸς

   τὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα.

ἀλλ' ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτο

   ἄκρα λύρας, ὁ δ' ἔχοι πρῶτα κυναγεσίας.

119

ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ

Κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,

   βότρυ, Διωνύσου πληθόμενος σταγόνι,

οὐδ' ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα

   φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον.

120

ΛΕΩΝΙΔΑ

Οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων

   ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος,

προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός,

   θηλείης ἕρσης ἰκμάδα γευόμενος,

ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ

   τὸν τέττιγ' ὄψει μ', ὦνερ, ἐφεζόμενον.

ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη

   ἐξ ἡμέων· ἡ γὰρ παρθένος αὐλοθέτει.

121

ΚΑΛΛΙΜΑΧΟΥ

Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα

   κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ' Ἀρτέμιδι,

οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,

   αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

122

ΝΙΚΙΟΥ

Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,

   τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; ‑

Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα

   ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον.

123

ΑΝΥΤΗΣ

Ἕσταθι τᾷδε, κράνεια βροτοκτόνε, μηδ' ἔτι λυγρὸν

   χάλκεον ἀμφ' ὄνυχα στάζε φόνον δαΐων·

ἀλλ' ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας,

   ἄγγελλ' ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.

124

ΗΓΗΣΙΠΠΟΥ

Ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνορος ἧμαι

   ναῷ ὑπωροφία Παλλάδος ἀλκιμάχας,

πολλὰ σιδαρείου κεκονιμένα ἐκ πολέμοιο,

   τόν με φέροντ' αἰεὶ ῥυομένα θανάτου.

125

ΜΝΑΣΑΛΚΟΥ

Ἤδη τᾷδε μένω πολέμου δίχα, καλὸν ἄνακτος

   στέρνον ἐμῷ νώτῳ πολλάκι ῥυσαμένα.

καίπερ τηλεβόλους ἰοὺς καὶ χερμάδι' αἰνὰ

   μυρία καὶ δολιχὰς δεξαμένα κάμακας,

   5οὐδέποτε Κλείτοιο λιπεῖν περιμάκεα πᾶχυν

   φαμὶ κατὰ βλοσυρὸν φλοῖσβον Ἐνυαλίου.

126

ΔΙΟΣΚΟΡΙΔΟΥ

Σᾶμα τόδ' οὐχὶ μάταιον ἐπ' ἀσπίδι παῖς ὁ Πολύττου

   Ὕλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο,

Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦνα

   γραψάμενος· δῄοις τοῦτο δ' ἔοικε λέγειν·

Ἀσπίδος ὦ κατ' ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με,

   ἢ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.

127

ΝΙΚΙΟΥ

Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι

   ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν

Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ' ἔθηκεν,

   λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.

128

ΜΝΑΣΑΛΚΟΥ

Ἧσο κατ' ἠγάθεον τόδ' ἀνάκτορον, ἀσπὶ φαεννά,

   ἄνθεμα Λατῴᾳ δήιον Ἀρτέμιδι·

πολλάκι γὰρ κατὰ δῆριν Ἀλεξάνδρου μετὰ χερσὶν

   μαρναμένα χρυσέαν οὐκ ἐκόνισσας ἴτυν.

129

ΛΕΩΝΙΔΟΥ

Ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς

   θώρηκας, τόσσας δ' αἱμαλέας κοπίδας,

ταῦτ' ἀπὸ Λευκανῶν Κορυφασίᾳ ἔντε' Ἀθάνᾳ

   Ἅγνων Εὐάνθευς θῆχ' ὁ βιαιομάχος.

130

‹ΤΟΥ ΑΥΤΟΥ›

Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ

   Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,

πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα·

   αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.

131

ΛΕΩΝΙΔΑ

Αἵδ' ἀπὸ Λευκανῶν θυρεάσπιδες, οἵδε χαλινοὶ

   στοιχηδὸν ξεσταί τ' ἀμφίβολοι κάμακες

δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας,

   Παλλάδι· τοὺς δ' ὁ μέλας ἀμφέχανεν θάνατος.

132

ΝΟΣΣΙΔΟΣ

Ἔντεα Βρέττιοι ἄνδρες ἀπ' αἰνομόρων βάλον ὤμων

   θεινόμενοι Λοκρῶν χερσὶν ὕπ' ὠκυμάχων,

ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπ' ἀνάκτορα κεῖνται,

   οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον.

133

ΑΡΧΙΛΟΧΟΥ

Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην

   Ἥρῃ, κουριδίων εὖτ' ἐκύρησε γάμων.

134

ΑΝΑΚΡΕΟΝΤΟΣ

Ἡ τὸν θύρσον ἔχουσ' Ἑλικωνιὰς ἥ τε παρ' αὐτὴν

   Ξανθίππη Γλαύκη τ' εἰς χορὸν ἐρχόμεναι

ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι

   κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.

135

ΤΟΥ ΑΥΤΟΥ

Οὗτος Φειδόλα ἵππος ἀπ' εὐρυχόροιο Κορίνθου

   ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς.

136

ΤΟΥ ΑΥΤΟΥ

Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις

   εἷμα τόδε· ξυνὴ δ' ἀμφοτέρων σοφίη.

137

ΤΟΥ ΑΥΤΟΥ

Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ

   Ναυκράτει, εὐχωλὰς τάσδ' ὑποδεξάμενος.

138

ΤΟΥ ΑΥΤΟΥ

Πρὶν μὲν Καλλιτέλης μ' ἱδρύσατο· τόνδε δ' ἐκείνου

   ἔκγονοι ἐστήσανθ', οἷς χάριν ἀντιδίδου.

139

ΤΟΥ ΑΥΤΟΥ

Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου

   υἱός· ἐποίησεν δ' ἔργον Ἀναξαγόρας.

140

ΤΟΥ ΑΥΤΟΥ

Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος

   μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.

141

ΤΟΥ ΑΥΤΟΥ

Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο

   ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται.

142

ΤΟΥ ΑΥΤΟΥ

Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον

   Θεσσαλίας μ' ἀνέθηκ' ἀρχὸς Ἐχεκρατίδας.

143

ΤΟΥ ΑΥΤΟΥ

Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι

   ἤπιον, ὅς μ' ἐρατοῖς ἀγλαΐην προθύροις

Ἑρμῇ τε κρείοντι καθέσσατο· τὸν δ' ἐθέλοντα

   ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι.

144

[ΤΟΥ ΑΥΤΟΥ]

Στροίβου παῖ, τόδ' ἄγαλμα, Λεώκρατες, εὖτ' ἀνέθηκας

   Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας

οὐδ' Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ

   σὴν εὐεργεσίην τῷ προσιόντι λέγω.

145

[ΤΟΥ ΑΥΤΟΥ]

Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,

   ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.

146

ΚΑΛΛΙΜΑΧΟΥ

Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης

   εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ·

ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς

   ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

147

ΤΟΥ ΑΥΤΟΥ

Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς

   Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,

γινώσκειν· ἢν δ' ἆρα λάθῃ καὶ ‹δίς› μιν ἀπαιτῇς,

   φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

148

ΤΟΥ ΑΥΤΟΥ

Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις

   πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,

εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ' ἐμὰ φέγγη

   ἀθρήσας φάσεις· Ἕσπερε, πῶς ἔπεσες;

149

ΤΟΥ ΑΥΤΟΥ

Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε

   γινώσκω) νίκης ἀντί με τῆς ἰδίης

ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·

   πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

150

ΤΟΥ ΑΥΤΟΥ

Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς

   Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

151

ΤΥΜΝΕΩ

Μίκκος ὁ Παλλαναῖος Ἐνυαλίου βαρὺν αὐλὸν

   τόνδ' ἐς Ἀθαναίας ἐκρέμασ' Ἰλιάδος,

Τυρσηνὸν μελέδαμα, δι' οὗ ποκα πόλλ' ἐβόασεν

   ὡνὴρ εἰράνας σύμβολα καὶ πολέμου.

152

ΑΓΙΔΟΣ

Καὶ στάλικας καὶ πτηνὰ λαγωβόλα σοὶ τάδε Μείδων,

   Φοῖβε, σὺν ἰξευταῖς ἐκρέμασεν καλάμοις,

ἔργων ἐξ ὀλίγων ὀλίγην δόσιν· ἢν δέ τι μεῖζον

   δωρήσῃ, τίσει τῶνδε πολυπλάσια.

153

ΑΝΥΤΗΣ

Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός,

   Κλεύβοτος· ἁ πάτρα δ' εὐρύχορος Τεγέα·

τἀθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δ' ἐπόησεν

   Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.

154

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ, οἱ δὲ ΓΑΙΤΟΥΛΙΚΟΥ

Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ

   πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων·

Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός,

   κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος,

Νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης

   φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.

ἀνθ' ὧν εὔυδρον, Νύμφαι, τόδε δῶμα γέροντος

   αὔξετε· Πάν, γλαγερόν· Βάκχε, πολυστάφυλον.

155

ΘΕΟΔΩΡΙΔΑ

Ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ

   πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής·

αἰχμητὰν δ' ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα

   παῖς Ἡγησιδίκου πίονα τυροφόρον.

Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα

   οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν.

156

ΤΟΥ ΑΥΤΟΥ

Καλλὼ σὺν τέττιγι Χαρισθένεος τρίχα τήνδε

   κουρόσυνον κούραις θῆκ' Ἀμαρυνθιάσι

σὺν βοῒ χερνιφθέντα· πάις δ' ἴσον ἀστέρι λάμπει,

   πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.

157

ΤΟΥ ΑΥΤΟΥ

Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ,

   τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους·

καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης

   αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις.

158

ΣΑΒΙΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ,

   τρισσὸν ὑπ' εὐπετάλοις δῶρον ἔθηκε φόβαις.

δαίμονες ἀλλὰ δέχοισθε κεχαρμένοι, αὔξετε δ' αἰεὶ

   Πὰν ἀγέλην, Νύμφαι πίδακα, Βάκχε γάνος.

159

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαῒ σάλπιγξ

   καὶ γλυκὺν εἰράνας ἐκπροχέουσα νόμον

ἄγκειμαι, Φερένικε, τεὸν Τριτωνίδι κούρᾳ

   δῶρον, ἐριβρύχων παυσαμένα κελάδων.

160

ΤΟΥ ΑΥΤΟΥ

Κερκίδα τὰν ὀρθρινὰ χελιδονίδων ἅμα φωνᾷ

   μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα,

τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον,

   κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας,

καὶ πήνας καὶ τόνδε φιληλάκατον καλαθίσκον,

   στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα,

παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸς

   εἰροκόμων κούρᾳ θήκατο δεσπότιδι.

161

ΚΡΙΝΑΓΟΡΟΥ

Ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιο

   σκυλοφόρος κραναῆς τέλσα παρ' Ἰταλίης,

ξανθὴν πρῶτον ἔκειρε γενειάδα· βούλετο πατρὶς

   οὕτως, καὶ πέμψαι παῖδα καὶ ἄνδρα λαβεῖν.

162

ΜΕΛΕΑΓΡΟΥ

Ἄνθεμά σοι Μελέαγρος ἑὸν συμπαίστορα λύχνον,

   Κύπρι φίλη, μύστην σῶν θέτο παννυχίδων.

163

ΤΟΥ ΑΥΤΟΥ

Τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεν

   σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου;

οὔτε γὰρ αἰγανέαι περιαγέες οὔτε τι πήληξ

   ἄλλοφος οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος,

   5ἀλλ' αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ,

   οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα.

οἷς θάλαμον κοσμεῖτε γαμήλιον, ὅπλα δὲ λύθρῳ

   λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.

164

‹ΛΟΥΚΙΛΛΙΟΥ›

Γλαύκῳ καὶ Νηρῆι καὶ Ἰνοῖ καὶ Μελικέρτῃ

   καὶ βυθίῳ Κρονίδῃ καὶ Σαμόθρᾳξι θεοῖς

σωθεὶς ἐκ πελάγους Λουκίλλιος ὧδε κέκαρμαι

   τὰς τρίχας ἐκ κεφαλῆς· ἄλλο γὰρ οὐδὲν ἔχω.

165

ΦΑΛΑΙΚΟΥ

Στρεπτὸν βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα

   καὶ σκύλος ἀμφιδόρου στικτὸν ἀχαιίνεω

καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων

   καὶ θύρσου χλοερὸν κωνοφόρου κάμακα

καὶ κούφοιο βαρὺν τυπάνου βρόμον ἠδὲ φορηθὲν

   πολλάκι μιτροδέτου λῖκνον ὕπερθε κόμης

Εὐάνθη Βάκχῳ, τὴν ἔντρομον ἁνίκα θύρσοις

   ἄτρομον εἰς προπόσεις χεῖρα μετημφίασεν.

166

ΛΟΥΚΙΛΛΙΟΥ

Εἰκόνα τῆς κήλης Διονύσιος ὧδ' ἀνέθηκεν

   σωθεὶς ἐκ ναυτῶν τεσσαράκοντα μόνος·

τοῖς μηροῖς αὐτὴν γὰρ ὑπερδήσας ἐκολύμβα.

   ἔστω καὶ κήλης ἔν τισιν εὐτυχίη.

167

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σοί, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν

   τὸν τράγον, ὦ δισσᾶς ἀγέτα θηροσύνας·

σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ

   εὔαδε καὶ ταχινῆς ἔργα λαγωσφαγίης

δίκτυά τ' ἐν ῥοθίοις ἁπλούμενα καὶ καλαμευτὰς

   κάμνων καὶ μογερῶν πεῖσμα σαγηνοβόλων.

ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν

   ἄνυε καὶ πτῶκας πολλάκις ἐξεσόβει.

168

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Βοτρυΐων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον,

   τὸν θρασὺν ὑψικόμων ἐνναέταν δονάκων,

πολλάκις ἐξερύσαντα θοῶν ἀκμαῖσιν ὀδόντων

   δένδρεα καὶ νομίους τρεψάμενον σκύλακας,

ἀντήσας ποταμοῖο πέλας, πεφρικότα χαίτας,

   ἄρτι καὶ ἐξ ὕλας πάγχυ λιπόντα βάθος,

χαλκῷ Ξεινόφιλος κατενήρατο, καὶ παρὰ φηγῷ

   θηρὸς ἀθωπεύτου Πανὶ καθῆψε δέρας.

169

ΑΔΗΛΟΝ

Κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα

   ῥᾶγας ἀπέκτεινεν τῷδ' ἐπὶ θειλοπέδῳ·

αὐήνας δ' ἀνέθηκε φιλακρήτῳ Διονύσῳ

   τὸν τὰ Διωνύσου δῶρα λεϊζόμενον.

170

ΘΥΙΛΛΟΥ

Αἱ πτελέαι τῷ Πανὶ καὶ αἱ τανυμήκεες αὗται

   ἰτέαι ἥ θ' ἱερὰ κἀμφιλαφὴς πλάτανος

καὶ λιβάδες καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα

   ἄγκειται, δίψης φάρμακ' ἀλεξίκακα.

171

Αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν

   τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε,

χάλκεον, ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς

   ἔστεψαν πάτραν δυσμενέων ἐνάροις.

οὐ γὰρ ὑπὲρ πελάγους μόνον ἄνθεσαν, ἀλλὰ καὶ ἐν γᾷ

   ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας·

τοῖς γὰρ ἀφ' Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας

   πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.

172

Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα καὶ τὸ δίθυρσον

   τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον,

οἷς ἀνέδην βάκχευεν, ὅτ' ἐς Διόνυσον ἐφοίτα

   κισσωτὴν στέρνοις νεβρίδ' ἀναπτομένη,

αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησε

   ταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης.

173

ΡΙΑΝΟΥ

Ἀχρυλίς, ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας

   πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους,

γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα

   τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,

τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ,

   θερμὸν ἐπεὶ λύσσης ὧδ' ἀνέπαυσε πόδα.

174

ΑΝΤΙΠΑΤΡΟΥ

Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ

   τεῦξαι λεπταλέον στάμον' ἐπιστάμεναι·

Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ

   ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν,

κερκίδα δ' εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις,

   Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους·

ζώειν γὰρ δίχα παντὸς ὀνείδεος εἵλεθ' ἑκάστα,

   ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.

175

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιίδμονα θήρης,

   ἔξεσε μὲν Λεύκων, ἄνθετο δ' Ἀλκιμένης.

Ἀλκιμένης δ' οὐχ εὗρε, τί μέμψεται· ὡς δ' ἴδ' ὁμοίην

   εἰκόνα παντοίῳ σχήματι φαινομένην,

κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειν

   τῷ κυνὶ καὶ βαίνειν· πεῖθε γὰρ ὡς ὑλάων.

176

ΤΟΥ ΑΥΤΟΥ

Τὸν κύνα τὰν πήραν τε καὶ ἀγκυλόδοντα σιγύναν

   Πανί τε καὶ Νύμφαις ἀντίθεμαι Δρυάσιν·

τὸν κύνα δὲ ζώοντα πάλιν ποτὶ τωὔλιον ἄξω

   ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον.

177

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων

   βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε·

τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,

   νεβρίδα, τὰν πήραν, ᾇ ποτ' ἐμαλοφόρει.

178

ΗΓΗΣΙΠΠΟΥ

Δέξαι μ', Ἡράκλεις, Ἀρχεστράτου ἱερὸν ὅπλον,

   ὄφρα ποτὶ ξεστὰν παστάδα κεκλιμένα

γηραλέα τελέθοιμι χορῶν ἀίουσα καὶ ὕμνων·

   ἀρκείτω στυγερὰ δῆρις Ἐνυαλίου.

179

ΑΡΧΙΟΥ

Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης

   αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,

Πίγρης μὲν δειραχθὲς ἐύβροχον ἅμμα πετηνῶν,

   Δᾶμις δ' ὑλονόμων δίκτυα τετραπόδων,

ἄρκυν δ' εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι' αἴθρας

   καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.

180

ΤΟΥ ΑΥΤΟΥ

Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰθέρος ἔκ τε θαλάσσας

   τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔθεσαν·

ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης

   οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·

οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις,

   Ἀγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴθι.

181

ΤΟΥ ΑΥΤΟΥ

Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας

   ἄλλος ἀπ' ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν,

καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν

   Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·

τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ' ἠερίῃσιν ἐν ἄγραις

   αἰέν, ὁ δ' ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.

182

ΑΛΕΞΑΝΔΡΟΥ ΜΑΓΝΗΤΟΥ

Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων,

   Κλείτωρ δ' ἐκ βυθίων σοὶ τάδε, Πάν, ἔθεσαν,

ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπ' ἄλλης,

   ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς.

ἀνθ' ὧν τῷ μὲν ἁλός, τῷ δ' ἠέρος, ᾧ δ' ἀπὸ δρυμῶν

   πέμπε κράτος ταύτῃ, δαῖμον, ἐπ' εὐσεβίῃ.

183

ΖΩΣΙΜΟΥ ΘΑΣΙΟΥ

Σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι

   δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης·

Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δ' ἀπὸ χέρσου,

   Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.

ἀλλὰ σὺ κἠν δρυμοῖσι καὶ εἰν ἁλὶ καὶ διὰ μέσσης

   ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.

184

ΤΟΥ ΑΥΤΟΥ

Τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπ' ἄλλης

   τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα,

Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ' ἁλίοισι

   Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις.

τοὔνεκα, Πάν, τὸν μὲν τὰ δι' αἰθέρος, ὃν δ' ἀπὸ λόχμης,

   τὸν δὲ δι' αἰγιαλῶν θὲς πολυαγρότερον.

185

ΤΟΥ ΑΥΤΟΥ

Βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν

   Δᾶμις καὶ Πίγρης πτηνολέτιν νεφέλην,

ἁπλωτὸν δ' ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον

   Κλείτωρ, εὐθήρῳ Πανὶ προσευξάμενοι.

τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν,

   Πίγρῃ δ' οἰωνῶν, Κλείτορι δ' εἰναλίων.

186

ΙΟΥΛΙΟΥ ΔΙΟΚΛΕΟΥΣ

Δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν

   οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς.

†δικτυβόλει τούτῳ δὲ παρ' ἠιόνων κροκάλαισιν,

   δικτυβόλει τούτῳ δ' ἄγκεσι θηροτόκοις,

τὸ τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων,

   δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίης.

187

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Πανὶ κασιγνήτων ἱερὴ τριάς, ἄλλος ἀπ' ἄλλης,

   ἄνθετ' ἀπ' οἰκείης σύμβολον ἐργασίης,

Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ,

   ἔμπαλιν ἰθυτόνων Δᾶμις ἀπὸ σταλίκων.

   5ἀνθ' ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης

   ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.

188

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ

   ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις.

ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον,

   χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ

ἔν τε συναγκείαισι παρίστασο δεξιτερῆφι,

   πρῶτα διδοὺς ἄγρης δῶρα καὶ ἀντιπάλων.

189

ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ

Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη

   ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,

χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ

   εἵσαθ' ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.

190

ΓΑΙΤΟΥΛΙΚΟΥ

Λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο

   λιτὰ τάδ' ἐκ λιτοῦ δῶρα Λεωνίδεω·

πεντάδα τὴν σταφυλῆς εὐρώγεα καὶ μελιηδὲς

   πρώιον εὐφύλλων σῦκον ἀπ' ἀκρεμόνων

καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην

   καὶ ψαιστῶν ὀλίγων δρᾶγμα πενιχραλέον

καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν,

   τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.

εἰ δ', ὥς μευ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις

  10   καὶ πενίην, δώσω πιαλέον χίμαρον.

191

ΚΟΡΝΗΛΙΟΥ ΛΟΓΓΟΥ

Ἐκ πενίης, ὡς οἶσθ', ἀκραιφνέος, ἀλλὰ δικαίης,

   Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω·

πορφυρέην ταύτην ἐπιφυλλίδα τήν θ' ἁλίπαστον

   δρύπεπα καὶ ψαιστῶν τὴν νομίμην θυσίην

   5σπονδήν θ', ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ

   σῦκα. σὺ δ', ὡς νούσου, ῥύεο καὶ πενίης,

καὶ τότε βουθυτέοντά μ' ἐσόψεαι· ἀλλὰ σύ, δαῖμον,

   σπεύδοις ἀντιλαβεῖν τὴν ἀπ' ἐμεῦ χάριτα.

192

ΑΡΧΙΟΥ

Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ

   λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν

καὶ γαμψὸν Χαίτῃσιν ἐφ' ἱππείῃσι πεδηθὲν

   ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,

καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καθ' ὕδωρ

   φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·

οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ' ἐπιαύει

   ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.

193

[ΦΛΑΚΚΟΥ]

Πρίηπ' αἰγιαλῖτα, φυκόγειτον,

Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,

τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον,

ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,

σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα,

δαῖμον, εἵσατο· τοῦ σὺ θάλπε γῆρας.

194

ΑΔΕΣΠΟΤΟΝ

Σῷζε, θεὰ Τριτοῖ, τὰ τεθέντα τε τόν τ' ἀναθέντα.

195

ΑΡΧΙΟΥ

Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν Ἀθάνᾳ

   αὐλὸν ἐριβρεμέταν Μίκκος Ἐνυαλίου,

ᾧ ποτε καὶ θυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν

   πρόσθε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ' εὐνομίης.

196

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Ῥαιβοσκελῆ, δίχαλον, ἀμμοδυέταν,

ὀπισθοβάμον', ἀτράχηλον, ὀκτάπουν,

νήκταν, τερεμνόνωτον, ὀστρακόχροον

τῷ Πανὶ τὸν πάγουρον ὁρμιηβόλος,

ἄγρας ἀπαρχάν, ἀντίθησι Κώπασος.

197

ΣΙΜΩΝΙΔΟΥ

Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων

   Παυσανίας, Φοίβῳ μνᾶμ' ἀνέθηκα τόδε.

198

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους

   κειράμενος, γενύων ἄρσενας ἀγγελίας,

Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας· εὔξατο δ' οὕτως

   καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων.

τοίην ἀλλ' ἐπίνευε· τίθει δέ μιν, ὡς πρό γε τοῖον,

   ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον.

199

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσης

   πῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος·

ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοις

   ἵλαος· οὐ πολλὴ δ' ἡ χάρις, ἀλλ' ὁσίη.

μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτης

   ἀνθέματος· συλᾶν ἀσφαλὲς οὐδ' ὀλίγα.

200

ΛΕΩΝΙΔΟΥ

Ἐκ τόκου, Εἰλήθυια, πικρὰν ὠδῖνα φυγοῦσα

   Ἀμβροσίη κλεινῶν θήκατό σοι πρὸ ποδῶν

δεσμὰ κόμας καὶ πέπλον, ἐν ᾧ δεκάτῳ ἐπὶ μηνὶ

   δισσὸν ἀπὸ ζώνης κῦμ' ἐλόχευσε τέκνων.

201

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Σάνδαλα καὶ μίτρην περικαλλέα τόν τε μυρόπνουν

   βόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων

καὶ ζώνην καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος

   καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα,

ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον,

   Εὐφράντη νηῷ θῆκεν ὑπ' Ἀρτέμιδος.

202

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν

   Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν,

ἐκ τόκου, ὦ Λητωί, βαρυνομένης ὅτι νηδὺν

   ζωὸν ἀπ' ὠδίνων λύσαο τῆσδε βρέφος.

203

ΛΑΚΩΝΟΣ, οἱ δὲ ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἡ γρῆυς ἡ χερνῆτις, ἡ γυιὴ πόδας,

πύστιν κατ' ἐσθλὴν ὕδατος παιωνίου

ἦλθέν ποθ' ἑρπύζουσα σὺν δρυὸς ξύλῳ,

τό μιν διεσκήριπτε τὴν τετρωμένην.

οἶκτος δὲ Νύμφας εἷλεν, αἵτ' ἐριβρόμου

Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς

ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.

καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος

θερμὴ διεστήριζεν Αἰτναίη λιβάς·

  10Νύμφαις δ' ἔλειπε βάκτρον· αἱ δ' ἐπῄνεσαν

πέμπειν μιν ἀστήρικτον ἡσθεῖσαι δόσει.

204

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Θῆρις ὁ δαιδαλόχειρ τᾷ Παλλάδι πῆχυν ἀκαμπῆ

   καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα

καὶ πέλεκυν ῥυκάναν τ' εὐαγέα καὶ περιαγὲς

   τρύπανον ἐκ τέχνας ἄνθετο παυσάμενος.

205

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Τέκτονος ἄρμενα ταῦτα Λεοντίχου· αἵ τε Χαρακταὶ

   ῥῖναι καὶ κάλων οἱ ταχινοὶ βορέες,

στάθμαι καὶ μιλτεῖα καὶ αἱ σχεδὸν ἀμφιπλῆγες

   σφῦραι καὶ μίλτῳ φυρόμενοι κανόνες

   5αἵ τ' ἀρίδες ξυστήρ τε καὶ ἐστελεωμένος οὗτος

   ἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς,

τρύπανά τ' εὐδίνητα καὶ ὠκήεντα τέρετρα

   καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες

ἀμφίξουν τε σκέπαρνον· ἃ δὴ χαριεργῷ Ἀθάνᾳ

  10   ἁνὴρ ἐκ τέχνας θήκατο παυόμενος.

206

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,

   εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον·

τὸν δὲ φιλοπλέκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,

   βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον·

   5ῥιπίδα δ' Ἀντίκλεια· καλύπτειραν δὲ προσώπου,

   ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,

ἁ καλὰ Ἡράκλεια· τὸν εὐσπειρῆ δὲ δράκοντα,

   χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,

πατρὸς Ἀριστοτέλους συνομώνυμος· αἱ συνομήθεις

  10   ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.

207

ΑΡΧΙΟΥ

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς

   πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·

ξανθὰ δ' Ἀντίκλεια νόθον κεύθουσαν ἄημα

   ῥιπίδα, τὰν μαλερὸν θάλπος ἀμυνομέναν·

   5λεπτὸν δ' Ἡράκλεια τόδε προκάλυμμα προσώπου,

   τευχθὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·

ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος

   οὔνομ' Ἀριστοτέλεω πατρὸς ἐνεγκαμένα·

ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,

  10   ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.

208

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἡ τὰ πέδιλα φέρουσα, Μενεκράτις· ἡ δὲ τὸ φᾶρος,

   Φημονόη· Πρηξὼ δ', ἣ τὸ κύπελλον ἔχει.

τῆς Παφίης ὁ νεὼς καὶ τὸ βρέτας· ἄνθεμα δ' αὐτῶν

   ξυνόν· Στρυμονίου δ' ἔργον Ἀριστομάχου.

   5πᾶσαι δ' ἀσταὶ ἔσαν καὶ ἑταιρίδες, ἀλλὰ τυχοῦσαι

   Κύπριδος εὐκρήτου, νῦν ἑνός εἰσι μία.

209

ΤΟΥ ΑΥΤΟΥ

Βιθυνὶς Κυθέρη με τεῆς ἀνεθήκατο, Κύπρι,

   μορφᾶς εἴδωλον λύγδινον, εὐξαμένα.

ἀλλὰ σὺ τῇ μικκῇ μεγάλην χάριν ἀντιμερίζου,

   ὡς ἔθος· ἀρκεῖται δ' ἀνδρὸς ὁμοφροσύνᾳ.

210

ΦΙΛΙΤΑ ΣΑΜΙΟΥ

Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος

   Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν

σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ

   χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον,

   5καὶ ζώνην πολύτιμον, ἅ τ' οὐ φωνητὰ πρὸς ἀνδρός,

   ἀλλ' ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.

211

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Τὸν ἀργυροῦν Ἔρωτα καὶ περίσφυρον

πέζαν τὸ πορφυρεῦν τε Λεσβίδος κόμης

ἕλιγμα καὶ μηλοῦχον ὑαλόχροα

τὸ χάλκεόν τ' ἔσοπτρον ἠδὲ τὸν πλατὺν

τριχῶν σαγηνευτῆρα, πύξινον κτένα,

ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι,

ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν.

212

ΣΙΜΩΝΙΔΟΥ

Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι

   Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,

ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον

   αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.

213

ΤΟΥ ΑΥΤΟΥ

Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους

   καὶ τρίποδας, πρὶν τόνδ' ἀνθέμεναι πίνακα.

τοσσάκι δ' ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν

   εὐδόξου Νίκας ἀγλαὸν ἅρμ' ἐπέβης.

214

ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ

Φημὶ Γέλων', Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,

   παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι

ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων

   δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.

215

ΤΟΥ ΑΥΤΟΥ

Ταῦτ' ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου

   ὅπλ' ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.

216

ΤΟΥ ΑΥΤΟΥ

Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ' ἀνέθηκαν·

Σῶσος μὲν σωθείς, Σωσὼ δ', ὅτι Σῶσος ἐσώθη.

217

[ΤΟΥ ΑΥΤΟΥ]

Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας

   Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,

ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος

   βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·

αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ

   ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·

οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ

   μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,

δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ

  10   ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.

218

ΑΛΚΑΙΟΥ

Κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτης

   Ἴδης εὐδένδρου πρῶνας ἐβουνοβάτει·

τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίναν

   χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος.

   5δείσας δ' ὠμηστέω θηρὸς μόρον ὡς ἀυδάξαι,

   τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησ' ἐνοπῆς.

χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων

   ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην·

κεῖνος δ' ἐκπροφυγὼν ὀλοὸν μόρον εἵσατο Ῥείῃ

  10   θῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης.

219

ΑΝΤΙΠΑΤΡΟΥ

Ἔκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ

   ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους,

θηλυχίτων, ἀσκητὸς ἐυσπείροισι κορύμβοις

   ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων,

   5ἴθρις ἀνὴρ κοιλῶπιν ὀρειάδα δύσατο πέτραν,

   Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι.

τὸν δὲ μέτ' ἀρρίγητος ἐπείσθορε ταυροφόνος θὴρ

   εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος·

ἀθρήσας δ' εἰς φῶτα καὶ εὐτρήτοισιν ἀυτμὰν

  10   μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος

ἔστα μὲν βριαροῖσιν ἐπ' ἴχνεσιν, ὄμμα δ' ἑλίξας

   βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων.

ἀμφὶ δέ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον,

   ἄχει δ' ὑλάεις ἀγχινεφὴς σκόπελος.

  15αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα

   ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον,

ἀλλ' ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν

   ἧκεν, ἐδίνησεν δ' εὐστροφάλιγγα κόμαν·

χειρὶ δ' ἀνασχόμενος μέγα τύμπανον ἐπλατάγησε,

  20   δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος·

τὸ ζωᾶς ἐπαρωγόν· ἀήθεα γὰρ τότε βύρσης

   ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων,

ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδ', ὡς ἐδίδαξεν ἀνάγκα

   πάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω.

220

ΔΙΟΣΚΟΡΙΔΟΥ

Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελ' ἱκέσθαι,

   ἔκφρων μαινομένην δοὺς ἀνέμοισι τρίχα,

ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος· ἄγρια δ' αὐτοῦ

   ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης

   5ἑσπέριον στείχοντος ἀνὰ κνέφας· εἰς δὲ κάταντες

   ἄντρον ἔδυ νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.

τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα

   θαρσαλέοις, Γάλλῳ δ' οὐδ' ὀνομαστὸν ἄχος,

ὃς τότ' ἄναυδος ἔμεινε δέους ὕπο καί τινος αὔρῃ

  10   δαίμονος ἐς τονόεν τύμπανον ἧκε χέρας·

οὗ βαρὺ μυκήσαντος ὁ θαρσαλεώτερος ἄλλων

   τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον,

τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον· ἐκ δ' ἐβόησεν·

   Μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦ,

  15ἱρὴν σοὶ θαλάμην ζωάγρια καὶ λαλάγημα

   τοῦτο τὸ θηρὶ φυγῆς αἴτιον ἀντίθεμαι.

221

ΛΕΩΝΙΔΟΥ

Χειμερίην διὰ νύκτα χαλαζήεντά τε συρμὸν

   καὶ νιφετὸν φεύγων καὶ κρυόεντα πάγον

μουνολέων καὶ δὴ κεκακωμένος ἀθρόα γυῖα

   ἦλθε φιλοκρήμνων αὖλιν ἐς αἰγινόμων.

   5οἱ δ' οὐκ ἀμφ' αἰγῶν μεμελημένοι, ἀλλὰ περὶ σφέων,

   εἵατο σωτῆρα Ζῆν' ἐπικεκλόμενοι.

χεῖμα δὲ δὴ μείνας θὴρ νύκτιος, οὔτε τιν' ἀνδρῶν

   οὔτε βοτῶν βλάψας, οἴχετ' ἐπ' ἄλλο σίνος.

οἱ δὲ πάθης ἔργον τόδ' ἐυγραφὲς ἀκρολοφῖται

  10   Ζανὶ παρ' εὐπρέμνῳ τᾷδ' ἀνέθεντο δρυΐ.

222

ΘΕΟΔΩΡΙΔΑ

Μυριόπουν σκολόπενδραν ὑπ' Ὠρίωνι κυκηθεὶς

   πόντος Ἰαπύγων ἔβρασ' ἐπὶ σκοπέλους·

καὶ τόδ' ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν

   δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων.

223

ΑΝΤΙΠΑΤΡΟΥ

Λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης

   τοῦτο κατ' εὐψαμάθου κείμενον ἠιόνος,

δισσάκι τετρόργυιον, ὑπαὶ πεφορυγμένον ἀφρῷ,

   πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι,

   5Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ

   εἷλκε τὸν ἐκ πελάγευς ἰχθυόεντα βόλον·

εὑρὼν δ' ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ,

   δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον.

224

ΘΕΟΔΩΡΙΔΑ

Εἰνάλι' ὦ λαβύρινθε, τύ μοι λέγε, τίς σ' ἀνέθηκεν

   ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος.

Παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις

   ‑ δῶρον δ' ἐξ ἱερᾶς εἰμι Πελωριάδος ‑

υἱὸς Πρωτάρχου· σκολιὸς δ' ἐξέπτυσε πορθμός,

   ὄφρ' εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.

225

ΝΙΚΑΙΝΕΤΟΥ

Ἡρῷσσαι, Λιβύων ὄρος ἄκριτον αἵτε νέμεσθε

   αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,

τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα

   δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,

ἅσσ' ἀπὸ λικμητοῦ δεκατεύεται· ἀλλὰ καὶ οὕτως,

   ἡρῷσσαι, Λιβύων χαίρετε δεσπότιδες.

226

ΛΕΩΝΙΔΑ

Τοῦτ' ὀλίγον Κλείτωνος ἐπαύλιον ἥ τ' ὀλιγαῦλαξ

   σπείρεσθαι λειτός θ' ὁ σχεδὸν ἀμπελεὼν

τοῦτό τε ῥωπεύειν ὀλιγόξυλον· ἀλλ' ἐπὶ τούτοις

   Κλείτων ὀγδώκοντ' ἐξεπέρησ' ἔτεα.

227

ΚΡΙΝΑΓΟΡΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Ἀργύρεόν σοι τόνδε γενέθλιον ἐς τεὸν ἦμαρ,

   Πρόκλε, νεόσμηκτον δουνακίην κάλαμον,

εὖ μὲν ἐυσχίστοισι διάγλυπτον κεράεσσιν,

   εὖ δὲ ταχυνομένην εὔροον εἰς σελίδα,

πέμπει Κριναγόρης, ὀλίγην δόσιν, ἀλλ' ἀπὸ θυμοῦ

   πλείονος, ἀρτιδαεῖ σύμπνοον εὐμαθίῃ.

228

ΑΔΑΙΟΥ ΜΑΚΕΔΟΝΟΣ

Αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν

   Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα,

αἰδεσθεὶς ἔργων· ὁ δέ που βαθέῃ ἐνὶ ποίῃ

   μυκηθμοῖς ἀρότρου τέρπετ' ἐλευθερίῃ.

229

ΚΡΙΝΑΓΟΡΟΥ

Αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳ

   γλυφθὲν καὶ βαπτῇ πορφύρεον κυάνῳ,

ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων,

   κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον,

βαιὸν ἀπ' οὐκ ὀλίγης πέμπει φρενὸς οἷα δὲ δαιτὸς

   δῶρον ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης.

230

ΚΟΙΝΤΟΥ

Ἀκρείτᾳ Φοίβῳ, Βιθυνίδος ὃς τόδε χώρης

   κράσπεδον αἰγιαλοῖς γειτονέον συνέχεις,

Δᾶμις ὁ κυρτευτής, ψάμμῳ κέρας αἰὲν ἐρείδων,

   φρουρητὸν κήρυκ' αὐτοθυεῖ σκόλοπι

θῆκε γέρας, λιτὸν μέν, ἐπ' εὐσεβίῃ δ', ὁ γεραιὸς

   εὐχόμενος νούσων ἐκτὸς ἰδεῖν Ἀίδην.

231

ΦΙΛΙΠΠΟΥ

Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε

   δαῖμον, ἐπ' εὐιέρους βῆθι θυηπολίας·

σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται

   καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων

   5καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφὶ

   καὶ σταφυλὴ γραίη χὠ μελίπνους λίβανος.

εἰ δ' ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα,

   κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.

232

ΚΡΙΝΑΓΟΡΟΥ

Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς

   θρύμματα καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων

καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι ἥ τε μελισσῶν

   ἀμβροσίη πυκναί τ' ἰτρίνεαι ποπάδες

καὶ πότιμοι γέλγιθες ἰδ' ὑελοκικκάδες ὄγχναι,

   δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια·

Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριάπῳ

   ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.

233

ΜΑΙΚΙΟΥ

Γομφιόδουπα χαλινὰ καὶ ἀμφίτρητον ὑπεικτὰν

   κημὸν καὶ γενύων σφίγκτορ' ἐυρραφέα

τάνδε τ' ἐπιπλήκτειραν ἀπορρύτοιο διωγμοῦ

   μάστιγα, σκαιοῦ δῆγμά τ' ἐπιψελίου,

κέντρα τ' ἐναιμήεντα διωξίπποιο μύωπος

   καὶ πριστὸν ψήκτρης κνῆσμα σιδηρόδετον,

διπλοῖς ἀιόνων ὠρύγμασιν, Ἴσθμιε, τερφθείς,

   δῶρα, Πόσειδον, ἔχεις ταῦτα παρὰ Στρατίου.

234

ΕΡΥΚΙΟΥ

Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ Τυμώλου

   Λύδιος ὀρχηστὰς μάκρ' ὀλολυζόμενος,

τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπαν' ἀγαυᾷ

   θήκατο καὶ μάστιν τὰν πολυαστράγαλον

ταῦτά τ' ὀρειχάλκου λάλα κύμβαλα καὶ μυρόεντα

   βόστρυχον, ἐκ λύσσας ἄρτ' ἀναπαυσάμενος.

235

ΘΑΛΛΟΥ

Ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσιν,

   Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν,

αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖς

   γηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις.

ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων

   εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπ' ἔτος.

236

ΦΙΛΙΠΠΟΥ

Ἔμβολα χαλκογένεια, φιλόπλοα τεύχεα νηῶν,

   Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια·

ἠνίδε σιμβλεύει κηρότροφα δῶρα μελισσῶν

   ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα.

Καίσαρος εὐνομίης χρηστῆς χάρις· ὅπλα γὰρ ἐχθρῶν

   καρποὺς εἰρήνης ἀντεδίδαξε τρέφειν.

237

ΑΝΤΙΣΤΙΟΥ

Ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃ

   Μητρὶ θεῶν τοίης εἵνεκα συντυχίης.

μούνῳ οἱ στείχοντι λέων ἄντασε καθ' ὕλαν

   ἀργαλέος, ζωᾶς δ' ἆθλος ἐπεκρέματο.

ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρενὸς ἧκεν ἀράξαι

   τύμπανον, ὠμηστὰν δ' ἔτραπε φυζαλέον

φθόγγον ὑποδδείσαντα πελώριον. εἵνεκα τοῦδε

   πλοχμοὶ συρικτᾶν κεῖνται ἀπ' ἀκρεμόνων.

238

ΑΠΟΛΛΩΝΙΔΟΥ

Εὔφρων οὐ πεδίου πολυαύλακός εἰμ' ὁ γεραιὸς

   οὐδὲ πολυγλεύκου γειομόρος βότρυος,

ἀλλ' ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσω

   χέρσον καὶ βαιοῦ πίδακα ῥωγὸς ἔχω.

εἰ μήδ' ἐξ ὀλίγων, ὀλίγη χάρις· εἰ δὲ διδοίης

   πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα.

239

ΤΟΥ ΑΥΤΟΥ

Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίων

   γηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος,

ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας,

   δῶρον ἀποιμάντου τηλοπέτευς ἀγέλης.

θείης δ' ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦ

   νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.

240

ΦΙΛΙΠΠΟΥ

Ζηνὸς καὶ Λητοῦς θηροσκόπε τοξότι κούρη,

   Ἄρτεμις, ἣ θαλάμους τοὺς ὀρέων ἔλαχες,

νοῦσον τὴν στυγερὴν αὐθημερὸν ἐκ βασιλῆος

   ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων·

σοὶ γὰρ ὑπὲρ βωμῶν ἀτμὸν λιβάνοιο Φίλιππος

   ῥέξει καλλιθυτῶν κάπρον ὀρειονόμον.

241

ΑΝΤΙΠΑΤΡΟΥ

Ἡ κόρυς ἀμφοτέρην ἔλαχον χάριν, εἰμὶ δ' ὁρᾶσθαι

   καὶ τερπνὴ φιλίοις καὶ φόβος ἀντιπάλοις.

ἐκ δὲ Πυλαιμένεος Πείσων μ' ἔχει· ἔπρεπεν ἄλλαις

   οὔτε κόρυς χαίταις οὔτε κόμαι κόρυθι.

242

ΚΡΙΝΑΓΟΡΟΥ

Ἠοῖ ἐπ' εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳ

   Ζηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι.

τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτ' ἄχνοος εὔξατο θήσειν

   τὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ.

δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδ' ἀπ' ἰούλων

   Εὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός.

243

ΔΙΟΔΩΡΟΥ

Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη,

   δέξο γενεθλιδίους, πότνα, θυηπολίας

μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων

   ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.

εὔχετ' ἐπισπένδων τάδε Μάξιμος· ἡ δ' ἐπένευσεν

   ἔμπεδα· Μοιράων δ' οὐκ ἐμέγηρε λίνα.

244

ΚΡΙΝΑΓΟΡΟΥ

Ἥρη, Ἐληθυιῶν μήτηρ, Ἥρη τε τελείη

   καὶ Ζεῦ, γινομένοις ξυνὸς ἅπασι πάτερ,

ὠδῖνας νεύσαιτ' Ἀντωνίῃ ἵλαοι ἐλθεῖν

   πρηείας μαλακαῖς χερσὶ σὺν Ἠπιόνης,

ὄφρα κε γηθήσειε πόσις μήτηρ θ' ἑκυρή τε·

   ἡ νηδὺς οἴκων αἷμα φέρει μεγάλων.

245

ΔΙΟΔΩΡΟΥ

Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου

   λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,

εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε

   δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,

ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις

   Διογένης· ἀλέκοις δ' ἀνέρι καὶ πενίην.

246

ΦΙΛΟΔΗΜΟΥ, οἱ δὲ ΑΡΓΕΝΤΑΡΙΟΥ

Κέντρα διωξικέλευθα φιλορρώθωνά τε κημὸν

   τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον

καὶ ψήκτρην ἵππων ἐρυσίτριχα τήν τ' ἐπὶ νώτων

   μάστιγα ῥοίζου μητέρα θαρσαλέην

κοἰσυΐνην τὴν ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,

   ἄνθετό σοι νίκης Χάρμος ἀπ' Ἰσθμιάδος.

ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου

   υἷα καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.

247

ΦΙΛΙΠΠΟΥ

Κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους,

   Παλλάδος ἱστοπόνου λειομίτους κάμακας

καὶ κτένα κοσμοκόμην καὶ δακτυλότριπτον ἄτρακτον

   σφονδυλοδινήτῳ νήματι νηχόμενον

καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὅν ποτ' ὀδόντι

   ἐπλήρου τολύπη πᾶσα καθαιρομένη,

σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρως

   Αἰσιόνη πενίης δῶρον ἀνεκρέμασεν.

248

ΑΡΓΕΝΤΑΡΙΟΥ

Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρον

   κεῖσο, κασιγνήτη νεκταρέης κύλικος·

βακχιὰς ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐίσης,

   στειναύχην ψήφου συμβολικῆς θύγατερ,

θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντων

   ἡδίστη, δείπνων ὅπλον ἑτοιμότατον,

εἴης ἐκ Μάρκου γέρας ἀγλαόν, ὅς σε, φίλοινε,

   ᾔνεσεν ἀρχαίην σύμπλανον ἀνθέμενος.

249

ΑΝΤΙΠΑΤΡΟΥ

Λαμπάδα, κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον,

   σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ,

Ἀντίπατρος Πείσωνι φέρει γέρας· ἢν δέ μ' ἀνάψας

   εὔξηται, λάμψω φέγγος ἀκουσίθεον.

250

ΑΝΤΙΦΙΛΟΥ

Λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι, φημὶ δὲ πολλῶν

   ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης.

ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητος

   ἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον

εἴριά τε ῥοδόεντα καὶ ἐς κυανότριχα χαίτην

   νάρδον ὑπὸ γλαυκῆς κλειομένην ὑάλου,

ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δ' ἐλέγχῃ

   χεῖρας, ὁ δ' εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους.

251

ΦΙΛΙΠΠΟΥ

Λευκάδος αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον,

   Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει,

δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα

   καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι

καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς

   ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι·

ἀνθ' ὧν ἱλήκοις, ἐπὶ δ' ἱστία πέμψον ἀήτην

   οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.

252

ΑΝΤΙΦΙΛΟΥ

Μῆλον ἐγὼ στρούθειον ἀπὸ προτέρης ἔτι ποίης

   ὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον,

ἄσπιλον, ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν,

   ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρεμόσιν,

ὥρης χειμερίης σπάνιον γέρας· εἰς σὲ δ', ἄνασσα,

   τοίην χὠ νιφόεις κρυμὸς ὀπωροφορεῖ.

253

ΚΡΙΝΑΓΟΡΟΥ

Σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρ

   εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος,

Πανός τ' ἠχήεσσα πιτυστέπτοιο καλιή,

   τὴν ὑπὸ Βασσαίης ποσσὶ λέλογχε πέτρης,

ἱερά τ' ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιο

   πρέμνα λιθηλογέες θ' Ἑρμέω ἱδρύσιες,

αὐταί θ' ἱλήκοιτε καὶ εὐθήροιο δέχοισθε

   Σωσάνδρου ταχινῆς σκῦλ' ἐλαφοσσοΐης.

254

ΜΥΡΙΝΟΥ

Τὴν μαλακὴν Παφίης, Στατύλλιον ἀνδρόγυνον, δρῦν

   ἕλκειν εἰς Ἀίδην ἡνίκ' ἔμελλε χρόνος,

τἀκ κόκκου βαφθέντα καὶ ὑσγίνοιο θέριστρα

   καὶ τοὺς ἁδρολιπεῖς ἀλλοτρίους πλοκάμους

   5φαικάδα τ' εὐτάρσοισιν ἐπ' ἀστραγάλοισι γελῶσαν

   καὶ τὴν γρυτοδόκην κοιτίδα παμβακίδων

αὐλούς θ' ἡδὺ πνέοντας ἑταιρείοις ἐνὶ κώμοις

   δῶρα Πριηπείων θῆκεν ἐπὶ προθύρων.

255

ΕΡΥΚΙΟΥ

Τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώτας

   βουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου,

ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας

   ἐξερέων ποταμοῦ φράσσατ' ἐπ' ἀιόνι

ψυχόμενον χηλάς τε καὶ ἰξύας· αὐτὰρ ὃ βούτεω

   ἀντίος ἐκ πλαγίων ἵεθ'· ὁ δὲ ῥοπάλῳ

γυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶς

   ἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ.

256

ΑΝΤΙΠΑΤΡΟΥ

Ταύρου βαθὺν τένοντα καὶ σιδαρέους

Ἄτλαντος ὤμους καὶ κόμαν Ἡρακλέους

σεμνάν θ' ὑπήναν καὶ λέοντος ὄμματα

Μιλησίου γίγαντος οὐδ' Ὀλύμπιος

Ζεὺς ἀτρόμητος εἶδεν, ἄνδρας ἡνίκα

πυγμὰν ἐνίκα Νικοφῶν Ὀλύμπια.

257

ΑΝΤΙΦΙΛΟΥ

Τίς με, Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα,

   τίς με, τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον,

Δηοῦς ἐπλήρωσε; τίς ἢ φθόνος εἰς ἐμὲ Βάκχου

   ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων

ἀμφοτέρους ᾔσχυνε; σεσύληται μὲν ὁ Βάκχος,

   Δημήτηρ δὲ Μέθην σύντροφον οὐ δέχεται.

258

ΑΔΑΙΟΥ

Τὰν ὄιν, ὦ Δάματερ ἐπόγμιε, τάν τ' ἀκέρωτον

   μόσχον καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα

σοὶ ταύτας ἐφ' ἅλωος, ἐφ' ᾇ πολὺν ἔβρασεν ἄντλον

   Κρήθων καὶ λιπαρὰν εἶδε γεωμορίαν,

ἱρεύει, πολύσωρε· σὺ δὲ Κρήθωνος ἄρουραν

   πᾶν ἔτος εὔκριθον καὶ πολύπυρον ἄνοις.

259

ΦΙΛΙΠΠΟΥ

Τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ' ὑσπλήγεσσιν ἔθηκεν; ‑

   Ἑρμογένης. ‑ Τίνος ὤν; ‑ Δαϊμένευς. ‑ Ποδαπός; ‑

Ἀντιοχεύς. ‑ Τιμῶν σε χάριν τίνος; ‑ Ὡς συναρωγὸν

   ἐν σταδίοις. ‑ Ποίοις; ‑ Ἰσθμόθι κἠν Νεμέᾳ. ‑

Ἔτρεχε γάρ; ‑ Καὶ πρῶτος. ‑ Ἑλὼν τίνας; ‑ Ἐννέα παῖδας·

   ἔπτη δ' ὡς ἂν ἔχων τοὺς πόδας ἡμετέρους.

260

ΓΕΜΙΝΟΥ

Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον, Ἔρωτα

   μισθὸν ὑπὲρ τεχνῶν ἄνθετο Θεσπιέσιν.

Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲς

   δῶρον· ἐς ἀμφοτέρους δ' ἔπρεπε μισθὸς Ἔρως.

δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοις

   δοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον.

261

ΚΡΙΝΑΓΟΡΟΥ

Χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον,

   ὄλπην, ἡδίστου ξείνιον εἰς ἑτάρου,

ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, υἱὲ Σίμωνος,

   πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης.

262

ΛΕΩΝΙΔΑ

Τὸν νομίην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας

   σινόμενον κλαγγάν τ' οὐχὶ τρέσαντα κυνῶν

Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύων

   πέφνε καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος.

263

ΤΟΥ ΑΥΤΟΥ

Πυρσῶ τοῦτο λέοντος ἀποφλοιώσατο δέρμα

   Σῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος

ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον·

   οὐδ' ἵκετ' ἐκ μάνδρας αὖτις ἐπὶ ξύλοχον,

μοσχείω δ' ἀπέτισεν ὁ θὴρ ἀνθ' αἵματος αἷμα

   βληθείς· ἀχθεινὰν δ' εἶδε βοοκτασίαν.

264

ΜΝΑΣΑΛΚΟΥ

Ἀσπὶς Ἀλεξάνδρου τοῦ Φυλέος ἱερὸν ἅδε

   δῶρον Ἀπόλλωνι χρυσοκόμῳ δέδομαι,

γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲ

   ὀμφαλόν· ἀλλ' ἀρετᾷ λάμπομαι, ἇς ἔκιχον

ἀνδρὶ κορυσσαμένα σὺν ἀριστέι, ὅς μ' ἀνέθηκε.

   ἐμμὶ δ' ἀήσσατος πάμπαν, ἀφ' οὗ γενόμαν.

265

ΝΟΣΣΙΔΟΣ

Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες

   πολλάκις οὐρανόθεν νεισομένα καθορῇς,

δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυὰ

   Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας.

266

ΗΓΗΣΙΠΠΟΥ

Τάνδε παρὰ τριόδοις τὰν Ἄρτεμιν Ἁγελόχεια,

   ἔτ' ἐν πατρὸς μένουσα παρθένος δόμοις,

ἕσσατο, Δαμαρέτου θυγάτηρ· ἐφάνη γάρ οἱ αὐτὰ

   ἱστοῦ παρὰ κρόκαισιν ὡς αὐγὰ πυρός.

267

ΔΙΟΤΙΜΟΥ

Φωσφόρος, ὦ σώτειρ', ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,

   Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,

αὐτῷ καὶ γενεῇ, τό περ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς

   ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.

ἄλσος δ', Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις

   εἴη ἐπ' ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν.

268

ΜΝΑΣΑΛΚΟΥ

Τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατ' ἄγαλμα·

   τοῦτο σὺ δ' εὐθήρου τοῦδ' ὑπέρισχε ῥίου,

ἥτε κατ' εἰνοσίφυλλον ὄρος ποσί, πότνια, βαίνεις,

   δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.

269

ΩΣ ΣΑΠΦΟΥΣ

Παῖδες, ἄφωνος ἐοῖσα τότ' ἐννέπω, αἴ τις ἔρηται,

   φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·

Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα

   Ἑρμοκλειδαία τῶ Σαϋναϊάδα,

σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα

   πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.

270

ΝΙΚΙΟΥ

Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,

   Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,

ὥς σε μετ' εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ

   κῆρας ἀπ' ὠδίνων τῆλε βαλεῖν λοχίων.

271

ΦΑΙΔΙΜΟΥ

Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς

   καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,

οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες

   χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη.

Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος

   νεῦσον ἰδεῖν κοῦρον γυῖ' ἐπαεξόμενον.

272

ΠΕΡΣΟΥ

Ζῶμά τοι, ὦ Λατωί, καὶ ἀνθεμόεντα κύπασσιν

   καὶ μίτραν μαστοῖς σφιγκτὰ περιπλομέναν

θήκατο Τιμάεσσα, δυσωδίνοιο γενέθλας

   ἀργαλέον δεκάτῳ μηνὶ φυγοῦσα βάρος.

273

ΩΣ ΝΟΣΣΙΔΟΣ

Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐρόεσσαν,

   τόξα μὲν εἰς κόλπους ἅγν' ἀπόθου Χαρίτων,

λοῦσαι δ' Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ' ἐς οἴκους

   λύσουσ' ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν.

274

ΠΕΡΣΟΥ

Πότνια κουροσόος, ταύταν ἐπιπορπίδα νυμφᾶν

   καὶ στεφάναν λιπαρῶν ἐκ κεφαλᾶς πλοκάμων,

ὀλβία Εἰλήθυια, πολυμνάστοιο φύλασσε

   Τισίδος ὠδίνων ῥύσια δεξαμένα.

275

ΝΟΣΣΙΔΟΣ

Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίταν

   ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας·

δαιδάλεός τε γάρ ἐστι καὶ ἁδύ τι νέκταρος ὄσδει

   τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει.

276

ΑΝΤΙΠΑΤΡΟΥ

Ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππη

   χαίτας, εὐώδη σμηχομένα κρόταφον·

ἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος· αἱ δ' ἐπὶ κουρῇ

   μίτραι παρθενίας αἰτέομεν χάριτας.

Ἄρτεμι, σῇ δ' ἰότητι γάμος θ' ἅμα καὶ γένος εἴη

   τῇ Λυκομηδείδου παιδὶ φιλαστραγάλῃ.

277

ΔΑΜΑΓΗΤΟΥ

Ἄρτεμι, τόξα λαχοῦσα καὶ ἀλκήεντας ὀιστούς,

   σοὶ πλόκον οἰκείας τόνδε λέλοιπε κόμης

Ἀρσινόη θυόεν παρ' ἀνάκτορον, ἡ Πτολεμαίου

   παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου.

278

ΡΙΑΝΟΥ

Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ

   Γόργος ἀφ' ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.

Φοῖβε, σὺ δ' ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις

   εὔμοιρον λευκὴν ἄχρις ἐφ' ἡλικίην.

279

ΕΥΦΟΡΙΩΝΟΣ

Πρώτας ὁππότ' ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,

   Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.

ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη

   ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξόμενος.

280

ΑΔΗΛΟΝ

Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα τάν τ' ἐρατεινὰν

   σφαῖραν τόν τε κόμας ῥύτορα κεκρύφαλον

τάς τε κόρας Λιμνάτι, κόρᾳ κόρα, ὡς ἐπιεικές,

   ἄνθετο καὶ τὰ κορᾶν ἐνδύματ' Ἀρτέμιδι.

Λητῴα, τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείας

   θηκαμένα σῴζοις τὰν ὁσίαν ὁσίως.

281

ΛΕΩΝΙΔΟΥ

Δίνδυμα καὶ Φρυγίης πυρικαιέος ἀμφιπολεῦσα

   πρῶνας τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην,

κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιον

   κεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας·

   5ἀνθ' ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷ

   παρθενικὴν ἐτίναξ' ἔνθα καὶ ἔνθα κόμην.

282

ΘΕΟΔΩΡΟΥ

Σοὶ τὸν πιληθέντα δι' εὐξάντου τριχὸς ἀμνοῦ,

   Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέτασον

καὶ δίβολον περόναν καὶ στλεγγίδα καὶ τὸ τανυσθὲν

   τόξον καὶ τριβάκην γλοιοπότιν χλαμύδα

καὶ σχίζας καὶ σφαῖραν ἀείβολον· ἀλλὰ σὺ δέξαι

   δῶρα, φιλευτάκτου δῶτορ ἐφηβοσύνας.

283

ΑΔΗΛΟΝ

Ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπ' ἐρασταῖς,

   ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν,

μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει.

   ὀψέ γ' Ἀθηναίη Κύπριν ἐληίσατο.

284

ΑΔΗΛΟΝ

Λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδους

   κόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα.

αὐτὴ Κύπρις ἔριθος· ἐύκλωστον δὲ γυναικῶν

   νῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος.

285

ΝΙΚΑΡΧΟΥ δοκεῖ

Ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθ' ἱστῶν

   νήματα Νικαρέτη πολλὰ μιτωσαμένη

Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖς

   ἄρμεν' ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο,

Ἔρρετε, φωνήσασα, κακῶν λιμηρὰ γυναικῶν

   ἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα.

εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμων

   ἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτον,

εἶπε δέ· Παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω,

  10   Κύπρι, σὺ δ' ἐργασίην καὶ λάβε καὶ μετάδος.

286

ΛΕΩΝΙΔΟΥ

Τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς

   καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο·

θάτερα δ' Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺ

   Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη.

   5κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα

   πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.

287

ΑΝΤΙΠΑΤΡΟΥ

Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν,

   τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.

καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας

   λοξά τε Μαιάνδρου ῥεῖθρα πολυπλανέος·

ξανθὰ δ' Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον

   πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι·

τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον

   τοῦτον ἐπὶ σπιθαμὴν Βίττιον ἠνύσατο.

288

ΛΕΩΝΙΔΟΥ

Αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια

   καὶ Φιντὼ Γληνίς θ', αἱ φιλοεργόταται,

ἔργων ἐκ δεκάτας ποτιθύμια τόν τε πρόσεργον

   ἄτρακτον καὶ τὰν ἄτρια κριναμέναν

κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα

   πανία κἠργασίας τούσδε ποτιρροπέας

καὶ σπάθας εὐβριθεῖς, πολυάργυρα τῶσδε πενιχραῖς,

   ἐξ ὀλίγων ὀλίγαν μοῖραν ἀπαρχόμεθα.

τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω,

  10   θείης δ' εὐσιπύους ἐξ ὀλιγησιπύων.

289

ΤΟΥ ΑΥΤΟΥ

Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω

   καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες,

ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον,

   ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον,

   5ἁ δ' ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν

   κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα,

δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδ' ἐνὶ ναῷ

   θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.

290

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις

   Παρμενὶς ἡδίστῃ θῆκε παρ' Οὐρανίῃ,

ἐξ εὐνῆς δεκάτευμα· τὸ δ' ἠελίου βαρὺ θάλπος

   ἡ 'ταίρη μαλακοῖς ἐκτρέπεται Ζεφύροις.

291

ΑΔΕΣΠΟΤΟΝ

Βακχυλίς, ἡ Βάκχου κυλίκων σποδός, ἔκ ποτε νούσω

   κεκλιμένα Δηοῖ τοῖον ἔλεξεν ἔπος·

Ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι

   ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων,

ἀβρόμιος καὶ ἄοινος. ἐπεὶ δ' ὑπάλυξεν ἀνίην,

   αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο·

τρητὸν γὰρ θεμένα χερὶ κόσκινον εὖ διὰ πυκνῶν

   σχοίνων ἠελίους πλείονας ηὐγάσατο.

292

ΗΔΥΛΟΥ

Αἱ μίτραι τό θ' ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες

   πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,

πάνθ' ἅμα Νικονόῃ συνεπήιεν· ἦν γὰρ Ἐρώτων

   καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.

τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ

   νεβρίδα καὶ χρυσέην τήνδ' ἔθετο προχόην.

293

ΛΕΩΝΙΔΟΥ

Ὁ σκίπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι,

   ἄγκειται κυνικοῦ σκῦλ' ἀπὸ Σωχάρεος

ὄλπη τε ῥυπόεσσα πολυτρήτοιό τε πήρας

   λείψανον, ἀρχαίης πληθόμενον σοφίης·

σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν

   ἤγρευσεν, στεπτοῖς θήκατ' ἐπὶ προθύροις.

294

ΦΑΝΙΟΥ

Σκίπωνα προποδαγὸν ἱμάντα τε καὶ πυρικοίταν

   νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων,

κίρκον τ' εὔολκον φιλοκαμπέα καὶ μονόπελμον

   συγχίδα καὶ στεγάναν κρατὸς ἐρημοκόμου

Κάλλων Ἑρμείᾳ θέτ' ἀνάκτορι, σύμβολ' ἀγωγᾶς

   παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.

295

ΤΟΥ ΑΥΤΟΥ

Σμῖλαν Ἀκεστώνδας δονακογλύφον ὅν τ' ἐπὶ μισθῷ

   σπόγγον ἔχεν καλάμων ψαίστορ' ἀπὸ Κνιδίων

καὶ σελίδων κανόνισμα φιλόρθιον ἔργμα τε λείας

   σαμοθέτω καὶ τὰν εὐμέλανον βροχίδα

κάρκινά τε σπειροῦχα λεάντειράν τε κίσηριν

   καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν,

μάζας ἁνίκ' ἔκυρσε τελωνιάδος φιλολίχνω,

   Πιερίσιν πενίας ἄρμεν' ἀνεκρέμασεν.

296

ΛΕΩΝΙΔΟΥ

Ἀστεμφῆ ποδάγρην καὶ δούνακας ἀντυκτῆρας

   καὶ λίνα καὶ γυρὸν τοῦτο λαγωοβόλον,

ἰοδόκην καὶ τοῦτον ἐπ' ὄρτυγι τετρανθέντα

   αὐλὸν καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον

Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν

   ἥβης, ἐκ γήρως δ' ἀδρανίῃ δέδεται.

297

ΦΑΝΙΟΥ

Ἄλκιμος ἀγρεῖφναν κενοδοντίδα καὶ φιλοδούπου

   φάρσος ἄμας στελεοῦ χῆρον ἐλαϊνέου,

ἀρθροπέδαν φιμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης

   σφῦραν καὶ δαπέδων μουνορυχὰν ὄρυγα

καὶ κτένας ἑλκητῆρας ἀνὰ προπύλαιον Ἀθάνας

   θήκατο καὶ ῥαπτὰς γειοφόρους σκαφίδας,

θησαυρῶν ὅτ' ἔκυρσεν, ἐπεὶ τάχ' ἂν ἁ πολυκαμπὴς

   ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.

298

ΛΕΩΝΙΔΑ

Πήρην κἀδέψητον ἀπεσκληρυμμένον αἰγὸς

   στέρφος καὶ βάκτρον τοῦτό γ' ὁδοιπορικὸν

κὤλπαν ἀστλέγγιστον ἀχάλκωτόν τε κυνοῦχον

   καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον·

ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον

   σκῦλ' ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν.

299

ΦΑΝΙΟΥ

Φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδι' Ἑρμᾶ,

   καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος

πάρκειται σῦκόν τε μελαντραγὲς ἅ τε φιλουλὶς

   δρύππα καὶ τυρῶν δρύψια κυκλιάδων

ἀκτά τε Κρηταιὶς ἐυτριβέος τε ῥ' ὀπεία

   θωμὸς καὶ Βάκχου πῶμ' ἐπιδορπίδιον·

τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός, ὔμμι δὲ ῥέξειν

   φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.

300

ΛΕΩΝΙΔΟΥ

Λαθρίη, ἐκ πλάνιος ταύτην χάριν ἔκ τε πενέστεω

   κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω,

ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην

   καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον

κεὐοίνου σταφυλῆς ἔχ' ἀποσπάδα πεντάρρωγον,

   πότνια, καὶ σπονδὴν τήνδ' ὑποπυθμίδιον.

ἢν δέ μ' ἔθ', ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς

   ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.

301

ΚΑΛΛΙΜΑΧΟΥ

Τὴν ἁλίην Εὔδημος, ἐφ' ἧς ἅλα λιτὸν ἐπέσθων

   χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,

θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ' εὐχήν,

   ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο.

302

ΛΕΩΝΙΔΟΥ

Φεύγεθ' ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ

   μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω.

αὐτάρκης ὁ πρέσβυς ἔχειν ἅλα καὶ δύο κρῖμνα·

   ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν.

τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε,

   οὐδ' ἀποδειπνιδίου γευόμενος σκυβάλου;

σπεύδων εἰς ἄλλους οἴκους ἴθι (τἀμὰ δὲ λειτά),

   ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.

303

ΑΡΙΣΤΩΝΟΣ

Ὦ μύες, εἰ μὲν ἐπ' ἄρτον ἐληλύθατ', ἐς μυχὸν ἄλλον

   στείχετ' (ἐπεὶ λειτὴν οἰκέομεν καλύβην),

οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην

   ἰσχάδα καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων·

   5εἰ δ' ἐν ἐμαῖς βύβλοισι πάλιν καταθήξετ' ὀδόντα,

   κλαύσεσθ' οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.

304

ΦΑΝΙΟΥ

Ἀκτῖτ' ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθ' ἀπὸ πέτρας

   καί με λάβ' εὐάρχαν πρώιον ἐμπολέα·

αἴτε σύ γ' ἐν κύρτῳ μελανουρίδας αἴτε τιν' ἀγρεῖς

   μορμύρον ἢ κίχλην ἢ σπάρον ἢ σμαρίδα,

αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν

   τιμῶντα ψαφαροῦ κλάσματος εἰς ἀπάταν.

χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας ἤ τινα θρίσσαν,

   εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.

305

ΛΕΩΝΙΔΑ

Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ

   θήκατο δεισόζου Δωριέος κεφαλά,

τὼς Λαρισαίως κυτογάστορας ἑψητῆρας

   καὶ χύτρως καὶ τὰν εὐρυχαδῆ κύλικα

καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν

   καὶ κνῆστιν καὶ τὰν ἐτνοδόνον τορύναν.

Λαβροσύνα, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος

   δεξαμένα νεύσαις μή ποκα σωφροσύναν.

306

ΑΡΙΣΤΩΝΟΣ

Χύτρον τοι ταύτην τε κρεαγρίδα καὶ βαθυκαμπῆ

   κλεῖδα συῶν καὶ τὰν ἐτνοδόνον τορύναν

καὶ πτερίναν ῥιπῖδα ταναίχαλκόν τε λέβητα

   σὺν πελέκει καὶ τὰν λαιμοτόμον σφαγίδα

ζωμοῦ τ' ἀμφ' ὀβελοῖσιν ἀρυστρίδα τόν τε μαγῆα

   σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι

καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείαν

   εὔπετρον καὶ τὰν κρειοδόκον σκαφίδα,

οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχνας

  10   θήκατο δουλοσύνας ἄχθος ἀπωσάμενος.

307

ΦΑΝΙΟΥ

Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα καὶ φιλέθειρον

   σινδόνα καὶ πετάσου φάρσος ὑποξύριον

καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε καὶ λιποκώπους

   φασγανίδας καὶ τοὺς συλόνυχας στόνυχας·

   5ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δ' Ἐπικούρου,

   κουρεῖον προλιπών, ἅλατο κηπολόγος,

ἔνθα λύρας ἤκουεν ὅπως ὄνος. ὤλετο δ' ἄν που

   λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν.

308

ΑΣΚΛΗΠΙΑΔΟΥ

Νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματ' ἔγραψεν,

   Κόνναρος ὀγδώκοντ' ἀστραγάλους ἔλαβεν·

κἀμὲ χάριν Μούσαις τὸν κωμικὸν ὧδε Χάρητα,

   πρεσβύτην θορύβῳ θῆκέ με παιδαρίων.

309

ΛΕΩΝΙΔΟΥ

Εὔφιμόν τοι σφαῖραν ἐυκρόταλόν τε Φιλοκλῆς

   Ἑρμείῃ ταύτην πυξινέην πλατάγην

ἀστραγάλας θ', αἷς πόλλ' ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν

   ῥόμβον, κουροσύνης παίγνι', ἀνεκρέμασεν.

310

ΚΑΛΛΙΜΑΧΟΥ

Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου

   ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν

ἀντ' ὀλίγου μέγα δῶρον. ἐγὼ δ' ἀνὰ τῇδε κεχηνὼς

   κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς

παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν·

   Ἱερὸς ὁ πλόκαμος, τοὐμὸν ὄνειαρ ἐμοί.

311

ΤΟΥ ΑΥΤΟΥ

Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως

   ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου

Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ' ὀπτῇ

   ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

312

ΑΝΥΤΗΣ

Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα

   θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι

ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,

   ὄφρ' αὐτοὺς φορέῃς ἤπια τερπομένους.

313

ΒΑΚΧΥΛΙΔΟΥ

Κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα,

   πρόφρων Κρανναίων ἱμερόεντα χορὸν

αἰὲν ἐποπτεύοις, πολέας δ' ἐν ἀθύρμασι Μουσᾶν

   Κηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους.

314

ΝΙΚΟΔΗΜΟΥ ΗΡΑΚΛΕΩΤΟΥ

Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺς

   ἤνεγκεν δολιχὴν ἐξανύσας ἀτραπόν.

315

ΤΟΥ ΑΥΤΟΥ

Τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸν

   Ἀρκάδος, ἀντ' ἀλκᾶς ἔγραφεν Ὠφελίων.

316

ΤΟΥ ΑΥΤΟΥ

Ἀερόπης δάκρυον διερῆς καὶ λείψανα δείπνων

   δύσνομα καὶ ποινὴν ἔγραφεν Ὠφελίων.

317

ΤΟΥ ΑΥΤΟΥ

Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶν

   λύγδινα καὶ πέτρης Πᾶν' ἐμὲ Πεντελικῆς.

318

ΤΟΥ ΑΥΤΟΥ

Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοι

   χαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν.

319

ΤΟΥ ΑΥΤΟΥ

Αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳ

   παρθένον ἐκ χειρῶν ἠγαγόμην Κύπριδος.

320

ΤΟΥ ΑΥΤΟΥ

Ἀσκανίη μέγα χαῖρε καλὴ καὶ χρύσεα Βάκχου

   ὄργια καὶ μύσται πρόκριτοι Εὐίεω.

321

ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ

Θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις,

   Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω·

Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα,

   ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα.

322

ΤΟΥ ΑΥΤΟΥ

Τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν,

   δίστιχον εὐθίκτου παίγνιον εὐεπίης.

ἔσται δ' ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρμα

   τοῦτο, καὶ ἐν δείπνοις καὶ παρὰ μουσοπόλοις.

323

‹ΝΙΚΟΔΗΜΟΥ ΗΡΑΚΛΕΩΤΟΥ›

Οἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσις

   γίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης.

324

‹ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ›

Πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ

   βότρυς, τίς δὲ ῥόδων θῆκεν ἐμοὶ κάλυκας;

Νύμφαις ταῦτα φέροι τις· ἀναιμάκτους δὲ θυηλὰς

   οὐ δέχομαι βωμοῖς ὁ θρασύμητις Ἄρης.

325

ΤΟΥ ΑΥΤΟΥ

Ἄλλος ἀπὸ σταλίκων, ὁ δ' ἀπ' ἠέρος, ὃς δ' ἀπὸ πόντου,

   Εὔπολι, σοὶ πέμπει δῶρα γενεθλίδια.

ἀλλ' ἐμέθεν δέξαι Μουσῶν στίχον, ὅστις ἐς αἰεὶ

   μίμνει καὶ φιλίης σῆμα καὶ εὐμαθίης.

326

ΤΟΥ ΑΥΤΟΥ

Λύκτιον ἰοδόκην καὶ καμπύλον, Ἄρτεμι, τόξον

   Νῖκις ὁ Λυσιμάχου παῖς ἀνέθηκε Λίβυς.

ἰοὺς γὰρ πλήθοντας ἀεὶ λαγόνεσσι φαρέτρης

   δορκάσι καὶ βαλίαις ἐξεκένωσ' ἐλάφοις.

327

ΤΟΥ ΑΥΤΟΥ

Εἷς πρὸς ἕνα ψήφοισιν ἰσάζεται, οὐ δύο δοιοῖς·

   οὐ γὰρ ἔτι στέργω τὴν δολιχογραφίην.

328

ΤΟΥ ΑΥΤΟΥ

Τὴν τριτάτην Χαρίτων ἀπ' ἐμεῦ πάλι λάμβανε βύβλον,

   Καῖσαρ, ἰσηρίθμου σύμβολον εὐεπίης,

Νεῖλος ὅπως καὶ τήνδε δι' Ἑλλάδος ἰθύνουσαν

   τῇ χθονίῃ πέμψει δῶρον ἀοιδότατον.

329

ΤΟΥ ΑΥΤΟΥ

Ἄλλος μὲν κρύσταλλον, ὁ δ' ἄργυρον, οἱ δὲ τοπάζους

   πέμψουσιν, πλούτου δῶρα, γενεθλίδια.

ἀλλ' ἴδ' Ἀγριππείνῃ δύο δίστιχα μοῦνον ἰσώσας

   ἀρκοῦμαι δώροις, ἃ φθόνος οὐ δαμάσει.

330

ΑΙΣΧΙΝΟΥ ΡΗΤΟΡΟΣ

Θνητῶν μὲν τέχναις ἀπορούμενος, εἰς δὲ τὸ θεῖον

ἐλπίδα πᾶσαν ἔχων, προλιπὼν εὔπαιδας Ἀθήνας,

ἰάθην ἐλθών, Ἀσκληπιέ, πρὸς τὸ σὸν ἄλσος,

ἕλκος ἔχων κεφαλῆς ἐνιαύσιον, ἐν τρισὶ μησίν.

331

ΓΑΙΤΟΥΛΙΚΟΥ

Παῖδα πατὴρ Ἄλκων ὀλοῷ σφιγχθέντα δράκοντι

   ἀθρήσας δειλῇ τόξον ἔκαμψε χερί·

θηρὸς δ' οὐκ ἀφάμαρτε· διὰ στόματος γὰρ ὀιστὸς

   ἤιξεν, τυτθοῦ βαιὸν ὕπερθε βρέφους.

παυσάμενος δὲ φόνοιο παρὰ δρυῒ τῇδε φαρέτρην

   σῆμα καὶ εὐτυχίης θῆκε καὶ εὐστοχίης.

332

ΑΔΡΙΑΝΟΥ

Ζηνὶ τόδ' Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα,

   κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων,

ἄνθετο, δοιὰ δέπα πολυδαίδαλα καὶ βοὸς οὔρου

   ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας,

ἔξαιτα προτέρης ἀπὸ ληίδος, ἦμος ἀτειρὴς

   πέρσεν ὑπερθύμους ᾧ ὑπὸ δουρὶ Γέτας.

ἀλλὰ σύ οἱ καὶ τήνδε, Κελαινεφές, ἐγγυάλιξον

   κρῆναι ἐυκλειῶς δῆριν Ἀχαιμενίην,

ὄφρα τοι εἰσορόωντι διάνδιχα θυμὸν ἰαίνῃ

  10   δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δ' Ἀρσακιδέων.

333

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἤδη, φίλτατε λύχνε, τρὶς ἔπταρες. ἦ τάχα τερπνὴν

   ἐς θαλάμους ἥξειν Ἀντιγόνην προλέγεις;

εἰ γάρ, ἄναξ, εἴη τόδ' ἐτήτυμον, οἷος Ἀπόλλων

   θνητοῖς μάντις ἔσῃ καὶ σὺ παρὰ τρίποδι.

334

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Αὔλια καὶ Νυμφέων ἱερὸς πάγος αἵ θ' ὑπὸ πέτρῃ

   πίδακες ἥ θ' ὕδασιν γειτονέουσα πίτυς

καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ,

   ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον,

   5ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνης

   δέξασθ', Αἰακίδεω δῶρα Νεοπτολέμου.

335

ΑΝΤΙΠΑΤΡΟΥ

Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον,

   καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ,

ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων,

   Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.

ἀλλὰ φίλος δέξαι με· τάχα κρόκες αἵ ποτε Πέρσας

   τρεψάμεναι καὶ σοὶ Θρῇκας ὑπαξόμεθα.

336

ΘΕΟΚΡΙΤΟΥ

Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα

   ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν,

ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,

   Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε·

βωμὸν δ' αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος,

   τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

337

ΤΟΥ ΑΥΤΟΥ

Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς

   ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος

Νικίᾳ, ὅς μιν ἐπ' ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται

   καὶ τόδ' ἀπ' εὐώδους γλύψατ' ἄγαλμα κέδρου,

Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς

   μισθόν· ὁ δ' εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.

338

ΤΟΥ ΑΥΤΟΥ

Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις

   τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον,

μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ' ἐπὶ τᾷδε

   αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

339

[ΤΟΥ ΑΥΤΟΥ]

Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ', ὦ Διόνυσε,

   καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,

μέτριος ἦν ἐν πᾶσι· χορῷ δ' ἐκτάσατο νίκαν

   ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

340

ΤΟΥ ΑΥΤΟΥ

Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν

   Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας

οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε

   ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν

ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ

   ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

341

Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε

   Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης,

αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος,

   Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν.

342

ΑΔΕΣΠΟΤΟΝ

Ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους

   στυλίδα, τᾶς πρώτας τοῦθ' ὑπόδειγμα τέχνας·

ταύταν γὰρ πρώταν ποτ' ἐμήσατο Παλλὰς Ἀθάνα,

   τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,

οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν

   Κύζικος ἅδ' ἱρᾷ πρῶτον ἐν Ἀσιάδι.

δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος

   Δελφίδα γᾶν, Φοίβῳ τάνδ' ἐνέπουσα χάριν.

343

ΑΔΗΛΟΝ

Ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες

   παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου,

δεσμῷ ἐν ἀχνυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·

   τῶν ἵππους δεκάτην Παλλάδι τάσδ' ἔθεσαν.

ΑΛΛΟ

Θεσπιαὶ εὐρύχοροι πέμψαν ποτὲ τούσδε συνόπλους

   τιμωροὺς προγόνων βάρβαρον εἰς Ἀσίην,

οἳ μετ' Ἀλεξάνδρου Περσῶν ἄστη καθελόντες

   στῆσαν Ἐριβρεμέτῃ δαιδάλεον τρίποδα.

344

ΚΡΙΝΑΓΟΡΟΥ

Εἴαρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δ' ἐνὶ μέσσῳ

   χείματι πορφυρέας ἐσχάσαμεν κάλυκας

σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδε

   ἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων.

Καλλίστης στεφθῆναι ἐπὶ κροτάφοισι γυναικὸς

   λώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον.

345

ΑΝΑΚΡΕΟΝΤΟΣ

Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,

   ἀντ' ἐρατῶν δώρων τῶνδε χάριν θέμενος.

δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ

   ναίειν αἰῶνος μοῖραν ἔχοντ' ἀγαθήν.

346

ΚΑΛΛΙΜΑΧΟΥ

Ἄρτεμι, τὶν τόδ' ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·

   ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.

347

ΔΙΟΔΩΡΟΥ

Αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι

   τῆς Διοδωρείου γράμμα λέγει σοφίης,

κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο· παῖδα δὲ Μήλας

   δεξάμενος θαλερὴν κλαῖεν Ἀθηναΐδα,

Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν.

   Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν.

348

ΦΙΛΟΔΗΜΟΥ

Ἰνοῦς ὦ Μελικέρτα σύ τε γλαυκὴ μεδέουσα

   Λευκοθέη πόντου, δαῖμον ἀλεξίκακε,

Νηρῄδων τε χοροὶ καὶ κύματα καὶ σύ, Πόσειδον,

   καὶ Θρήιξ, ἀνέμων πρηΰτατε, Ζέφυρε,

ἵλαοί με φέροιτε, διὰ πλατὺ κῦμα φυγόντα,

   σῷον ἐπὶ γλυκερὴν ᾐόνα Πειραέως.

349

ΚΡΙΝΑΓΟΡΟΥ

Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος

   πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίων

φθεγξαμένης ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις·

   εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνους

ἀστοὺς Μιλήτου, Δημόσθενες, οὔ ποτε κώδων

   χάλκεος ἤχησεν πλειοτέρῳ στόματι.

350

ΚΑΛΛΙΜΑΧΟΥ

Τίν με, λεοντάγχ' ὦνα συοκτόνε, φήγινον ὄζον

   θῆκε ‑ Τίς; ‑ Ἀρχῖνος. ‑ Ποῖος; ‑ Ὁ Κρής. ‑ Δέχομαι.

351

ΗΡΙΝΝΗΣ

Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ,

   ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν·

ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,

   αἰ καὐδὰν ποτέθηκ', ἦς κ' Ἀγαθαρχὶς ὅλα.

352

ΝΟΣΣΙΔΟΣ

Αὐτομέλιννα τέτυκται· ἴδ', ὡς ἀγανὸν τὸ πρόσωπον

   ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει·

ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει.

   ἦ καλόν, ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα.

353

ΤΗΣ ΑΥΤΗΣ

Γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν

   ἅδ' εἰκὼν μορφᾷ καὶ μεγαλοφροσύνᾳ.

θάεο· τὰν πινυτὰν τό τε μείλιχον αὐτόθι τήνας

   ἔλπομ' ὁρῆν· χαίροις πολλά, μάκαιρα γύναι.

354

ΛΕΩΝΙΔΑ

Ἁ μάτηρ ζῷον τὸν Μίκυθον, οἷα πενιχρά,

   Βάκχῳ δωρεῖται ῥωπικὰ γραψαμένα.

Βάκχε, σὺ δ' ὑψῴης τὸν Μίκυθον· αἰ δὲ τὸ δῶρον

   ῥωπικόν, ἁ λειτὰ ταῦτα φέρει πενία.

355

ΠΑΓΚΡΑΤΟΥΣ

Κλειοῦς αἱ δύο παῖδες, Ἀριστοδίκη καὶ Ἀμεινώ,

   Κρῆσσαι, πότνια σῆς Ἄρτεμι νειοκόρου

τετραετεῖς ἀπὸ μητρός· ἴδοις, ὤνασσα, τὰ τῆσδε

   εὔτεκνα κἀντὶ μιῆς θὲς δύο νειοκόρους.

356

ΘΕΑΙΤΗΤΟΥ

Ὄλβια τέκνα γένοισθε. τίνος γένος ἐστέ; τί δ' ὑμῖν

   ὧδε καλοῖς χαρίεν κείμενόν ἐστ' ὄνομα; ‑

Νικάνωρ ἐγώ εἰμι, πατὴρ δέ μοι Αἰπιόρητος,

   μήτηρ δ' Ἡγησώ, κεἰμὶ γένος Μακεδών. ‑

Καὶ μὲν ἐγὼ Φίλα εἰμί, καὶ ἐστί μοι οὗτος ἀδελφός·

   ἐκ δ' εὐχῆς τοκέων ἕσταμες ἀμφότεροι.

357

ΔΙΟΤΙΜΟΥ

Χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ

   λυσαμένη φιλότητ' ἦλθεν ἐς Ἡρακλέους·

ὄλβιος ἦσθα, κύπασσι, καὶ ὡς τότε καὶ πάλιν ὡς νῦν

   χρύσεον Ἀρτέμιδος τοῦτ' ἐπέβης μέλαθρον.