1987 221 0 4 1 0 IV-III a. C. Epigramma Callimachus I Epigrammata H. Beckby - Munich: Heimeran 19

CALLIMACHUS - Epigrammata

A. P. V 6

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ' ἐκείνης

   ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.

ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι

   ὅρκους μὴ δύνειν οὔατ' ἐς ἀθανάτων.

   5νῦν δ' ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης

   νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ' ἀριθμός.

A. P. V 23

Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς

   κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις·

οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν

   κοιμίζεις, ἐλέου δ' οὐδ' ὄναρ ἠντίασας.

   5γείτονες οἰκτείρουσι, σὺ δ' οὐδ' ὄναρ· ἡ πολιὴ δὲ

   αὐτίκ' ἀναμνήσει ταῦτά σε πάντα κόμη.

A. P. V 146

Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις

   ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.

εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,

   ἇς ἄτερ οὐδ' αὐταὶ ταὶ Χάριτες Χάριτες.

A. P. VI 121

Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα

   κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ' Ἀρτέμιδι,

οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,

   αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

A. P. VI 146

Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης

   εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ·

ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς

   ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

A. P. VI 147

Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς

   Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,

γινώσκειν· ἢν δ' ἆρα λάθῃ καὶ ‹δίς› μιν ἀπαιτῇς,

   φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

A. P. VI 148

Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις

   πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,

εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ' ἐμὰ φέγγη

   ἀθρήσας φάσεις· Ἕσπερε, πῶς ἔπεσες;

A. P. VI 149

Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε

   γινώσκω) νίκης ἀντί με τῆς ἰδίης

ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·

   πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

A. P. VI 150

Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς

   Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

A. P. VI 301

Τὴν ἁλίην Εὔδημος, ἐφ' ἧς ἅλα λιτὸν ἐπέσθων

   χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,

θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ' εὐχήν,

   ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο.

A. P. VI 310

Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου

   ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν

ἀντ' ὀλίγου μέγα δῶρον. ἐγὼ δ' ἀνὰ τῇδε κεχηνὼς

   κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς

παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν·

   Ἱερὸς ὁ πλόκαμος, τοὐμὸν ὄνειαρ ἐμοί.

A. P. VI 311

Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως

   ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου

Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ' ὀπτῇ

   ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

A. P. VI 347

Ἄρτεμι, τὶν τόδ' ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·

   ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.

A. P. VI 351

Τίν με, λεοντάγχ' ὦνα συοκτόνε, φήγινον ὄζον

   θῆκε ‑ Τίς; ‑ Ἀρχῖνος. ‑ Ποῖος; ‑ Ὁ Κρής. ‑ Δέχομαι.

A. P. VII 80

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ

   ἤγαγεν· ἐμνήσθην δ', ὁσσάκις ἀμφότεροι

ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,

   ξεῖν' Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·

αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων

   ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

A. P. VII 89

Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω

   τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·

Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ

   νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ' ἐμέ,

ἡ δ' ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ' ἄγε, σὺμ μοὶ

   βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.

εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·

   Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος

(οἱ δ' ἄρ' ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες

  10   ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ),

κείνων ἔρχεο, φησί, μετ' ἴχνια. χὠ μὲν ἐπέστη

   πλησίον· οἱ δ' ἔλεγον· Τὴν κατὰ σαυτὸν ἔλα.

ταῦτ' ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου

   δράξασθαι, παίδων κληδόνα συνθέμενος.

  15τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,

   οὕτω καὶ σύ γ' ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.

ΠΟΣΕΙΔΙΠΠΟΥ ‹ἢ› ΚΑΛΛΙΜΑΧΟΥ

A. P. VII 170

Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα

   εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·

ἐκ δ' ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ

   σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.

   5Νύμφας δ' οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ' ἐπὶ γούνοις

   ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.

A. P. VII 271

Ὤφελε μηδ' ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς

   παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·

νῦν δ' ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ' ἐκείνου

   οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

A. P. VII 272

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ' ἐνὶ πόντῳ

   ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,

ἔμπορος Αἰγίνηθεν ὅτ' ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ

   νεκρός, ἐγὼ δ' ἄλλως οὔνομα τύμβος ἔχων

κηρύσσω πανάληθες ἔπος τόδε· Φεῦγε θαλάσσῃ

   συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.

A. P. VII 277

Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν

   εὗρεν ἐπ' αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ

δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς

   ἥσυχος, αἰθυίῃ δ' ἶσα θαλασσοπορεῖ.

A. P. VII 317

Τίμων (οὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; ‑

   Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.

A. P. VII 318

Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·

   ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.

A. P. VII 344b

[Ἀλλ' εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ' εἶχεν,

   οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ' ἐπέθηκα πόδας.]

A. P. VII 415

Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν

   εἰδότος, εὖ δ' οἴνῳ καίρια συγγελάσαι.

A. P. VII 447

Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων

   Θῆρις Ἀρισταίου Κρὴς ἐπ' ἐμοὶ δολιχός.

A. P. VII 451

Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον

   κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

A. P. VII 453

Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος

   ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

A. P. VII 454

Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς

   ἀκρήτου προποθεῖσ' ᾤχετ' ἔχουσα κύλιξ.

A. P. VII 458

Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς

   Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει

καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι

   ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.

A. P. VII 459

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,

   δίζηνται Σαμίων πολλάκι θυγατέρες,

ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ' ἀποβρίζει

   ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.

A. P. VII 460

Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν

   ῥέζων οὔτ' ἀδικῶν οὐδένα. Γαῖα φίλη,

Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη

   γίνεο μήτ' ἄλλοι δαίμονες, οἵ μ' ἔχετε.

A. P. VII 471

Εἴπας Ἥλιε, χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης

   ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀίδην,

ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος

   ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος.

A. P. VII 517

Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ

   δυομένου Βασιλὼ κάτθανε παρθενικὴ

αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα

   οὐκ ἔτλη. δίδυμον δ' οἶκος ἐσεῖδε κακὸν

   5πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη

   πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

A. P. VII 518

Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη

   ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.

οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν

   ποιμένες, Ἀστακίδην δ' αἰὲν ἀεισόμεθα.

A. P. VII 519

Δαίμονα τίς δ' εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,

   Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,

τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου

   εἶδε πατὴρ Διοφῶν χρῆμ' ἀνιαρότερον.

A. P. VII 520

Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι

   ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι,

δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς

   Παυσανίου· δήεις δ' αὐτὸν ἐν εὐσεβέων.

A. P. VII 521

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν

   καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή·

καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι

   τοῦθ', ὅτι τὸν κείνων ὧδ' ἐπέχω Κριτίην.

A. P. VII 522

Τιμονόη. τίς δ' ἐσσί; μὰ δαίμονας, οὔ σ' ἂν ἐπέγνων,

   εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα

στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ

   χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

A. P. VII 523

Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,

   ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

A. P. VII 524

Ἦ ῥ' ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; ‑ Εἰ τὸν Ἀρίμμα

   τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ' ἐμοί. ‑

Ὦ Χαρίδα, τί τὰ νέρθε; ‑ Πολὺς σκότος. ‑ Αἱ δ' ἄνοδοι τί; ‑

   Ψεῦδος. ‑ Ὁ δὲ Πλούτων; ‑ Μῦθος. ‑ Ἀπωλόμεθα. ‑

Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν

   βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.

A. P. VII 525

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με

   ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.

εἰδείης δ' ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων

   ἦρξεν, ὁ δ' ἤεισεν κρέσσονα βασκανίης.

οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας

   μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

A. P. VII 725

Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς

   ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο;

ἦ ῥα τὸ καὶ Κένταυρον; ‑ Ὅ μοι πεπρωμένος ὕπνος

   ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.

A. P. VII 728

Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,

   ὦνερ, καὶ μετέπειτα Δινδυμήνης

ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο...

   πολλῶν προστασίη νέων γυναικῶν.

καί μοι τέκν' ἐγένοντο δύ' ἄρσενα, κἠπέμυσα κείνων

   εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.

A. P. IX 336

Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω

   ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ

λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ' ἱππεῖ

   θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

A. P. IX 507

Ἡσιόδου τό τ' ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν

   ἔσχατον, ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ

   ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

A. P. IX 565

Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ' ἐπὶ κισσὸν

   τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,

ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν

   φθέγξονται, κείνου δ' Ἑλλὰς ἀεὶ σοφίην.

A. P. IX 566

Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ

   ῥῆσις· ὁ μὲν Νικῶ φησὶ τὸ μακρότατον·

ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται

   Πῶς ἔβαλες; φησί· Σκληρὰ τὰ γιγνόμενα.

τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο

   τοὖπος· ἐμοὶ δ', ὦναξ, ἡ βραχυσυλλαβίη.

A. P. XI 362

Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,

   Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν

οὐδ' ἔλαβ' ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει

   τὸν φίλον· ἀλλ' αἰ χἢν δρᾶμ' ἐδίδαξε μόνον,

ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας

   κἠγὼ τὼς πολλὼς οὐκέτ' ἔχω Πυλάδας.

A. P. XII 43

Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ

   χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·

μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ' ἀπὸ κρήνης

   πίνω· σικχαίνω πάντα τὰ δημόσια.

Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν

   τοῦτο σαφῶς, ἠχώ φησί τις· Ἄλλος ἔχει.

A. P. XII 51

Ἔγχει καὶ πάλιν εἰπέ· Διοκλέος. οὐδ' Ἀχελῷος

   κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.

καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ

   φησίν ‑ ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.

A. P. XII 71

Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν

   ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας;

ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων

   οὑμὸς ἔχει, χαλεπῇ δ' ἤντεο θευμορίῃ;

ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν

   τὸν καλόν, ὦ μόχθηρ', ἔβλεπες ἀμφοτέροις.

A. P. XII 73

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ'

   εἴτ' Ἔρος εἴτ' Ἀίδης ἥρπασε· πλὴν ἀφανές.

ἦ ῥά τιν' ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον

   πολλάκι· Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.

οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος

   κείνη καὶ δύσερως οἶδ' ὅτι που στρέφεται.

A. P. XII 102

Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν

   διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος,

στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ·

   Τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.

χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν

   οἶδε, τὰ δ' ἐν μέσσῳ κείμενα παρπέταται.

A. P. XII 118

Εἰ μὲν ἑκών, Ἀρχῖν', ἐπεκώμασα, μυρία μέμφου·

   εἰ δ' ἄκων ἥκω, τὴν προπέτειαν ἔα.

ἄκρητος καὶ Ἔρως μ' ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν

   εἷλκεν, ὁ δ' οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.

ἐλθὼν δ' οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ' ἐφίλησα

   τὴν φλιήν· εἰ τοῦτ' ἔστ' ἀδίκημ', ἀδικῶ.

A. P. XII 134

Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν

   πνεῦμα διὰ στηθέων ‑ εἶδες; ‑ ἀνηγάγετο,

τὸ τρίτον ἡνίκ' ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα

   τὠνδρὸς ἀπὸ στεφάνων πάντ' ἐγένοντο χαμαί·

ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ

   εἰκάζω, φωρὸς δ' ἴχνια φὼρ ἔμαθον.

A. P. XII 139

Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,

   ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·

οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει

   τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.

τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς

   οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.

A. P. XII 148

Οἶδ', ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,

   μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.

ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·

   ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ' ἀνεραστότατον.

A. P. XII 149

Ληφθήσει, περίφευγε, Μενέκρατες, εἶπα Πανήμου

   εἰκάδι, καὶ Λῴου τῇ ‑ τίνι; τῇ δεκάτῃ

ἦλθεν ὁ βοῦς ὑπ' ἄροτρον ἑκούσιος. εὖ γ', ἐμὸς Ἑρμῆς,

   εὖ γ', ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.

A. P. XII 150

Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν

   τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.

αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·

   ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.

   5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ

   τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.

ἔσθ' ἁμὶν χἀκάστοτ' ἀφειδέα πρὸς τὸν Ἔρωτα

   τοῦτ' εἶπαι· Κείρευ τὰ πτερά, παιδάριον·

οὐδ' ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ

  10   οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.

A. P. XII 230

Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ' ἔχθει,

   τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·

ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,

   καὶ σύ ποτ' ἠράσθης. οὐκέτι μακρὰ λέγω.

A. P. XIII 7

Ὁ Λύκτιος Μενίτας

τὰ τόξα ταῦτ' ἐπειπὼν

ἔθηκε· Τῆ, κέρας τοι

δίδωμι καὶ φαρέτρην,

   5Σάραπι· τοὺς δ' ὀιστοὺς

ἔχουσιν Ἑσπερῖται.

A. P. XIII 9

Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ' οἰνηρῆς Χίου

ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

A. P. XIII 10

Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας

ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ...

A. P. XIII 24

   Τὰ δῶρα τἀφροδίτῃ

Σῖμον ἡ περίφοιτος εἰκόν' αὑτῆς

   ἔθηκε τήν τε μίτρην,

ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν

   καὶ τούς ‹ποτ' ἀντίναξεν›

ἀυτοῦσ' ἀν' ὄρη τάλαινα θύρσους.

A. P. XIII 25

   Δήμητρι τῇ Πυλαίῃ,

   τῇ τοῦτον οὑκ Πελασγῶν

Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ' ὁ Ναυκρατίτης

   καὶ τῇ κάτω θυγατρὶ

   τὰ δῶρα Τιμόδημος

εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ' οὕτως.