- Ἦμος δ' οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ' Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δ' ἀνεχάσσατο νυκτός,
δὴ τότ' ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων,
οἳ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
5ἀντίον Εὐρυπύλοιο μεμαότες, οἳ δ' ἀπάτερθεν
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θ' ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τ' ἀγλαΐῃ τε, βίῃ δ' οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμ' ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα,
10ἀλλ' ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
ὣς Νιρῆι ἄνακτι παρ' ἀγλαΐῃ ἐρατεινῇ
κεῖτ' ἀλαπαδνοσύνη. Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ' ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον ὃν ἀθανάτοις μακάρεσσιν
15ἶσον ἀεὶ τίεσκον, ἐπεὶ κλυτὰ μήδεα ᾔδη.
- Ἀλλ' ὅτ' ἄρ' ἀμφοτέροις τυκτὸν περὶ σῆμ' ἐβάλοντο,
δὴ τότ' ἄρ' ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δ' ἄρ' ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀυτή,
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν.
20Καί ῥ' οἳ μὲν πονέοντο πολυκμήτῳ ὑπ' Ἄρηι·
νωλεμέως δ' ἄρ' ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος. Οὐδ' ὅ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι·
25καί ῥ' ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ' αὖτε
δίζετο φάρμακον αἰνόν. Ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· ὃ δ' οὐκ ἀπέληγεν ἀνίης,
καί νύ κε θυμὸν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
30εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν. Οὐδ' ἀμέλησεν
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ' αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35οἷο κασιγνήτοιο· περιστενάχοντο δ' ἄνακτα
δμῶες σύν ‹θ'› ἑτάροισι, κακὴ δ' ἔχε πάντας ὀιζύς.
Καί ῥ' ὅ γε μειλιχίοισι μέγ' ἀχνύμενον προσέειπεν·
- "Ἴσχεο λευγαλέοιο πόνου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40μύρεσθ' οἷα γυναῖκα παρ' οὐκέτ' ἐόντι πεσόντα.
Οὐ γὰρ ἀναστήσεις μιν ἔτ' ἐς φάος, οὕνεκ' ἄιστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ' ἄνευθε
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
αὕτως δ', ὡς ἀνέθηλε, καὶ ἔφθιτο. Τέτλαθι δ' ἄλγος
45ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔ τι χερείω
παῖδ' ὀλέσας δηίοισιν ὑπ' ἀνδράσιν, εὖ μὲν ἄκοντι,
εὖ δὲ σαοφροσύνῃ‹σι› κεκασμένον· οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ' ὡς ἐμὲ κεῖνος,
κάτθανε δ' εἵνεκ' ἐμεῖο σαωσέμεναι μενεαίνων
50ὃν πατέρ'. Ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτ' ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδὼς ὅτι πάντες ὁμὴν Ἀίδαο κέλευθον
νισόμεθ' ἄνθρωποι, πᾶσίν τ' ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος· ἔοικε δὲ θνητὸν ἐόντα
55πάντα φέρειν ὁπόσ' ἐσθλὰ διδοῖ θεὸς ἠδ' ἀλεγεινά."
- Ὣς φάθ'. Ὃ δ' ἀχνύμενός μιν ἀμείβετο· τοῦ δ' ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
- "Ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ' ἀτίταλλεν,
60οἰχομένοιο τοκῆος ἐς οὐρανόν, ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε· μιῇ δ' ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι.
Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδ' ἔτι κείνου
65τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι."
- Ὣς φάτο· τὸν δ' ὁ γεραιὸς ἀκηχέμενον προσέειπε·
- "Πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίη‹ν›· πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρ' ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
70οὐδ' ‹οἵ›ην τις ἕκαστος ἐέλδεται, οὕνεχ' ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται,
Μοίρῃς εἰς ἓν ἅπαντα μεμιγμένα. Καὶ τὰ μὲν οὔ τις
δέρκεται ἀθανάτων, ἀλλ' ἀπροτίοπτα τέτυκται
ἀχλύι θεσπεσίῃ κεκαλυμμένα· τοῖς ‹δ'› ἐπὶ χεῖρας
75οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσ' ἀπ' Ὀλύμπου
ἐς γαῖαν προΐησι· τὰ δ' ἄλλυδις ἄλλα φέρονται
πνοιῇ‹ς› ὣς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ' ἐπικάππεσεν ὄλβος
οὔ τι ἑκών. Ἀλαὸς δὲ πέλει βίος ἀνθρώποισι·
80τοὔνεκ' ἄρ' ἀσφαλέως οὐ νίσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλον εἶδος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ' αὖτε
εἰς ἀγαθόν. Μερόπων δὲ πανόλβιος οὔ τις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δ' ἕτερ' ἀντιόωσι.
85Παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔ τι ἔοικε
ζωέμεν· ἔλπεο δ' αἰὲν ἀρείονα μηδ' ἐπὶ λυγρῷ
θυμὸν ἔχειν. Καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλῶν μὲν νίσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον. Ἔπλετο δ' ἄμφω
90σεῖο κασιγνήτῳ, καὶ μείλιχος ἔσκε βροτοῖσι
καὶ πάις ἀθανάτοιο· θεῶν δ' ἐς φῦλον ὀίω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν."
- Ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν· ἄγεν δ' ἀπὸ σήματος αἰνοῦ
95ἐντροπαλιζόμενον καὶ ἔτ' ἀργαλέα στενάχοντα.
Ἐς δ' ἄρα νῆας ἵκοντο· πόνον δ' ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
- Εὐρύπυλος δ' ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηϊ
χερσὶν ὑπ' ἀκαμάτοισι καὶ ἔγχεϊ μαιμώωντι
100δάμνατο δήια φῦλα. Νεκρῶν δ' ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν· ὃ δ' ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας. Οὐδ' ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλ' ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105ἀντιόωντ' ἀνὰ δῆριν ἀμείλιχον, ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν· οὐδ' ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
ἀλλ' ἕπετ' Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺ‹ς› ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
ὣς ὅ γ' ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
δάμνατ' ἐπεσσύμενος· τοὶ δ' ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
115Ὡς δ' ὅτ' ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφοτέρωθεν, ὃ δ' εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ' ἄρα μακρὰ ῥέεθρα
120αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
ὣς ἄρα κύδιμοι υἷες ἐυπτολέμων Ἀργείων
πολλοὶ ὑπ' Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἳ δ' ὑπάλυξαν
ὅσσους ἐξεσάωσε ποδῶν μένος. Ἀλλ' ἄρα καὶ ὧς
125Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καί περ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
- Πανσυδίῃ δ' ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130οὕνεκ' ἄρά σφισι φύζαν ὀιζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
Οἳ δ' ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
135ψυχρὸς ἐπαΐσσων, ταὶ δ' ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔ τι κατιθὺς ὑπερκύπτουσι κολώνας,
ἀλλ' ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δ' ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρ' ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
140ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
- Αὐτὰρ ὃ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν
χερσὶν ὑπὸ κρατερῇσιν ἐπὶ χθόνα τεῖχος ἐρύσσας,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
145ὀψέ περ. Οἳ δ' ἄλληκτον ἀφ' ἕρκεος αἰπεινοῖο
δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
- Αὕτως δ' αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
150Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ' ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ‹ἀ›άσχετος. Ἀλλ' ἄρα καὶ ὧς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθ', οὕνεχ' ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
155ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ.
Αὐτὰρ ὅ γ' αἶψ' ἐπίθησε· καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃ ἐριπόντας. Ἀχαιοὶ δ' ἔξοχα πάντων
160Πηνέλεων μύροντο, βάλον δ' ἐπὶ σῆμα θανόντι
εὐρὺ μάλ' ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δ' αὖτ' ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν,
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
165καὶ τάφον. Ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
τάρχυσαν κταμένους. Ὀλοὴ δ' Ἔρις οὐκ ἀπέληγεν,
ἀλλ' ἔτ' ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὃ δ' οὔ πω χάζετο νηῶν,
ἀλλ' ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
170- Τοὶ δ' ἐς ‹Σ›κῦρον ἵκοντο μελαίνῃ νηῒ θέοντες.
Εὗρον δ' υἷ' Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δ' αὖθ' ἵπποισι πονεύμενον ὠκυπόδεσσι.
Γήθησαν ‹δ'› ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
175ἔργα μετοιχόμενον, καί περ μέγα τειρόμενον κῆρ
ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ προπάροιθε πέπυστο.
Αἶψα δέ οἱ κίον ἄντα τεθηπότες, οὕνεχ' ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον.
Τοὺς δ' ἄρ' ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
180- "Ὦ ξεῖνοι, μέγα χαίρετ' ἐμὸν ποτὶ δῶμα κιόντες·
εἴπατε δ' ὁππόθεν ἐστὲ καὶ οἵ τινες ἠδ' ὅ τι χρειὼ
ἤλθετ' ἔχοντες ἐμεῖο δι' οἴδματος ἀτρυγέτοιο."
- Ὣς ἔφατ' εἰρόμενος· ὃ δ' ἀμείβετο δῖος Ὀδυσσεύς·
- "Ἡμεῖς τοι φίλοι εἰμὲν ἐυπτολέμου Ἀχιλῆος,
185τῷ νύ σέ φασι τεκέσθαι ἐύφρονα Δηιδάμειαν·
καὶ δ' αὐτοὶ τεὸν εἶδος ἐίσκομεν ἀνέρι κείνῳ
πάμπαν ὃς ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
Εἰμὶ δ' ἐγὼν Ἰθάκηθεν, ὃ δ' Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ' ἄκουσας
190ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ' ἐλθών.
Ἀλλ' ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετ' Ἄρηϊ,
καί τοι δῶρ' ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί.
195Τεύχεα δ' αὐτὸς ἔγω‹γε› τεοῦ πατρὸς ἀντιθέοιο
δώσω, ἅ περ φορέων μέγα τέρψεαι. Οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περὶ σφίσι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι καὶ αὐτὸς
200Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
τεύχων ἄμβροτα κεῖνα, τὰ σοὶ μέγα θαῦμ‹α› ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ' ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηται ἐοικότα κινυμένοισι,
205θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δ' οὔ πώ ποτε τοῖα
οὔτέ τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ' ἐφόρησεν,
εἰ μὴ σός γε πατὴρ τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φίλα φρονέων ἀγάπαζον·
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
210πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δ' ἄρ' αὖτις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότ' Ἴλιον εἰσαφίκηαι.
Καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
215πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἤν κ' ἐθέλῃσθα,
ἀμφ' εὐεργεσίης· δώσει δέ τοι ἄσπετ' ἄγεσθαι
κτήματά τε χρυσόν τε μετ' ἠυκόμοιο θυγατρός,
ὅσσ' ἐπέοικεν ἕπεσθαι ἐυκτεάνῳ βασιλείῃ."
220- Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
- "Εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθ' ἐπ' εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι.
Νῦν δ' ἴομεν ποτὶ δώματ' ἐύξεινόν τε τράπεζαν,
225οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι.
Ἀμφὶ δ' ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει."
- Ὣς εἰπὼν ἡγεῖθ'· οἳ δ' ἑσπόμενοι μέγ' ἔχαιρον.
Καί ῥ' ὅτε δὴ μέγα δῶμα κίον ‹καὶ› κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
230τηκομένην θ', ὡς εἴ τε χιὼν κατατήκετ' ὄρεσφιν
Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ.
Καί μιν ἔτ' ἀχνυμένην ‹περ› ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντ' ἐπέεσσι· πάις δέ οἱ ἐγγύθεν ἐλθὼν
235μυθεῖτ' ἀτρεκέως γενεὴν καὶ οὔνομ' ἑκάστου,
χρειὼ δ' ἥν τιν' ἵκανον ἀπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
Αἶψα δὲ δαῖτ' ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
240πάντες ὅσοι Σκύροιο πέδον περιναιετάεσκον
εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο.
Ἀλλ' οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
245ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ' ἀφίκηται
δήιον εἰς ἐνοπήν· τῷ δ' ἄτροπος ἤντετο Μοῖρα
ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ' ἄρα πένθος
250πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
Τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμπεχε δεῖμα
παιδὸς ἀπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
- Ἠὼς δ' εἰσανέβη μέγαν οὐρανόν. Οἳ δ' ἀπὸ λέκτρων
255καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια,
αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠύτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
260οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δ' ἀσχαλόωσ' ἀγόρευε·
- "Τέκνον, πῇ δὴ νῦν σοὶ ἐὺς νόος ἐκπεπότηται,
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
265ἧχι πολεῖς ὀλέκονται ὑπ' ἀργαλέης ὑσμίνης,
καί περ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
Νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔ πω δήια ἔργα
οἶδας ἅ τ' ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ.
Ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ' ἐνὶ μίμνε δόμοισι,
270μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ' ἵκηται
σεῖο καταφθιμένοιο κατὰ μόθον. Οὐ γὰρ ὀίω
ἐλθέμεναί σ' ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ' ἀίδηλον,
ἀλλ' ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
275ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἳ σὲ καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι.
Τοὔνεκ' ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
280εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν
ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπ' ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
285κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας,
οὕνεκεν οὔ τι τέτυκται ὀιζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός."
- Φῆ μέγα κωκύουσα· πάις δέ μιν ἀντίον ηὔδα·
- "Θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ' ἀποπέμπεο φήμην·
290οὐ γὰρ ὑπὲρ Κῆράς τις ὑπ' Ἄρεϊ δάμναται ἀνήρ·
εἰ δέ μοι αἴσιμόν ἐστι δα‹μ›ήμεναι εἵνεκ' Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν."
- Ὣς φάτο· τῷ δ' ἄγχιστα κίεν γεραρὸς Λυκομήδης
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
295- "Ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
οἶδ' ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλ' ἄρα καὶ ὧς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦται γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
Ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπὴν πλόον εἰσαφίκηαι
300ὕστερον ἢ Τροίηθεν ἢ ἄλλοθεν, οἷά τε πολλὰ
. . . . . . . . . . . . . . . . . . . . . . . . . .
τῆμος, ὅτ' Αἰγοκερῆι συνέρχεται ἠερόεντι
Ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
Τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ἢ ὁπότ' Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
305ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
δείδιε δ' ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινὴν
ᾗ ἔνι συμφορέονται ἀν' εὐρέα βένθεα πόντου
ἔκποθεν ἀίσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
310δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
ἄστρα τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμεν' ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης."
- Ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος. Ὃς δ' ἐρατεινὸν
315μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι·
ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
Ὡς δ' ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, ὃ δ' ἐρυκανόωντα χαλινὸν
320δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
δεύεται, οὐδ' ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δ' ἀμφ' ἕνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντ' ἐσσυμένοιο, κάρη δ' εἰς ὕψος ἀείρει
325φυσιόων μάλα πολλά, νόος δ' ἐπιτέρπετ' ἄνακτος·
ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
ἣ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
- Ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
330μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός.
Οἵη δ' ἀμφὶ μέλαθρα μέγ' ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα τά που μάλα τετριγῶτα
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
ἣ δ' ὁτὲ μὲν χήρη περιπέπταται ἀμφὶ καλιήν,
335ἄλλοτε δ' εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
αἰνὰ κινυρομένη τεκέων ὕπερ· ὣς ἄρα κεδνὴ
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγ' ἴαχεν, ἄλλοτε δ' αὖτε
κλαῖεν ἐπὶ φλιῇσι. Φίλῳ δ' ἐγκάτθετο κόλπῳ,
340εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα
ᾧ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. Οὐδ' ὅ γε μητρὸς
345ἄσπετ' ὀδυρομένης ἔτ' ἐπέκλυεν, ἀλλ' ἀπάτερθε
βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. Ἀμφὶ δ' ἄρ' αὐτῷ
ἕσπεθ' ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι δ' εἴκοσι φῶτες ἀρηρέμενοι φρεσὶ θυμόν,
350τοὺς ἔχε κεδνοτάτους ἐνὶ δώμασι Δηιδάμεια
καί σφεας ᾧ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας·
οἳ τότ' Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα δι' ἄστεος· ὃς δ' ἐνὶ μέσσοις
ἤϊε καγχαλόων. Κεχάροντο δὲ Νηρηῗναι
355ἀμφὶ Θέτιν, καὶ δ' αὐτὸς ἐγήθεε Κυανοχαίτης
εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα.
Ὃς δ' ἤδη πολέμοιο λιλαίετο δακρυόεντος,
καί περ ἐὼν ἔτι παιδνός, ἔτ' ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκον. Ἑῆς δ' ἐξέσσυτο πάτρης,
360οἷος Ἄρης, ὅτε μῶλον ἐσέρχεται αἱματόεντα
χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ' ἄρ' αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, τοῦ δὲ παρειαὶ
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
365φαίνοντ' ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
τοῖος ἔην Ἀχιλῆος ἐὺς πάις. Οἳ δ' ἀνὰ ἄστυ
εὔχοντ' ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπ' Ἄρεος· οἳ δ' ἐσάκουσαν
εὐχομένων. Ὃ δὲ πάντας ὑπείρεχεν οἵ οἱ ἕποντο.
370- Ἐλθόντες δ' ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
εὗρον ἔπειτ' ἐλατῆρας ἐυξόου ἔνδοθι νηὸς
ἱστία τ' ἐντύνοντας ἐπειγομένους τ' ἀνὰ νῆα.
Αἶψα δ' ἀν' αὐτοὶ ἔβαν· ‹τ›οὶ δ' ἔκτοθι πείσματ' ἔλυσαν
εὐνάς θ' αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
375Τοῖσι δ' ἄρ' εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ' Ἀχαιῶν
τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
Οἳ δ' Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ' ἐνέποντες,
380ὅσσά τ' ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
τοῦ δ' ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο μένος καὶ κῦδος ἀρέσθαι.
385- Ἣ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ' ἀργαλέῃσιν ἀνίῃς
τήκεθ', ὅπως ἀλαπαδνὸς ἐπ' ἀνθρακιῇσι μόλυβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔ ποτ' ἔλειπε
390δερκομένην ἐπὶ πόντον ἀπείριτον, οὕνεκα μήτηρ
ἄχνυθ' ἑῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ' ἀφίκηται.
Καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ' ὁμοῖα·
ἀλλ' ἣ μὲν στενάχιζε πανημερίη γοόωσα.
395- Νηῦς δ' ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
τυτθὸν ἐπιψαύουσα πολυρρο‹θί›οιο θαλάσσης·
πορφύρεον δ' ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ δὴ μέγα λαῖτμα διήνυε ποντοποροῦσα.
Ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἐπὶ κνέφας· ἣ δ' ὑπ' ἀήτῃ
400πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
βένθεα. Θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς·
τοῖσι δ' ἄρ' Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τ' Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔ τι
405υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. Παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δ' ἀπελείπετ' ὀπίσσω·
φαίνετο δ' αὖτ' Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
410σῆμα πέλει πτελέῃσ‹ι› κατάσκιον αἰπεινῇσιν,
αἵ ῥ' ὁπότ' ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐα‹ί›νεται ἄκρα.
- Νῆα δ' ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δ' ἧχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
415Ἀργείων, οἳ τῆμος ὀιζυρῶς πονέοντο
μαρνάμενοι περὶ τεῖχος ὅ περ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐυσθενέων θ' ἅμα λαῶν
ἐν πολέμῳ. Τὸ δ' ἄρ' ἤδη ὑπ' Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
420εἰ μὴ ἄρ' αἶψ' ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
βαλλόμεν' ἕρκεα μακρά. Θοῆς δ' ἄφαρ ἔκθορε νηὸς
θαρσαλέως τ' ἐβόησεν ὅσον χάδε οἱ κέαρ ἔνδον·
- "Ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλ' ἄγε θᾶσσον ἐς αἰόλα τεύχεα δύντες
425ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν.
Ἤδη γὰρ πύργοισιν ἐφ' ἡμετέροισι μάχονται
Τρῶες ἐυπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ' αἰνῶς·
νῶιν δ' οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
430ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπὲρ μόρον αἶψα δαμέντες
κεισόμεθ' ἐν Τροίῃ τεκέων ἑκὰς ἠδὲ γυναικῶν."
- Ὣς φάτο· τοὶ δ' ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε‹ν› τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο θρασύφρονος, οὕνεκ' ἐῴκει
435πατρὶ ἑῷ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
- Καρπαλίμως δ' ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος
(ἣ γὰρ ἔην ἄγχιστα νεὸς κυανοπρῴροιο)·
πολλὰ γὰρ ἐξημοιβὰ παρ' αὐτόθι τεύχεα κεῖτο
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
440ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
Ἔνθ' ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ.
Αὐτὰρ Ὀδυσσεὺς δύσεθ' ‹ἅ› οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
445κεῖνα τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν.
Υἱὸς δ' αὖτ' Ἀχιλῆος ἐδύσετο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δ' ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καί περ ἐόνθ' ἑτέροισι πελώρια· τῷ δ' ἅμα πάντα
450φαίνετο τεύχεα κοῦφα· κάρη δέ οἱ οὔ τι βάρυνε
πήληξ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
‹Πηλιάς›, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθ' αἵματος ἰσχανόωσαν.
- Ἀργείων δέ μιν ὅσσοι ἐσέδρακον, οὔ τι δύναντο
455καί περ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ' ἄρ' αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός.
Ὡς δ' ὅτ' ἀν' εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες οὕς τ' ἀνέμοιο καταιγίδες ἀντιόωσαι
460εἴργουσι‹ν› μάλα πολλὸν ἐπὶ χρόνον, οἳ δ' ἀλεγεινοὶ
νηῒ περιτρωχῶσι, καταφθινύθει δ' ἄρα πάντα
ἤια, τειρομένοισι δ' ἐπέπνευσεν λιγὺς οὖρος·
ὣς ἄρ' Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
465ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
Ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
ὅς τε κατ' οὔρεα μακρὰ μέγ' ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
470σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, ὃ δ' ἄρ' ὑψόθεν ἔκ τινος ἄκρης
ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὣς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
475θυμὸν ἐπὶ Τρώεσσιν ἐυπτολέμοισιν ὄρινεν.
- Οἴμησε‹ν› δ' ἄρα πρῶτος ὅπῃ μάλα δῆρις ὀρώρει
ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
ῥηΐτερον δηιοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκ' ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο·
480σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηϊ.
Εὗρον δ' Εὐρύπυλον κρατερόφρονα, τῷ δ' ἅμ' ἑταίρους
πύργῳ ἐπεμβεβαῶτας, ὀιομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ. Τοῖς δ' οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ·
485ἀλλά σφεας Ὀδυσεύς τε καὶ ὁ σθεναρὸς Διομήδης
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
αἶψ' ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
Ὡς δ' ὅτ' ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς σεύουσι λέοντας
490πάντοθεν ἐσσύμενοι, τοὶ δ' ὄμμασι γλαυκιόωντες
στρωφῶντ' ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὧς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
495βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν.
Οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπὸ νόσφι φέβεσθαι
Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰς ὅ κε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
500Αὐτίκα δ' ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσύμενος κατὰ τείχεος ἠλιβάτοιο·
σμερδαλέον δ' ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δ' ἕλε πάντας Ἀχαιούς,
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
505- Ἀλλ' οὐδ' ὧς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλ' ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τ' ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιῶται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
510ἐσσυμένως, τοὶ δ' οὔ τι βιαζόμενοι βελέεσσι
χάζοντ', ἀλλὰ μένοντες ἀμύνουσι‹ν› τεκέεσσιν·
ὣς οἳ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ. Τοῖς δ' Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν ‹προ›πάροιθε θοάων·
515- "Ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
οὐκ ἂν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
ἠλάσατ', εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν.
Νῦν δέ μοι, εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ,
μάρνασθ' ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
520ἢν δέ ποτ' ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ' ἅμα πάντες
κείσεσθ' ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες."
- Ὣς ἔφατ' ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
525ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθε
χερσὶ Νεοπτολέμοιο θρασύφρονος ὅς μιν ἔμελλε
δάμνασθ' οὐ μετὰ δηρὸν ὑπ' ἔγχεϊ μαιμώωντι.
- Οὐδὲ μὲν οὐδὲ τότ' ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλ' ἄ‹ρα› Τρῶας ἔναιρεν ἀφ' ἕρκεος· οἳ δ' ἐφέβοντο
530βαλλόμενοι καθύπερθε, περικλονέοντο δ' ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει.
Ὡς δ' ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσι‹ν› βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστεναχίζεται ἀήρ·
535ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
πᾶν ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἄρηα.
Οἳ δ' ἄρ' ἀμηχανίῃ βεβολημένοι ἔνδοθεν ἦτορ
540Τρῶες ἔφαντ' Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδ' Εὐρυπύλοιο ἄνακτος.
Αὐτοῦ δ' ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
545μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ' ἀλεγεινόν.
Ὡς δ' ὅτε παιπαλόεσσαν ὁδὸν κατὰ ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπ' οὔρεος ἀίσσοντα
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτρῃ,
550οὐδέ τι οἳ μεμάασιν ἀνὰ ῥόον ἠχήεντα
βήμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
δερκόμενοι τρομέουσι, καὶ οὐκ ἀλέγουσι κελεύθου·
ὣς ἄρα Τρῶες ἔμιμνον ἀλευόμενοί περ ἀυτὴν
τεῖχος ὑπ' Ἀργείων. Τοὺς δ' Εὐρύπυλος θεοειδὴς
555αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
χεῖρα καμεῖν καὶ κάρτος· ὃ δ' οὐκ ἀπέληγε μόθοιο.
- Τῶν δ' ἄρ' Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυώδεος αἰπὰ μέλαθρα·
560βῆ δ' ἄρ' ὑπὲρ κεφαλὰς ὀρέων οὐδ' ἴχνεσι γαίης
ψαῦε μέγ' ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ' ἀνέμοιο.
Τροίην δ' αἶψ' ἀφίκανε, πόδας δ' ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δ' ἔνθεν ἀυτὴν
565ἀγχεμάχων ἀνδρῶν· κύδαινε δὲ πολλὸν Ἀχαιούς.
Υἱὸς δ' αὖτ' Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
θάρσος ὁμοῦ καὶ κάρτος ἅ τ' ἀνδράσιν εἰς ἓν ἰόντα
τεύχουσι‹ν› μέγα κῦδος· ὃ δ' ἀμφοτέροισι κέκαστο,
οὕνεκ' ἔην Διὸς αἷμα, φίλῳ δ' ἤικτο τοκῆι·
570τῶ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
- Ὡς δ' ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ' ὑπ' ἀυτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἳ δὲ κελαινῆς
575ἐξ ἁλὸς ἀίσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
κτείνει ἐπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ' ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήια φῦλα
580ἀντί' ἐπεσσυμένων. Πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δ' εὐρὺς
αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. Κάματος δ' ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε (λύοντο δὲ γυῖα καὶ ἀλκὴ
585αἰζηῶν), ἀλλ' οὔ τι μενεπτολέμου Ἀχιλῆος
ἄμπεχεν υἱέα δῖον, ἐπεί ῥά οἱ ὄβριμον ἦτορ
πάμπαν ἔην ἄτρυτον· ἀνιηρὸν δέ οἱ οὔ τι
ἥψατο μαρναμένοιο ‹δέος› . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . μένος δ' ἀκάμαντι ἐοικὼς
590ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔ ποτ' ἰοῦσα φόβησε, καὶ εἰ μέγα μαίνετ' ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος (ἢν γὰρ ἵκηται
ἐγγὺς ἐπὶ προχοῇσι, μαραίνεται οὐδέ οἱ ἀλκὴ
ἅψασθ' ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο)·
595ὣς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτ' ἂρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
Οὐ‹δὲ› μὲν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων, ἀλλ' ὡς νιφάδες περὶ πέτρῃ
600πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάις Αἰακίδαο
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ, πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέα [θύνε] . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
605. . . . . . . . . . . . . . . . . . . . . . . , οὕνεκα πάντων
πολλὸν ἔην ὄχ' ἄριστος, ἔχεν δ' ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δ' ἄρα μήδετο πατρὸς
τίσασθ' ἀλγινόεντα φόνον. Κεχάροντο δ' ἄνακτι
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀυτή.
610- Ἔνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος
ὃς γένος ἔσκε Δύμαντος, ἔχεν δ' ἐρικυδέας υἷας
εἰδότας εὖ μὲν ἄκοντα βαλεῖν, εὖ δ' ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ' ὄχθας
615Σαγγαρίου, Κελτόν τε καὶ Εὔβιον· οὐδ' ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο.
Ἄμφω δ' ὡς ἴδον ἦμαρ ὁμῶς, καὶ κάτθανον ἄμφω
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
620βλήμενος ἐς κραδίην, ὃ δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
- Ἀμφὶ δ' ἄρά σφισι φῦλα περικτείνοντο καὶ ἄλλων
μυρία δυσμενέων. Μέγα δ' Ἄρεος ἔργον ὀρώρει,
625μέσφ' ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ' ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν. Οἳ δ' ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν, καὶ δ' αὐτοὶ Τρώιοι υἷες
ἀμπαύοντο μόγοιο δυσαλγέος, οὕνεκ' ἐτύχθη
630φύλοπις ἀργαλέη περὶ τείχεϊ καί νύ χ' ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάις ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
Εὐρύπυλον. Τῷ δ' αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
635καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ' Ἀχιλῆος,
χάρμα δ' ἄρ', οὕνεκά οἱ κρατερὸν παῖδ' εἰσενόησε.
Κλαῖε δ' ὅ γ' ἀσπασίως, ἐπεὶ οὔ ποτε φῦλ' ἀνθρώπων
640νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρωνται.
Ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγε' ἀνατλὰς
ἔλθοι ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
ὣς ὃ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
645ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
- "Χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος ὅν ποτ' ἔγωγε
τυτθὸν ἐόντ' ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως. Ὃ δ' ἄρ' ὦκα θεῶν ἐρικυδέι βουλῇ
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο, καί οἱ ἔγωγε
650γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
Ἔσκε δέ μοι μέγ' ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ, ὃ δ' ἄρ' ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνου μὲν γὰρ ἔγωγε πατήρ, ὃ δ' ἄρ' υἱὸς ἔμοιγε
ἔσκεν, ὅπως φήσασκεν ἰδών· "Ἑνὸς αἵματός εἰμεν
655εἵνεχ' ὁμοφροσύνης". Ἀρετῇ δ' ὅ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει·
τῷ σύ γε πάμπαν ἔοικας, ἐγὼ δ' ἄρ‹α› κεῖνον ὀίω
ζωὸν ἔτ' Ἀργείοισι μετέμμεναι· οὗ μ' ἄχος ὀξὺ
ἀμπέχει ἤματα πάντα, λυγρῷ δ' ἐπὶ γήραϊ θυμὸν
660τείρομαι. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· ὃ καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
Ἀλλά, τέκος, κείνου μὲν ἐγὼ‹ν› οὐ λήσομαι ἦτορ
ἀχνύμενος, σὺ δὲ μή τι χαλέπτεο πένθεϊ θυμόν.
665Ἀλλ' ἄγε, Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγ' ἀμφ' ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
670σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος."
- Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·
- "Ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
Αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης."
- Ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
675σεύεσθ' ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
Νὺξ ἥ τ' ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτ' ἀπ' Ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
- Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ' ἄρ' αὐτοὺς
680θαρσαλέους κατέτευξεν ἐὼν ἐπὶ δῆριν ἑτοῖμος.
Τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες ἅ τ' ἀνέρι πλοῦτον ὀφέλλει·
οἳ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἳ δὲ γυναῖκας
δμωίδας, οἳ δ' ἄρα χαλκὸν ἀάσπετον, οἳ δὲ σίδηρον,
685ἄλλοι δ' οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τ' ὠκύποδας καὶ ἀρήια τεύχεα φωτῶν
φάρεά τ' εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴα‹ι›νε Νεοπτολέμοιο φίλον κῆρ.
- Καί ῥ' οἳ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
690υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δ' Ἀγαμέμνων
πόλλ' ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
- "Ἀτρεκέως πάις ἐσσὶ θρασύφρονος Αἰακίδαο,
ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
695καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένας ἔνδον ἔοικας.
Τῶ σοὶ ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήια φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
οὕνεκα πατρὶ ἔοικας. Ἐγὼ δ' ἄρα κεῖνον ὀίω
700εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλ' ὃ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δ' ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι."
- Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
705- "Εἴθέ ‹μιν›, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔ τι καταισχύνοντα βίην πατρός, ὥς περ ὀίω
ἔσσεσθ', ἤν με σόωσιν ἀκηδέες Οὐρανίωνες."
- Ὣς ἄρ' ἔφη πινυτῇσιν ἀρηρέμενος φρεσὶ θυμόν·
710λαοὶ δ' ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
- Ἀλλ' ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότ' ἄρ' Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίας ἀφίκανε
πατρὸς ἑοῦ. Τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
715ἔντεά οἱ παρέκεινθ'· αἳ δ' ἀμφί μιν ἄλλοθεν ἄλλαι
χῆραι ληιάδες κλισίην ἐπιπορσύνεσκον,
ὡς ζώοντος ἄνακτος. Ὃ δ' ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρος δέ μιν εἷλε τοκῆος.
Ὡς δ' ὅτ' ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
720σμερδαλέοιο λέοντος ὑπ' ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐύσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ' αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
ἵππων ἠδὲ βοῶν μεγάλ' ἄχνυται ἀμφὶ τοκῆος·
725ὣς ἄρα θαρσαλέοιο πάις τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη. Δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δ' αὐτὴ Βρισηίς, ὅτ' ἔδρακεν υἷ' Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγ' ἐγήθεεν, ἄλλοτε δ' αὖτε
ἄχνυτ' Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
730ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
- Τρῶες δ' αὖτ' ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
ὁππόσον Ἕκτορα δῖον, ὅτ' Ἀργείους ἐδάιζε
735ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
Ἀλλ' ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδ' Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.