- Οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·
ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ...
ἔθνεα Βασσαρίδων διζήμενος. Ἀμβροσίῃ δὲ
δῶκε μένος καὶ θάρσος ἀρειμανὲς οὐράνιος Ζεύς,
ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης
μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,
καὶ βριαρὴν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.
αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ
τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ' ἀνενείκατο φωνήν·
- Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,
αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου
οὐτιδανὴν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.
πόντος ἐμὸν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ
κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ' ἄπρηκτος ὁδεύων
ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ' ἀτέλεστον ἐάσσω.
- ἔννεπεν· Ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ
χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,
οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,
παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,
ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.
οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ
ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·
ἀλλὰ φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ
Ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.
Γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα
ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ
Ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη
εἰς φυτὸν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·
σειρὴν δ' αὐτοέλικτον ἐπιπλέξασα Λυκούργῳ
ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,
μαρναμένη μετὰ θύρσον ἀπειλητῆρι κορύμβῳ.
- καὶ φυτὸν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη
ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·
Ἀμβροσίη δ' ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν·
- οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,
σὸν δέμας οὐτήσω καὶ ἐν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς
χαλκείης ἀλύτοις σε περισφίγξοιμι πετήλοις·
εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρα τις εἴπῃ·
'Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.'
φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ
ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.
σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·
οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.
ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ
ἰχθὺς βαιὸς ἄναλκις ἐπέχραε πολλάκι ναύταις
ἂψ ἀνασειράζων, ὀλίγῳ δ' ὑπὸ χάσματι λαιμοῦ
μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;
δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων
αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.
μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,
εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.
- τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ
Ἀμβροσίη τανύφυλλος, †ἀρασσομένοιο Λυαίου.
καὶ χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ
ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων
ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·
οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ' ἐτίνασσεν ἀνάγκῃ
οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·
οὐδὲ δι' ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ
θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι ...
αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.
καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης
παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·
οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,
καὶ μάλα περ ποθέων, στεροπῇ δ' ὑπόειξε τοκῆος
δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.
καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·
γαστέρι δ' ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,
ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,
χωομένη τ' ἔρρηξε ‑ μαχήμονες, εἴπατε, Μοῦσαι,
οἷον ἔην τότε θαῦμα σιδηρείου περ ἐόντος
θηλυτέροις ὀνύχεσσι δαϊζομένοιο χιτῶνος ‑ ·
καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν
Κλείδη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ
εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου
αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἀπὸ νώτων·
Φαιὼ δ' ὀξυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις
αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·
καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
ῥινοτόρῳ νάρθηκι· δέμας δ' ἤρασσε Λυκούργου
καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
Κισσηῒς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
- καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου
πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
πόντιον Ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,
ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
Ἀρραβίης δ' ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,
ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·
καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ
Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·
καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ' ἐκονίσσατο δάφνη,
καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.
- ὄφρα μὲν ἐννοσίγαιος ὑπὸ χθόνα λάβρος ἀήτης
νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,
τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ
θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης
Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
σφωϊτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ
ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,
ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ
υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.
καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ
υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ...
ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην
εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.
- τοῖα μὲν οἰστρήεντι χόλῳ κυμαίνετο βούτης
δαιτρεύων ἑὰ τέκνα καὶ υἱέας εἰλαπινάζων
παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων
ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστήρ ...
Νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις
ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,
οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,
οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ
χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ
ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.
βάλλετο δ' ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων
τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,
Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων
Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.
καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
- ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω
Βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου
ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,
ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ
δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην
τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.
λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·
μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·
λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ
Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,
ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι πυρσῷ
ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.
- εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ ....
Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα
υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ
Ἄρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις
δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,
εἰς φόβον ἀίσσουσα Κυβηλίδα θῆλυν ἐνυώ·
Ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ
δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.
καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην
γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,
ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη
ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,
ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,
ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης
λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.
- καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,
αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
- καὶ τὰ μὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ' ἐνὶ πόντῳ
θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·
καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.
- ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·
καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ·
Καδμείην δ' ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην
μητροκασιγνήτην προσπτύξατο †μητέρα Ἰνώ,
καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ
σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,
Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν
ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·
καὶ Σάτυρος φιλόμολπος ἔχων ἀγέλαστον ὀπωπὴν
ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται,
Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·
Σιληνὸς δ' ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
κεῖτο κατηφιόων· Κρονίη δ' ἐλελίζετο Νύμφη
Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,
Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.
ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ
Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης
πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,
νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.
- ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,
τόφρα δὲ Καυκασίοιο δι' οὔρεος εἰς πόλιν Ἰνδῶν
οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,
αὐχενίῃ κληῗδι καθειμένον ἐξ ἑνὸς ὤμου,
δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
ἀμφοτέρης ἑκάτερθε παρηΐδος οὔατα σείων,
ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.
- ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
ἕζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·
- οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
ταυροφυὴς Διόνυσος, ἀθύρματα δηϊοτῆτος,
ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ
εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ
καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.
καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης
ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης·
καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἢν ἐθελήσῃ,
χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,
Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.
- ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.
- καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·
- Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·
εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
εἰρομένῳ τινὰ μῦθον, ἵν' ἀγγείλω Διονύσῳ.
- ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·
- ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης
ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου·
οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων
εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.
ἢν δ' ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων·
κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.
δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,
Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ
οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει
Ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.
οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,
οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,
Αἰθέρος ἀμήσαντα φυτοσπόρον ὄγμον ἀρότρων.
ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην·
οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην·
οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ' αὖ πότος ἐστὶ βοείη.
οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις
δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ
ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.
οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ
μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.
ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ·
ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,
ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας
ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας
Δηριάδῃ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην
σύνδρομον αὐερύσω σε δορικτήτῳ Διονύσῳ.
οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον οὐ δύνασαι γὰρ
λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς
οὔασι ῥιπίζοντα παρ' εἰλαπίνῃσιν ἐάσσω.
- ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·
καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας
τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ·
- εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.
- τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.
Σιληνοὺς δ' ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ
ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις·
καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς
πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης
μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,
ἴχνιον †ἀΐουσα παλιννόστου Διονύσου.
- καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας
τερπωλῆς τ' ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου
πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,
καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·
ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,
πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
σφωϊτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·
ἔκλυε δ' αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν
Ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,
Ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,
καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν ἐνυώ.
- τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,
ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,
ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,
δίζυγα δέλτον ἔχων ἐγκύμονα δηϊοτῆτος.
- οὐ μὲν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς
θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ.
καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης
Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως
Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης
πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης
τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην
Καυκασίην λοφόεντα διαστείχων κενεῶνα
Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,
Ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.
- ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ
καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,
τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυσεν Ἰνδῶν,
γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,
πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης
Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν
λαὸς ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.
- ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
ὑψιφανὴς Διὸς ὄμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος ἄρης
ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων.
οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην ...
οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ...
δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον ἐνυώ.