6581 643 6 26 3 203 430-420 a. C. Tragedia Euripides Heraclidae Diggle, J., Oxford, Clarendon Press, 1984. 96

EURIPIDES - Heraclidae - ΗΡΑΚΛΕΙΔΑΙ

ΙΟΛΑΟΣ

Πάλαι ποτ' ἐστὶ τοῦτ' ἐμοὶ δεδογμένον·

ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ' ἀνήρ,

ὁ δ' ἐς τὸ κέρδος λῆμ' ἔχων ἀνειμένον

πόλει τ' ἄχρηστος καὶ συναλλάσσειν βαρύς,

   5αὑτῶι δ' ἄριστος· οἶδα δ' οὐ λόγωι μαθών.

ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,

ἐξὸν κατ' Ἄργος ἡσύχως ναίειν, πόνων

πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,

ὅτ' ἦν μεθ' ἡμῶν· νῦν δ', ἐπεὶ κατ' οὐρανὸν

  10ναίει, τὰ κείνου τέκν' ἔχων ὑπὸ πτεροῖς

σώιζω τάδ' αὐτὸς δεόμενος σωτηρίας.

ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,

πρῶτον μὲν ἡμᾶς ἤθελ' Εὐρυσθεὺς κτανεῖν·

ἀλλ' ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,

  15ψυχὴ δ' ἐσώθη. φεύγομεν δ' ἀλώμενοι

ἄλλην ἀπ' ἄλλης ἐξοριζόντων πόλιν.

πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ' Εὐρυσθεὺς κακοῖς

ὕβρισμ' ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·

πέμπων ὅπου γῆς πυνθάνοιθ' ἱδρυμένους

  20κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,

πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην

ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ' ἅμα.

οἱ δ' ἀσθενῆ μὲν τἀπ' ἐμοῦ δεδορκότες,

σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,

  25τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.

ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις

καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,

ὀκνῶν προδοῦναι, μή τις ὧδ' εἴπηι βροτῶν·

Ἴδεσθ', ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,

  30Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.

πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι

Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα

ἱκέται καθεζόμεσθα βώμιοι θεῶν

προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς

  35δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος

κλήρωι λαχόντας ἐκ γένους Πανδίονος,

τοῖσδ' ἐγγὺς ὄντας· ὦν ἕκατι τέρμονας

κλεινῶν Ἀθηνῶν τήνδ' ἀφικόμεσθ' ὁδόν.

δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·

  40ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,

ἡ δ' αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος

ἔσωθε ναοῦ τοῦδ' ὑπηγκαλισμένη

σώιζει· νέας γὰρ παρθένους αἰδούμεθα

ὄχλωι πελάζειν κἀπιβωμιοστατεῖν.

  45Ὕλλος δ' ἀδελφοί θ' οἷσι πρεσβεύει γένος

ζητοῦσ' ὅπου γῆς πύργον οἰκιούμεθα,

ἢν τῆσδ' ἀπωθώμεσθα πρὸς βίαν χθονός.

ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ' ἐμῶν

πέπλων· ὁρῶ κήρυκα τόνδ' Εὐρυσθέως

  50στείχοντ' ἐφ' ἡμᾶς, οὗ διωκόμεσθ' ὕπο

πάσης ἀλῆται γῆς ἀπεστερημένοι.

ὦ μῖσος, εἴθ' ὄλοιο χὠ πέμψας ‹σ'› ἀνήρ,

ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίωι πατρὶ

ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

  55ΚΗΡΥΞ

ἦ που καθῆσθαι τήνδ' ἕδραν καλὴν δοκεῖς

πόλιν τ' ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·

οὐ γάρ τις ἔστιν ὃς πάροιθ' αἱρήσεται

τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ' Εὐρυσθέως.

χώρει· τί μοχθεῖς ταῦτ'; ἀνίστασθαί σε χρὴ

  60ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

Ιο. οὐ δῆτ', ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,

ἐλευθέρα τε γαῖ' ἐν ἧι βεβήκαμεν.

Κη. βούληι πόνον μοι τῆιδε προσθεῖναι χερί;

Ιο. οὔτοι βίαι γέ μ' οὐδὲ τούσδ' ἄξεις λαβών.

  65Κη. γνώσηι σύ· μάντις δ' ἦσθ' ἄρ' οὐ καλὸς τάδε.

Ιο. οὐκ ἂν γένοιτο τοῦτ' ἐμοῦ ζῶντός ποτε.

Κη. ἄπερρ'· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέληις,

ἄξω νομίζων οὗπέρ εἰσ' Εὐρυσθέως.

Ιο. ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,

  70ἀμύνεθ'· ἱκέται δ' ὄντες ἀγοραίου Διὸς

βιαζόμεσθα καὶ στέφη μιαίνεται,

πόλει τ' ὄνειδος καὶ θεῶν ἀτιμίαν.

ΧΟΡΟΣ

ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας

ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;

  75ἴδετε τὸν γέροντ' ἀμαλὸν ἐπὶ πέδωι

χύμενον· ὦ τάλας

‹                                     ›

πρὸς τοῦ ποτ' ἐν γῆι πτῶμα δύστηνον πίτνεις;

Ιο. ὅδ' ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς

ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

  80Χο. σὺ δ' ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν

ξύνοικον ἦλθες λαόν; ἢ

πέραθεν ἁλίωι πλάται

κατέχετ' ἐκλιπόντες Εὐβοῖδ' ἀκτάν;

Ιο. οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,

  85ἀλλ' ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.

Χο. ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠ-

νόμαζεν λεώς;

Ιο. τὸν Ἡράκλειον ἴστε που παραστάτην

Ἰόλαον· οὐ γὰρ σῶμ' ἀκήρυκτον τόδε.

  90Χο. οἶδ' εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτε

ἐν χειρὶ σᾶι κομίζεις κόρους

νεοτρεφεῖς; φράσον.

Ιο. Ἡρακλέους οἵδ' εἰσὶ παῖδες, ὦ ξένοι,

ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

  95Χο. τί χρέος; ἦ λόγων πόλεος, ἔνεπέ μοι,

μελόμενοι τυχεῖν;

Ιο. μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.

Κη. ἀλλ' οὔτι τοῖς σοῖς δεσπόταις τάδ' ἀρκέσει,

 100οἳ σοῦ κρατοῦντες ἐνθάδ' εὑρίσκουσί σε.

Χο. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,

καὶ μὴ βιαίωι χειρὶ δαι-

μόνων ἀπολιπεῖν σφ' ἕδη·

πότνια γὰρ Δίκα τάδ' οὐ πείσεται.

 105Κη. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,

κοὐδὲν βιαίωι τῆιδε χρήσομαι χερί.

Χο. ἄθεον ἱκεσίαν μεθεῖναι πόλει

ξένων προστροπάν.

Κη. καλὸν δέ γ' ἔξω πραγμάτων ἔχειν πόδα,

 110εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

‹Χο.                                       ›

‹                                      ›

‹                                      ›

‹Κη.                                       ›

‹                                      ›

Χο. οὔκουν τυράννωι τῆσδε γῆς φράσαντά σε

χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίαι ξένους

θεῶν ἀφέλκειν, γῆν σέβοντ' ἐλευθέραν;

Κη. τίς δ' ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;

 115Χο. ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.

Κη. πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου

μάλιστ' ἂν εἴη· τἄλλα δ' εἴρηται μάτην.

Χο. καὶ μὴν ὅδ' αὐτὸς ἔρχεται σπουδὴν ἔχων

Ἀκάμας τ' ἀδελφός, τῶνδ' ἐπήκοοι λόγων.

 120ΔΗΜΟΦΩΝ

ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους

βοηδρομήσας τήνδ' ἐπ' ἐσχάραν Διός,

λέξον, τίς ὄχλον τόνδ' ἀθροίζεται τύχη;

Χο. ἱκέται κάθηνται παῖδες οἵδ' Ἡρακλέους

βωμὸν καταστέψαντες, ὡς ὁρᾶις, ἄναξ,

 125πατρός τε πιστὸς Ἰόλεως παραστάτης.

Δη. τί δῆτ' ἰυγμῶν ἥδ' ἐδεῖτο συμφορά;

Χο. βίαι νιν οὗτος τῆσδ' ἀπ' ἐσχάρας ἄγειν

ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ

γέροντος, ὥστε μ' ἐκβαλεῖν οἴκτωι δάκρυ.

 130Δη. καὶ μὴν στολήν γ' Ἕλληνα καὶ ῥυθμὸν πέπλων

ἔχει, τὰ δ' ἔργα βαρβάρου χερὸς τάδε.

σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν ‹δ'›, ἐμοὶ

ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών.

Κη. Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·

 135ἐφ' οἷσι δ' ἥκω καὶ παρ' οὗ λέγειν θέλω.

πέμπει Μυκηνῶν δεῦρό μ' Εὐρυσθεὺς ἄναξ

ἄξοντα τούσδε· πολλὰ δ' ἦλθον, ὦ ξένε,

δίκαι' ἁμαρτῆι δρᾶν τε καὶ λέγειν ἔχων.

Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω

 140ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,

νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους

θανεῖν· δίκαιοι δ' ἐσμὲν οἰκοῦντες πόλιν

αὐτοὶ καθ' αὑτῶν κυρίους κραίνειν δίκας.

πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι

 145ἐν τοῖσιν αὐτοῖς τοισίδ' ἕσταμεν λόγοις,

κοὐδεὶς ἐτόλμησ' ἴδια προσθέσθαι κακά.

ἀλλ' ἤ τιν' ἐς σὲ μωρίαν ἐσκεμμένοι

δεῦρ' ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων

ῥίπτοντες, εἴτ' οὖν εἴτε μὴ γενήσεται

‹                                        ›

 150οὐ γὰρ φρενήρη γ' ὄντα σ' ἐλπίζουσί που

μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος

τὰς τῶνδ' ἀβούλως συμφορὰς κατοικτιεῖν.

φέρ' ἀντίθες γάρ· τούσδε τ' ἐς γαῖαν παρεὶς

ἡμᾶς τ' ἐάσας ἐξάγειν, τί κερδανεῖς;

 155τὰ μὲν παρ' ἡμῶν τοιάδ' ἔστι σοι λαβεῖν·

Ἄργους τοσήνδε χεῖρα τήν τ' Εὐρυσθέως

ἰσχὺν ἅπασαν τῆιδε προσθέσθαι πόλει.

ἢν δ' ἐς λόγους τε καὶ τὰ τῶνδ' οἰκτίσματα

βλέψας πεπανθῆις, ἐς πάλην καθίσταται

 160δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν

δόξηις ἀγῶνος τούσδ' ἄτερ χαλυβδικοῦ.

τί δῆτα φήσεις, ποῖα πεδί' ἀφαιρεθείς,

τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;

ποίοις δ' ἀμύνων συμμάχοις, τίνος δ' ὕπερ

 165θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον

κτήσηι πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα

τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,

παίδων ‹τε› τῶνδ' ἐς ἄντλον ἐμβήσηι πόδα.

ἐρεῖς τὸ λῶιστον ἐλπίδ' εὑρήσειν μόνον·

 170καὶ τοῦτο πολλῶι τοῦ παρόντος ἐνδεές.

κακῶς γὰρ Ἀργείοισιν οἵδ' ὡπλισμένοις

μάχοιντ' ἂν ἡβήσαντες, εἴ ‹τι› τοῦτό σε

ψυχὴν ἐπαίρει· χοὐν μέσωι πολὺς χρόνος

ἐν ὧι διεργασθεῖτ' ἄν. ἀλλ' ἐμοὶ πιθοῦ·

 175δοὺς μηδὲν ἀλλὰ τἄμ' ἐῶν ἄγειν ἐμὲ

κτῆσαι Μυκήνας, μηδ' ὅπερ φιλεῖτε δρᾶν

πάθηις σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν

φίλους ἑλέσθαι τοὺς κακίονας λαβεῖν.

Χο. τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,

 180πρὶν ἂν παρ' ἀμφοῖν μῦθον ἐκμάθηι σαφῶς;

Ιο. ἄναξ, ὑπάρχει γὰρ τόδ' ἐν τῆι σῆι χθονί,

εἰπεῖν ἀκοῦσαί τ' ἐν μέρει πάρεστί μοι,

κοὐδείς μ' ἀπώσει πρόσθεν ὥσπερ ἄλλοθεν.

ἡμῖν δὲ καὶ τῶιδ' οὐδέν ἐστιν ἐν μέσωι·

 185ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ' ἡμῖν ἔτι,

ψήφωι δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,

πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι

ὅδ' ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;

ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον

 190φεύγειν δικαιοῦθ' ὅστις ἂν τἄργος φύγηι;

οὔκουν Ἀθήνας γ'· οὐ γὰρ Ἀργείων φόβωι

τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

οὐ γάρ τι Τραχίς ἐστιν οὐδ' Ἀχαιικὸν

πόλισμ' ὅθεν σὺ τούσδε, τῆι δίκηι μὲν οὔ,

 195τὸ δ' Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,

ἤλαυνες ἱκέτας βωμίους καθημένους.

εἰ γὰρ τόδ' ἔσται καὶ λόγους κρινοῦσι σούς,

οὐκ οἶδ' Ἀθήνας τάσδ' ἐλευθέρας ἔτι.

ἀλλ' οἶδ' ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·

 200θνήισκειν θελήσουσ'· ἡ γὰρ αἰσχύνη ‹πάρος›

τοῦ ζῆν παρ' ἐσθλοῖς ἀνδράσιν νομίζεται.

πόλει μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον

λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ

καὐτὸς βαρυνθεὶς οἶδ' ἄγαν αἰνούμενος.

 205σοὶ δ' ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι

σώιζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.

Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως

Αἴθρα, πατὴρ δ' ἐκ τῆσδε γεννᾶται σέθεν

Θησεύς. πάλιν δὲ τῶνδ' ἄνειμί σοι γένος·

 210Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,

κείνη δὲ Πέλοπος θυγατρός· αὐτανεψίων

πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·

ἃ δ' ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ

 215τεῖσαι λέγω σοι παισί. φημὶ γάρ ποτε

σύμπλους γενέσθαι τῶνδ' ὑπασπίζων πατρὶ

ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα

‹                                              ›

‹                                              ›

Ἅιδου τ' ἐρεμνῶν ἐξανήγαγεν μυχῶν

πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.

 220ὧν ἀντιδοῦναί σ' οἵδ' ἀπαιτοῦσιν χάριν,

μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.

σοὶ γὰρ τόδ' αἰσχρὸν χωρὶς ἐν πόλει τ' ἴσον,

ἱκέτας ἀλήτας συγγενεῖς ‑ οἴμοι κακῶν·

 225βλέψον πρὸς αὐτούς, βλέψον ‑ ἕλκεσθαι βίαι.

ἀλλ' ἄντομαί σε καὶ καταστέφων χεροῖν

καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσηις

τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν·

γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος

 230πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ

τἄλλ' ἐστὶ κρείσσω πλὴν ὑπ' Ἀργείοις πεσεῖν.

Χο. ὤικτιρ' ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.

τὴν δ' εὐγένειαν τῆς τύχης νικωμένην

νῦν δὴ μάλιστ' ἐσεῖδον· οἵδε γὰρ πατρὸς

 235ἐσθλοῦ γεγῶτες δυστυχοῦσ' ἀναξίως.

Δη. τρισσαί μ' ἀναγκάζουσι συννοίας ὁδοί,

Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·

τὸ μὲν μέγιστον Ζεὺς ἐφ' οὗ σὺ βώμιος

θακεῖς νεοσσῶν τήνδ' ἔχων πανήγυριν,

 240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

πράσσειν παρ' ἡμῶν τούσδε πατρώιαν χάριν,

τό τ' αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίαι

ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

 245οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ' ὄκνωι

ἱκέτας προδοῦναι· καὶ τάδ' ἀγχόνης πέλας.

ἀλλ' ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

ὅμως δὲ καὶ νῦν μὴ τρέσηις ὅπως σέ τις

σὺν παισὶ βωμοῦ τοῦδ' ἀποσπάσει βίαι.

 250σὺ δ' Ἄργος ἐλθὼν ταῦτά τ' Εὐρυσθεῖ φράσον

πρὸς τοῖσδέ τ', εἴ τι τοισίδ' ἐγκαλεῖ ξένοις,

δίκης κυρήσειν· τούσδε δ' οὐκ ἄξεις ποτέ.

Κη. οὐκ ἢν δίκαιον ἦι τι καὶ νικῶ λόγωι;

Δη. καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίαι;

 255Κη. οὔκουν ἐμοὶ τόδ' αἰσχρὸν ἀλλ' οὐ σοὶ βλάβος;

Δη. ἐμοί γ', ἐάν σοι τούσδ' ἐφέλκεσθαι μεθῶ.

Κη. σὺ δ' ἐξόριζε κἆιτ' ἐκεῖθεν ἄξομεν.

Δη. σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

Κη. δεῦρ', ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

 260Δη. ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

Κη. ταῦτ' οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

Δη. οὔκουν ἐγὼ τῶν ἐνθάδ' εἰμὶ κύριος;

Κη. βλάπτων ‹γ'› ἐκείνους μηδέν, ἢν σὺ σωφρονῆις.

Δη. βλάπτεσθ', ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

 265Κη. οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

Δη. κἀγὼ τοιοῦτος· τῶνδε δ' οὐ μεθήσομαι.

Κη. ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

Δη. οὐκ ἆρ' ἐς Ἄργος ῥαιδίως ἄπει πάλιν.

Κη. πειρώμενος δὴ τοῦτό γ' αὐτίκ' εἴσομαι.

 270Δη. κλαίων ἄρ' ἅψηι τῶνδε κοὐκ ἐς ἀμβολάς.

Κη. μὴ πρὸς θεῶν κήρυκα τολμήσηις θενεῖν.

Δη. εἰ μή γ' ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

Χο. ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγηις, ἄναξ.

Κη. στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

 275ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με

μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ' ἄναξ

αὐτὸς στρατηγῶν· Ἀλκάθου δ' ἐπ' ἐσχάτοις

καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

 280λαμπρὸς δ' ἀκούσας σὴν ὕβριν φανήσεται

σοὶ καὶ πολίταις γῆι τε τῆιδε καὶ φυτοῖς·

μάτην γὰρ ἥβην ὧδέ γ' ἂν κεκτήιμεθα

πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

Δη. φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ' ἐγώ.

 285ἐνθένδε δ' οὐκ ἔμελλες αἰσχύνας ἐμὲ

ἄξειν βίαι τούσδ'· οὐ γὰρ Ἀργείων πόλιν

ὑπήκοον τήνδ' ἀλλ' ἐλευθέραν ἔχω.

Χο. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

στρατὸν Ἀργείων·

 290μάλα δ' ὀξὺς Ἄρης ὁ Μυκηναίων,

ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ' ἢ πρίν.

πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

δὶς τόσα πυργοῦν τῶν γιγνομένων.

πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

 295ὡς δείν' ἔπαθεν καὶ παρὰ μικρὸν

ψυχὴν ἦλθεν διακναῖσαι;

Ιο. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας

ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι

[γαμεῖν τ' ἀπ' ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθωι

 300κακοῖς ἐκοινώνησεν οὐκ ἐπαινέσω,

τέκνοις ὄνειδος οὕνεχ' ἡδονῆς λιπεῖν]·

τὸ δυστυχὲς γὰρ ηὑγένει' ἀμύνεται

τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

 305καὶ ξυγγενεῖς τούσδ', οἳ τοσῆσδ' οἰκουμένης

Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

δότ', ὦ τέκν', αὐτοῖς χεῖρα δεξιάν, δότε,

ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

 310ἢν δ' οὖν ποθ' ὑμῖν νόστος ἐς πάτραν φανῆι

καὶ δώματ' οἰκήσητε καὶ τιμὰς πατρὸς

‹                                    ›

σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

καὶ μήποτ' ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

μέμνησθέ μοι τήνδ', ἀλλὰ φιλτάτην πόλιν

 315πασῶν νομίζετ'. ἄξιοι δ' ὑμῖν σέβειν

οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,

πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ' ὅμως

[οὐκ ἐξέδωκαν οὐδ' ἀπήλασαν χθονός].

 320ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,

πολλῶι σ' ἐπαίνωι Θησέως, ὦ τᾶν, πέλας

ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ' εὐφρανῶ,

ὡς εὖ τ' ἐδέξω καὶ τέκνοισιν ἤρκεσας

τοῖς Ἡρακλείοις, εὐγενὴς δ' ἀν' Ἑλλάδα

 325σώιζεις πατρώιαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς

οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,

παύρων μετ' ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως

εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

Χο. ἀεί ποθ' ἥδε γαῖα τοῖς ἀμηχάνοις

 330σὺν τῶι δικαίωι βούλεται προσωφελεῖν.

τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων

ἤνεγκε καὶ νῦν τόνδ' ἀγῶν' ὁρῶ πέλας.

Δη. σοί τ' εὖ λέλεκται καὶ τὰ τῶνδ' αὐχῶ, γέρον,

τοιαῦτ' ἔσεσθαι· μνημονεύσεται χάρις.

 335κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,

τάξω δ' ὅπως ἂν τὸν Μυκηναίων στρατὸν

πολλῆι δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς

πέμψω πρὸς αὐτόν, μὴ λάθηι με προσπεσών·

ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·

 340μάντεις τ' ἀθροίσας θύσομαι. σὺ δ' ἐς δόμους

σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.

εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,

μέριμναν ἕξουσ'. ἀλλ' ἴθ' ἐς δόμους, γέρον.

Ιο. οὐκ ἂν λίποιμι βωμόν, εὐξόμεσθα δὲ

 345ἱκέται μένοντες ἐνθάδ' εὖ πρᾶξαι πόλιν.

ὅταν δ' ἀγῶνος τοῦδ' ἀπαλλαχθῆις καλῶς,

ἴμεν πρὸς οἴκους. θεοῖσι δ' οὐ κακίοσιν

χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·

τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,

 350ἡμῶν δ' Ἀθάνα. φημὶ δ' εἰς εὐπραξίαν

καὶ τοῦθ' ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·

νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

Χο. εἰ σὺ μέγ' αὐχεῖς, ἕτεροι

σοῦ πλέον οὐ μέλονται,

 355ξεῖν' ‹ἀπ'› Ἀργόθεν ἐλθών,

μεγαληγορίαισι δ' ἐμὰς φρένας οὐ φοβήσεις.

μήπω ταῖς μεγάλαισιν οὕ-

τω καὶ καλλιχόροις Ἀθά-

 360ναις εἴη. σὺ δ' ἄφρων ὅ τ' Ἄρ-

γει Σθενέλου τύραννος·

ὃς πόλιν ἐλθὼν ἑτέραν

οὐδὲν ἐλάσσον' Ἄργους

θεῶν ἱκτῆρας ἀλάτας

 365καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως

ἕλκεις, οὐ βασιλεῦσιν εἴ-

ξας, οὐκ ἄλλο δίκαιον εἰ-

πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-

 370η παρά γ' εὖ φρονοῦσιν;

εἰρήνα μὲν ἔμοιγ' ἀρέ-

σκει· σοὶ δ', ὦ κακόφρων ἄναξ,

λέγω, εἰ πόλιν ἥξεις,

οὐχ οὕτως ἃ δοκεῖς κυρή-

 375σεις· οὐ σοὶ μόνωι ἔγχος οὐδ'

ἰτέα κατάχαλκός ἐστιν.

ἀλλ', ὦ πολέμων ἐρα-

στά, μή μοι δορὶ συνταρά-

ξηις τὰν εὖ χαρίτων ἔχου-

 380σαν πόλιν, ἀλλ' ἀνάσχου.

Ιο. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων

ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;

μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνηι;

οὐ γάρ τι μὴ ψεύσηις γε κήρυκος λόγους·

 385ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν

εἶσιν, σάφ' οἶδα, καὶ μάλ' οὐ σμικρὸν φρονῶν

ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων

ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

Δη. ἥκει στράτευμ' Ἀργεῖον Εὐρυσθεύς τ' ἄναξ·

 390ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,

ὅστις στρατηγεῖν φησ' ἐπίστασθαι καλῶς,

οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.

πεδία μὲν οὖν γῆς ἐς τάδ' οὐκ ἐφῆκέ πω

στρατόν, λεπαίαν δ' ὀφρύην καθήμενος

 395σκοπεῖ (δόκησιν δὴ τόδ' ἂν λέγοιμί σοι)

ποίαι προσάξει στρατόπεδον τὰ νῦν δορὸς†

ἐν ἀσφαλεῖ τε τῆσδ' ἱδρύσεται χθονός.

καὶ τἀμὰ μέντοι πάντ' ἄραρ' ἤδη καλῶς·

πόλις τ' ἐν ὅπλοις σφάγιά θ' ἡτοιμασμένα

 400ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,

θυηπολεῖται δ' ἄστυ μάντεων ὕπο.

χρησμῶν δ' ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας

ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα

 405[λόγια παλαιὰ τῆιδε γῆι σωτήρια]·

καὶ τῶν μὲν ἄλλων διάφορ' ἐστὶ θεσφάτοις

πόλλ'· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·

σφάξαι κελεύουσίν με παρθένον κόρηι

Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,

τροπαῖά τ' ἐχθρῶν καὶ πόλει σωτηρίαν.

 410ἐγὼ δ' ἔχω μέν, ὡς ὁρᾶις, προθυμίαν

τοσήνδ' ἐς ὑμᾶς· παῖδα δ' οὔτ' ἐμὴν κτενῶ

οὔτ' ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω

ἄκονθ'· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,

ὅστις τὰ φίλτατ' ἐκ χερῶν δώσει τέκνα;

 415καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,

τῶν μὲν λεγόντων ὡς δίκαιος ἦ ξένοις

ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ

κατηγορούντων· εἰ δὲ μὴ δράσω τόδε,

οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.

 420ταῦτ' οὖν ὅρα σὺ καὶ συνεξεύρισχ' ὅπως

αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,

κἀγὼ πολίταις μὴ διαβληθήσομαι.

οὐ γὰρ τυραννίδ' ὥστε βαρβάρων ἔχω·

ἀλλ', ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

 425Χο. ἀλλ' ἦ πρόθυμον οὖσαν οὐκ ἐᾶι θεὸς

ξένοις ἀρήγειν τήνδε χρήιζουσιν πόλιν;

Ιο. ὦ τέκν', ἔοιγμεν ναυτίλοισιν οἵτινες

χειμῶνος ἐκφυγόντες ἄγριον μένος

ἐς χεῖρα γῆι συνῆψαν, εἶτα χερσόθεν

 430πνοαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.

οὕτω δὲ χἠμεῖς τῆσδ' ἀπωθούμεσθα γῆς

ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.

οἴμοι· τί δῆτ' ἔτερψας ὦ τάλαινά με

ἐλπὶς τότ', οὐ μέλλουσα διατελεῖν χάριν;

 435συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ', εἰ μὴ θέλει

κτείνειν πολιτῶν παῖδας, αἰνέσαι δ' ἔχω

καὶ τἀνθάδ'· εἰ θεοῖσι δὴ δοκεῖ τάδε

πράσσειν ἔμ', οὔτοι σοί γ' ἀπόλλυται χάρις.

ὦ παῖδες, ὑμῖν δ' οὐκ ἔχω τί χρήσομαι.

 440ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;

ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;

ὀλούμεθ', ὦ τέκν', ἐκδοθησόμεσθα δή.

κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,

πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·

 445ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,

καὶ τὴν γεραιὰν μητέρ' Ἀλκμήνην πατρός.

ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,

τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.

χρῆν χρῆν ἄρ' ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας

 450πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

ἀλλ' οἶσθ' ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ

πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας.

ἔμ' ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ', ἄναξ,

καὶ μήτε κινδύνευε σωθήτω τέ μοι

 455τέκν'· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.

μάλιστα δ' Εὐρυσθεύς με βούλοιτ' ἂν λαβὼν

τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·

σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ' εὐκτὸν σοφῶι

ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·

 460πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

Χο. ὦ πρέσβυ, μή νυν τήνδ' ἐπαιτιῶ πόλιν·

τάχ' ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ' ὅμως κακὸν

γένοιτ' ὄνειδος ὡς ξένους προυδώκαμεν.

Δη. γενναῖα μὲν τάδ' εἶπας ἀλλ' ἀμήχανα.

 465οὐ σοῦ χατίζων δεῦρ' ἄναξ στρατηλατεῖ·

τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον

θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.

δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,

νεανίαι τε καὶ πατρὸς μεμνημένοι

 470λύμης· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.

ἀλλ' εἴ τιν' ἄλλην οἶσθα καιριωτέραν

βουλὴν ἑτοίμαζ', ὡς ἔγωγ' ἀμήχανος

χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

ΠΑΡΘΕΝΟΣ

ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς

 475προσθῆτε· πρῶτον γὰρ τόδ' ἐξαιτήσομαι·

γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν

κάλλιστον εἴσω θ' ἥσυχον μένειν δόμων.

τῶν σῶν δ' ἀκούσας, Ἰόλεως, στεναγμάτων

ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους,

 480ἀλλ', εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι

μάλιστ' ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,

θέλω πυθέσθαι μὴ 'πὶ τοῖς πάλαι κακοῖς

προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

Ιο. ὦ παῖ, μάλιστα σ' οὐ νεωστὶ δὴ τέκνων

 485τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.

ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος

πάλιν μεθέστηκ' αὖθις ἐς τἀμήχανον·

χρησμῶν γὰρ ὠιδούς φησι σημαίνειν ὅδε

οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον

 490σφάξαι κόρηι Δήμητρος ἥτις εὐγενής,

εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ' εἶναι πόλιν.

ταῦτ' οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα

σφάξειν ὅδ' αὑτοῦ φησιν οὔτ' ἄλλου τινός.

κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,

 495εἰ μή τι τούτων ἐξαμηχανήσομεν,

ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,

αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.

Πα. ἐν τῶιδε κἀχόμεσθα σωθῆναι λόγωι;

Ιο. ἐν τῶιδε, τἄλλα γ' εὐτυχῶς πεπραγότες.

 500Πα. μή νυν τρέσηις ἔτ' ἐχθρὸν Ἀργείων δόρυ·

ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,

θνήισκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῆι.

τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ

κίνδυνον ἡμῶν οὕνεκ' αἴρεσθαι μέγαν,

 505αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,

παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;

οὐ δῆτ', ἐπεί τοι καὶ γέλωτος ἄξια,

στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,

πατρὸς δ' ἐκείνου φύντας οὗ πεφύκαμεν

 510κακοὺς ὁρᾶσθαι· ποῦ τάδ' ἐν χρηστοῖς πρέπει;

κάλλιον, οἶμαι, τῆσδ' ‑ ὃ μὴ τύχοι ποτέ ‑

πόλεως ἁλούσης χεῖρας εἰς ἐχθρῶν πεσεῖν

κἄπειτ' ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς

παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.

 515ἀλλ' ἐκπεσοῦσα τῆσδ' ἀλητεύσω χθονός;

κοὐκ αἰσχυνοῦμαι δῆτ', ἐὰν δή τις λέγηι

Τί δεῦρ' ἀφίκεσθ' ἱκεσίοισι σὺν κλάδοις

αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·

κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

 520ἀλλ' οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,

αὐτὴ δὲ σωθεῖσ', ἐλπίδ' εὖ πράξειν ἔχω·

πολλοὶ γὰρ ἤδη τῆιδε προύδοσαν φίλους.

τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ' ἔχειν

ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;

 525οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν

ἀναξίαν; ἄλληι δὲ κἂν πρέποι τινὶ

μᾶλλον τάδ', ἥτις μὴ 'πίσημος ὡς ἐγώ.

ἡγεῖσθ' ὅπου δεῖ σῶμα κατθανεῖν τόδε

καὶ στεμματοῦτε καὶ κατάρχεσθ' εἰ δοκεῖ·

 530νικᾶτε δ' ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα

ἑκοῦσα κοὐκ ἄκουσα, κἀξαγγέλλομαι

θνήισκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.

εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ' ἐγὼ

κάλλιστον ηὕρηκ', εὐκλεῶς λιπεῖν βίον.

 535Χο. φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον

κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;

τούτων τίς ἂν λέξειε γενναίους λόγους

μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

Ιο. ὦ τέκνον, οὐκ ἔστ' ἄλλοθεν τὸ σὸν κάρα

 540ἀλλ' ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς

πέφυκας Ἡράκλειον· οὐδ' αἰσχύνομαι

τοῖς σοῖς λόγοισι, τῆι τύχηι δ' ἀλγύνομαι.

ἀλλ' ἧι γένοιτ' ἂν ἐνδικωτέρως φράσω·

πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,

 545κἆιθ' ἡ λαχοῦσα θνηισκέτω γένους ὕπερ·

σὲ δ' οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

Πα. οὐκ ἂν θάνοιμι τῆι τύχηι λαχοῦσ' ἐγώ·

χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξηις, γέρον.

ἀλλ', εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι

 550χρῆσθαι προθύμωι, τὴν ἐμὴν ψυχὴν ἐγὼ

δίδωμ' ἑκοῦσα τοῖσδ', ἀναγκασθεῖσα δ' οὔ.

Ιο. φεῦ·

ὅδ' αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος,

κἀκεῖνος ἦν ἄριστος· ἀλλ' ὑπερφέρεις

 555τόλμηι τε τόλμαν καὶ λόγωι χρηστῶι λόγον.

οὐ μὴν κελεύω γ' οὐδ' ἀπεννέπω, τέκνον,

θνήισκειν σ'· ἀδελφοὺς ‹δ'› ὠφελεῖς θανοῦσα σούς.

Πα. σοφῶς κελεύεις· μὴ τρέσηις μιάσματος

τοὐμοῦ μετασχεῖν, ἀλλ' ἐλευθέρως θάνω,

ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ' ἐγώ,

εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

 560ἔπου δέ, πρέσβυ· σῆι γὰρ ἐνθανεῖν χερὶ

θέλω, πέπλοις δὲ σῶμ' ἐμὸν κρύψον παρών.

Ιο. οὐκ ἂν δυναίμην σῶι παρεστάναι μόρωι.

 565Πα. σὺ δ' ἀλλὰ τοῦδε χρῆιζε, μή μ' ἐν ἀρσένων

ἀλλ' ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

Δη. ἔσται τάδ', ὦ τάλαινα παρθένων, ἐπεὶ

κἀμοὶ τόδ' αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,

πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας

 570καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε

πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.

ἀλλ', εἴ τι βούληι, τούσδε τὸν γέροντά τε

χώρει προσειποῦσ' ὑστάτοις προσφθέγμασιν.

Πα. ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

 575τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,

ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.

πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·

σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα·

ὁρᾶις δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου

 580διδοῦσαν, ἀντὶ τῶνδε κατθανουμένην.

ὑμεῖς τ', ἀδελφῶν ἡ παροῦσ' ὁμιλία,

εὐδαιμονοῖτε καὶ γένοιθ' ὑμῖν ὅσων

ἡμὴ πάροιθε καρδία σφαλήσεται.

καὶ τὸν γέροντα τήν τ' ἔσω γραῖαν δόμων

 585τιμᾶτε πατρὸς μητέρ' Ἀλκμήνην ἐμοῦ

ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων

καὶ νόστος ὑμῖν εὑρεθῆι ποτ' ἐκ θεῶν,

μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών·

κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς

 590ὑμῖν παρέστην ἀλλὰ προύθανον γένους.

τάδ' ἀντὶ παίδων ἐστί μοι κειμήλια

καὶ παρθενείας, εἴ τι δὴ κατὰ χθονός.

εἴη γε μέντοι μηδέν· εἰ γὰρ ἕξομεν

κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,

 595οὐκ οἶδ' ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν

κακῶν μέγιστον φάρμακον νομίζεται.

Ιο. ἀλλ', ὦ μέγιστον ἐκπρέπουσ' εὐψυχίαι,

πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη

καὶ ζῶσ' ὑφ' ἡμῶν καὶ θανοῦσ' ἔσηι πολύ.

 600καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν

ἧι σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη

λύπηι· λάβεσθε κἀς ἕδραν μ' ἐρείσατε

αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.

 605ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις

χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·

μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

Χο. οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,

ἄνδρα γενέσθαι·

 610οὐδὲ τὸν αὐτὸν ἀεὶ 'μβεβάναι δόμον

εὐτυχίαι· παρὰ δ' ἄλλαν ἄλλα

μοῖρα διώκει.

τὸν μὲν ἀφ' ὑψηλῶν βραχὺν ὤικισε,

τὸν δ' ἀλήταν†εὐδαίμονα τεύχει.

 615μόρσιμα δ' οὔτι φυγεῖν θέμις, οὐ σοφί-

αι τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-

θυμος ἀεὶ πόνον ἕξει.

ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν φέρε μηδ'

ὑπεράλγει

 620φροντίδα λύπαι·

εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος

ἁ μελέα πρό τ' ἀδελφῶν καὶ γᾶς,

οὐδ' ἀκλεής νιν

δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·

 625ἁ δ' ἀρετὰ βαίνει διὰ μόχθων.

ἄξια μὲν πατρός, ἄξια δ' εὐγενί-

ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-

τους ἀγαθῶν, μετέχω σοι.

 630ΘΕΡΑΠΩΝ

 630ὦ τέκνα, χαίρετ'· Ἰόλεως δὲ ποῦ γέρων

μήτηρ τε πατρὸς τῆσδ' ἕδρας ἀποστατεῖ;

Ιο. πάρεσμεν, οἵα δή γ' ἐμοῦ παρουσία.

Θε. τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ' ἔχεις;

Ιο. φροντίς τις ἦλθ' οἰκεῖος, ἧι συνειχόμην.

 635Θε. ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

Ιο. γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

Θε. ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

Ιο. τίς δ' εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;

Θε. Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

 640Ιο. ὦ φίλταθ', ἥκεις ἆρα σωτὴρ νῶιν βλάβης;

Θε. μάλιστα· καὶ πρός γ' εὐτυχεῖς τὰ νῦν τάδε.

Ιο. ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,

ἔξελθ', ἄκουσον τοῦδε φιλτάτους λόγους.

πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων

 645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

ΑΛΚΜΗΝΗ

τί χρῆμ' ἀυτῆς πᾶν τόδ' ἐπλήσθη στέγος,

Ἰόλαε; μῶν τίς σ' αὖ βιάζεται παρὼν

κῆρυξ ἀπ' Ἄργους; ἀσθενὴς μὲν ἥ γ' ἐμὴ

ῥώμη, τοσόνδε δ' εἰδέναι σε χρή, ξένε·

 650οὐκ ἔστ' ἄγειν σε τούσδ' ἐμοῦ ζώσης ποτέ.

ἦ τἄρ' ἐκείνου μὴ νομιζοίμην ἐγὼ

μήτηρ ἔτ'· εἰ δὲ τῶνδε προσθίξηι χερί,

δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῆι.

Ιο. θάρσει, γεραιά, μὴ τρέσηις· οὐκ Ἀργόθεν

 655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

Αλ. τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

Ιο. σὺ πρόσθε ναοῦ τοῦδ' ὅπως βαίης πέλας.

Αλ. οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ' ὅδε;

Ιο. ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

 660Αλ. ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.

ἀτὰρ τί χώραι τῆιδε προσβαλὼν πόδα

ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ

σὺν σοὶ φανέντα δεῦρ' ἐμὴν τέρψαι φρένα;

Θε. στρατὸν καθίζει τάσσεταί θ' ὃν ἦλθ' ἔχων.

 665Αλ. τοῦδ' οὐκέθ' ἡμῖν τοῦ λόγου μέτεστι δή.

Ιο. μέτεστιν· ἡμῶν δ' ἔργον ἱστορεῖν τάδε.

Θε. τί δῆτα βούληι τῶν πεπραγμένων μαθεῖν;

Ιο. πόσον τι πλῆθος συμμάχων πάρεστ' ἔχων;

Θε. πολλούς· ἀριθμὸν δ' ἄλλον οὐκ ἔχω φράσαι.

 670Ιο. ἴσασιν, οἶμαι, ταῦτ' Ἀθηναίων πρόμοι.

Θε. ἴσασι, καὶ δὴ λαιὸν ἕστηκεν κέρας.

Ιο. ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

Θε. καὶ δὴ παρῆκται σφάγια τάξεων ἕκας.

Ιο. πόσον τι δ' ἔστ' ἄπωθεν Ἀργεῖον δόρυ;

 675Θε. ὥστ' ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

Ιο. τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;

Θε. ἠικάζομεν ταῦτ'· οὐ γὰρ ἐξηκούομεν.

ἀλλ' εἶμ'· ἐρήμους δεσπότας τοὐμὸν μέρος

οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

 680Ιο. κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,

φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

Θε. ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

Ιο. καὶ μὴ μετασχεῖν γ' ἀλκίμου μάχης φίλοις.

Θε. οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ' ἦν ῥώμη σέθεν.

Ιο. ἀλλ' οὖν μαχοῦμαί γ' ἀριθμὸν οὐκ ἐλάσσοσιν.

 690Θε. σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

Ιο. οὐδεὶς ἔμ' ἐχθρῶν προσβλέπων ἀνέξεται.

Θε. οὐκ ἔστ' ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

 685Ιο. τί δ'; οὐ θένοιμι κἂν ἐγὼ δι' ἀσπίδος;

Θε. θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

Ιο. μή τοί μ' ἔρυκε δρᾶν παρεσκευασμένον.

Θε. δρᾶν μὲν σύ γ' οὐχ οἷός τε, βούλεσθαι δ' ἴσως.

Ιο. ὡς μὴ μενοῦντι τἄλλα σοι λέγειν πάρα.

Θε. πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῆι;

 695Ιο. ἔστ' ἐν δόμοισιν ἔνδον αἰχμάλωθ' ὅπλα

τοῖσδ', οἷσι χρησόμεσθα· κἀποδώσομεν

ζῶντες, θανόντας δ' οὐκ ἀπαιτήσει θεός.

ἀλλ' εἴσιθ' εἴσω κἀπὸ πασσάλων ἑλὼν

ἔνεγχ' ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

 700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,

τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίαι μένειν.

Χο. λῆμα μὲν οὔπω στόρνυσι χρόνος

τὸ σόν, ἀλλ' ἡβᾶι, σῶμα δὲ φροῦδον.

τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,

 705σμικρὰ δ' ὀνήσει πόλιν ἡμετέραν;

χρὴ γνωσιμαχεῖν σὴν ἡλικίαν,

τὰ δ' ἀμήχαν' ἐᾶν· οὐκ ἔστιν ὅπως

ἥβην κτήσηι πάλιν αὖθις.

Αλ. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν

 710λιπεῖν μ' ἔρημον σὺν ‹τέκνου› τέκνοις ἐμοῖς;

Ιο. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.

Αλ. τί δ'; ἢν θάνηις σύ, πῶς ἐγὼ σωθήσομαι;

Ιο. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.

Αλ. ἢν δ' οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχηι;

 715Ιο. οἵδ' οὐ προδώσουσίν σε, μὴ τρέσηις, ξένοι.

Αλ. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ' ἔχω.

Ιο. καὶ Ζηνὶ τῶν σῶν, οἶδ' ἐγώ, μέλει πόνων.

Αλ. φεῦ·

Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·

εἰ δ' ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

 720Θε. ὅπλων μὲν ἤδη τήνδ' ὁρᾶις παντευχίαν,

φθάνοις δ' ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·

ὡς ἐγγὺς ἁγὼν καὶ μάλιστ' Ἄρης στυγεῖ

μέλλοντας· εἰ δὲ τευχέων φοβῆι βάρος,

νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν

 725κόσμωι πυκάζου τῶιδ'· ἐγὼ δ' οἴσω τέως.

Ιο. καλῶς ἔλεξας· ἀλλ' ἐμοὶ πρόχειρ' ἔχων

τεύχη κόμιζε, χειρὶ δ' ἔνθες ὀξύην,

λαιόν τ' ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

Θε. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

 730Ιο. ὄρνιθος οὕνεκ' ἀσφαλῶς πορευτέον.

Θε. εἴθ' ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

Ιο. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

Θε. σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν.

Ιο. οὔκουν ὁρᾶις μου κῶλον ὡς ἐπείγεται;

 735Θε. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

Ιο. οὐ ταῦτα λέξεις ἡνίκ' ἂν λεύσσηις μ' ἐκεῖ ...

Θε. τί δρῶντα; βουλοίμην δ' ἂν εὐτυχοῦντά γε.

Ιο. δι' ἀσπίδος θείνοντα πολεμίων τινά.

Θε. εἰ δή ποθ' ἥξομέν γε· τοῦτο γὰρ φόβος.

 740Ιο. φεῦ·

εἴθ', ὦ βραχίων, οἷον ἡβήσαντά σε

μεμνήμεθ' ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ

Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι

τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως

θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.

 745ἔστιν δ' ἐν ὄλβωι καὶ τόδ' οὐκ ὀρθῶς ἔχον,

εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ

τὸν εὐτυχοῦντα πάντ' ἐπίστασθαι καλῶς.

Χο. Γᾶ καὶ παννύχιος σελά-

να καὶ λαμπρόταται θεοῦ

 750φαεσιμβρότου αὐγαί,

ἀγγελίαν μοι ἐνέγκαι,

ἰαχήσατε δ' οὐρανῶι

καὶ παρὰ θρόνον ἀρχέταν

γλαυκᾶς τ' ἐν Ἀθάνας·

 755μέλλω τᾶς πατριώτιδος

γᾶς, μέλλω καὶ ὑπὲρ δόμων

ἱκέτας ὑποδεχθεὶς

κίνδυνον πολιῶι τεμεῖν σιδάρωι.

δεινὸν μὲν πόλιν ὡς Μυκή-

 760νας εὐδαίμονα καὶ δορὸς

πολυαίνετον ἀλκᾶι

μῆνιν ἐμᾶι χθονὶ κεύθειν·

κακὸν δ', ὦ πόλις, εἰ ξένους

ἱκτῆρας παραδώσομεν

 765κελεύσμασιν Ἄργους.

Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-

μαι, Ζεύς μοι χάριν ἐνδίκως

ἔχει· οὔποτε θνατῶν

ἥσσους ‹δαίμονες› ἔκ γ' ἐμοῦ φανοῦνται.

 770ἀλλ', ὦ πότνια, σὸν γὰρ οὖ-

δας γᾶς καὶ πόλις, ἆς σὺ μά-

τηρ δέσποινά τε καὶ φύλαξ,

πόρευσον ἄλλαι τὸν οὐ δικαίως

τᾶιδ' ἐπάγοντα δορυσσοῦν

 775στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾶι γ' ἀρετᾶι

δίκαιός εἰμ' ἐκπεσεῖν μελάθρων.

ἐπεί σοι πολύθυτος ἀεὶ

τιμὰ κραίνεται οὐδὲ λά-

θει μηνῶν φθινὰς ἁμέρα

 780νέων τ' ἀοιδαὶ χορῶν τε μολπαί.

ἀνεμόεντι δ' ἐπ' ὄχθωι

ὀλολύγματα παννυχίοις ὑπὸ παρ-

θένων ἰαχεῖ ποδῶν κρότοισιν.

ΑΓΓΕΛΟΣ

δέσποινα, μύθους σοί τε συντομωτάτους

 785κλύειν ἐμοί τε τῶιδε καλλίστους φέρω·

νικῶμεν ἐχθροὺς καὶ τροπαῖ' ἱδρύεται

παντευχίαν ἔχοντα πολεμίων σέθεν.

Αλ. ὦ φίλταθ', ἥδε σ' ἡμέρα διήλασεν·

ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.

 790μιᾶς δ' ἔμ' οὔπω συμφορᾶς ἐλευθεροῖς·

φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

Αγ. ζῶσιν, μέγιστόν γ' εὐκλεεῖς κατὰ στρατόν.

Αλ. ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;

Αγ. μάλιστα, πράξας γ' ἐκ θεῶν κάλλιστα δή.

 795Αλ. τί δ' ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;

Αγ. νέος μεθέστηκ' ἐκ γέροντος αὖθις αὖ.

Αλ. θαυμάστ' ἔλεξας· ἀλλά σ' εὐτυχῆ φίλων

μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

Αγ. εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.

 800ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν

κατὰ στόμ' ἐκτείνοντες ἀντετάξαμεν,

ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα

ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.

κἄπειτ' ἔλεξεν· Ὦ στρατήγ' ὃς Ἀργόθεν

 805ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν

‹                                    ›

‹                                    ›

καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσηι κακὸν

ἀνδρὸς στερήσας· ἀλλ' ἐμοὶ μόνος μόνωι

μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν

τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ

 810τιμὰς πατρώιους καὶ δόμους ἔχειν ἄφες.

στρατὸς δ' ἐπήινεσ' ἔς τ' ἀπαλλαγὰς πόνων

καλῶς λελέχθαι μῦθον ἔς τ' εὐψυχίαν.

ὁ δ' οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων

οὔτ' αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν

 815ἐλθεῖν ἐτόλμησ' ἐγγὺς ἀλκίμου δορός,

ἀλλ' ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς

τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;

Ὕλλος μὲν οὖν ἀπώιχετ' ἐς τάξιν πάλιν·

μάντεις δ', ἐπειδὴ μονομάχου δι' ἀσπίδος

 820διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,

ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ' ἀφίεσαν

λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.

οἱ δ' ἅρματ' εἰσέβαινον, οἱ δ' ὑπ' ἀσπίδων

πλευροῖς ἔχριμπτον πλεύρ'· Ἀθηναίων δ' ἄναξ

 825στρατῶι παρήγγειλ' οἷα χρὴ τὸν εὐγενῆ·

Ὦ ξυμπολῖται, τῆι τε βοσκούσηι χθονὶ

καὶ τῆι τεκούσηι νῦν τιν' ἀρκέσαι χρεών.

ὁ δ' αὖ τό τ' Ἄργος μὴ καταισχῦναι θέλειν

καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

 830ἐπεὶ δ' ἐσήμην' ὄρθιον Τυρσηνικῆι

σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,

πόσον τιν' αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,

πόσον τινὰ στεναγμὸν οἰμωγήν θ' ὁμοῦ;

τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς

 835ἐρρήξαθ' ἡμᾶς, εἶτ' ἐχώρησαν πάλιν.

τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,

ἀνὴρ δ' ἐπ' ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·

πολλοὶ δ' ἔπιπτον. ἦν δὲ τοῦ κελεύσματος†

Ὦ τὰς Ἀθήνας ‑ Ὦ τὸν Ἀργείων γύην

 840σπείροντες ‑ οὐκ ἀρήξετ' αἰσχύνην πόλει;

μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων

ἐτρεψάμεσθ' Ἀργεῖον ἐς φυγὴν δόρυ.

κἀνταῦθ' ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον

ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν

 845Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.

λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως

πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ' ἤδη κλύων

λέγοιμ' ἂν ἄλλων, δεῦρό γ' αὐτὸς εἰσιδών.

Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον

 850δίας Ἀθάνας, ἅρμ' ἰδὼν Εὐρυσθέως,

ἠράσαθ' Ἥβηι Ζηνί θ' ἡμέραν μίαν

νέος γενέσθαι κἀποτείσασθαι δίκην

ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι·

δισσὼ γὰρ ἀστέρ' ἱππικοῖς ἐπὶ ζυγοῖς

 855σταθέντ' ἔκρυψαν ἅρμα λυγαίωι νέφει·

σὸν δὴ λέγουσι παῖδά γ' οἱ σοφώτεροι

Ἥβην θ'· ὁ δ' ὄρφνης ἐκ δυσαιθρίου νέων

βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.

αἱρεῖ δ' ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως

 860τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,

δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον

κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων

τὸν ὄλβιον πάροιθε. τῆι δὲ νῦν τύχηι

βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,

 865τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν

θανόντ' ἴδηι τις· ὡς ἐφήμεροι τύχαι.

Χο. ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου

ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

Αλ. ὦ Ζεῦ, χρόνωι μὲν τἄμ' ἐπεσκέψω κακά,

 870χάριν δ' ὅμως σοι τῶν πεπραγμένων ἔχω·

καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ' ἐγὼ

θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,

ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου

 875Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς

ὄψεσθε, κλήρους δ' ἐμβατεύσετε χθονὸς

καὶ θεοῖς πατρώιοις θύσεθ', ὧν ἀπειργμένοι

ξένοι πλανήτην εἴχετ' ἄθλιον βίον.

ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε

 880Εὐρυσθέως ἐφείσαθ' ὥστε μὴ κτανεῖν;

λέξον· παρ' ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,

ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

Αγ. τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις

κρατοῦντα†καὶ σῆι δεσποτούμενον χερί.

 885οὐ μὴν ἑκόντα γ' αὐτὸν ἀλλὰ πρὸς βίαν

ἔζευξ' ἀνάγκηι· καὶ γὰρ οὐκ ἐβούλετο

ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

ἀλλ', ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι

ὃ πρῶτον εἶπας ἡνίκ' ἠρχόμην λόγου,

 890ἐλευθερώσειν μ'· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ

ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

Χο. ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-

τοῦ χάρις ἐνὶ δαΐ·

ἡδεῖα δ' εὔχαρις Ἀφροδί-

 895τα· τερπνὸν δέ τι καὶ φίλων

ἆρ' εὐτυχίαν ἰδέσθαι

τῶν πάρος οὐ δοκούντων.

πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ-

 900τειρ' Αἰών τε Χρόνου παῖς.

ἔχεις ὁδόν τιν', ὦ πόλις, δίκαιον· οὐ

χρή ποτε τοῦδ' ἀφέσθαι,

τιμᾶν θεούς· ὁ ‹δὲ› μή σε φά-

σκων ἐγγὺς μανιᾶν ἐλαύ-

 905νει, δεικνυμένων ἐλέγχων

τῶνδ'· ἐπίσημα γάρ τοι

θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι-

ρῶν φρονήματος αἰεί.

 910ἔστιν ἐν οὐρανῶι βεβα-

κὼς ὁ σὸς γόνος, ὦ γεραι-

ά· φεύγω λόγον ὡς τὸν Ἅι-

δα δόμον κατέβα, πυρὸς

δεινᾶι φλογὶ σῶμα δαισθείς·

 915Ἥβας τ' ἐρατὸν χροΐ-

ζει λέχος χρυσέαν κατ' αὐλάν.

ὦ Ὑμέναιε, δισ-

σοὺς παῖδας Διὸς ἠξίωσας.

συμφέρεται τὰ πολλὰ πολ-

 920λοῖς· καὶ γὰρ πατρὶ τῶνδ' Ἀθά-

ναν λέγουσ' ἐπίκουρον εἶ-

ναι, καὶ τούσδε θεᾶς πόλις

καὶ λαὸς ἔσωσε κείνας·

ἔσχεν δ' ὕβριν ἀνδρὸς ὧι

 925θυμὸς ἦν πρὸ δίκας βίαιος.

μήποτ' ἐμοὶ φρόνη-

μα ψυχά τ' ἀκόρεστος εἴη.

Θε. δέσποιν', ὁρᾶις μὲν ἀλλ' ὅμως εἰρήσεται·

Εὐρυσθέα σοι τόνδ' ἄγοντες ἥκομεν,

 930ἄελπτον ὄψιν τῶιδέ τ' οὐχ ἧσσον τύχην·

οὐ γάρ ποτ' ηὔχει χεῖρας ἵξεσθαι σέθεν,

ὅτ' ἐκ Μυκηνῶν πολυπόνωι σὺν ἀσπίδι

ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν

πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν

 935δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.

Ὕλλος μὲν οὖν ὅ τ' ἐσθλὸς Ἰόλεως βρέτας

Διὸς τροπαίου καλλίνικον ἵστασαν·

ἐμοὶ δὲ πρὸς σὲ τόνδ' ἐπιστέλλουσ' ἄγειν,

τέρψαι θέλοντες σὴν φρέν'· ἐκ γὰρ εὐτυχοῦς

 940ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ' ὁρᾶν.

Αλ. ὦ μῖσος, ἥκεις; εἶλέ σ' ἡ Δίκη χρόνωι;

πρῶτον μὲν οὖν μοι δεῦρ' ἐπίστρεψον κάρα

καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον

ἐχθρούς· κρατῆι γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.

 945ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,

ὃς πολλὰ μὲν τὸν ὄνθ' ὅπου 'στὶ νῦν ἐμὸν

παῖδ' ἀξιώσας, ὦ πανοῦργ', ἐφυβρίσαι

 950ὕδρας λέοντάς τ' ἐξαπολλύναι λέγων

ἔπεμπες; ἄλλα δ' οἷ' ἐμηχανῶ κακὰ

σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.

τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;

ὃς καὶ παρ' Ἅιδην ζῶντά νιν κατήγαγες.

κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,

ἀλλ' ἐξ ἁπάσης κἀμὲ καὶ τέκν' Ἑλλάδος

 955ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,

τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.

ἀλλ' ηὗρες ἄνδρας καὶ πόλισμ' ἐλεύθερον,

οἵ σ' οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,

καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ

 960θνήισκειν σε πολλὰ πήματ' ἐξειργασμένον.

Θε. οὐκ ἔστ' ἀνυστὸν τόνδε σοι κατακτανεῖν.

Αλ. ἄλλως ἄρ' αὐτὸν αἰχμάλωτον εἵλομεν.

εἴργει δὲ δὴ τίς τόνδε μὴ θνήισκειν νόμος;

Θε. τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.

 965Αλ. τί δὴ τόδ'; ἐχθροὺς τοισίδ' οὐ καλὸν κτανεῖν;

Θε. οὐχ ὅντιν' ἄν γε ζῶνθ' ἕλωσιν ἐν μάχηι.

Αλ. καὶ ταῦτα δόξανθ' Ὕλλος ἐξηνέσχετο;

Θε. χρῆν αὐτόν, οἶμαι, τῆιδ' ἀπιστῆσαι χθονί.

Αλ. χρῆν τόνδε μὴ ζῆν μηδ' ὁρᾶν φάος ἔτι.

 970Θε. τότ' ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.

Αλ. οὔκουν ἔτ' ἐστὶν ἐν καλῶι δοῦναι δίκην;

Θε. οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.

Αλ. ἔγωγε· καίτοι φημὶ κἄμ' εἶναί τινα.

Θε. πολλὴν ἄρ' ἕξεις μέμψιν, εἰ δράσεις τόδε.

 975Αλ. φιλῶ πόλιν τήνδ'· οὐδὲν ἀντιλεκτέον.

τοῦτον δ', ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,

οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.

πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέληι

καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ

 980λέξει· τὸ δ' ἔργον τοῦτ' ἐμοὶ πεπράξεται.

Χο. δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σ' ἔχει

νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.

ΕΥΡΥΣΘΕΥΣ

γύναι, σάφ' ἴσθι μή με θωπεύσοντά σε

μηδ' ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι

 985λέξονθ' ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.

ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ' ἠράμην·

ἤιδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,

τῶι σῶι δὲ παιδὶ συγγενὴς Ἡρακλέει.

ἀλλ' εἴτ' ἔχρηιζον εἴτε μή ‑ θεὸς γὰρ ἦν ‑

 990Ἥρα με κάμνειν τήνδ' ἔθηκε τὴν νόσον.

ἐπεὶ δ' ἐκείνωι δυσμένειαν ἠράμην

κἄγνων ἀγῶνα τόνδ' ἀγωνιούμενος,

πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην

καὶ πόλλ' ἔτικτον νυκτὶ συνθακῶν ἀεί,

 995ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς

ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβωι,

εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ' ἐτητύμως

ἄνδρ' ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν

ἀκούσεταί γ' ἐσθλὰ†χρηστὸς ὢν ἀνήρ.

1000κείνου δ' ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ' ἄρα,

μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα

ἔχθραν πατρώιαν, πάντα κινῆσαι πέτρον

κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;

τοιαῦτα δρῶντι τἄμ' ἐγίγνετ' ἀσφαλῆ.

1005οὔκουν σύ γ' ἀναλαβοῦσα τὰς ἐμὰς τύχας

ἐχθροῦ λέοντος δυσμενῆ βλαστήματα

ἤλαυνες ἂν κακοῖσιν ἀλλὰ σωφρόνως

εἴασας οἰκεῖν Ἄργος· οὔτιν' ἂν πίθοις.

νῦν οὖν ἐπειδή μ' οὐ διώλεσαν τότε

1010πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις

οὐχ ἁγνός εἰμι τῶι κτανόντι κατθανών·

πόλις τ' ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν

μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.

προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ

1015τὸν προστρόπαιον τόν τε γενναῖον†καλεῖν.

οὕτω γε μέντοι τἄμ' ἔχει· θανεῖν μὲν οὐ

χρήιζω, λιπὼν δ' ἂν οὐδὲν ἀχθοίμην βίον.

Χο. παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,

τὸν ἄνδρ' ἀφεῖναι τόνδ', ἐπεὶ δοκεῖ πόλει.

1020Αλ. τί δ' ἢν θάνηι τε καὶ πόλει πιθώμεθα;

Χο. τὰ λῶιστ' ἂν εἴη· πῶς τάδ' οὖν γενήσεται;

Αλ. ἐγὼ διδάξω ῥαιδίως· κτανοῦσα γὰρ

τόνδ' εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων

δώσω· τὸ γὰρ σῶμ' οὐκ ἀπιστήσω χθονί,

1025οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

Ευ. κτεῖν', οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,

ἐπεί μ' ἀφῆκε καὶ κατηιδέσθη κτανεῖν,

χρησμῶι παλαιῶι Λοξίου δωρήσομαι,

ὃς ὠφελήσει μείζον' ἢ δοκεῖ χρόνωι.

1030θανόντα γάρ με θάψεθ' οὗ τὸ μόρσιμον,

δίας πάροιθε παρθένου Παλληνίδος·

καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος

μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,

τοῖς τῶνδε δ' ἐκγόνοισι πολεμιώτατος,

1035ὅταν μόλωσι δεῦρο σὺν πολλῆι χερὶ

χάριν προδόντες τήνδε· τοιούτων ξένων

προύστητε. πῶς οὖν ταῦτ' ἐγὼ πεπυσμένος

δεῦρ' ἦλθον ἀλλ' οὐ χρησμὸν ἡζόμην θεοῦ;

Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ

1040κοὐκ ἂν προδοῦναί μ'. ἀλλὰ μήτε μοι χοὰς

μήθ' αἷμ' ἐάσητ' εἰς ἐμὸν στάξαι τάφον.

κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ' ἐγὼ

δώσω· διπλοῦν δὲ κέρδος ἕξετ' ἐξ ἐμοῦ·

ὑμᾶς τ' ὀνήσω τούσδε τε βλάψω θανών.

1045Αλ. τί δῆτα μέλλετ', εἰ πόλει σωτηρίαν

κατεργάσασθαι τοῖσί τ' ἐξ ὑμῶν χρεών,

κτείνειν τὸν ἄνδρα τόνδ', ἀκούοντες τάδε;

δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·

ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών,

1050κομίζετ' αὐτόν, δμῶες, εἶτα χρὴ κυσὶν

δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσηις ὅπως

αὖθις πατρώιας ζῶν ἔμ' ἐκβαλεῖς χθονός.

‹                                  ›

‹                                  ›

‹                                  ›

Χο. ταῦτα δοκεῖ μοι. στείχετ', ὀπαδοί.

τὰ γὰρ ἐξ ἡμῶν

1055καθαρῶς ἔσται βασιλεῦσιν.