- Ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν
ἀγχιβαθὴς στατὸν ἴχνος ἐπ' ἰλύι δισσὸν ἐρείσας
ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,
χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·
ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,
πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,
στῆθος ἐφαπλώσας ποταμηΐδος ὑψόθεν ὄχθης,
οἰγομένοις στομάτεσσιν ἀνήφυσεν ἰκμάδα Βάκχου·
πρηνὴς δ' ἄλλος ἔην πελάσας στόμα γείτονι π̣η̣γῇ,
καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας
χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·
ἄλλοι δ' ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,
πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·
καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ,
κισσυβίῳ προχέων ποταμηΐδος ὄγκον ἐέρσης,
μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ
οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος
ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.
καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο
ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ
οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
- δυσμενέας δ' ἐμέθυσσε χάλις ῥόος. ἔνθα τις ἀνὴρ
Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ
εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,
διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης
ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·
ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης
αἰγὸς ὀρε̣σσινόμοιο διέθρισεν ἀ̣ν̣θερεῶνα,
θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·
ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
οἷά περ ἀμώων Σα̣τύ̣ρων τα̣υρώπ̣ιδα μο̣ρφήν,
ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην
στικτῆς εἰσορόων πολυδαί̣δαλον εἶδος ὀπωπῆς,
οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ
νεβρίσιν ἰσοτύποισι παρεπλά̣γχθησαν ὀπωπαί·
καὶ φονίαις λιβάδε̣σσ̣ι̣ν ὅλον θώρη̣κα μιαίνων
Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.
καί τις ὁμοκλ̣ή̣σ̣α̣ς ἐκορύσσετο γείτονι δένδρῳ
μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων
σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην
ἁβροκόμων ὄρπηκα̣ς ἀπηλοίησε κο̣ρ̣ύ̣μβων,
φύλλα δι̣α̣σ̣χ̣ίζων λασίης δρυός, οἷα μα̣χαίρῃ
πλοχμὸν ἀ̣κ̣ερσικόμοιο διατμήγων Διονύσου,
μαρνάμενος πετάλοιςι καὶ οὐ Σατύροισιν ἐρίζων,
τερπωλὴν ἀ̣ν̣ό̣νητον ἔχων σκιοειδέι νίκῃ.
- μαίνετο δ' ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης
ὃς μ̣ὲν̣ ἑλὼν̣ βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι
τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
δίζυγον̣ ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ·
ὃς δὲ πολ̣υτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
ἄστατοσ̣ ε̣ἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·
καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας
δίθροον̣ ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·
γ̣η̣ρ̣α̣λ̣έου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ
γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης
ὄμβρῳ ἐερσήεντι διάβροχον οἷα πιέζων
οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.
ἄ̣λλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
ἄ̣σχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ
ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,
ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·
καὶ π̣α̣λάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς
ἀσπίδες ἐκρούον̣το κυβιστητῆρι σιδήρῳ·
ἄλλος ὀπιπεύων θιαςώδεος ὄργια Μούσης
μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·
καί τις ἀ̣ρασσομένης ἀίων κελάδημα βοείης
μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ
ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
λύσσα̣ν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμοσ̣ Ἰνδῶν
ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχ̣η̣ν,
παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,
σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ
χερσὶν ἐρωμανέεσσιν ἀπεσ̣φρηγίσσατο μίτρην,
ἐλπίδι μαψι̣δίῃ πε̣φ̣ορημένος· ἐξαπίνης γὰρ
ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,
δυσμενέος δ' ἤιξε κατ' αὐχένος, ἀμφὶ δὲ δειρῇ
οὐραίαις ἑλίκεσσ̣ιν ἀνέπλεκε κ̣υ̣κλάδα μίτρην·
ταρβαλέοις δὲ πόδεςσι φυγὼν μελανόχροος ἀνὴρ
θερμὸν ἀνυμφεύτ̣ων ἀπεσείσατο κέντρον Ἐρώτων,
αὐχένιον φορέων ὀφιώδεος ὅρμον ἀκάνθης.
- ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτ̣ρε̣χον Ἰνδοί,
τόφρα δ̣ὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖ̣λον ἑλίξας
ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
εὔνασε δ̣' οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,
Πασιθέης γεν̣ε̣τῆρι χαριζ̣ό̣μενος Διονύσῳ·
ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ
ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,
ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,
νωθρὸς ἐυκροκάλῳ ποταμηΐδι κείμενος ὄχθῃ,
ἠματίοις δ' ὀάριζε νοοπλανέεσσιν ὀνείροις
ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·
πρηνὴς δ' ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν
χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·
καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ
οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων,
ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.
καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,
ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,
ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,
λαιὴν ὀφρυόεντι βαλὼν ἔπι χεῖρα μετώπῳ·
καὶ πολὺς ἐσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων
ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς
οἰνοβαρής· ἕτερος δὲ τινασσομένοιο καρήνου
γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης·
τὸν δὲ βαρὺ κνώσσοντα βαθυστ̣ρώτων ἐπὶ λέκτρων
ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης
ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·
καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετά̣νυστο κονίῃ,
ἄκρα ποδῶν προχοῇσι κατακλύζων π̣οταμοῖο·
ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,
καὶ κεφαλὴν βαρύθουσαν ἐπέτρεπε γείτονι πεύκῃ·
ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.
- καὶ δηίους κνώσ̣σ̣ο̣ν̣τ̣ας ἰδὼν γελόωντι προσώπῳ
Βάκχος ἄν̣αξ̣ ἀγόρευε, χέων σημάντορα φωνήν·
- Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
πάντας ἀναιμάκτῳ ζωγρήσατε δηϊοτῆτι·
καὶ βριαρῷ γόνυ δο̣ῦλ̣ον ὑποκλίνας Διονύσῳ
Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδεϊ Ῥείῃ,
σείων οἴνοπα θύρσον, ἀπορρί̣ψας δὲ θυέλλαις
ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
καὶ κεφαλὴν στέψειεν ἐμ̣ῷ κ̣ισσώδεϊ̣ δεσμῷ,
γυμνώσας πλ̣οκαμῖδας ἀερσιλόφου τρυφαλείης,
καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ θούριον ἠχὼ
εὔιον ἀείσειε κορυ̣μβοφόρῳ Διονύσῳ.
- ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶ̣ν
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
ἄλλ̣ος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνη̣ς
ἄνδρ̣α βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·
καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
ἀνέρα δουρίκ̣τητον ἀδέσμιον εἷλκεν ἐθείρης·
ἄλλος ὁμοπλέκτους παλάμας περὶ νῶτα καθάψας
δήιον εἱλικόεντι λύγων μιτρώσατο δεςμῷ
αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
ὤμ̣ῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·
ἄλλου κεκλιμένοιο φιλεύιος ἐσμὸς ἀλήτης
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ λοφιῆς ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
ἰςχία μαστίζουσα δορικτήτων ἐλεφάντων·
κ̣α̣ὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην
ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος·
κ̣α̣ὶ νέος ἠκόντιζεν ἐ̣ν̣ ἔντεσιν ὄλβιον αἴγλην,
ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχητὰς
ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων Διομήδης.
ἄλλους δ' ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
νήδυμον ὕπνον ἔχοντ̣ασ̣ ὁμόστολον ἡδ̣έος οἴνου.
- ἔνθα̣ τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
παρθένος Ἀστακ̣ίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις
καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
θῆρας ὀιστεύουσα καὶ ἰχνεύο̣υσα κολώνας·
οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
καί οἱ ἐνὶ σκοπέλοισιν ἐρη̣μονόμῳ παρὰ πέζῃ
ἠλακάτη πέλε τόξον, ἀε̣ὶ δέ οἱ ἔνδοθι λόχμης
μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
κ̣αὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·
καὶ καθαρῇ συνάεθλος ὁμίλεεν Ἰοχεαίρῃ
καὶ λίνον ἐ̣ν σκοπέλοι̣σ̣ιν ἀνέπλεκεν ἠθάδος ἄγρης
νήματος ἀσκητοῖο φιλαίτ̣ερον· οὔ ποτε τόξῳ
ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπ̣τετο νεβροῦ,
δ̣ορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
ἀλλὰ περιζεύξασα δαφοινήεντι̣ χαλινῷ
γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
πολλάκι δ' ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
μέμφετο δ' Ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
οὐτιδαναῖς ἐλάφοι̣σιν ἑὴν ἔζευξεν ἀπήνην.
οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
πολλάκι δ' εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
πορδαλίων σχεδὸν ἧστο, μιῇ δ' ὑπὸ κοιλάδι πέτρῃ
μίμνε μεσημβρίζουσα λεχωΐδος ἄγχι λεαίνης·
ἡ δὲ γαληναίῃσιν ὑπ' ὀφρύσι μειλιχίη θὴρ
ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ
ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης
χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.
- καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·
καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
εἴκε̣λος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κ̣ύπρις
ἀργεννὴν ἐν̣όμ̣ε̣υ̣εν ὀρεσσινόμων στ̣ί̣χ̣α̣ τα̣ύρων
κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην
βουκόλος ἀγρώσ̣σ̣ουσαν ἰδὼν χιονώδεα κούρη̣ν
οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη
ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
ποιμένα μαςτεύουσα· νέος δ' ἐπλάζετο βούτης
παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
- καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα
οἴστρῳ λ̣α̣βροτέρω̣ δεδονημένον· ἐν σκοπέλοις γὰρ
παρθενι̣κ̣ῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ
καὶ σφυρὰ φοιν̣ί̣σ̣σοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη
χι̣ο̣νέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·
καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
ἀσκεπέ̣ων ἐ̣δόκ̣ευεν ἐλεύθερον ἄντυγα μηρῶν
[....................]χ̣ωδεα̣ [...
βότρυν ὀπισθοπόροιο κόμησ̣ ἐλέλιζεν ἀήτης
κου̣φί̣ζ̣ων ἑκάτερθεν, ἀειρομέν̣ων δὲ κομάων
λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου
ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·
εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,
ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
εἰ τόσον, ὡς Νίκαια, πέλεν λευκώλενος Ἠώς·
Ἑσπερίην δ' ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
ε̣ἰ̣ πλέ̣ον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
- καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
ἐγγὺς ἐ̣ὼν καὶ νόσφι μένων ἐμνώετο κούρης,
πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
πῶς δὲ̣ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
ὁππότε μιν δονέων κ̣αὶ ἐσ̣ ὀμφαλὸν ἄχρις ἀείρων
γυμνώσας χροὸς ἄνθος ἀνηκόντ̣ι̣ζ̣ε̣ν̣ ἀή̣της·
κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτ̣ῶ̣ν̣α̣.
- καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
γείτονα θηρε̣ύουσαν ἰδὼν ὑψαύχενα κούρ̣ην
τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·
- αἴθε βέλος γενόμ̣ην ἢ δίκτυον ἠὲ φα̣ρέτρη,
αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρα με γυμναῖς
χερσὶν ἐλαφρίζειεν· ὀπισθοτόνοιο δὲ τόξου
εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρα με μαζῷ
χ̣ι̣ονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
ν̣αὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔ̣κτοθι μίτρης.
π̣αρθένε, κουφίζεις βέλος ὄλβιο̣ν̣· ὑμέτεροι δὲ
Ὕμνου μηλονόμοιο μακάρτεροί ε̣ἰ̣σ̣ιν ὀιστοί,
ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμά̣ων.
σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω·
οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ
ζῆλον ἔ̣χω τόξοιο κ̣α̣ὶ̣ ἀ̣πνεύστοιο φαρ̣έτρ̣ης.
αἴθε μεσημβρίζουσα̣ ποθοβλήτῳ παρ̣ὰ πηγῇ
γυῖα καταψύξειεν, ἴδω δ' ὑψαύχενα κούρην,
ναὶ δαμάλη, ναὶ μόςχε, δίχα φθονεροῖο χιτῶνος.
οὔ πώ μοι, Κυθέρεια, τόση̣ν ᾤκτειρας ἀνάγκην;
[..............]α τί̣ β[ουκόλον ......
Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
οὐ βόας Ἠελίοιο κατ' οὔρεα ταῦτα νομεύω,
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·
οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·
Τιθωνὸς ῥοδόεις πέλε βουκόλος, ὃν διὰ μορφὴν
δίφρον ἑὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·
καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.
δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω
ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·
ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρα τις εἴπῃ·
'Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει'.
- ὣς φάτο καὶ λιτάνευε, φίλων δ' ἐδράξατο γούνων
χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι
ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δ' ὑπεμέμφετο σιγῇ.
- καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων
κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,
καὶ δόρυ θοῦρον ἄειρε, πόθου δ' ὑπὸ μείζονι κέντρῳ
κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,
καὶ κύσε δίκτυα κοῦφα καὶ οὐ πνείοντας ὀιστούς,
χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,
καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·
καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·
- πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,
ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.
Δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·
αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.
- ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
μάρτυν ἑῆς ὀδύνης γαμίην ἐμελίζετο μολπήν.
παρθενικὴ δ' ἀγόρευεν ἐπεγγελόωσα νομῆι·
- ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·
πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ
παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου
ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.
- ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·
- ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ
κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,
οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω
ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.
τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ
τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,
πρὸς Παφίης, μὴ πέμπε κατ' αὐχένος, ἡμετέρην δὲ
σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·
ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,
τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ
καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.
κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·
ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ
δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,
ἐκταδὸν αὐερύοντα τεὴν μελιηδέα νευρὴν
δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·
οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,
γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων
ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.
εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,
εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ
ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.
ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,
παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·
πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην
χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρα τις εἴπῃ·
'παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε.' μηδὲ θανόντος
αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,
ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·
ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου
πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.
δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν· ὑψόθι τύμβου
ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω
ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,
εἰαρινήν τε φύτευε μινυνθαδίην ἀνεμώνην
πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.
εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,
βαιὸν ἐμοὶ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις
ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,
χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·
'ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς
παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα'.
- ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ
λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ
κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,
ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος
φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.
- ἀλλ' οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ
ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,
μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·
Νηιάδες δ' ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.
κούρη δ' ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,
μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,
Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·
ἀμφὶ δὲ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης
Ἀστακίδος μέμψαντο Κυβηλίδες ἤθεα νύμφης,
αἴλινα δ' ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ
Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.
καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης
τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.
ὄμμασι δ' ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων
Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστ̣ενε Ῥείη,
μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.
καὶ δρύες ἐφθέγξαντο· 'τί σοι τόσον ἤλιτε βούτης;
μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.'
- ἔδρακε δ' Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,
ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,
καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
μέμψατο δ' αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ
Ὕμνον ἐποικτείροντος ἐλείβετ̣ο δάκρυα ταύρου,
καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς
ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·
- βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων
πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος
αἵματι χα̣λκὸν ἔβαψε καὶ ἔσβεσε πυρσὸν Ἐρώτων ‑
- βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη ‑
καὶ Νύμφ̣ας ἀκάχησεν, ὀρειά̣δος οὐ κλύε πέτρης,
οὐ πτελέ̣ης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην
λισσομένην· 'μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα'.
καὶ λύκος ἔστενεν Ὕμνο̣ν̣, ἀμειδέες ἔστενον ἄρκτοι,
καὶ βλοσυροῖς βλεφάροισι λέω̣ν̣ ὠδύρετο βούτην·
- βούτης καλὸς ὄλω̣λε, καλὴ δέ μιν ἔκτανε κο̣ύρη.
ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,
ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης
θηλυτέ̣ρ̣η̣ π̣α̣λάμῃ δε̣δαϊγμένος. ἐς τίνα λόχμην
ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.
- βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,
χαίρετε, Νηιάδες καὶ Ἁμαδρύες. ἀμφότεροι δὲ
Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· αὐλὸς ἀλάσθω.
πῇ Νέμεσις; πῇ Κύπρις; Ἔρως, μὴ ψαῦε φαρέτρης·
- σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.
δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων
γνωτῇ Φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
Ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.