4543 562 4 41 0 0 IV d. C. Epica Quintus XIV Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 1

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ ΙΔ΄

- Καὶ τότ' ἀπ' Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς

οὐρανὸν εἰσανόρουσε, Χάος δ' ὑπεδέξατο Νύκτα.

Οἳ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντο

Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληΐσσαντο,

χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται

ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,

πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ' ὄρεσφιν

αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·

ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ

κτήματα πάντα φέρεσκον ἐυσκάρθμους ἐπὶ νῆας.

- Σὺν δ' ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,

τὰς μὲν ἔτ' ἀδμῆτας καὶ νήιδας οἷο γάμοιο,

τὰς δ' ἄρ' ὑπ' αἰζηοῖσι νέον φιλότητι δαμείσας,

ἄλλας δ' αὖ πολιοπλοκάμους, ἑτέρας δ' ἄρα κείνων

ὁπλοτέρας ὧν παῖδας ἀπειρύσσαντ' ἀπὸ μαζῶν

ὑστάτιον χείλεσσι γλάγος πέρι μαιμώωντας.

Τοῖσι δὲ δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς

ἦγεν ἑὴν παράκοιτιν ἀπ' ἄστεος αἰθομένοιο

ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.

Κασσάνδρην ‹δ'› ἄγε δῖαν ἐυμμελίης Ἀγαμέμνων,

Ἀνδρομάχην δ' Ἀχιλῆος ἐὺς πάις. Αὐτὰρ Ὀδυσσεὺς

εἷλκε βίῃ Ἑκάβην. Τῆς δ' ἀθρόα δάκρυ' ἀπ' ὄσσων

πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα

καὶ κραδίη ἀλάλυκτο φόβῳ· δεδάικτο δὲ χαίτας

κράατος ἐκ πολιοῖο· τέφρη δ' ἐπεπέπτατο πολλὴ

τήν που ἀπ' ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν

ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·

καί ῥα μέγα στενάχιζε‹ν, ὅ›τ' ἀμφί ἑ δούλιον ἦμαρ

μά‹ρ›ψ' ἀεκαζομένην. Ἕτερος δ' ἑτέρην γοόωσαν

ἤγετο Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·

αἳ δ' ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι

νηπιάχοις ἅμα παισὶ κινυ‹ρό›μεναι μάλα λυγρῶς.

Ὡς δ' ὁπότ' ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα

σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν

ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, ταὶ δ' ἀλεγεινὸν

μίγδα περιτρίζουσι διηνεκὲς ἀλλήλῃσιν·

ὣς Τρῳαὶ Δαναοῖσιν ἐπεστενάχοντο δαμεῖσαι·

ἴσην δ' αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.

- Ἀλλ' οὐ μὰν Ἑλένην γόος ἄμπεχεν· ἀλλά οἱ αἰδὼς

ὄμμασι κυανέοισιν ἐφίζανε καί οἱ ὕπερθε

καλὰς ἀμφερύθηνε παρηίδας. Ἐν δέ οἱ ἦτορ

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν

κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·

τοὔνεχ' ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.

Καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ

ἕσπετο νισομένοιο κατ' ἴχνιον ἀνδρὸς ἑοῖο

αἰδοῖ πορφύρουσα παρήιον, ἠύτε Κύπρις,

εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνῃσιν Ἄρηος

ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν

δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,

τοῖς ἔνι κεῖτ' ἀχέουσα ‹περὶ› φρεσὶν αἰδομένη τε

ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν

Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω

ἀμφαδὸν εἰσοράασθαι ἐπ' αἴσχεϊ θηλυτέρῃσι·

τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ

ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ

νῆας ἐπ' Ἀργείων εὐήρεας. Ἀμφὶ δὲ λαοὶ

θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς

ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη

κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι

οὔτ' οὖν ἀμφαδίην, ἀλλ' ὡς θεὸν εἰσορόωντο

ἀσπασίως· πᾶσι‹ν› γὰρ ἐελδομένοισι φαάνθη.

Ὡς δ' ὅτ' ἀλω‹ο›μένοισι δι' ἀκαμάτοιο θαλάσσης

πατρὶς ἑὴ μετὰ δηρὸν ἐπευχομένοισι φανείη,

οἳ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες

πάτρῃ χεῖρ' ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·

ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτ' αὐτοῖς

μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·

τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων

ἦρα φέρουσ' Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.

- Καὶ τότ' ἄρ', ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ,

Ξάνθος ἔθ' αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ

μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ

ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα.

Ὡς δ' ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα

τυτθὰ διατμήξῃ, στάχυας δ' ἀπὸ πάντας ἀμέρσῃ

ῥιπῇ ὑπ' ἀργαλέῃ, καλάμη δ' ἄρα χεύατ' ἔραζε

μαψιδίη καρποῖο κατ' οὔδεος ὀλλυμένοιο

λευγαλέως, ὀλοὸν δὲ πέλει μέγα πένθος ἄνακτι·

ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος

Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀιζὺς

ἀθάνατόν περ ἐόντα. Μακρὴ δ' ἀμφέστενεν Ἴδη

καὶ Σιμόεις· μύροντο δ' ἀπόπροθι πάντες ἔναυλοι

Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.

- Ἀργεῖοι δ' ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,

μέλποντες Νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,

ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν

θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.

Μολπὴ δ' οὐρανὸν ἷκε δι' αἰθέρος, εὖτε κολοιῶν

κλαγγὴ ἀπειρεσίη, ὁπότ' εὔδιον ἦμαρ ἵκηται

χείματος ἐξ ὀλοοῖο, πέλει δ' ἄρα νήνεμος αἰθήρ·

ὣς τῶν πὰρ νήεσσι μέγ' ἔνδοθι γηθομένων κῆρ

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ἀθάνατοι τέρποντο κατ' οὐρανόν, ὅσσοι ἀρωγοὶ

ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων.

Ἄλλοι δ' αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,

δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·

ἀλλ' οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν

ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων

ῥηιδίως δύνατ' Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων

ἀθανάτων μένος ἐστί, Διὸς δ' ἐκ πάντα πέλονται.

- Ἀργεῖοι δ' ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες

καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς

λείβεσκον μέθυ λαρὸν ἐπ' αἰθομένῃσι θυηλῇς

ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.

Πολλὰ δ' ἐν εἰλαπίνῃ θυμηδέι κυδαίνεσκον

πάντας ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος.

Θαύμαζον ‹δὲ› Σίνωνα περικλυτόν, οὕνεχ' ὑπέτλη

λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες

μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον

αἰέν· ὃ δ' ἐν φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ

νίκῃ ἐπ' Ἀργείων, σφετέρῃ δ' οὐκ ἄχνυτο λώβῃ·

ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον

κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων

ἐσθλῶν ὁππόσ‹α τ'› ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.

- Οἳ δ' ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες

δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·

- "Ἠνύσαμεν πολέμοιο μακρὸν τέλος· ἠράμεθ' εὐρὺ

κῦδος ὁμῶς δηίοισι μέγα πτολίεθρον ἑλόντες·

ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον."

- Ὣς ἔφαν· ἀλλ' οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.

- Τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος . . . . . . . . . . . .

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . οὐ γὰρ ἔτ' αὐτοῖς

δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ' ἐπὶ ἔργα

εὐνομίης ἐτρέποντο καὶ εὐφροσύνης ἐρατεινῆς.

Ὃς δ' ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδε

λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας

ἠδ' ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο

δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,

ἕνδεκα δ' αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσά τ' ἔρεξε

Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα

ὥς ‹τε› Κύκνον κατέπεφνεν ὑπέρβιον ἠδ' ὅσ' Ἀχαιοὶ

μαρνάμενοι μετὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο

Ἕκτορά θ' ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης

ὥς θ' ἕλε Πενθεσίλειαν ἀνὰ μόθον ὥς τ' ἐδάμασσεν

υἱέα Τιθωνοῖο καὶ ὡς κτάνε καρτερὸς Αἴας

Γλαῦκον ἐυμμελίην ἠδ' ὡς ἐρικυδέα φῶτα

Εὐρύπυλον κατέπεφνε θοοῦ πάις Αἰακίδαο

ὥς τε Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα

ἠδ' ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου

ἀνέρες ὥς τε πόληα θεηγενέος Πριάμοιο

πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.

Ἄλλῃ δ' ἄλλος ἄειδεν ὅ τι φρεσὶν ᾗσι μενοίνα.

- Ἀλλ' ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,

δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο ποτοῖο

παυσάμενοι Δαναοὶ λαθικηδέα κοῖτον ἕλοντο.

Χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·

τῶ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν

παύσανθ', οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν.

Ἄλλῃ δ' ἄλλος ἴαυεν· ὃ δ' ἐν κλισίῃσιν ἑῇσιν

Ἀτρείδης ὀάριζε μετ' ἠυκόμοιο γυναικός·

οὐ γάρ πω κείνοισιν ἐπ' ὄμμασιν ὕπνος ἔπιπτεν,

ἀλλὰ Κύπρις πεπότητο περὶ φρένας, ὄφρα παλαιοῦ

λέκτρου ἐπιμνήσωνται, ἄχος δ' ἀπὸ νόσφι βάλωνται.

Πρώτη δ' αὖθ' Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·

- "Μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·

οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,

ἀλλά μ' Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες

σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες.

Καί μ' ‹ἄμοτον› μεμαυῖαν ὀιζυρῶς ἀπολέσθαι

ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι

εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι

σεῦ ἕνεκ' ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·

τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ

λίσσομαι ἀμφ' ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης."

- Ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·

- "Μηκέτι νῦν μέμνησ' ἅ τ' ἐπάσχομεν ἄλγεα θυμῷ·

ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι

Λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ' ἔργων."

- Ὣς φάτο· τὴν δ' ἕλε χάρμα, δέος δ' ἐξέσσυτο θυμοῦ·

ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο

ὃν πόσιν. Ἀμφὶ δέ οἱ βάλε πήχεε, καί σφιν ἅμ' ἄμφω

δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.

Ἀσπασίως δ' ἄρα τώ γε παρ' ἀλλήλοισι κλιθέντε

σφωϊτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο.

Ὡς δ' ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται

ἀλλήλοις περὶ πρέμνα, τὰ δ' οὔ ποτε ἲς ἀνέμοιο

σφῶν ἀπὸ νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε

ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.

- Ἀλλ' ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,

δὴ τότ' Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο

ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ

ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ' Ἀχαιοῖς.

Κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα

ἀσπασίως καὶ τοῖα παρηγορέων προσέειπε·

- "Χαῖρε, τέκος, καὶ μή τι δαΐζεο πένθεϊ θυμὸν

εἵνεκ' ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν

ἤδη ὁμέστιός εἰμι· σὺ δ' ἴσχεο τειρόμενος κῆρ

ἀμφ' ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.

Αἰεὶ δ' Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων

ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι

πείθεο· καί νύ σε πάντες ἐύφρονα μυθήσονται.

Τῖε δ' ἀμύμονας ἄνδρας ὅσοις νόος ἔμπεδός ἐστιν·

ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ' ἀλεγεινός.

Ἢν δ' ἀγαθὰ φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων.

Κεῖνος δ' οὔ ποτ' ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ' ἵκανεν

ᾧ τινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκ' ἄρ' αὐτῆς

πρέμνον δύσβατόν ἐστι, μακροὶ δέ οἱ ἄχρις ἐπ' αἴθρῃ

ὄζοι ἀνηέξη‹ν›θ'· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ

καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται

εἰς Ἀρετῆς ἀναβάντες ἐυστεφάνου κλυτὸν ἔρνος.

Ἀλλ' ἄγε κύδιμος ἔσσο. Καὶ ἐν φρεσὶ πευκαλίμῃσι

μήτ' ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,

μήτ' ἐσθλῷ μέγα χαῖρε. Νόος δέ τοι ἤπιος ἔστω

ἔς τε φίλους ἑτάρους ἔς θ' υἱέας ἔς τε γυναῖκας

μνωομένῳ κατὰ θυμὸν ὅτι σχεδὸν ἀνθρώποισιν

οὐλομένοιο Μόροιο πύλαι καὶ δώματα νεκρῶν·

ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,

ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δ' ἀέξει·

τοὔνεκα μείλιχος ἔσσο. Καὶ Ἀργείοισιν ἔνισπε,

Ἀτρείδῃ δὲ μάλιστ' Ἀγαμέμνονι· εἴ γέ τι θυμῷ

μέμνηνθ' ὅσσ' ἐμόγησα περὶ Πριάμοιο πόληα

ἠδ' ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,

τῶ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων

ληΐδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον,

ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης

μᾶλλον ἔτ' ἢ τὸ πάρος Βρισηΐδος· ἀμφὶ δ' ἄρ' οἶδμα

κινήσω πόντοιο, βαλῶ δ' ἐπὶ χείματι χεῖμα,

ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι

μίμνωσ' ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰς ὅ κ' ἔμοιγε

λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·

αὐτὴν δ', εἴ κ' ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,

κούρην ταρχύσασθαι ἀπόπροθεν οὔ τι μεγαίρω."

- Ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·

αἶψα δ' ἐς Ἠλύσιον πεδίον ‹κίεν›, ἧχι τέτυκται

οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη ἄνοδός τε

ἀθανάτοις μακάρεσσιν. Ὃ δ', ὁππότε μιν λίπεν ὕπνος,

μνήσατο πατρὸς ἑοῖο, νόος δέ οἱ ἠὺς ἰάνθη.

- Ἀλλ' ὅτ' ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια

νύκτα διασκεδάσασα, φάνη δ' ἄρα γαῖα καὶ αἰθήρ,

δὴ τότ' Ἀχαιῶν υἷες ἀπ' ἐκ λεχέων ἀνόρουσαν

ἱέμενοι νόστοιο. Νέας δ' ἐς βένθεα πόντου

εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ' αὐτοὺς

ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,

εἰς ἀγορήν τ' ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·

- "Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,

πατρὸς ἐφημοσύνην ἐρικυδέος ἥν μοι ἔνισπε

χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·

φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν.

Ἠνώγει δ' ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,

ὄφρά οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄροιτε

τύμβον ἐπ' εὐρώεντα Πολυξείνην εὔπεπλον·

καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι.

Εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,

ἠπείλει κατὰ πόντον ἐναντία κύματ' ἀείρας

λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ' ἐρύξειν."

- Ὣς φαμένοιο πίθοντο καὶ ὡς θεῷ εὐχετόωντο.

Καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ

εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον ἢ πάρος ἦεν,

μαινομένον ἀνέμοιο· μέγα‹ς› δ' ὀροθύνετο πόντος

χερσὶ Ποσειδάωνος· ὃ γὰρ κρατερῷ Ἀχιλῆι

ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι

ἐς πέλαγος. Δαναοὶ δὲ μέγ' εὐχόμενοι Ἀχιλῆι

πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·

- "Ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·

τῶ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ' ἡμῖν.

Οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος Αἰών."

- Ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο.

Τὴν δ' ἄγον, ἠύτε πόρτιν ἐς ‹ἀ›θανάτοιο θυηλὰς

μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,

ἣ δ' ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·

ὣς τῆμος Πριάμοιο πάις περικωκύεσκε

δυσμενέων ἐν χερσίν. Ἄδην δέ οἱ ἔκχυτο δάκρυ·

ὡς δ' ὁπότε βριαρῇ ὑπὸ χερμάδι καρπὸς ἐλαίης

οὔ πω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι

χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ

ἁρμοὶ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·

ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς

ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος

αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·

καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο, δεύετο δὲ χρὼς

ἀτρεκέως ἀτάλαντος ἐυκτεάνῳ ἐλέφαντι.

- Καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος

τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ

μνήσατ' ὀιζυροῖο καὶ ἀλγινόεντος ὀνείρου

τόν ῥ' ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·

ἦ γὰρ ὀίετο τύμβον ἐπ' ἀντιθέου Ἀχιλῆος

ἑστάμεναι γοόωσα· κόμαι δέ οἱ ἄχρις ἐπ' οὖδας

ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν

ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα.

Τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα

οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ' ἐπὶ μακρὸν ἀύτει.

Εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο

μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαργεῦσα γάλακτι,

τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι

νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,

ἣ δ' ὁτὲ μέν θ' ὑλακῇσι κινύρεται, ἄλλοτε δ' αὖτε

ὠρυθμῷ, στυγερὴ δὲ δι' ἠέρος ἔσσυτ' ἀυτή·

ὣς Ἑκάβη γοόωσα μέγ' ἴαχεν ἀμφὶ θυγατρί·

- "Ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ' ὕστατον ἀχνυμένη κῆρ

κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,

υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίολπα παθόντας,

ἢ πόλιν ἠὲ θύγατρας ἀδευκέας ἢ ἐμὸν αὐτῆς

ἦμαρ ἀναγκαῖον ἢ δούλιον; Οὕνεκα Κῆρες

σμερδαλέαι πολέεσσί μ' ἐνειλήσαντο κακοῖσι.

Τέκνον ἐμόν, σοὶ δ' αἰνὰ καὶ οὐκ ἐπίολπα καὶ αὐτῇ

ἄλγε' ἐπεκλώσαντο· γάμου δ' ἀπὸ νόσφι βάλοντο

ἐγγὺς ἐόνθ' Ὑμέναιον, ἐπεκρήναντο δ' ὄλεθρον

ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς

καὶ νέκυς ἡμετέρῳ ἔτ' ἰαίνεται αἵματι θυμόν.

Ὥς μ' ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε

γαῖα χανοῦσα κάλυψε πάρος σέο πότμον ἰδέσθαι."

- Ὣς φαμένης ἄλληκτα κατὰ βλεφάρων ἐχέοντο

δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθε‹ς›ι πένθος.

- Οἳ δ' ὅτ' ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,

δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ

σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ

τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·

- "Κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων

Ἀργείων μηδ' ἧμιν ἔτ' ἀργαλέως χαλέπαινε·

ἤδη γάρ τοι πάντα τελέσσομεν ὅσσα μενοινᾷς

σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δ' ἵλαος ἄμμι γένοιο

τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον."

- Ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ

λαυκανίης· τὴν δ' αἶψα λίπεν πολυήρατος αἰὼν

οἰκτρὸν ἀνοιμώξασαν ἐφ' ὑστατίῃ βιότοιο.

Καί ῥ' ἣ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δ' ὑπὸ δειρὴ

φοινίχθη περὶ πάντα, χιὼν ὣς ἥ τ' ἐν ὄρεσσιν

ἢ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ' ἄκοντι

αἵματι ‹πορ›φύροντι θοῶς ἐρυθαίνεθ' ὕπερθεν.

Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι

ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ' ἄρ' αὐτὴν

κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέι δίῳ

Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.

Ὃς δ' ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα

ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρὰ

δώματα καὶ νηοῖο καταντίον Ἀτρυτώνης,

δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα

σμερδαλέη, καὶ χεῦμα κατεπρήυνε γαλήνη.

- Οἳ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,

μέλποντες μακάρων ἱερὸν γένος ἠδ' Ἀχιλῆα.

Αἶψα δὲ δαῖτ' ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες

ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·

οἳ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισ‹ι› κυπέλλοις

πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι

θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.

Ἀλλ' ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπε·

- "Κλῦτε, φίλοι, πολέμοιο μακρὴν ‹προ›φυγόντες ὁμοκλήν,

ὄφρα λιλαιομένοισιν ἔπος θυμηδὲς ἐνίσπω·

ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη.

Ἀλλ' ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ

παύσατ' ὀιζυροῖο χόλου, κατέρυξε δὲ κῦμα

ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δ' ἀῆται

μείλιχοι οὐδ' ἔτι κῦμα κορύσσεται. Ἀλλ' ἄγε νῆας

εἰς ἁλὸς οἶδμ' ἐρύσαντες ἀναμνησώμεθα νόστου."

- Ὣς φάτ' ἐελδομένο‹ι›ς, οἳ δ' ἐς πλόον ἐντύνοντο.

Ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,

οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο

ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ'· ἀμφὶ δὲ λαοὶ

θάμβεον ἀγρόμενοι· τῆς δ' ἅψεα λάινα πάντα

θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι.

Καὶ τὴν μὲν Κάλχαντος ὑπ' ἐννεσίῃσιν Ἀχαιοὶ

νηὸς ἐπ' ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου·

καρπαλίμως δ' ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες

κτήματα πάντ' ἐβάλονθ' ὁπόσ' Ἴλιον εἰσανιόντες

ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες

ἠδ' ὁπόσ' ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα

γήθεον, οὕνεκ' ἔσαν μάλα μυρία· τοῖς ‹δ'› ἅμα πολλαὶ

ληι‹ά›δες συνέποντο μάλ' ἀχνύμεναι κατὰ θυμόν.

Αὐτοὶ δ' ἐντὸς ἵκοντο νεῶν· ἀλλ' οὔ σφισι Κάλχας

ἕσπετ' ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους

Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτραις

δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.

Οἳ δέ οἱ οὔ τι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν

Αἶσα κακή. Μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς

Ἀμφίλοχος θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου

μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν

αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης

Παμφύλων Κιλίκων ‹τε› ποτὶ πτολίεθρα νέεσθαι.

- Ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ

νηῶν πείσματ' ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς

ἐσσυμένως ἀνάειραν. Ἐπίαχε δ' Ἑλλήσποντος

σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ.

Ἀμφὶ δ' ἄρά σφισι πολλὰ περὶ πρῴρῃσιν ἔκειτο

ἔντε' ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης

μυρί' ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας

καὶ κεφαλὰς καὶ δοῦρα καὶ ἀσπίδας ᾗσι μάχοντο

ἀντία δυσμενέων. Ἀπὸ δὲ πρῴρηθεν ἄνακτες

εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν

εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι.

Εὐχωλαὶ δ' ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν

μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.

- Αἳ δ' ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ

ληιάδες καὶ πολλὰ κινυρόμεναι γοάασκον

κρύβδην Ἀργείων μέγ' ἐνὶ φρεσὶ πένθος ἔχουσαι.

Καί ῥ' αἳ μὲν περὶ γούνατ' ἔχον χέρας, αἳ δὲ μέτωπα

χερσὶν ἐπηρείδοντο δυσάμμοροι· αἳ δ' ἄρα τέκνα

ἄμπεχον ἀγκοίνῃσι· τὰ δ' οὔ πω δούλιον ἦμαρ

ἔστενον, οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ' ἐπὶ μαζῷ

θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.

Πάσῃσι‹ν› δ' ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ

ἀμφ' ὀνύχεσσι δέδρυπτο· παρειῇσι‹ν› δ' ἔτι δάκρυ

αὐαλέον περίκειτο, κατείβετο δ' ἄλλ' ἐφύπερθε

πυκνὸν ἀπὸ βλεφάρων. Δέρκοντο δὲ τλήμονα πάτρην

αἰθομένην ἔτι πάγχυ, πολὺν δ' ἀνὰ καπνὸν ἰόντα.

Ἀμφὶ δὲ Κασσάνδρην ἐρικυδέα παπταίνουσαι

πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς

μνωόμεναι· ἣ δέ σφιν ἐπεγγελάασκε γοώσαις

καί περ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.

- Τρώων δ' ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,

ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο

θαπτέμεναι μεμαῶτες· ἄγεν δ' ἀλεγεινὸν ἐς ἔργον

Ἀντήνωρ· αὐτοὶ δὲ πυρὴν πολέεσσι τίθεντο.

- Ἀργεῖοι δ' ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες

ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,

ἄλλοτε δ' ἱστία νηυσὶ μεμαότες ἐντύνοντο

ἐσσυμένως. Ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα

Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἳ δ' ἀνὰ θυμὸν

καί περ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων

ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν

ὄσσε βάλον‹θ'›· ἣ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν

χαζομένη. Τοὶ δ' αἶψα παρ' ἀγχιάλοιο φέροντο

ῥηγμῖνας Τενέδοιο, παρημείβοντο δὲ Χρῦσαν

καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·

Λέσβος δ' ἠνεμόεσσ' ἀνεφαίνετο· κάμπτετο δ' ἄκρη

ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.

Λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρῴραις

ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ

κύματα· λευκαίνοντο δ' ὑπὲρ πόντοιο κέλευθοι.

- Καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας

πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρά σφι

κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη.

Καί ῥ' ὁπότ' Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,

δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον

ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα

Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον

ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·

- "Ζεῦ πάτερ, οὐκέτ' ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται

ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ

οὔτ' ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ' ὀπηδεῖ

ἀνδράσι λευγαλέοισι, κακοῦ δ' ἄρα πολλάκις ἐσθλὸς

συμφέρετ' ἄλγεσι μᾶλλον, ἔχει δ' ἄλληκτον ὀιζύν.

Τοὔνεκ' ἄρ' οὔτε δίκην τις ἔθ' ἅζεται, οὐδέ τις αἰδὼς

ἔστι παρ' ἀνθρώποισιν. Ἔγωγε μὲν οὔτ' ἐν Ὀλύμπῳ

ἔσσομαι οὔτ' ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν

τίσομ' ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ

υἱὸς Ὀιλῆος μέγ' ἐνήλιτεν, οὐδ' ἐλέαιρε

Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας

πολλάκις, οὐδ' ἔδδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ

ᾐδέσατ' ἀθανάτην, ἀλλ' ἄσχετον ἔργον ἔρεξε.

Τῶ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς

ῥέξαι ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι

αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν."

- Ὣς φαμένην προσέειπε ‹πατὴρ› ἀγανοῖς ἐπέεσσιν·

- "Ὦ τέκος, οὔ τοι ἔγωγ' ἀνθίσταμαι εἵνεκ' Ἀχαιῶν,

ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες

χερσὶν ὑπ' ἀκαμάτοισιν ἐτεκτήναντο Κύκλωπες,

δώσω ἐελδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ

αὐτὴ χεῖμ' ἀλεγεινὸν ἐπ' Ἀργείοισιν ὄρινον."

- Ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν

καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης

θήκατο· τῆς δ' ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ' ἰάνθη.

Αὐτίκα δ' αἰγίδα θοῦριν ἐδύσετο παμφανόωσαν,

ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·

ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης

σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν

λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες.

Ἔβραχε δ' αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,

οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.

Λάζετο δ' ἔντεα πατρὸς ἅ περ θεὸς οὔ τις ἀείρει

νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον,

σὺν δ' ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·

νὺξ ‹δ'› ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·

Ζεὺς δὲ μέγ' εἰσορόων ‹ἐπ›ετέρπετο. Κίνυτο δ' εὐρὺς

οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δ' ἔβραχεν αἰθήρ,

ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.

- Ἣ δ' ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι

οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,

ὄφρ' Ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ

ἐλθέμεναι κραναοῖο Καφηρέος ἔγγυθεν ἄκρων

νωλεμέως χριμφθέντας ἀνοιδῆναί τε θάλασσαν

λευγαλέῃς ῥιπῇσι μεμηνότας. Ἣ δ' ἀίουσα

ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·

φαίης κεν πῦρ ἔμμεν ἅμ' ἠέρι καὶ μέλαν ὕδωρ.

Ἵκετο δ' Αἰολίην, Ἀνέμων ὅθι λάβρον ἀέντων

ἄντρα πέλει στυφελῇσιν ἀρηρέμεν' ἀμφὶ πέτρῃσι

κοῖλα καὶ ἠχήεντα· δόμοι δ' ἄγχιστα πέλονται

Αἰόλου Ἱπποτάδαο. Κίχεν δέ μιν ἔνδον ἐόντα

σύν τ' ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν

ὁππόσ' Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.

Αὐτὰρ ὅ γ' οὐκ ἀπίθησε, μολὼν δ' ἔκτοσθε μελάθρων

χερσὶν ὑπ' ἀκαμάτοισιν ὄρος μέγα τύψε τριαίνῃ,

ἔνθ' Ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο

ἐν κενεῷ κευθμῶνι, περίαχε δ' αἰὲν ἰωὴ

βρυχομένων ἀλεγεινά. Βίῃ δ' ἔρρηξε κολώνην·

οἳ δ' ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν

λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ' ἀλεγεινὸν

ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.

- Οἳ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι

πᾶν ἔπος· ἐσσυμένοισι δ' ἐπεστενάχιζε θάλασσα

ἄσπετον· ἠλιβάτοισι δ' ἐοικότα κύματ' ὄρεσσιν

ἄλλοθεν ἄλλα φέροντο. Κατεκλάσθη δ' ἄρ' Ἀχαιῶν

θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που

ὑψηλὸν φέρε κῦμα δι' ἠέρος, ἄλλοτε δ' αὖτε

οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε

βυσσὸν ἐς ἠερόεντα, βίη δέ οἱ ἄσχετος αἰεὶ

ψάμμον ἀναζείεσκε διοιγομένοιο κλύδωνος.

Οἳ δ' ἄρ' ἀμηχανίῃ βεβολημένοι οὔτ' ἐπ' ἐρετμῷ

χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες, οὔτ' ἄρα λαίφη

ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι

ῥηγνύμεν' ἐξ ἀνέμων οὐδ' ἔμπαλιν ἰθύνασθαι

ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι.

Οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν

χερσὶν ἐπισταμένῃσι θοῶς οἰήια νωμᾶν·

πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.

Οὐδέ τις ἐλπωρὴ βι‹ότ›ου πέλεν, οὕνεκ' ἐρεμνὴ

νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς

ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν

ἦρα κασιγνήτοιο φέρων ἐρικυδέι κούρῃ,

ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα

θῦνε μετ' ἀστεροπῇσιν· ἐπέκτυπε δ' οὐρανόθεν Ζεὺς

κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος. Ἀμφὶ δὲ πᾶσαι

νῆσοί τ' ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ

Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ἧχι μάλιστα

τεῦχεν ἀμειλίκτοισιν ἐπ' ἄλγεσιν ἄλγεα δαίμων

Ἀργείοις. Στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας

ἔπλετ' ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν

ἀγνυμένων· αἳ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν

αἰὲν ‹ἐν›ερρήγνυντο. Πόνος δ' ἄπρηκτος ὀρώρει·

καί ῥ' οἳ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες

νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ

κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ' ὑπὸ πότμῳ

κάτθανον, οὕνεκ' ἄρά σφιν ἐπέχραον ἄλλοθεν ἄλλα

νηῶν δούρατα μακρά, συνηλοίηντο δὲ πάντων

σώματα λευγαλέως· οἳ δ' ἐν νήεσσι πεσόντες

κεῖντο καταφθιμένοισιν ἐοικότες· οἳ δ' ὑπ' ἀνάγκης

νήχοντ' ἀμφιπεσόντες ἐυξέστοισιν ἐρετμοῖς·

ἄλλοι δ' αὖ σανίδεσσιν ἐπέπλεον. Ἔβραχε δ' ἅλμη

βυσσόθεν, ὥς τε θάλασσαν ἰδ' οὐρανὸν ἠδὲ καὶ αἶαν

φαίνεσθ' ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.

- Ἣ δ' ἄρ' ἀπ' Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη

οὔ τι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δ' ἄρ' αἰθὴρ

ἴαχεν. Ἣ δ' Αἴαντι φόνον καὶ πῆμα φέρουσα

ἔμβαλε νηῒ κεραυνόν, ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ

ἐσκέδασε‹ν› διὰ τυτθά· περίαχε δ' αἶα καὶ αἰθήρ,

ἐκλύσθη δ' ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.

Οἳ δ' ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δ' ἄρ' αὐτοὺς

κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δ' ἀνάσσης

αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀίσσουσα.

Οἳ δ' ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην

θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.

Ληιάσι‹ν› δ' ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·

καί ῥ' αἳ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι

χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἳ δ' ἀλεγειναὶ

δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ

σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης

τινύμεναι Δαναούς. Ἣ δ' ὑψόθεν εἰσορόωσα

τέρπεθ' ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.

- Αἴας δ' ἄλλοτε μὲν περινήχετο δούρατι νηός,

ἄλλοτε δ' αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη,

ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς.

Σχίζετο δ' ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν

ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες

ἠνορέην καὶ κάρτος ἐθάμβεον. Ἀμφὶ δὲ κῦμα

ἄλλοτε μὲν φορέεσκε πελώριον ἠύτ' ἐπ' ἄκρην

οὔρεος ὑψηλοῖο δι' ἠέρος, ἄλλοτε δ' αὖτε

ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδ' ὅ γε χεῖρας

κάμνε πολυτλήτους. Πολλοί γε μὲν ἔνθα καὶ ἔνθα

σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·

οὔ πω γάρ οἱ θυμὸν ἐμήδετο Κηρὶ δαμάσσαι

κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,

πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι.

Τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀιζὺς

πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες

ἀνδρὶ περιστήσαντο. Μένος δ' ἐνέπνευσεν ἀνάγκη·

φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται

χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν,

ἐκφυγέειν. Ἀλλ' οὔ τι θεῶν ὑπάλυξεν ὁμοκλήν·

δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,

εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης

Γυραίης, καί οἱ μέγ' ἐχώσατο. Σὺν δ' ἐτίναξε

πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ

κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἳ δ' ἀλεγεινὸν

θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ

χωομένοιο ἄνακτος. Ἀπέσχισε δ' εἰς ἅλα πέτρον

εὐρέα, τῇ περ ἐκεῖνος ἑαῖς ἐπεμαίετο χερσί·

καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν

χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ' αἷμ' ὀνύχεσσι·

μορμῦρον δέ οἱ αἰὲν ὀρινόμενος περὶ κῦμα

ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον.

Καί νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ὅ γ' αὐτῷ

ῥήξας ‹γ›αῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην.

Εὖτε πάρος μεγάλοιο κατ' Ἐγκελάδοιο δαΐφρων

Παλλὰς ἀειραμένη ‹Σ›ικελὴν ἐπικάββαλε νῆσον

ἥ ῥ' ἔτι καίετ‹αι› αἰὲν ὑπ' ἀκαμάτοιο Γίγαντος

αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν

ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη

ὑψόθεν ἐξεριποῦσα· βάρυνε δὲ καρτερὸν ἄνδρα.

Ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ' Ὄλεθρος

γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.

- Ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,

οἳ μὲν ἄρ' ἐν νήεσσι τεθηπότες, οἳ δὲ πεσόντες

ἔκτοσθε‹ν› νηῶν· ὀλοὴ δ' ἔχε πάντας ὀιζύς.

Αἳ μὲν γὰρ φορέοντ' ἐπικάρσιαι εἰν ἁλὶ νῆες,

ἄλλαι δ' ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ

ἐκ περάτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω,

τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·

αἳ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν

ὄμβρου ἐπιβρίσαντος ἀπείρονος οὐδ' ὑπέμειναν

λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ

μισγόμενον· ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ

συνεχές, ἣ δ' ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα.

- Καί τις ἔφη· "Τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,

ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,

ποντώθη δ' ἄρα γαῖα, βυθὸς δ' ἐπεχεύατο πάντῃ."

- Ὣς ἄρ' ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς

λευγαλέον. Πολλοὶ δὲ κατέφθιθον· ἀμφὶ δὲ νεκρῶν

πλήθεθ' ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι

ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμ' ἐπὶ χέρσον.

Ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην

πᾶσαν ἄδην ἐκάλυψε· μέσον δ' ‹οὐ› φαίνετο κῦμα.

- Ἄλλοι δ' ἄλλην κῆρα κακὴν λάχον· οἳ μὲν ἀν' εὐρὺν

πόντον ὀρινομένης ἁλὸς ἄσχετον, ‹οἳ› δ' ἐνὶ πέτραις

ἄξαντες πέρι νῆας ὀιζυρῶς ἀπόλοντο

Ναυπλίου ἐννεσίῃσιν. Ὃ γὰρ κοτέων μάλα παιδὸς

χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων

καί περ ἀκηχέμενος μέγ' ἐγήθεεν, οὕνεκ' ἄρ' αὐτῷ

δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον

τειρόμενον κατὰ βένθος. Ἑῷ δ' ἄρα πολλὰ τοκῆι

εὔχεθ' ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.

τοῦ δὲ Ποσειδάων μάλ᾽ ἐπέκλυεν, ἄγχι δὲ πάντας

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ἂψ μέλαν οἶδμα φέρεσκεν· ὃ δ' ἀκαμάτῃ χερὶ πεύκην

αἰθομένην ἀνάειρε, δόλῳ δ' ἀπάφησεν Ἀχαιοὺς

ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·

αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν

αὐταῖς σὺν νήεσσι· κακῷ δ' ἐπὶ κύντερον ἄλγος

τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς

νυκτὶ θοῇ. Παῦροι δ' ἔφυγον μόρον οὕς τ' ἐσάωσεν

ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος. Αὐτὰρ Ἀθήνη

ἄλλοτε μὲν ‹θυμῷ› μέγ' ἐγήθεεν, ἄλλοτε δ' αὖτε

ἄχνυτ' Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ' ἔμελλε

πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ·

ὅς ῥα τότ' ἀκαμάτοισι περὶ φρεσὶ πάγχυ μεγαίρων

τείχεσι καὶ πύργοισιν ἐυσθενέων Ἀργείων,

οὓς ἔκαμον Τρώων στυγερῆς ‹ἔρυμ'› ἔμμεν ἀυτῆς,

ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν

ὅσση ἀπ' Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,

καί μιν ἐπ' ἠιόνας Τροίης βάλεν. Ὗε δ' ὕπερθε

Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἐννοσιγαίῳ.

Οὐδὲ μὲν οὐδ' Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο·

ἀλλ' ἄρ' ἀπ' Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα

εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ' ἔργον Ἀχαιῶν.

ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτ᾽ ἴσαν κελάδοντες

χείμαρροί τ' ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,

τοὺς μέλαν οἶδμ' ἀνέεργε πολυστόνου Ἀμφιτρίτης

πόντον ἐσελθέμεναι, πρὶν τείχεα πάντ' ἀμαθῦναι

ἀργαλέως Δαναῶν. Αὐτὸς δ' ἄρα γαῖαν ἔνερθε

ῥῆξε Ποσειδάων, ἀνὰ δ' ἔβλυσεν ἄσπετον ὕδωρ

ἰλύν τε ψάμαθόν τε· βίῃ δ' ἐλέλιξε κραταιῇ

Σίγεον, ἠιόνες δὲ μέγ' ἔβραχον· ἐκ δὲ θεμέθλων

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

Δαρδανίη· καὶ ἄιστον ὑποβρύχιόν τ' ἐκαλύφθη

ἕρκος ἀπειρέσιον, κατεδύσετο δ' ἔνδοθι γαίης

μακρὰ διισταμένης. Ψάμαθος δ' ἔτι φαίνετο μούνη,

χασσαμένου πόντοιο, κατ' ἀκτάων ἐριδούπων,

νόσφι δ' ἐπ' αἰγιαλοῖσι κατεκτάθη. Ἀλλὰ τὰ μέν που

ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἳ δ' ἐνὶ νηυσὶν

Ἀργεῖοι πλώεσκον ὅσους διὰ χεῖμα κέδασσεν·

ἄλλῃ δ' ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,

ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.