- Ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·
Δηριάδης δ' ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
κεκριμένοι στέλλοντο κυβερνητῆρες ἐνυοῦς,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ
ἔμπυρον ὑδατόεις προκαλίζετο Κυανοχαίτης
Ἠέλιον, Γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
Ἥρης δ' ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·
Λητῴην δ' ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.
- καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ
ἀμφοτέροις μακάρεσσιν. ἐπεσσυμένων δὲ κυδοιμῷ
Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
καὶ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης
μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου
ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,
Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ
πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
κούρη δ' ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ
σύγγονον ἔγχος ἄειρεν ἐπ' Ἄρεϊ Παλλὰς ἀμήτωρ,
κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·
ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.
- Ἥρῃ δ' ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου
Ἄρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ἥρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις
ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπ' ἄλλῳ
ἠερίης πέμπουσα δι' ἄντυγος ἰὸν ἀλήτην
εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς·
καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης
ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ·
καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί·
ὠτειλὰς δ' ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.
καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
Ἄρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
τόξου δ' ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα
ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
- Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ·
καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
σῶν δ' ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
σῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
ἢν δ' ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν ἐρώτων
κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,
σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.
ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
εἴκελος ἔσσο λέοντι λεχωΐδος ἐγγύθι νύμφης,
ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
λῆγε μέγα φρονέουσα σαόφρονος εἵνεκα μίτρης,
ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην
εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,
Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
μεμφομένην νόθον εἶδος ἐρωμανὲς Ἰοχεαίρης,
θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην
Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δ' ἐθελήσῃς,
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.
- ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων
ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
νοστήσας δ' ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
- καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
αἰχμὴ δ' αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
ἄρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
οὔασι Φοιβείοισιν ἐπέκτυπε πόντιον ἠχώ·
Τρίτων δ' εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
ἀνδροφυὴς ἀτέλεστος, ἀπ' ἰξύος ἔγχλοος ἰχθύς·
Νηρεΐδες δ' ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
- οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
Ζεὺς χθόνιος κελάδησε, μὴ Ἐννοσίγαιος ἀράσσων
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
νερτερίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
- τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·
τρισσοῖς δ' ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
- γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
δεύτερον ἀθανάτοισιν ἄρης ἐμφύλιος εἴη,
μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω
ἠερίοις πελάγεσσι διάβροχον ἅρμα Σελήνης·
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
πρεσβυτέρῳ δ' ὑπόεικε κυβερνητῆρι θαλάσσης,
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων Ἐνοσίχθων·
μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
τίς πάλιν, Ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
τίς πάλιν Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἥρης;
καὶ σύ, πάτερ μεγάλοιο κερασφόρε Δηριαδῆος,
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.
- ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον ἐνυώ.
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·
καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·
- σήμερον ἢ Διόνυσον ἐγὼ πλοκαμῖδος ἐρύσσω,
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
Σιληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
μὴ Φαέθων στρέψειε πυραυγέας ἐς δύσιν ἵππους,
πρὶν Σατύρους καὶ Βάκχον ἀλυκτοπέδῃσι κομίσσω
σφιγγόμενον καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν
Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.
- ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ' ἄλλῳ
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
καὶ πρυλέων πομπῆας ἐπεστήριξε κυδοιμῷ
μαρναμένων πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν
εἰς ἐνοπὴν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ·
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θὴρ
ὠμοβόρων τε δράκοντες ἀποπτύοντες ὀδόντων
τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
ἰλλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
εἰς δρόμον ἀίσσοντας. ἀρειμανέες δὲ γυναῖκες
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις·
καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
καὶ δρόμον ἠρώησε τανυκνήμων ἐλεφάντων.
καὶ πολὺς ἐσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·
καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·
θηρείαις δ' ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ' ἄλλῳ
Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
καὶ μόθον ὑλακόμωρον ἐδείδεσαν αἴθοπες Ἰνδοί.
- ξυνὴ δ' ἀμφοτέροισιν ὁμόζυγος ἦεν ἐνυώ·
γαῖα δὲ διψώουσα φόνου κυμαίνετο λύθρῳ
κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·
χειρὶ δ' ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων,
στεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
- καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκθορε δίφρου·
ἄλλος ἐυγλώχινι παρ' ὀμφαλὸν ἄκρον ὀιστῷ
βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,
ὃς δὲ τυπεὶς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι' ὤμου·
καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσσας·
ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην·
καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίῃ,
κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας
αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
- καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
καμπύλα δ' εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
τρίβων δ' ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδου δὲ ταθέντος
κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
ἀλλ' ὅ γ' ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,
κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ.
- Κολλήτης δ' ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,
δύσμαχος, ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,
Βακχείης κατὰ μέσσον ἐμαίνετο δηϊοτῆτος·
Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν
εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
καὶ κενεῇ πολέμιζεν ἐπ' ἐλπίδι, τηλίκος ἀνήρ,
οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,
ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος Ἰοχεαίρης,
οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης
ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης·
Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,
Γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,
Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ
δῆσαι θοῦρον Ἄρηα μεθ' υἱέας Ἰφιμεδείης·
ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ,
Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.
- καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην
θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν·
- Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,
Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ
ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει·
ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ
οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.
ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,
οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου·
οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες
Καυκασίδες· Βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν
φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.
ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες
χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.
- ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα
τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.
- Δηριάδης δ' ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,
καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα
μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,
θύρσον ἀκοντίζουσα φιλάνθεμον εὐάδι χάρμῃ.
Δηριάδης δ' Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,
Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.
καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων
Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,
Κύλλαρον, ὀξυόεντι κατ' αὐχένος ἄορι τύψας,
Λωγασίδην, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν ...
καί μιν ἄναξ φιλέοι μετὰ Μορρέα· πολλάκι δ' αὐτῇ
Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,
θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.
ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.
- ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
†πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς ...
πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ
ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου
ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ,
ὡς κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος.
καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπωπῆς
ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης
αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,
ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου
μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,
γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,
καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις
μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·
καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων
κοῦφα βιβάς· ἐλέφας δὲ παρήορον ἅρμα τινάσσων
εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,
σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.
οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ
μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.
ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ,
ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,
αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς
στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος
κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ
ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,
βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος
ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ.
ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης
εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος
καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος
ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ
θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.
- Δηριάδης δ' ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,
ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δ' αἰεὶ
ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς·
ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,
μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ·
- τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;
Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;
πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,
ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω·
ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω·
γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ' ἐπαοιδαῖς
πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,
οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,
πολλάκι δ' ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων
ἀσταθέος Φαέθοντος ἀνεκρούσαντο πορείην.
- ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου·
καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ
τέχνην φαρμακόεσσαν ἐπιγράψας Διονύσῳ
ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.
- ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·
καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων
ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηϊοτῆτος.
καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ
ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην
Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,
ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ
σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην
μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ
σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
γυιοπέδην δ' ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,
καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ...
ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου
θηκτὰ περιπλεκέων ἐχενηΐδος ἄκρα γενείων
δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·
τοῖον ἔην μίμημα. μάτην δ' ἐλέφαντας ἐπείγων
ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,
κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.
καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,
ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα
πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.
καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,
λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,
νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·
καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ
μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.
καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην
γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,
καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.
οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου
δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην
Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
- ἀμφοτέρους δ' ἀνέκοψε μάχης ἀμφίδρομος ὄρφνη.
καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.
- οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,
ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν
ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.
ἤδη δ' ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ
Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον ἐνυώ.
- οὐ μὲν ἀφειδήσαντες ἀρειμανέος Διονύσου
κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις
Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ
νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας
ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους,
ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ' ἄλλος
ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων
ὁλκάδι τοῖχον ἔτευχεν ἐπηγκενίδας τε συνάπτων
μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ
ὑψιφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων,
λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπ' ἄκρῳ
δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην
ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.
- ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ
Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ
μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι
εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν ἐνυώ.
καὶ Λύκος ἀκροτάτοιο δι' οἴδματος ἡνιοχεύων,
νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,
ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,
ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,
νῆας ἐτεχνήσαντο θαλασσομόθῳ Διονύσῳ.
καὶ τότε, τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,
ἱππεύων ἔτος ἕκτον ἑλίσσετο καμπύλος Αἰών ...
εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ
λαὸν ἀολλίζων ἑτερόθροον ἤιε κῆρυξ.
αὐτίκα δ' ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,
ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·
λαοῖς δ' ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
- ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι Ταύρου,
εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν
αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·
ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,
μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,
ὁππότε Βασσαρίδων πεπεδημένον ἐσμὸν ἐρύσσας
ὤπασα Δηριάδῃ πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην
ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
ἄλλαι δ' ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,
κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.
ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω·
εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ
νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ·
ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ
ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόθι νηῶν
οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;
ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν
θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;
οὐ δύναται βαρύδουπον ὕδωρ Σιληνὸς ἀράσσων
ἀπτολέμῳ νάρθηκι μαχήμονα νῆα καλύψαι,
εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταρσῷ,
κῶμον ἀνακρούων θανατηφόρον· οὐδ' ἐνὶ πόντῳ
ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει
ἀγχιφανὴς μεσάτοιο διχαζομένου κενεῶνος,
ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ
κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι
ἔγχεσι μηκεδανοῖσι μιαιφόνον ἐς βυθὸν ἅλμης
τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,
ναύμαχον εἰκοσίπηχυ δι' ὁλκάδος ἔγχος ἑλίσσων.
ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ
μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν
Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ
εἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ
ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ
οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλὰ κομάων
ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.
- ὣς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα
Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ
μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δ' ἀπὸ λαιμῶν
οἴδμασι κινυμένοισιν ἰσόθροος ἔβρεμεν ἠχώ.
λῦσε δ' ἄναξ ἀγορήν. Βρομίῳ δ' ἐστέλλετο κῆρυξ
πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.
- ἄμφω δ' εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ
ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,
εἰσόκε ταρχύσουσι δαϊκταμένων στίχα νεκρῶν·
ἦν δέ τις εἰρήνη μινυώριος ἄρεϊ γείτων,
φύλοπιν ὠδίνουσαν ἐφαπλώσασα γαλήνην.