3919 597 2 29 0 0 IV d. C. Epica Quintus XIII Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 0

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ ΙΓ΄

- Οἳ δ' ἄρ' ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δ' ἄρα τοῖσιν

αὐλοὶ ὁμῶς σύριγξι μέγ' ἤπυον· ἀμφὶ δὲ πάντῃ

μολπὴ ἐπ' ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀυτὴ

δαινυμένων, οἵ‹η› τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.

Ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον

πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον,

ἀμφὶ δ' ἄρ' ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δ' ἐπ' ἄλλῳ

ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·

καί ῥά οἱ ἐν μεγάροις κειμήλια καὶ δόμος αὐτὸς

φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δ' ἐώλπει

ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δ' ‹ἄρ'› ἀχλὺς

ἄμπεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ

καὶ νόος αἰζηῶν, ὁπότ' ἐς φρένα χανδὸν ἵκηται·

καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·

- "Ἦ ῥ' ἅλιον Δαναοὶ στρατὸν ἐνθάδε πουλὺν ἄγειραν,

σχέτλιοι, οὐδ' ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,

ἀλλ' αὕτως ἀπόρουσαν ἀπ' ἄστεος ἡμετέροιο

νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν."

- Ὣς ἄρ' ἔφη Τρώων τις ἐεργόμενος φρένα οἴνῳ,

νήπιος· οὐδ' ἄρ' ἐφράσσατ' ἐπὶ προθύροισιν Ὄλεθρον.

- Εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον

οἴνῳ ἐνιπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,

δὴ τότ' ἄρ' αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε

δεικνὺς Ἀργείοισι πυρὸς σέλας. Ἀμφὶ δέ οἱ κῆρ

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται

Τρῶες ἐυσθενέες, τάχα δ' ἀμφαδὰ πάντα γένηται·

ἀλλ' οἳ μὲν λεχέεσσι πανύστατον ὕπνον ἴαυον

πολλῷ ὑπ' ἀκρήτῳ βεβαρηότες, οἳ δ' ἐσιδόντες

ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.

- Αὐτὸς δ' ἄγχ' ἵπποιο Σίνων κίεν· ἦκα δ' ἄυσεν,

ἦκα μάλ', ὡς μή πού τις ἐνὶ Τρώεσσι πύθηται,

ἀλλ' οἶοι Δαναῶν ἡγήτορες ὧν ἀπὸ νόσφιν

ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι·

οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ' Ὀδυσῆα

πάντες ἐπ' οὔατ' ἔνευσαν. Ὃ δέ σφεας ὀτρύνεσκεν

ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἳ δ' ἐπίθοντο

ἐς μόθον ὀτρύνοντι καὶ ἐξ ἵπποιο χαμᾶζε

ὥρμαινον πονέεσθαι. Ὃ δ' ἰδρείῃσιν ἔρυκε

πάντας ἐπεσσυμένους· αὐτὸς δ' ἄρα χερσὶ θοῇσιν

ἵππου δουρατέοιο ‹μάλ'› ἀτρέμας ἔνθα καὶ ἔνθα

πλευρὰ διεξώιξεν ἐυμμελίω ὑπ' Ἐπειοῦ·

βαιὸν δ' ἐξανέδυ σ‹αν›ίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ

Τρῶας παπταίνεσκεν, ἐγρηγορότ' εἴ που ἴδοιτο.

Ὡς δ' ὅταν ἀργαλέῃ λιμῷ βεβολημένος ἦτορ

ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ' ἐδωδῆς

ποίμνης πρὸς σταθμὸν εὐρύν, ἀλευόμενος δ' ἄρα φῶτας

καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,

βαίνει ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·

ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν. Ἀμφὶ δ' ἄρ' αὐτῷ

ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες

νισόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς

τεῦξεν ἀριστήεσσιν ἐυσθενέεσσι κέλευθα

ἵππον ἐς ἐρχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν·

οἵ ῥα τότ' ἀμφ' αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,

θαρσαλέοι‹ς› σφήκεσσιν ἐοικότες οὕς τε κλονήσῃ

δρυτόμος, οἳ δ' ἄρα πάντες ὀρινόμενοι περὶ θυμῷ

ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·

ὣς οἵ γ' ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο

ἐς Τρώων πτολίεθρον ἐύκτιτον· ἐν δ' ἄρα τοῖσι

πάλλετ' ἐνὶ στέρνοισι κέαρ. Τάχα δ' οἳ μὲν ἔναιρον

δυσμενέας . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

         (desunt plures versus)     

. . . . . Τοὶ δ' ‹ἄρ'› ἔρεσσον ἔσω ἁλός· αἳ δ' ἐφέροντο

νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δ' ἴθυνε κέλευθα

οὖρον ἐπιπροϊεῖσα· νόος δ' ἰαίνετ' Ἀχαιῶν.

Καρπαλίμως δ' ἐλθόντες ἐπ' ᾐόνας Ἑλλησπόντου,

ἔνθ' αὖτις στήσαντο νέας, σὺν δ' ἄρμενα πάντα

εἷλον ἐπισταμένως ὅσα νήεσιν αἰὲν ἕπονται.

Αὐτοὶ δ' αἶψ' ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο

ἄβρομοι, ἠύτε μῆλα ποτὶ σταθμὸν ἀίσσοντα

ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·

ὣς οἵ γ' αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο

πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.

Οἳ δ' ὥς τ' ἀργαλέῃ λιμῷ . . . . . . . . . . . . . . . . . . .

. . . . . . . . . . . . . . . . . . . . . . . . . . περιπαιφάσσοντες

σταθμῷ ἐπιβρίσωσι κατ' οὔρεα μακρὰ καὶ ὕλην,

εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ' ἐπ' ἄλλοις

δάμνανθ' ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ

        (desunt plures versus)   

αἵματι καὶ νεκύεσσιν· ὀρώρει δ' αἰνὸς ὄλεθρος

καί περ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων.

- Ἀλλ' ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,

δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο

ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.

Πᾶν δ' εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο

καὶ νεκύων, πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα

καιόμεν' ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.

Ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·

μαίνετο δ' ἐν μέσσοισιν Ἄρης στονόεσσά τ' Ἐνυώ.

- Πάντῃ δ' αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν

Τρώων ὀλλυμένων ἠδ' ἀλλοδαπῶν ἐπικούρων·

τῶν οἳ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι

κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι, ‹τ›οὶ δ' ἐφύπερθε

πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἳ δ' ἄρα χερσὶ

δράγδην ἔγκατ' ἔχοντες ὀιζυρῶς ἀλάληντο

ἀμφὶ δόμους, ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων

ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·

πολλῶν δ' ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων

χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐταῖς,

φευγόντων δ' ἑτέρων μελίαι διὰ νῶτα πέρησαν

ἄντικρυς ἐς μαζούς, ‹τ›ῶν δ' ἰξύας ἄχρις ἱκέσθαι

αἰδοίων ἐφύπερθε διαμπερές, ἧχι μάλιστα

Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.

Πάντῃ δ' ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει

ὠρυθμός, στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν

ἔπλετο λευγαλέη· περὶ δ' ἴαχε πάντα μέλαθρα

ἄσπετον. Οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν

εἰδομένων γεράνοισιν, ὅτ' αἰετὸν ἀθρήσωσιν

ὑψόθεν ἀίσσοντα δι' αἰθέρος, οὐδ' ἄρα τῇσι

θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλ' ἄ‹ρα› μοῦνον

μακρὸν ἀνατρίζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·

ὣς ἄρα Τρωιάδες μέγ' ἐκώκυον ἄλλοθεν ἄλλαι,

αἳ μὲν ἀνεγρόμεναι λεχέων ἄπο, ταὶ δ' ἐπὶ γαῖαν

θρῴσκουσαι· τῇς ‹δ'› οὔ τι μίτρης ἔτι μέμβλετο λυγρῇς,

ἀλλ' αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα

μοῦνον ἐφεσσάμεναι· ταὶ δ' οὐ φθάσαν οὔτε καλύπτρην

οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ' ἐπιόντας

δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο

παλλόμεναι κραδίην, μοῦνον δ' ἄρα χερσὶ θοῇσιν

αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἳ δ' ἀλεγεινῶς

ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ

θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν

δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ' ἐλάθοντο

δείματος ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι

ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη

ὤπασεν. Οἰμωγὴ δ' ἀταλάφρονας ἔκβαλεν ὕπνου

νηπιάχους τῶν οὔ πω ἐπίστατο κήδεα θυμός.

- Ἄλλοι δ' ἀμφ' ἄλλοισιν ἀπέπνεον· οἳ δ' ἐκέχυντο

πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ

Κῆρες ὀιζυρῶς ἐπεγήθεον ὀλλυμένοισιν.

Οἳ δ' ὥς τ' ἀφνειοῖο σύες κατὰ δώματ' ἄνακτος

εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος

μυρίοι ἐκτείνοντο, λυγρῷ δ' ἀνεμίσγετο λύθρῳ

οἶνος ἔτ' ἐν κρητῆρσι λελειμμένος. Οὐδέ τις ἦεν

ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,

οὐδ' εἴ τις μάλ' ἄναλκις ἔην. Ὀλέκοντο δὲ Τρῶες·

ὡς δ' ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι,

καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ

ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ

ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα

μίμνωσι‹ν›, κείνοιο γλάγος ποτὶ δῶμα φέροντος,

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

νηδύα πλησάμενοι πολυχανδέα, πάντ' ἐπιόντες

αἷμα μέλαν πίνουσιν, ἅπαν δ' ὀλέκουσι μένοντες

πῶυ, κακὴν δ' ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·

ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ' ἄλλῳ

κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·

οὐδ' ἄρ' ἔην Τρώων τις ἀνούτατος, ἀλλ' ἄρα πάντων

γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν' αἵματι πολλῷ.

- Οὐδὲ μὲν Ἀργείοισιν ἀνούτητος πέλε δῆρις.

Ἀλλ' οἳ μὲν δεπάεσσι τετυμμένοι, οἳ δὲ τραπέζαις,

οἳ δ' ἔτι καιομένοισιν ὑπ' ἐσχαρεῶσι τυπέντες

δαλοῖς, οἳ δ' ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον

οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο

Ἡφαίστου μαλεροῖο περιζείοντος ἀυτμῇ.

Ἄλλοι δ' αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν

ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δ' ἀπὸ χειρῶν

δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτ' ἐβάλοντο

χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν.

Καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε

λᾶα βαλὼν ἑτέροιο κατὰ μόθον. Οἳ δ' ἅτε θῆρες

οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο

ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο

νύχθ' ὑπὸ λευγαλέην· μέγα δ' ἰσχανόωντες Ἄρηος

ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον

σεύοντες. Πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν

Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροι‹ς›ιν

ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,

δυσμενέας δάμναντο καὶ ὧς βεβαρηότες οἴνῳ.

Αἴγλη δ' ἄσπετος ὦρτο δι' ἄστεος, οὕνεκ' Ἀχαιῶν

πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ' ἀνὰ δῆριν

δυσμενέας τε φίλους τε μάλ' ἀτρεκέως ὁρόωσι.

- Καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα

αἰχμητῆρα Κόροιβον, ‹ἀγαυοῦ› Μυγδόνος υἷα,

ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,

ἧχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.

Καὶ τὸν μὲν περὶ δουρὶ μέλας ‹ἐ›κιχήσατο πότμος·

κάππεσε δ' ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,

νήπιος· οὐδ' ἀπόνητο γάμων ὧν εἵνεχ' ἵκανε

χθιζὸς ἐπὶ Πριάμοιο ‹πόλιν› . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

. . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ ὑπέσχετ' Ἀχαιοὺς

Ἰλίου ἂψ ὦσαι· τῷ δ' οὐ θεὸς ἐξετέλεσσεν

ἐλπωρήν· Κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.

Σὺν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα,

γαμβρὸν ἐυμμελίην Ἀντήνορος ὅς ῥα μάλιστα

θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.

Ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,

καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δ' ἄρα πάγχυ

γηραλέου κλάσθησαν ἄδην ὑπὸ σώματι γυῖα·

καί ῥα περιτρομέων, ἅμα χείρεσιν ἀμφοτέρῃσι,

τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ' ἥψατο γούνων

ἀνδροφόνου ἥρωος. Ὃ δ' ἐς μόθον ἐσσύμενός περ,

ἢ χόλου ἀμβολίῃ ἢ καὶ θεοῦ ὀτρύνοντος,

βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρά τι εἴπῃ

λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον. Ὃς δ' ἀλεγεινὸν

ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμπεχε δεῖμα·

- "Γουνοῦμαί σ', ὅ τίς ἐσσι πολυσθενέων Ἀργείων,

αἴδεσαι ἀμφὶ γερόντος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

. . . . . . . . . . . . . . . . . . . . . . τεὰς χέρας ἀργαλέου τε

λῆγε χόλου· καὶ γάρ ῥα μακρὸν πέλει ἀνέρι κῦδος

ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα

κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς.

Τοὔνεκ' ἐμεῦ ἀπὸ νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας

ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι."

- Ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·

- "Ὦ γέρον, ἔλπομ' ἔγωγ' ἐσθλὸν ποτὶ γῆρας ἱκέσθαι·

ἀλλά μοι ‹ἕ›ως ἔτι κάρτος ἀέξεται, οὔ τιν' ἐάσω

ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ' Ἄιδι πάντας ἰάψω,

οὕνεκ' ἄρ' ἐσθλὸς ἀνὴρ καὶ δήιον ἄνδρ' ἀπαμύνει."

- Ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ

δεινὸς ἀνήρ, ἴθυνε δ' ὅπῃ θνητοῖς ἐπὶ πότμος

ψυχῆς εἶσι τάχιστα καθ' αἵματος αἰνὰ κέλευθα.

Καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα

Τυδείδαο χέρεσσιν· ὃ δ' εἰσ‹έτι› Τρῶας ἐναίρων

ἔσσυτ' ἀνὰ πτολίεθρον ἑῷ μέγα κάρτεϊ θύων.

Δάμνατο δ' ἠὺν Ἄβαντα· βάλεν δ' ὑπὸ δούρατι μακρῷ

υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.

Αἴας δ' Ἀμφιμέδοντα, Δαμαστορίδην δ' Ἀγαμέμνων,

Ἰδομενεὺς δὲ Μίμαντα, Μέγης δ' ἕλε Δηϊοπίτην.

- Υἱὸς δ' αὖτ' Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ

Πάμμονα δῖον ὄλεσσε, βάλεν δ' ἐπιόντα Πολίτην,

Τισίφονόν τ' ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας

υἱῆας Πριάμοιο· καὶ ἀντιόωντ' ἀνὰ δῆριν

δάμνατ' Ἀγήνορα δῖον. Ἐπ' ἄλλῳ δ' ἄλλον ἔπεφνεν

ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετ' Ὄλεθρος

ὀλλυμένων· ὃ δὲ πατρὸς ἑοῦ καταειμένος ἀλκὴν

μαιμώων ἐδάιζεν ὅσους κίχεν. Ἔνθα καὶ αὐτῷ

δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν

Ἑρκείου ποτὶ βωμόν· ὃ δ' ὡς ἴδεν υἷ' Ἀχιλῆος,

ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ' ἄρ' αὐτοῦ

θυμὸς ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσθαι.

Τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·

- "Ὦ τέκος ὀβριμόθυμον ἐυπτολέμου Ἀχιλῆος,

κτεῖνον μηδ' ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε

τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι

ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη

φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης

λευγαλέης ὁμάδου τε δυσηχέος. Ὡς ὄφελόν με

σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι

Ἴλιον, ὁππότ' ἄποινα περὶ κταμένοιο φέρεσκον

Ἕκτορος, ὅν ‹περ› ἔπεφνε πατὴρ τεός. Ἀλλὰ τὸ μέν που

Κῆρες ἐπεκλώσαντο· σὺ δ' ἡμετέροιο φόνοιο

ἄασον ὄβριμον ἆορ, ὅπως λελάθωμ' ὀδυνάων."

- Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

- "Ὦ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·

οὐ γάρ σ' ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·

οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο."

- Ὣς εἰπὼν ἀπέκοψε κάρη πολιοῖο γέροντος

ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται

ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.

Ἣ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ' αἶαν

νόσφ' ἄλλων μελέων ὁπόσοις ἐ‹πι›κίνυτ‹αι› ἀνήρ.

Κεῖτο δ' ἄρ' ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν.

Οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,

ἀλλ' ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον.

Καὶ τὸν μὲν πότμος εἷλε· κακῶν δ' ὅ γε λήσατο πολλῶν.

- Οἳ δ' ἐπὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι

πύργου ἀφ' ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν

μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα

Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε

ζωὸς ἐών· τῶ καί οἱ ἀπηχθήραντο γενέθλην,

καί οἱ παῖδ' ἐβάλοντο καθ' ἕρκεος αἰπεινοῖο,

νήπιον, οὔ πω δῆριν ἐπιστάμενον πολέμοιο.

Ἠύτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς

κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται

μητρὸς ἀποτμήξαντες ἐυγλαγέων ἀπὸ μαζῶν,

ἣ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα

μακρὰ κινυρομένη, τῇ δ' ἐξόπιθεν κακὸν ἄλλο

ἔλθῃ, ἐπεί κε λέοντες ἀναρπάζωσι καὶ αὐτήν·

ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο

ἦγον δήιοι ἄνδρες ἅμ' ἄλλαις ληϊάδεσσι

κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ γοῶσαν.

Ἣ δ' ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος

μνησαμένη φόνον αἰνὸν ἐύσφυρος Ἠετιώνη

ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον

τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·

καί ῥ' ὀλοφυδνὸν ἄυσε μέγ' ἀχνυμένη κέαρ ἔνδον·

- "Εἰ δ' ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ

ἢ κατὰ πετράων ἢ καὶ πυρὶ αἶψα βάλεσθε,

Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματ' ἔασι.

Καὶ γάρ μευ πατέρ' ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς

Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ' ἐνὶ φαίδιμον ἄνδρα,

ὅς μοι ἔην μάλα πάντα τά τ' ἔλδετο θυμὸς ἐμεῖο·

καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,

ᾧ ἔπι κυδιάασκον ἀπείριτον, ᾧ ἔπι πολλὰ

ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.

Τῶ νύ μ' ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο

νοσφίσατ' ἐσσυμένως μηδ' εἰς ἑὰ δώματ' ἄγεσθε

μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ

εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων

κηδεμονῆας ὄλεσσεν, ἄχος δέ με δέχνυται αἰνὸν

ἐκ Τρώων στυγεροῖσιν ἐπ' ἄλγεσιν οἰωθεῖσαν."

- Ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε

ζωέμεναι κείνοισιν ὅσων μέγα κῦδος ὄνειδος

ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.

Οἳ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.

- Ἄλλοι δ' ἀλλοίοις ἐνὶ δώμασι θυμὸν ἔλειπον

ἀνέρες· ἐν δ' ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·

ἀλλ' οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ' ἄρ' αὐτοῦ

Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,

ὃς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ' ἐσάωσεν

ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα.

Τῷ δ' ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες

αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἅπασαν,

καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.

- Καὶ τότε δὴ πάις ἐσθλὸς ἀμύμονος Ἀγχίσαο

πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο

δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ' ἀπὸ θυμὸν ὀλέσσας,

ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν

αἰθόμενον πτολίεθρον ἀπολλυμένους θ' ἅμα λαοὺς

πανσυδίῃ καὶ κτῆσιν ἀπείριτον ἔκ τε μελάθρων

ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ' ἄρ' αὐτοῦ

ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτείχεα πάτρην,

ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ' ὑπαλύξαι.

Ὡς δ' ὅθ' ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήια νωμῶν

νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ' ἀλεείνων

πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ

χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ' ἄρα νηὸς

ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήια μοῦνος

τυτθὸν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς

φορτίδος· ὣς πάις ἐσθλὸς ἐύφρονος Ἀγχίσαο

ἄστυ λιπὼν δηίοισι καταιθόμενον πυρὶ πολλῷ

υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,

τὸν μὲν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι

χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα·

τὸν δ' ἁπαλῆς μάλα χειρὸς ἐπιψαύοντα πόδεσσι

γαίης, οὐλομένου δὲ φοβεύμενον ἔργα μόθοιο

ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δ' ὑπ' ἀνάγκης

ἐκρέματ' ἐμπεφυὼς ἀταλὸς πάις, ἀμφὶ δὲ δάκρυ

χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὃ νεκρῶν

σώμαθ' ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ' ἐν ὄρφνῃ

οὐκ ἐθέλων στείβεσκε. Κύπρις δ' ὁδὸν ἡγεμόνευεν

υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ

πρόφρων ῥυομένη· τοῦ δ' ἐσσυμένου ὑπὸ ποσσὶ

πάντῃ πῦρ ὑπόεικε, περισχίζοντο δ' ἀυτμαὶ

Ἡφαίστου μαλεροῖο, καὶ ἔγχεα καὶ βέλε' ἀνδρῶν

πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς ὁππόσ' Ἀχαιοὶ

κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι.

Καὶ τότε δὴ Κάλχας μεγάλ' ἴαχε λαὸν ἐέργων·

- "Ἴσχεσθ' Αἰνείαο κατ' ἰφθίμοιο καρήνου

βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα.

Τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέι βουλῇ

Θύμβριν ἐπ' εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα

τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν

ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι

κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν

ἄχρις ἐπ' Ἀντολίην τε καὶ ἀκάματον Δύσιν ἐλθεῖν.

Καὶ γάρ οἱ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,

οὕνεκα δὴ πάις ἐστὶν ἐυπλοκάμου Ἀφροδίτης.

Καὶ δ' ἄλλως τοῦδ' ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,

οὕνεκά οἱ χρυσοῖο καὶ ἄλλοις ἐν κτεάτεσσιν

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ἄνδρα σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,

τῶν πάντων προβέβουλεν ἑὸν πατέρ' ἠδὲ καὶ υἷα·

νὺξ δὲ μί' ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι

ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα."

- Ὣς φάτο· τοὶ δ' ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον

πάντες. Ὃ δ' ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,

ἧχί ἑ ποιπνύοντα πόδες φέρον· οἳ δ' ἔτι Τροίης

Ἀργεῖοι πτολίεθρον ἐυκτίμενον διέπερθον.

- Καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι

Δηΐφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας

ἀμφ' Ἑλένης λεχέεσσι δυσάμμορον· ἣ δ' ὑπὸ φύζῃ

κεύθετ' ἐνὶ μεγάροισιν. Ὃ δ' αἵματος ἐκχυμένοιο

γήθεεν ἀμφὶ φόνῳ, τοῖον δ' ἐπὶ μῦθον ἔειπεν·

- "Ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ' ἐφέηκα

σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια

ζωὸν ἔτ' ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι

γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σ' ἐδέξατ' ὄλεθρος

ἡμετέρης ἀλόχοιο παρὰ λεχέεσσι δαμέντα

ἀργαλέως. Ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε

θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος

νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος.

Ἀλλ' ὃ μὲν ‹αἶψ' ἀφ›ίκανεν ὑπὸ ζόφον ὀκρυόεντα

τίσας αἴσιμα πάντα· σὲ δ' οὐκ ἄρ' ἔμελλεν ὀνήσειν

ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔ ποτ' ἀλιτροὶ

ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ' ἄρ' αὐτοὺς

εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ

ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται

τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων."

- Ὣς εἰπὼν δηίοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·

μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ' ἀέξων

ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι

Τρωσὶ κακὰ φρονέεσκε τὰ δὴ θεὸς ἐξετέλεσσε

πρέσβα Δίκη. Κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν

ἀμφ' Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,

σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ

ἀθανάτων ἐλάθοντο παραιβασίῃσι νόοιο.

Τῶ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·

τοὔνεκ' ἄρ' οἳ μὲν ὄλοντο πρὸ τείχεος, οἳ δ' ἀνὰ ἄστυ

τερπόμενοι παρὰ δαιτὶ καὶ ἠυκόμοις ἀλόχοισιν.

- Ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο

εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν

ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας

ὥρμαινε κτανέειν ζηλημοσύνῃσι νόοιο,

εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσ' Ἀφροδίτη

ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ' ἐρωήν·

τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο καί οἱ ἔνερθεν

ἡδὺν ἐφ' ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ καὶ ὄσσων.

Τῷ δ' ἄρα θάμβος ἄελπτον ἐπήλυθεν, οὐδ' ἄρ' ‹ἔτ'› ἔτλη

κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι·

ἀλλ' ὥς τε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι

εἱστήκει, τό περ οὔτε θοαὶ Βορέαο θύελλαι

ἐσσύμεναι κλονέουσι δι' ἠέρος οὔτε Νότοιο·

ὣς ὃ ταφὼν μένε δηρόν, ὑπεκλάσθη δέ οἱ ἀλκὴ

δερκομένου παράκοιτιν. Ἄφαρ δ' ὅ γε λήσατο πάντων

ὅσσά οἱ ἐν λεχέεσσιν ἐνήλιτε κουριδίοισι·

πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις ἥ περ ἁπάντων

ἀθανάτων δάμνησι νόον θνητῶν τ' ἀνθρώπων.

Ἀλλὰ καὶ ὧς θοὸν ἆορ ἀπὸ χθονὸς αὖτις ἀείρας

κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλ' ἐνὶ θυμῷ

ὡρμᾶτ' ἐσσυμένοιο, δόλῳ δ' ἄρ' ἔθελγεν Ἀχαιούς.

Καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ

μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·

δείδιε γὰρ μὴ δή σφιν ἐτώσια πάντα γένηται·

- "Ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε

κουριδίην παράκοιτιν ἐναιρέμεν ἧς πέρι πολλὰ

ἄλγε' ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες.

Οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ' ἔολπας,

ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης

λησάμενος· τῶ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων."

- Ὣς φάθ'· ὃ δ' αἶψ' ἐπίθησε. Θεοὶ δ' ἐρικυδέα Τροίην

κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,

νόσφιν ἐυπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης

αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ' ἐσίδοντο

περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.

Ἀλλ' οὐ μὰν οὐδ' αὐτὴ ἐύφρων Τριτογένεια

πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ νύ οἱ ἔνδοθι νηοῦ

Κασσάνδρην ᾔσχυνεν Ὀιλέος ὄβριμος υἱός,

θυμοῦ τ' ἠδὲ νόοιο βεβλαμμένος. Ἣ δέ οἱ αἰνὸν

εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης.

Οὐδέ οἱ ἔργον ἀεικὲς ἐσέδρακεν· ἀλλά οἱ αἰδὼς

καὶ χόλος ἀμφεχύθη, βλοσυρὰς δ' ἔ‹ς›τρεψεν ὀπωπὰς

νηὸν ἐς ὑψόροφον, περὶ δ' ἔβραχε θεῖον ἄγαλμα

καὶ δάπεδον νηοῖο μέγ' ἔτρεμεν· οὐδ' ὅ γε λυγρῆς

λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.

- Πάντῃ δ' ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα

ὑψόθεν· ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ·

ὦρτο δ' ἄρα κτύπος αἰνός· ὑπετρομέοντο δ' ἀγυιαί.

Καίετο δ' Αἰνείαο δόμος, καίοντο δὲ πάντα

Ἀντιμάχοιο μέλαθρα· καταίθετο δ' ἄσπετον ἄκρη

Πέργαμον ἀμφ' ἐρατὴν περί θ' ἱερὸν Ἀπόλλωνος

νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν

Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντ' ἐρατεινοὶ

υἱωνῶν Πριάμοιο· πόλις δ' ἀμαθύνετο πᾶσα.

- Τρῶες δ' οἳ μὲν παισὶν ὑπ' Ἀργείων ὀλέκοντο,

οἳ δ' ὑπὸ λευγαλέοιο πυρὸς σφετέρων τε μελάθρων,

ἔνθά σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη·

ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν

πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες·

οἳ δ' ἄρ' ὁμῶς τεκέεσσι κατακτείναντες ἀκοίτις

κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.

Καί ῥά τις οἰόμενος δηίων ἑκὰς ἔμμεναι αὐτὸς

ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας

ὥρμηνεν πονέεσθαι ἐφ' ὕδατι· τὸν δὲ παραφθὰς

Ἀργείων τις ἔτυψεν ὑπ' ἔγχεϊ καί οἱ ὄλεσσε

θυμὸν ὑπ' ἀκρήτῳ βεβαρημένον· ἤριπε δ' εἴσω

δώματος, ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.

Ἄλλῳ δ' αὖ φεύγοντι δι' ἐκ μεγάροιο μεσόδμη

ἔμπεσε καιομένη, ἐπὶ δ' ἤρτυεν αἰπὺν ὄλεθρον.

Πολλαὶ δ' αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν

ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώμασι παίδων

οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δ' ἀνὰ ποσσὶν ἰοῦσαι

παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.

Ἵπποι δ' αὖτε κύνες τε δι' ἄστεος ἐπτοίηντο

φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ

στεῖβον ἀποκταμένους· ζωοῖσι δὲ πῆμα φέροντες

αἰὲν ἐνερρήγνυντο. Βοῇ δ' ἀμφίαχεν ἄστυ

καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο

φθεγγομένου· τοὺς δ' ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν.

Ἄλλον δ' ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.

- φλὸξ δ' ἄρ' ἐς ἠέρα δῖαν ἀνέγρετο, πέπτατο δ' αἴγλη

ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο

μέχρις ἐπ' Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα

Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο.

Καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·

- "Ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον

πολλὰ μάλ' ἀμφ' Ἑλένης ἑλικοβλεφάροιο καμόντες·

πᾶσα δ' ἄρ' ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη

καίεται οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε.

Πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·

καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα

κυδήεντα τίθησι, τὰ δ' ὑψόθι μείονα θῆκε·

πολλάκι δ' ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο

ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο."

- Ὣς ἄρ' ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην

εἰσορόων. Στονόεσσα δ' ἔτ' ἄμπεχε Τρῶας ὀιζύς·

Ἀργεῖοι δ' ἀνὰ ἄστυ κυδοίμεον, ἠύτ' ἀῆται

λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,

ὁππότ' ἄρ' ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο

βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν

ἐς Νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ' ἄρ' αὐτῷ

πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ' ἐνὶ πόντῳ

ὀρνυμένων ἀνέμων· ‹τ›οῖς εἴκελοι υἷες Ἀχαιῶν

πόρθεον Ἴλιον αἰπύ. Τὸ δ' ἐν πυρὶ καίετο πολλῷ,

ἠύτ' ὄρος λασίῃσιν ἄδην καταειμένον ὕλῃς

ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο

ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,

τῷ δ' ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα

Ἡφαίστοιο βίηφι περιστρεφθέντα καθ' ὕλην·

ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς

ῥύετ' ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι

μακρὰ περιστήσαντο τά περ βροτὸς οὔ ποτ' ἄλυξε.

- Καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ' Ἀκάμαντι

Θησῆος μεγάλοιο δι' ἄστεος ἤντετο μήτηρ

Αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν

ὅς μιν ἄγεν κείνοισι καταντίον. Ἣ δ' ἀλάλυκτο

φεύγουσ' ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἳ δ' ἐσιδόντες

αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς

αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο

ἀντιθέην παράκοιτιν. Ἄφαρ δέ οἱ ἐμμεμαῶτες

χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι

ἐς Δαναούς· ἣ δ' αἰνὸν ἀναστενάχουσα μετηύδα·

- "Μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,

δήιον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε.

Οὐ γὰρ Τρωιάδων γένος εὔχομαι· ἀλλά μοι ἐσθλὸν

αἷμα πέλει Δαναῶν μάλ' ἐυκλεές, οὕνεκα Πιτθεὺς

γείνατό μ' ἐν Τροιζῆνι, γάμῳ δ' ἑδνώσατο δῖος

Αἰγεύς, ἐκ δ' ἄρ' ἐμεῖο κλυτὸς πάις ἔπλετο Θησεύς.

Ἀλλ' ἄγε, πρὸς μεγάλοιο Διὸς τερπνῶν τε τοκήων,

εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ' ἵκοντο

υἷες ἅμ' Ἀτρείδῃσι, φίλοισί με παίδεσι κείνου

δείξατ' ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀίω

ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,

ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω."

- Ὣς φάτο· ‹τ›οὶ δ' ἀίοντες ἑοῦ μνήσαντο τοκῆος,

ἀμφ' Ἑλένης ὅσ' ἔρεξε καὶ ὡς διέπερσαν Ἀφίδνας

κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ' ἄρ' αὐτοὺς

ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι

νηπιάχους ἔτ' ἐόντας· ἀνεμνήσαντο δ' ἀγαυῆς

Αἴθρης, ὅσσ' ἐμόγησε δορυκτήτῳ ὑπ' ἀνάγκῃ,

ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα

ἀντιθέης Ἑλένης· σὺν δ' ἀμφασίῃ κεχάροντο.

Δημοφόων δέ μιν ἠὺς ἐελδομένην προσέειπε·

- "Σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ

αὐτίκ', ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας

ἡμέας, οἵ σε φίλῃσιν ἀειράμενοι παλάμῃσιν

οἴσομεν ἐς νῆας καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας

ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες."

- Ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ

χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους

καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·

ὣς δ' αὕτως Ἀκάμαντα κύσε‹ν›. Περὶ δέ σφισι δάκρυ

ἡδὺ κατὰ βλεφάροιιν ἐχεύατο μυρομένοι‹ς›ιν.

Ὡς δ' ὁπότ' αἰζηοῖο μετ' ἀλλοδαποῖσιν ἐόντος

λαοὶ φημίξωσι μόρον, τὸν δ' ἔκποθεν υἷες

ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα

κλαίουσι‹ν› μάλα τερπνόν· ὃ δ' ἔμπαλι παισὶ καὶ αὐτὸς

μύρεται ἐν μεγάροισιν ἐνωπαδόν, ἀμφὶ δὲ δῶμα

ἡδὺ κινυρομένω‹ν› γοερὴ περιπέπτατ' ἰωή·

ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.

- Καὶ τότε που Πριάμοιο πολυτλήτοιο θύγατρα

Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι

εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρά ἑ γαῖα

ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.

Τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθε

ῥῆξεν ἀπειρεσίην· ἣ δ' ἐννεσίῃσι θεοῖο

κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου

Ἰλίου ὀλλυμένης· ἧς εἵνεκά φασι καὶ αὐτὴν

Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι

ἀχλύι καὶ νεφέεσσιν ἀνηναμένην χορὸν ἄλλων

Πληιάδων αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·

ἀλλ' αἳ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν

ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν, ἣ δ' ἄρα μούνη

κεύθεται αἰὲν ἄιστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ

Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν, οὐδέ οἱ αὐτὸς

Ζεὺς ὕπατος χραίσμησεν ἀπ' αἰθέρος, οὕνεκα Μοίραις

εἴκει καὶ μεγάλοιο Διὸς μένος. Ἀλλὰ τὸ μέν που

ἀθανάτων τάχ' ἔρεξεν ἐὺς νόος ἠὲ καὶ οὐκί·

Ἀργεῖοι δ' ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον

πάντῃ ἀνὰ πτολίεθρον· Ἔρις δ' ἔχε πείρατα χάρμης.