3446 319 0 20 0 0 IV d. C. Epica Quintus XI Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 2

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ ΙΑ΄

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

- Τρῳαὶ δὲ στενάχοντο κατὰ πτόλιν οὐδ' ἐδύναντο

ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ' ἔκειτο

ἄστεος αἰπεινοῖο· νέοι δ' ἔκτοσθε πόληος

νωλεμέως πονέοντο, μάχη δ' οὐ λῆγε φόνοιο,

   5καί περ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ' Ἀχαιοὶ

Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἳ δὲ καὶ αὐτοὶ

τείχεος ἤιον ἐκτός· ἐπεί σφεας ἦγεν ἀνάγκη.

Ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ' Ἐνυὼ

στρωφῶντ', ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,

  10ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·

ἀμφ' αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι

ἀργαλέως μαίνοντο. Φόβος δ' ἑτέρωθε καὶ Ἄρης

λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος

φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρά ἑ φῶτες

  15οἳ μὲν καρτύνωνται ὁρώμενοι, οἳ δὲ φέβωνται.

Πάντῃ δ' αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλε' ἀνδρῶν

ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·

ἀμφὶ δ' ἄρά σφισι δοῦπος ἐρειδομένοισιν ὀρώρει,

μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.

  20- Ἔνθ' ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,

ὃς τράφη ἐν Λυκίῃ Ξάνθου ‹παρὰ› καλὰ ῥέεθρα,

ὅν ποτ' ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι

Λητὼ δῖ' ἀνέφηνεν ἀναρρήξασα χέρεσσι

τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ' ἑοῖο

  25δάμναθ' ὑπ' ὠδίνεσσι πολυτλήτοισιν ἀνίη

θεσπεσίου τοκετοῖο, ὅσην ὠδῖνες ἔγειρον.

Τῷ δ' ἐπὶ Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηϊοτῆτα

δουρὶ διὰ γναθμοῖο, πέρησε δ' ἀνὰ στόμα χαλκὸς

γλῶσσαν ἔτ' αὐδήεσσαν· ὃ δ' ἔγχεος ἄσχετον αἰχμὴν

  30ἄμπεχε βεβρυχώς, περὶ δ' ἔρρεεν αἷμα γένυσσι

φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ

ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε

δευόμενον θυμοῖο. Βάλεν δ' Εὐήνορα δῖον

τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ' ἤλασεν ἐς μέσον ἧπαρ

  35αἰχμήν· τῷ δ' ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.

Εἷλε δ' ἄρ' Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε

Μαινάλου ὄβριμον υἷα τὸν Ὠκυρόη τέκε Νύμφη

Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε

δέξατο νοστήσαντα· κακαὶ δέ ‹ἑ› Κῆρες ἄμερσαν

  40παιδὸς ἀνιηραί, μέγα δ' υἱέος ἔλλαβε πένθος.

- Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,

ὃς τράφη ἐν Κνωσσῷ, ὃ δ' ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·

ἄμφω δ' εἰς ἕνα χῶρον ἀπ' ὠκυπόδων πέσον ἵππων·

καί ῥ' ὃ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ

  45λαιμόν, ὃ δ' ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα

χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς

βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμπεχε πότμος.

Ἵπποι δ' ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε

φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·

  50καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο

μάρψαντες κεχάροντο φίλῃ περὶ ληΐδι θυμόν.

- Ἂν δὲ Φιλοκτήτης ὀλοῷ βάλε Πύρασον ἰῷ

φεύγοντ' ἐκ πολέμοιο· διέθρισε δ' ἀγκύλα νεῦρα

γούνατος ἐξόπιθεν, κατὰ δ' ἔκλασεν ἀνέρος ὁρμήν.

  55Καὶ τὸν μὲν Δαναῶν τις ὅτ' ἔδρακε γυιωθέντα,

ἐσσυμένως ‹ἀπ›άμερσε καρήατος ἄορι τύψας

ἀλγινόεντα τένοντα· ‹κ›όλον δ' ὑπεδέξατο γαῖα

σῶμα· κάρη δ' ἀπάτερθε κυλινδομένη πεφόρητο

ἱεμένου φωνῆς· ταχέως δ' ἅμ' ἀπέπτατο θυμός.

  60- Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,

οἳ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι,

ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι

αἰνὸν ὑπ' ἀγκίστροιο, βαλεῖν δέ τε εἰς ἅλα δῖαν

δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς

  65ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ' ἰχθύσι νωμήσασθαι·

ἀλλ' οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσαν ἔργα.

- Εὐρύπυλος δὲ μενεπτόλεμος βάλε φαίδιμον Ἕλλον

τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ

Κλειτὼ καλλιπάρηος· ὃ δ' ἐν κονίῃσι τανύσθη

  70πρηνής· τοῦ δ' ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρόν.

      (desunt plures versus)      

ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ

χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι

μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,

ἀλλ' αὕτως ἤσπαιρεν, ἅτε βλοσυροῖο δράκοντος

  75οὐρὴ ἀποτμηθεῖσ' ἀναπάλλεται οὐδέ οἱ ἀλκὴ

ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα δαΐξῃ·

ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν

ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτ' ὀπήδει.

- Αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον

  80ἄμφω Κητείους, τὸν μὲν δορί, τὸν δ' ἀλεγεινῷ

ἄορι δῃώσας. Σθένελος δ' ἕλε δῖον Ἄβαντα

αἰγανέην προϊείς· ἣ δ' ἀσφαράγοιο διὰ πρὸ

ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίον ἦλθε τένοντος·

λῦσε δ' ἄρ' ἀνέρος ἦτορ, ὑπέκλασε δ' ἅψεα πάντα.

  85Τυδείδης δ' ἕλε Λαόδοκον, Μέλιον δ' Ἀγαμέμνων,

Δηΐφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον. Αὐτὰρ Ἀγήνωρ

Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα

ὅς ῥ' ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδ' ἐρατεινὰ

θρέπτα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.

  90Ἂν δὲ Θόας ἐδάμασσε Λάμον καὶ ἀγήνορα Λύγκον,

Μηριόνης δὲ Λύκωνα, καὶ Ἀρχέλοχον Μενέλαος,

ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάεσκε

πέτρην θ' Ἡφαίστοιο περίφρονος ἥ τε βροτοῖσι

θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ

  95ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δ' ἄρ' αὐτῷ

φοίνικες θαλέουσι, φέρουσι δ' ἀπείρονα καρπόν,

ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που

ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.

- Τεῦκρος δ' Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην

 100ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·

καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν

ἰὸν ἀπὸ γναμπτοῖο κεράατος. Ὃς ‹δ'› ἀλεγεινὸς

ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δ' ὑπὸ νευρὴ

εἰσέτι που κανάχιζεν· ὃ δ' ἀντίον ἀσπαίρεσκε

 105βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ

καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζετ‹αι› ἀνδρῶν

καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.

- Εὐρύαλος δ' ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς

λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας.

 110Ὡς δ' ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς

οὖρος ἀνὴρ πεδίοιο μέγ' ἀσχαλόων ἐπ' ἀρούρῃ

δινήσας περὶ κρατὶ θοῶς καλὰ νεῦρα βόεια

λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ' ὑπὸ ῥοίζῳ

ἠέρι πεπταμένας δολιχὰς στίχας, αἳ δὲ φέβονται,

 115ἄλλη δ' εἰς ἑτέρην εἰλεύμεναι ἀίσσουσι

κλαγγηδόν, μάλα πάγχυ πάρος κατὰ κόσμον ἰοῦσαι·

ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν

ὀβρίμου Εὐρυάλοιο· τὸ δ' οὐχ ἅλιον φέρε δαίμων,

ἀλλ' ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος

 120θλάσσε περὶ πληγῇσι· μόρος δ' ἐκίχανεν ἀρητός.

- Ἄλλος δ' ἄλλον ἔπεφνε, περιστεναχίζετο δ' αἶα.

Ὡς δ' ὅτ' ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο

λάβρον ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα

δένδρεα μακρὰ πέσῃσιν ὑπ' ἐκ ῥιζῶν ἐριπόντα

 125ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·

ὣς οἵ γ' ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη

ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ' ἔβραχεν. Οἳ δὲ κυδοιμοῦ

ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.

- Καὶ τότ' ἄρ' Αἰνείαο μόλε σχεδὸν ἠὺς Ἀπόλλων

 130ἠδ' Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·

οἳ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς

ἄγχι μάλ' ἑσταότες κατὰ φύλοπιν, εὖθ' ὑπ' ἀπήνῃ

δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὐδ' ἀπέληγον

ὑσμίνης. Τοῖς δ' αἶψα θεὸς ποτὶ μῦθον ἔειπε,

 135μάντι ἐειδόμενος Πολυμήστορι τόν ποτε μήτηρ

γείνατ' ἐπὶ Ξάνθοιο ῥοῇς θεράπονθ' Ἑκάτοιο·

- "Εὐρύμαχ' Αἰνεία τε, θεῶν γένος, οὔ τι ἔοικεν

ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς

ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,

 140ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι

μακρὸν ἐπ' ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο."

- Ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄιστος ἐτύχθη·

οἳ δὲ νόῳ φράσσαντο θεοῦ μένος. Αἶψα δ' ἄρ' αὐτοῖς

θάρσος ἀπειρέσιον κατεχεύατο, μαίνετο δέ σφι

 145θυμὸς ἐνὶ στήθεσσι· καὶ ἔνθορον Ἀργείοισιν,

ἀργαλέοις σφήκεσσιν ἐοικότες οἵ τ' ἀλεγεινὸν

ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,

εὖτε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ

ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·

 150ὣς ἄρα Τρώιοι υἷες ἐυπτολέμοισιν Ἀχαιοῖς

ἔνθορον ἐσσυμένως. Κεχάροντο δὲ Κῆρες ἐρεμναὶ

μαρναμένων, ἐγέλασσε δ' Ἄρης, ἰάχησε δ' Ἐνυὼ

σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.

Οἳ δ' ἄρα δυσμενέων ἀπερείσια φῦλα δάιζον

 155χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ

αὕτως, ἠύτ' ἄμαλλα θέρευς δυσθαλπέος ὥρῃ,

ἥν ῥά τ' ἐπισπέρχωσι θοοὶ χέρας ἀμητῆρες

δασσάμενοι κατ' ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·

ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες

 160μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα

αἵματι πλημμύρεσκεν· Ἔρις δ' ἄρ' ἰαίνετο θυμῷ

ὀλλυμένων. Οἳ δ' οὔ τι κακοῦ παύοντο μόθοιο,

ἀλλ' ἅτε μῆλα λέοντες ἀπηνέες . . . . . . . . . . . . . . . . . . .

. . . . . . . . . . . . . . . . . . . . . . . . . οἳ δ' ἄρα φύζης

 165λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο

φεῦγον, ὅσοις ἀδάικτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.

Υἱὸς δ' Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει

δυσμενέων μετόπισθεν ὑπ' ἔγχεϊ νῶτα δαΐζων,

Εὐρύμαχος δ' ἑτέρωθεν· ἰαίνετο δ' ἄμβροτον ἦτορ

 170ὑψόθεν εἰσορόωντος Ἰηίου Ἀπόλλωνος.

Ὡς δ' ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον

ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ' ἀμητῆρσι δαμῆναι,

ἀντί' ἐπισσεύῃ κρατεροὺς κύνας, οἳ δ' ὁρόωντες

ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς

 175εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν

πανσυδίῃ, τοὺς δ' αἶψα κύνες κατὰ ποσσὶ κιχόντες

ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται

μακρὸν ἀνιύζοντες, ἄναξ δ' ἐπιτέρπετ' ἀρούρης·

ὣς ἄρ' ἰαίνετο Φοῖβος, ὅτ' ἔδρακεν ἐκ πολέμοιο

 180φεύγοντ' Ἀργείων πουλὺν στρατόν. Οὐ γὰρ ἔτ' αὐτοῖς

ἔργ' ἀνδρῶν μεμέληντο· πόδας δ' εὔχοντο θεοῖσιν

ὦκα φέρειν· μούνοις γὰρ ἔτ' ἐν ποσὶν ἔπλετο νόστου

ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων

Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.

 185- Ἔνθά τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,

ἢ Μοίρης ἰότητι λιλαιομένης μιν ὀλέσσαι,

φεύγοντ' ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε

γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται

ἀντία δυσμενέων. Τὸν δ' ὀβριμόθυμος Ἀγήνωρ

 190παρφθάμενος μυῶνα κατ' ἀλγινόεντα δάιξεν

ἀμφιτόμῳ βουπλῆγι· βίῃ δ' ὑπόειξε σιδήρου

ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα

ῥηιδίως ἤμησε· φλέβες δ' ὑπερέβλυσαν αἷμα.

Ἀμφεχύθη δ' ἵπποιο κατ' αὐχένος, αἶψα δ' ἄρ' αὐτὸς

 195κάππεσεν ἀμφὶ νέκυσ‹σι›· λίπε‹ν› δ' ἄρα χεῖρα κραταιὴν

στερρὸν ἔτ' ἐμπεφυυῖαν ἐυγνάμπτοιο χαλινοῦ,

οἷον ὅτε ζώοντος ἔην· μέγα δ' ἔπλετο θαῦμα,

οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ' αἱματόεσσα,

Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·

 200φαίης κεν χατέουσαν ἔθ' ἱππασίης πονέεσθαι·

σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.

- Αἰνείας δ' ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ

Αἰθαλίδην· αἰχμὴ δὲ παρ' ὀμφαλὸν ἐξεπέρησεν

ἔγκατ' ἐφελκομένη· ὃ δ' ἄρ' ἐν κονίῃσι τανύσθη

 205συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν

δεινὰ μάλα στενάχων, γαίῃ δ' ἐνέρεισεν ὀδόντας

βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.

- Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο

οὕς τ' ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ

 210τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος

αἵματος ἱέμενος, τοὶ δ' ἄσπετον ἀσχαλόωσιν

ἔργου ἑκὰς φεύγοντες, ἐπὶ σφίσι δ' ἄχνυται ἀνήρ,

ἀμφότερον ποθέων τε πόνον τρομέων τ' ἐπὶ βουσὶ

μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου

 215κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·

ὣς Δαναοὶ φοβέοντο, περὶ σφίσι δ' ἄχνυτο θυμὸν

υἱὸς Ἀχιλλῆος· μέγα δ' ἴαχε λαὸν ἐέργων·

- "Ἆ δειλοί, τί φέβεσθε, ἐοικότες οὐτιδανοῖσι

ψήρεσιν οὕς τ' ἐφόβησε μολὼν κατεναντία κίρκος;

 220Ἀλλ' ἄγε θέσθ' ἕνα θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι

τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι."

- Ὣς φάτο· τοὶ δ' ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες

ἐσσυμένως. Ὃ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε

πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δ' ἄρα λαοὶ

 225Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ

ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ

Ἀργεῖοι. Ὃ δ' ἄρ' αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς

ἄλλῳ ἐπ' ἄλλον ἔπεφνε κατὰ μόθον· οἳ δ' ἀπιόντες

χάζοντ', ἠύτε κύμα‹θ' ἅ› τ' ἐκ Βορέαο θυέλλης

 230πόλλ' ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν

ὀρνύμεν' ἐκ πόντοιο, τὰ δ' ἔκποθεν ἄλλος ἀήτης

ἀντίος ἀίξας μεγάλῃ περὶ λαίλαπι θύων

ὦσεν ἀπ' ἠιόνων Βορέου ἔτι βαιὸν ἀέντος·

ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν

 235υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω

τυτθόν, ἐπεὶ μένος ἠὺ θρασύφρονος Αἰνείαο

φευγέμεν οὐκ εἴασκε, μένειν δ' ἀνὰ φύλοπιν αἰνὴν

θαρσαλέως. Ἑκάτερθε δ' ἴσην ἐτάνυσσεν Ἐνυὼ

ὑσμίνην. Ἀλλ' οὔ τι καταντίον Αἰνείαο

 240υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο·

ἀλλ' ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος

ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο

θυμὸν καὶ μέγα κάρτος ἐπ' ἄλλων ἔθνεα λαῶν.

Ἔνθ' ὃ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ' ἄρ' Ἀχαιῶν

 245δάμνατο μυρία φῦλα. Δαϊκταμένων δ' ἐνὶ χάρμῃ

οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν

δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι

καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.

- Καί ῥ' οἳ μὲν πονέοντο· κόνιν δ' ἀκάμαντες ἀῆται

 250ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν

ἠέρα θεσπεσίην, ὥς τ' ἀπροτίοπτος ὀμίχλη,

οὐδ' ἄρα φαίνετο γαῖα, βροτῶν δ' ἀμάθυνεν ὀπωπάς.

Ἀλλὰ καὶ ὧς μάρναντο· καὶ ἐς χέρας ὅν τιν' ἕλοντο

κτεῖνον ἀνηλεγέως, εἰ καὶ μάλα φίλτατος ἦεν·

 255οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ' ἐπιόντα

δήιον οὔτ' ἄρ' ἑταῖρον· ἀμηχανίη δ' ἔχε λαούς.

Καί νύ κε μίγδ' ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο

πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες

ἀλλήλων, εἰ μή σφιν ἀπ' Οὐλύμποιο Κρονίων

 260ἤρκεσε τειρομένοισι, κόνιν δ' ἀπάτερθεν ἔλασσεν

ὑσμίνης, ὀλοὰς δὲ κατεπρήυνεν ἀέλλας.

- Οἳ δ' ἔτι δηριόωντο· πόνος δ' ἄρα τοῖσιν ἐτύχθη

πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴ τε δαΐξαι

χρειὼ δήιον ἄνδρα κατὰ κλόνον, εἴ τ' ἀλέασθαι.

 265Καί ῥ' ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον,

ἄλλοτε δ' αὖ Τρῶες Δαναῶν στίχας. Ἔπλετο δ' αἰνὴ

ὑσμίνη· νιφάδεσσι δ' ἐοικότα πῖπτε βέλεμνα

ἀμφοτέρωθεν ἰόντα. Δέος δ' ἔχε μηλοβοτῆρας

ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀυτήν·

 270καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων

εὔχετο δυσμενέας μὲν ὑπ' Ἄρεϊ πάντας ὀλέσθαι,

Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο

ἦμάρ τ' εἰσιδέειν ποτ' ἐλεύθερον. Ἀλλά οἱ οὔ τι

ἔκλυον· Αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·

 275ἅζετο δ' οὔτε Ζῆνα πελώριον οὔτέ τιν' ἄλλον

ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς

κείνης, ὅν τινα πότμον ἐπ' ἀνδράσι γεινομένοισιν,

ἀνδράσιν ἢ πολίεσσιν, ἐπικλώσηται ἀφύκτῳ

νήματι· τῇ δ' ὑπὸ πάντα τὰ μὲν φθινύθει, τὰ δ' ἀέξει.

 280Τῆς δ' ἄρ' ὑπ' ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει

ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.

Τεῦχον δ' ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον

νωλεμέως· οὐ γάρ τιν' ἔχεν δέος, ἀλλ' ἐμάχοντο

προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.

 285- Ἀλλ' ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθον ἐν κονίῃσι,

δὴ τότ' ‹ἄρ'› Ἀργείοισιν ὑπέρτερον ὤρνυτο θάρσος

Παλλάδος ἐννεσίῃσι δαΐφρονος ἥ ῥα μολοῦσα

ὑσμίνης ἄγχιστα μέγ' Ἀργείοισιν ἄμυνεν

ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.

 290Καὶ τότ' ἄρ' Αἰνείαν ἐρικυδέα δῖ' Ἀφροδίτη,

ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,

αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης

ἥρπασεν ἐσσυμένως, περὶ δ' ἠέρα χεύατο πουλύν·

οὐ γὰρ ἔτ' αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ

 295μάρνασθ' Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.

Τῶ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν

ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,

μὴ καὶ ὑπὲρ Κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ

φείσατο πρόσθεν Ἄρηος ὅ περ πολὺ φέρτερος ἦεν.

 300- Τρῶες δ' οὐκέτ' ἔμιμνον ἀνὰ στόμα δηϊοτῆτος,

ἀλλ' ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·

ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν

ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηϊ.

Τῶν δ' ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι

 305καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν

ἀνέρες ἠδ' ἵπποι· μάλα δ' ἅρματα πολλὰ κέχυντο

βαλλομένων. Πάντῃ δ' ἀπερείσιον ἔρρεεν αἷμα

ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.

Καί ῥ' οἳ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι

 310κεῖντο, παρ' αἰγιαλοῖσιν ἀλίγκιον ἐκχυμένοισι

δούρασιν, εὖτ' ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης

ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων

λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην

ἠλιβάτου σχεδίης, πάντῃ δ' ἀναπλήθεται εὐρὺς

 315αἰγιαλός, τοῖσι‹ν› δὲ μέλαν ποτικλύζεται οἶδμα·

ὣς οἵ γ' ἐν κονίῃσι καὶ αἵματι δηῳθέντες

κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.

- Παῦροι δὲ προφυγόντες ἀνηλέα δηϊοτῆτα

δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα.

 320Τῶν δ' ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος

τεύχεα πάντ' ἐδέχοντο κακῷ πεφορυγμένα λύθρῳ·

πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δ' ἀνὰ ἄστυ

ἔσσυντ' ἰητῆρες ‹ἐς› οὐταμένων αἰζηῶν

οἰκία ποιπνύοντες, ἵν' οὐταμένους ἀκέσωνται·

 325τοὺς δ' ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας

ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀύτευν.

Καί ῥ' οἳ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

κεῖντο βαρὺ στενάχοντες ἐπ' ἄλγεσιν οὐδ' ἐπὶ δόρπον

ἐκ καμάτοιο τρέποντο· θοοὶ δ' ἐπαΰτεον ἵπποι

 330φορβῇ ἐπιχρεμέθοντες ἄδην. Ἑτέρωθε δ' Ἀχαιοὶ

πὰρ κλισίῃς νήεσσί θ' ὁμοίια Τρωσὶ πένοντο.

- Ἦμος δ' Ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς

ἵππους μαρμαίροντας, ἀνέγρετο δ' ἔθνεα φωτῶν,

δὴ τότ' ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων

 335οἳ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,

οἳ δ' ἄρ' ἐνὶ κλισίῃσιν ἅμ' ἀνδράσιν οὐταμένοισι

μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς

νῆας ἕλῃ Τρώεσσι φέρων χάριν. Οἳ δ' ἀπὸ πύργων

μάρναντ' Ἀργείοισι· μόθος δ' ἀλεγεινὸς ὀρώρει.

 340- Σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς

μάρναθ' ἅμ' ἀντιθέῳ Διομήδεϊ. Τοὺς δ' ἄρ' ὕπερθε

Δηΐφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης

σύν ‹τ'› ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀιστοῖς

ἠδ' ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν

 345βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες αἵ τ' ἀλεγεινὸν

αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.

Ἀμφὶ ‹δὲ› Δαρδανίῃσιν ἐριδμαίνεσκε πύλῃσιν

υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες

Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο.

 350Τοὺς δ' ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι

θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,

Τρῶας ἐποτρύνοντες ἀνὰ μόθον· οἳ δὲ καὶ αὐτοὶ

προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.

Ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας

 355νισομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο

νωλεμέως· τοὺς δ' ἠὺς ἀφ' ἕρκεος ὑψηλοῖο

Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.

Πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα

Τεῦκρος ἐυμμελίης. Ἄλλῃ δ' ἔχεν ἄλλος ὀιζύν.

 360- Καὶ τότ' ἄρ' ἀμφ' Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες

κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος

ἀσπίδας ἐντύναντο, βάλον δ' ἐφύπερθε καρήνων

θέντες ἐπ' ἀλλήλῃσι· μιῇ δ' ἅπαν ἥρμοσαν ὁρμῇ.

Φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος

 365πυκνὸν ὃ οὔτ' ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος

ῥιπὴ ἀπειρεσίη οὔτ' ἐκ Διὸς ἄσπετος ὄμβρος·

τοῖαι ‹ἄρ'› Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις

καρτύναντο φάλαγγες· ἔχον δ' ἕνα θυμὸν ἐς ἀλκὴν

εἰς ἓν ἀρηρέμενοι. Καθύπερθε δὲ Τρώιοι υἷες

 370βάλλον χερμαδίοισι· τὰ δ' ὡς στυφελῆς ἀπὸ πέτρης

γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα

καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες

πήγνυντ' ἐν σακέεσσι, τὰ δ' ἐν χθονί, πολλὰ δ' ἄπωθε

μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις

 375πάντοθε βαλλομένων. Οἳ δὲ κτύπον οὔ τι φέβοντο

ἄσπετον οὐδ' ὑπόεικον, ἅτε ψεκάδων ἀίοντες

δοῦπον· ἔσω δ' ὑπὸ τεῖχος ὁμῶς ἴσαν οὐδέ τις αὐτῶν

νόσφιν ἀφειστήκει· συναρηρέμενοι δ' ἐφέποντο,

ὡς νέφος ἠερόεν τό ῥά που περὶ χείματι μέσσῳ

 380αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.

Πουλὺς δ' ἀμφὶ φάλαγγι βρόμος καναχή θ' ὑπὸ ποσσὶ

νισομένων ἐτέτυκτο· κόνιν δ' ἀπάτερθεν ἀῆται

ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον

αἰζηῶν μετόπισθε· περίαχε δ' ἄκριτος αὐδή,

 385οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·

ἆσθμα δ' ἀνήιε πουλὺ χύδην, περίχευε δ' ἀυτμὴ‹ν›

λαοῦ ἀποπνείοντος. Ἀπειρέσιον δ' ἄρα θυμῷ

Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες,

δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος.

 390Ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο

ἀθρόοι ἐγχριμφθέντες ὑπ' ἀμφιτόμοις πελέκεσσι

ῥῆξαι τείχεα μακρά, πύλας δ' εἰς οὖδας ἐρεῖσαι

θαιρῶν ἐξερύσαντες. Ἔχεν δ' ἄρα μῆτις ἀγαυὴ

ἐλπωρήν· ἀλλ' οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι

 395οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο

ὄβριμον ἀμφοτέρῃσιν ἀρηρότα χείρεσι λᾶαν

ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ

ἀνέρας οὓς κατέμαρψεν ὑπ' ἀσπίσιν, εὖτ' ἐν ὄρεσσι

φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος

 400αἶγας, ὑποτρομέουσι δ' ὅσαι σχεδὸν ἀμφινέμονται·

ὣς Δαναοὶ θάμβησαν. Ὃ δ' εἰσέτι λᾶας ὕπερθε

βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες.

Ὡς δ' ὅτ' ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθεν Ζεὺς

ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον

 405ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,

ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·

ὣς ἄρ' Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ' ἄρ' αὐτῶν

Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο

ἀσπίσιν ἀκαμάτοισι τετυγμένον, οὕνεκ' ἄρ' αὐτῷ

 410θάρσος ἀπειρέσιον θεὸς ὤπασεν. Οὐδέ τις αὐτῶν

ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,

οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι

τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·

εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ

 415δεινὸς Ἄρης καὶ πάντα κατιθύνεσκε βέλεμνα

ἢ μόρον ἢ δέος αἰνὸν ἐπ᾽ Ἀργείοισι φέροντα.

Μάρνατο δ' ὡς ὁπότ' αὐτὸς Ὀλύμπιος οὐρανόθεν Ζεὺς

ἀσχαλόων ἐδάιζεν ὑπέρβια φῦλα Γιγάντων

σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίνασσε

 420Τηθύν τ' Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ

γυῖ' ἐλελίζετ' Ἄτλαντος ὑπ' ἀκαμάτου Διὸς ὁρμῆς·

ὣς ἄρ' ὑπ' Αἰνείαο κατηρείποντο φάλαγγες

Ἀργείων ἀνὰ δῆριν· ὃ γὰρ περὶ τείχεα πάντα

ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ' ἄρα χειρῶν

 425πᾶν ὅ τί οἱ παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον

βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης

κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων·

τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων

δυσμενέων ἀπέρυκε πολὺν στρατόν, ἀμφὶ δ' ἄρ' αὐτῷ

 430Τρῶες ἐκαρτύναντο. Κακὴ δ' ἔχε πάντας ὀιζὺς

ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν

ἠδὲ καὶ ἐκ Τρώων· μέγα δ' ἴαχον ἀμφοτέρωθεν,

Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων

μάρνασθ' ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν

 435προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος

Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης

μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.

Τοὺς δ' ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχ' ἀυτὴ

μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν

 440ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν

τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ' Ἄρεϊ, τῶν δὲ σαῶσαι.

- Αἴας δ' αὖτ' ἀπάτερθε θρασύφρονος Αἰνείαο

μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε

σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που

 445ἰθὺ βέλος πεπότητο δι' ἠέρος, ἄλλοτε δ' αὖτε

ἀλγινόεντες ἄκοντες. Ἐπ' ἄλλῳ δ' ἄλλον ἔπεφνεν·

οἳ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν

ἐς μόθον οὐκέτ' ἔμιμνον, ἔλειπε δὲ τείχεα λαός.

Καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν,

 450Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι

κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι,

ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσετο ποσσὶ

κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη

λευγαλέην. Σφετέρου ‹δὲ› καρήατος ἔμμεναι ἄλκαρ

 455ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα

ἄτρομον ἐνθέμενος κραδίῃ νόον· ἐν δ' ἄρα χειρὶ

ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ' αὖτε

εἷρπεν ἄνω· τὸν δ' αἶψα διηερίη φέρεν οἶμος.

Καί νύ κε δὴ Τρώεσσιν ἄχος γένετ', εἰ μὴ ἄρ' αὐτῷ

 460ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα

ὑστάτιον καὶ πρῶτον ἀφ' ἕρκεος ὑψηλοῖο

Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ

οὐδ' ἀπάτερθεν ἐόντα. Βάλεν δέ μιν εὐρέι πέτρῳ

κὰκ κεφαλῆς, μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς

 465κλίμακά οἱ συνέαξεν. Ὃ δ' ὑψόθεν ἠύτ' ὀιστὸς

ἔσσυτ' ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος

ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς

αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι.

Ἤριπε δ' ἐν θώρηκι κατὰ χθονός, οὕνεκ' ἄρ' αὐτοῦ

 470νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ

καὶ κρατερὴ τρυφάλεια. Περιστονάχησε δὲ Λοκρῶν

λαός, ὅτ' ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·

δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ

ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα

 475ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.

- Καὶ τότε δὴ Ποίαντος ἐὺς πάις ἀντιθέοιο,

ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα

θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀιστὸν

ἰθύνων ἐς φῶτα περικλυτόν. Οὐδ' ἀφάμαρτεν

 480ἀνέρος, ἀλλά οἱ οὔ τι δι' ἀσπίδος ἀκαμάτοιο

ἐς χρόα καλὸν ἵκαν‹εν› (ἀπέτραπε γὰρ Κυθέρεια

καὶ σάκος), ἀλλ' ἄρα τυτθὸν ἐπέχραε δέρμα βοείης.

Οὐδ' ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μίμαντα

μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης

 485τύψεν· ὃ δ' ἐ‹κ› πύργοιο κατήριπεν, εὖτ' ἀπὸ πέτρης

ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·

ὣς ὃ πεσὼν τετάνυστο, λίπε‹ν› δέ μιν ἱερὸς αἰών.

Αἰνείας δ' ἑτάροιο χολωσάμενος βάλε πέτρην

καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον

 490Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα

ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.

Τῷ δ' ἐπὶ μακρὸν ἄυσε πάις Ποίαντος ἀγαυοῦ·

- "Αἰνεία, σύ γ' ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος

ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες

 495δυσμενέσιν μάρνανται ἀνάλκιδες; Εἰ δέ τίς ἐσσι,

ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης

Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν."

- Ὣς ἄρ' ἔφη· τὸν δ' οὔ τι θρασὺς πάις Ἀγχίσαο

καί περ ἐελδόμενος προσεφώνεεν, οὕνεκ' ὀρώρει

 500δῆρις ὀιζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ

νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο

οὐδέ σφιν μάλα δηρὸν ὑπ' Ἄρεϊ τειρομένοισιν

ἔσκε λύσις καμάτοιο· πόνος δ' ἄπρηκτος ὀρώρει.