221 8 0 1 0 0 490 a. C. Epinicio Pindarus XII Pythia Bowra, C. M., Oxford, 1946. 0 4 strofe

ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉˉ

PINDARUS - Pythia XII - ΜΙΔΑΙ ΑΥΛΗΤΗΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

Α΄ ©¬/3µ89½ÀÃIKÊPRÑΑἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,

©,.°35¹¾ÂGIÊNPÑΦερσεφόνας ἕδος, ἅ τ' ὄχθαις ἔπι μηλοβότου

ª¬/2´7:»¾ÀFÆÈÌPÐναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,

¨*+®02´·»ADÆJLËἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ

   5©¬02´69½ÁÃGÉËÍRÒδέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ

©«/2µ8:½¿ÁFÇÊÎTÔαὐτόν τε νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε

©,/²48»¼ÁFÆΠαλλὰς ἐφεῦρε θρασειᾶν ‹Γοργόνων›

©+¬±³7¸»¾DÄÆοὔλιον θρῆνον διαπλέξαισ' Ἀθάνα·


Β΄ ©­02´79¾ÁÄIKÊPRÓτὸν παρθενίοις ὑπό τ' ἀπλάτοις ὀφίων κεφαλαῖς

  10¨)*®02´¸»@AÂHJÊἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,

©­02´8:½¾ÀFÆÉËQÑΠερσεὺς ὁπότε τρίτον ἄυσεν κασιγνητᾶν μέρος

¨+-®13µ¸º=AÃGJÊἐνναλίᾳ Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.

¨«.1´79º¾ÂGÈÊÌRÒἤτοι τό τε θεσπέσιον Φόρκοι' ἀμαύρωσεν γένος,

©¬24¶:=¾ÁÄHÉÌÒW×λυγρόν τ' ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ' ἔμπεδον

  15ª,.°49»¿ÀFÆδουλοσύναν τό τ' ἀναγκαῖον λέχος,

©+­¯³5¸º½CÄÆεὐπαράου κρᾶτα συλάσαις Μεδοίσας


Γ΄ ©ª.0±69»¿ÂGIËOQÒυἱὸς Δανάας, τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου

¨+.±69»ÀÂHJËQTÔἔμμεναι. ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων

¨«-/²57»½ÂFÇÊÌRÒἐρρύσατο παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,

  20¨+.²45·º¾CEÅKMÌὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων

ª®14·:=¿ÁÄJÊÍÑWÖχριμφθέντα σὺν ἔντεσι μιμήσαιτ' ἐρικλάγκταν γόον.

©«/0´7:¾ÁÅKËÏÒWØεὗρεν θεός· ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν,

¨*,®24¶º½CÃὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον,

©,­°±4µº½CÃÅεὐκλεᾶ λαοσσόων μναστῆρ' ἀγώνων,


Δ΄ ©­01³57¹½ÁFHÊOQÑλεπτοῦ διανισόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,

  26ª-/²57¹¾ÀDGÇMOÏτοὶ παρὰ καλλίχορον ναίοισι πόλιν Χαρίτων

©«-/²68»¿ÃHÉËÏTÔΚαφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.

©,/²58»¿ÂFJËPRÓεἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου

©­/2µ9=¿ÁÄIÊÍÐTÔοὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον

  30ª¬25¸;?ÁÄÇLÑÖÚbàδαίμων ‑ τὸ δὲ μόρσιμον οὐ παρφυκτόν ‑ , ἀλλ' ἔσται χρόνος

©+/³6:»¿ÀEÅοὗτος, ὃ καί τιν' ἀελπτίᾳ βαλών

¨+­²´8»¿ÂHÌÎἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ' οὔπω.