6648 718 0 4 0 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari VIII Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 68

Anthologia Graeca VIII

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

ΕΚ ΤΩΝ ΕΠΩΝ

ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

1

Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς,

   θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον,

ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε

   καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου.

2

Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,

   Βασίλιε, Χριστοῦ λάτρι φίλ', ὠιόμην·

ἀλλ' ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ' ἀναείρας

   θήσεις ἐς μακάρων σήν τε χοροστασίην;

μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο

   λήσομαι, οὐδ' ἐθέλων. Γρηγορίοιο λόγος.

3

Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα

   ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου,

πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι,

   πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις·

οὐκ οἶον, κόσμος δὲ μέγ' ἴαχεν· Ὤλετο κῆρυξ,

   ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.

4

Κόσμος ὅλος μύθοισιν ὑπ' ἀντιπάλοισιν ἀεικῶς

   σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος·

αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.

   ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος

σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας

   καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον.

5

Εἷς θεὸς ὑψιμέδων· ἕνα δ' ἄξιον ἀρχιερῆα

   ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,

ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν

   Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,

Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν,

   λίσσομ', ὑπὲρ κόσμου ἵστασο δῶρ' ἀνάγων.

6

Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα

   θέντο με Καισαρέες, Γρηγορίοιο φίλον,

ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη

   ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι

ἡμετέρης. τί δ' ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα

   τήκεσθ' οὐρανίης μνωόμενον φιλίης;

7

Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ

   δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,

Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ' ἱερήων,

   ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.

8

Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ' Ἀθῆναι,

   ὦ θείου βιότου τηλόθε συνθεσίαι,

ἴστε τόδ', ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν,

   Γρηγόριος δ' ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.

9

Καισαρέων μέγ' ἄεισμα, φαάντατε ὦ Βασίλειε,

   βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος·

ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω

   Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις.

10

Βένθε' ἅπαντ' ἐδάης τὰ πνεύματος, ὅσσα τ' ἔασιν

   τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης.

ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας,

   τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλει', ὀλίγον.

11

Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης·

   Γρηγορίου τόδε σοι γράμμ' ἐπιτυμβίδιον,

μῦθος ὅδ', ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε,

   τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον.

11b

Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδ' ἀνέθηκα

   τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.

12

Ἔνθ' ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,

   Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,

μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,

   νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας,

ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ' ἱερῆες

   ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.

13

Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης·

   ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδ' ὀίων

ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν.

   γῆρας δ' ἐς λιπαρὸν ἱκόμεθ' ἀμφότεροι·

ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν

   ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.

14

Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης

   Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος,

ὅν ποτε τηλόθ' ἐόντα χάρις μέγαν ἀρχιερῆα

   θήκατο· νῦν δ' ἱερῆς ἐγγὺς ἔχει Τριάδος.

15

Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχ' ἱερῆα

   Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι,

ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν,

   ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.

16

Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,

   τὴν δ' ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον

εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο,

   τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.

17

Οὐκ ὄις, εἶτ' ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα

   ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας,

θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,

   κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης.

ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος

   ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;

18

Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον,

   ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω

Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην

   Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.

19

Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ

   συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος

ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον

   πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.

20

Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην

   ἔνθεν ἀειρόμενος ῥῖψ' ἐπὶ παιδὶ φίλῳ.

21

Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει·

   τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος.

ὣς δ' ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην

   Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ' ἄγοις.

22

Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα

   Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως

σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,

   ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.

23

Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη,

   στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ,

τῆμος ὅτ' εἰδώλων ἔφυγε ζόφον· ὡς δ' ἐκαθάρθη,

   ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ' ἄγει.

24

Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον

   ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν,

μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς·

   εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις·

χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ·

   μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.

25

Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα,

   οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος,

οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς.

   σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους.

καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ' ἔκτοθι πᾶσι πέφανται·

   τοὔνεκα καὶ θείῳ σῶμ' ἀπέλειπες ἕδει.

26

Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν

   χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας;

ἄλλοι δ' αὖ βοόωσι παρ' ἠρίον· ἡ δὲ τράπεζα

   οὐκέτ' ἔχει καρποὺς τῆς μεγάλης παλάμης·

χῶρος δ' ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ' ἱερῆες

   οὐκέτ' ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα.

χῆραι δ' ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ

   καὶ γάμος εὐζυγέων, κέρσατ' ἄπο πλοκάμους,

τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε,

   τῆμος ὅτ' ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας.

27

Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ,

   πρῶτα Χριστιανόν, εἶθ' ἱερῆα μέγαν

σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.

   Ἄννα, σὺ δ' υἷα φίλον καὶ τέκες εὐξαμένη

καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ·

   ἡ δ' ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν·

Νόννα δ' ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ

   νηῷ λισσομένη πάρθετο σῶμα φίλον.

28

Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐτώσια φυσιόωντα

καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν·

Νόννα δ' οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ

τῇδέ ποτ' εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη,

καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι,

Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.

29

Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,

καὶ σύ γ', Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε·

ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι·

θυμῷ δ' ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,

χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,

ἥλατ' ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν,

   τρὶς μάκαρ ἐν νηῷ σῶμ' ἀποδυσαμένη.

30

Γρηγόριον βοόωσα παρ' ἀνθοκόμοισιν ἀλωαῖς

ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,

χεῖρας δ' ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι,

Γρηγόριον βοόωσα· τὸ δ' ἔζεεν αἷμα τεκούσης

ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς·

τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.

31

Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν,

   ἄλλη δ' ἐκ χαρίτων ἠδὲ σαοφροσύνης,

ἄλλη δ' εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις,

   δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις·

Νόννα δ' ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν

   τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.

32

Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα,

   οἴχομαι εἰς ζωήν, Γρηγόρι', οὐρανίην·

καὶ γὰρ πόλλ' ἐμόγησας ἐμὸν κομέων πατέρος τε

   γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη.

ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα

   δεξόμεθ' ἡμετέροις φάεσι προφρονέως.

33

Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης,

   σῶμα δ' ἄρ' ἐκ νηοῦ Μάρτυσι παρθέμεθα.

Μάρτυρες, ἀλλ' ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον

   σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην,

αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος

   δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.

34

Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων

   οὐδὲ πρωτοτόκων Νόνν' ἀνέθηκε Θεῷ·

ταῦτα νόμος προτέροισιν, ὅτ' εἰκόνες· ἡ δ' ἄρ' ἑαυτὴν

   δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ.

35

Εὐχομένη βοόωσα παρ' ἁγνοτάτῃσι τραπέζαις

Νόννα λύθη, φωνὴ δ' ἐδέθη καὶ χείλεα καλὰ

γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν

γλῶσσαν ἐπ' εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι·

καὶ νῦν οὐρανόθεν μέγ' ἐπεύχεται ἡμερίοισιν.

36

Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς

οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν

ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας

μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς

λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.

37

Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν

σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος

οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες·

ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι

καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα.

38

Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι

   καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα,

Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν

   εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.

39

Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι

   καὶ νηοῖο πέδον δάκρυσι δευόμενον

σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν

   ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.

40

Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή,

   πάντ' ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς,

ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλ' ἄρα καὶ τὴν

   ὑστατίην νηῷ λεῖπες ἀειρομένη.

41

Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα,

   φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ

λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι

   τόνδε βίον πάσης ἁγνότερον θυσίης.

42

Νόνν' ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα

   ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην·

τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα,

   μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.

43

Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης,

   μήτηρ δ' εὐχομένη πὰρ ποσὶ λῆξε βίου,

Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομ' ἄνακτι

   τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.

44

Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυ' ἐδέξω·

   δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,

εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δ' ἄρα μοῦνον,

   παῖδ', ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.

45

Ἔνθα ποτ' εὐχομένης τόσσον νόος ἔπτατο Νόννης,

   μέσφ' ὅτε καὶ ψυχὴ ἕσπετ' ἀειρομένῳ,

εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ,

   γράψατ' ἐπερχομένοις θαῦμα τόδ', εὐσεβέες.

46

Τίς θάνεν, ὡς θάνε Νόννα, παρ' εὐαγέεσσι τραπέζαις

   τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη;

τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν

   ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.

47

Ἔνθα ποτ' εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν·

   Ἔρχεο. ἡ δ' ἐλύθη σώματος ἀσπασίως,

χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν,

   τῇ δ' ἔτι λισσομένη· Ἵλαθι, Χριστὲ ἄναξ.

48

Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος

   καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα,

πάντ' ἐκένωσα φέρουσα· τὸ δ' ἔσχατον, ἔνθεν ἀέρθην

   νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.

49

Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ

   μητέρ' ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε,

ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη

   εἰσέτι λισσομένη σώματι Νόννα φίλη.

50

Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γ' ἀνίη,

   καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν·

ἀλλ' ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης

   εὐχομένη Χριστῷ, Νόνν', ἀπέδωκας ὄπα.

51

Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα

   κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην.

μῆτερ ἐμή, σὺ δ' ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ

   ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.

52

Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα

   τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι,

Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα

   μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.

52b

Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων

   Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ.

τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς,

   εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.

53

Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα

ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα,

εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες.

οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ

οὐδ' ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς,

μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.

54

Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα,

ἔνθα ποτ' εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε·

καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ' ἐνθάδε κάλλιπε νηῷ.

55

Νηὸς ὅδ' ‑ οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι ‑

   ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας,

ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ,

   σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.

56

Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,

εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν·

τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.

57

Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων·

ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι,

‹ποῦ ποτ' ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον›.

58

Νόννα Φιλτατίου. ‑ Καὶ ποῦ θάνε; ‑ Τῷδ' ἐνὶ νηῷ. ‑

   Καὶ πῶς; ‑ Εὐχομένη. ‑ Πηνίκα; ‑ Γηραλέη. ‑

Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.

59

Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν·

   Νόνναν δ' εὐχομένην Πνεῦμ' ὑπέδεκτο μέγα.

60

Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον,

   ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.

61

Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη

   εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.

62

Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα

   μάρτυς, ἀφ' ἧς ἤρθη ἄπνοος ἐξαπίνης.

63

Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν

   ἔχριμψ' οὐρανίαις, πρὶν βιότοιο λυθῇ.

64

Δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως

   ὡς Νόνν' εὐχομένη κάτθανεν, οὐ δακρύω.

65

Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον

   καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.

66

Ἔνθα ποτ' εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή

   νῦν δ' ἄρ' ἐν εὐσεβέων λίσσεται ἱσταμένη.

67

Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα,

   Νόννα, παρ' ᾗ λύθης εὐχομένη πύματα.

67b

Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλ' ἄρα καὶ τὸ

   Νόνν' ἀπέδωκε Θεῷ ἔνθα ποτ' εὐχομένη.

68

Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες,

   πρέσβειραν μεγάλην πέμψατ' ἀειρομένην.

69

Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ

   Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι.

70

Νόνν' ἀπανισταμένη νηοῦ μεγάλου τόδ' ἔειπε·

   Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.

71

Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται·

   Νόννα ποτ' εὐχομένη τῇδ' ἐλύθη βιότου.

72

Ἔνθα ποτ' εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης·

   ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.

73

Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν' ἀπανέστη·

   νηῷ Νόνν' ἐλύθη· χαίρετε, εὐσεβέες.

74

Ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.

75

Εἴη σοι βίος ἐσθλὸς ἐπ' εὐλογίῃσιν ἁπάσαις

   ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις

καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,

   οἵην ἡμετέρῳ γήραϊ δῶκεν Ἄναξ,

ἠιθέων λογίων τὸ μέγα κράτος ἠδ' ἱερήων

   καὶ πολιῆς σκίπων, Γρηγόρι', ἡμετέρης.

76

Ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς

   ἑσσάμεθ' εὐσεβέος Γρηγορίου τοκέες,

ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν

   ἡμέτερον καὶ νῦν ἀμφιέπει θυσίαις.

ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων

   Γρηγόρι', εὐαγέας Μάρτυσι παρθέμενος

σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρ' ἵλαον εἶναι

   πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.

77

Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας

   κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη,

ἀμφοτέρους ἱερῆας. ‑ Ὁ δ' εὐπατέρειαν ἐδέγμην

   Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ.

τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη,

   πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.

78

Πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα

Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν

μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα πικρά.

Γρηγορίου γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.

79

Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ·

   δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον·

τὸ τρίτον αὖ, θνῄσκοντά μ' ἁγνὴ ἐσάωσε τράπεζα·

   τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος·

πέμπτον, παρθενίη με φίλοις προσπτύξατ' ὀνείροις·

   ἕκτον, Βασιλίῳ σύμπνοα ἦρα φέρον·

ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων·

   ὄγδοον αὖ, ὁσίοις ἐξεκάθηρα χέρας·

εἴνατον, ὁπλοτέρῃ Τριάδ' ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ·

   βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.

80

Ἑλλὰς ἐμὴ νεότης τε φίλη καὶ ὅσσα πεπάμην

   καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως.

εἰ δ' ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ

   καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ,

σοῖς με, Χριστέ, χοροῖσι δέχου καὶ κῦδος ὀπάζοις

   υἱέι Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.

81

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται

   τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων

καὶ σοφίῃ Σοφίης δεδραγμένος ἠίθεός τε

   οἶον πλοῦτον ἔχων ἐλπίδ' ἐπουρανίην.

82

Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ

   δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον·

νῦν δ' ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης

   οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

83

Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις·

   ἤλυθον ἐς σοφίης πείρατα· σάρκα Λόγῳ

ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας

   ἔστην σὺν Ἀαρών, Γρηγορίῳ γενέτῃ.

84

Πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον

   καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου,

Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς

   φάσμασιν ἐννυχίοις, δῶκε δ' ἔρον σοφίης.

85

Σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ' ἐώλπειν,

   ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους·

αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα, τοκήων

   τῶν προτέρων πρότερον δέξατο. ποῖα δίκη;

85b

Οὐκ ἔσθ' ὁ τύμβος αἴτιος· μὴ λοιδόρει.

Φθόνου τόδ' ἐστὶν ἔργον. πῶς δ' ἤνεγκεν ἂν

νέον γερόντων εἰσορῶν σοφώτερον;

86

Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα

   κάλλεϊ καὶ σοφίῃ καὶ βασιλῆι φίλον,

κρείσσονα δ' οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο.

   ἦ μὴν ὠιόμην. ἀλλὰ τί φησὶ τάφος;

Τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο, ἀλλὰ μέγιστον

   υἱέος εὖχος ἔχεις υἱέος ἀντὶ φίλου.

87

Ὥριοι εἰς τάφον ἦμεν, ὅτ' ἐνθάδε τοῦτον ἔθηκαν

   λᾶαν ἐφ' ἡμετέρῳ γήραϊ λαοτόμοι·

ἀλλ' ἡμῖν μὲν ἔθηκαν, ἔχει δέ μιν οὐ κατὰ κόσμον

   Καισάριος, τεκέων ἡμετέρων πύματος.

ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα

   δέξαι ἐς ἡμέτερον τύμβον ἐπειγομένους.

88

Τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο

   ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην·

Καισαρίῳ δ' υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες

   δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.

89

Γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς

   λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε.

τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ' ἔνευσας;

   ὢ μακροῦ βιότου, ὢ ταχέος θανάτου.

90

Οὐκ ἄγαμ', οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω

   μοῦνον ἀφ' ἡμετέρων, Καισάριε, κτεάνων,

γηραλέων τοκέων πικρὸν λίθον· ὁ Φθόνος οὕτως

   ἤθελεν. ὢ ζωῆς πήμασι μακροτέρης.

91

Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν

   ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων

καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε

   ἠδ' ἰητορίην ῥητορικῆς τε μένος

Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας,

   αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστ' ὀλίγη.

92

Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων

   τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε·

ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως,

   ἥ τ' ἰητορίη οὐδὲν ἄκος θανάτου.

93

Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθ' ἐόντα,

   ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης

πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων,

   φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ' αὖ σε πέδου.

94

Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν,

   ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ·

νούσῳ δ' ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος

   σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε.

95

Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον

   τύμβος ὅδ' εὐγενέτην Καισάριον κατέχω

ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις,

   ἀστεροπὴν γαίης πείρασι λαμπομένην.

96

Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος

   αὐλαί, Καππαδόκαι δ' ἤμυσαν ἐξαπίνης·

καὶ καλὸν εἴ τι λέλειπτο μετ' ἀνθρώποισιν, ὄλωλεν,

   οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.

97

Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην,

   εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη,

πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε,

   πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι·

Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων,

   αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην.

98

Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον

   κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.

Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων

   τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;

οὔτις ἐπιχθονίων· ἀλλ' ἔπτατο ἐκ βιότοιο

   ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων.

99

Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε,

   Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου,

Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε

   καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.

100

Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν

   τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην·

Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα

   πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.

101

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι

   Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.

102

Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα·

   πάντα δ' ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.

103

Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ' ἀναθεῖσα

   Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν·

οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλ' ἄρα καὶ τὸν

   ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.

ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς

   λύματ' ἀπωσάμενοι ζῆτε παλιγγενέες.

104

Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,

   εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων

δαπτόμενόν τ' ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ

   καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος

ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι

   ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι,

ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο

   τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.

105

Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι

   τέρπῃ πυροφόροις τετραπόδων τ' ἀγέλαις·

καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε

   λᾶες καὶ Σηρῶν νήματα λεπταλέα,

πάντα βίος ζωοῖσι· λίθοι δ' ὀλίγοι τε φίλοι τε

   τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,

οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει

   ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις.

106

Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων,

   πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις·

πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης

   κείρατ' ἀπ' ἀνθρώπων οἰχομένης Θέμιδος.

ἡμεῖς δ' ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες

   αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας.

107

Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας

   εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην·

πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων,

   αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ' ὀλίγη

Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλ' ἐπὶ τύμβῳ

   βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.

108

Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα,

   τύμβος ὅδ' εὐγενέτην Μαρτινιανὸν ἔχω,

ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν·

   ἀλλ' ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν.

109

Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες, ἀλιτροί·

   μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ

ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν

   τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.

110

Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα·

   ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων·

οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον·

   οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου;

111

Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος

   πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης.

εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλ' ἀπὸ τύμβου,

   μηδὲ φέρειν ἐπ' ἐμοὶ δυσμενέας παλάμας.

112

Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις

   λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον·

χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ,

   καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.

113

Καππαδοκῶν μέγ' ἄεισμα, φαάντατε Μαρτινιανέ,

   σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα·

ὅς ποτ' ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων,

   δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.

114

Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος

   καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν

μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι

   στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδ' ἱεροῖς.

115

Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης

   στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει·

ἀλλ' ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι,

   τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι.

116

Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τιν' ἀκούεις

   Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων,

παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ

   ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.

117

Οὔποτ' ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδ' ἀπὸ τύμβων

   ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους·

τοὔνεκα μηδ' ἐπ' ἐμοῖσι φέρειν λάεσσι σίδηρον·

   εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.

Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο

   κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.

118

Εἷς δόμος, ἀλλ' ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός·

   τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις·

καί ῥ' οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο

   ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη,

κάλλιμέ θ' υἱήων, Εὐφήμιε· τοὺς δ' ὑπόδεχθε,

   μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.

119

Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν·

   ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι.

νῦν δέ σε μοῖρ' ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν,

   εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην.

αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος

   ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.

120

Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτ' ἔγωγε

   ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων

εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός,

   τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων.

τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν

   σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.

121

Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,

   πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,

υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,

   πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.

δεινὸν δ' ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε

   ζωῆς, τὸν δ' ἔλιπεν ἥμισυν Ἀμφίλοχον.

122

Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ' ἐν ἀοιδοῖς,

   κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων,

ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ' ἔρωτας

   ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων·

ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ' ὑμεναίων

   ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.

123

Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,

   Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος,

στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ' ὑπὸ γαῖαν.

   αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.

124

Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν

   λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας,

μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος·

   τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.

125

Στράψε μέγ' ἀνθρώποις Εὐφήμιος, ἀλλ' ἐπὶ τυτθόν·

   καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας·

στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν·

   τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.

126

Τίς τίνος; ‑ Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται,

   οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος,

οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δ' ὑμέναιοι

   ἀμφὶ θύρας· ἦλθεν δ' ὁ Φθόνος ὠκύτερος.

127

Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων

   καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων,

ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τ' ἀνέσχεν,

   αἰαῖ, σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως.

128

Αἱ Χάριτες Μούσαισι· Τί ῥέξομεν; οὐκέτ' ἄγαλμα

χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.

χαἰ Μοῦσαι Χαρίτεσσιν· Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός,

τόσσον ἔχοι· ἡμῖν δὲ τόδ' ὅρκιον ἔμπεδον ἔστω

μηκέτ' ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.

129

Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες

   ὄρνιθες λιγυροὶ καλὸν ἐπ' ἀκρεμόνων

αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι

   καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων,

κλαύσατε· ὦ χαρίεσσ' Εὐφημιάς, ὥς σε θανών περ

   Εὐφήμιος κλεινὴν θήκατ' ἐπωνυμίῃ.

130

Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτ' ἔην γε·

   κάλλιμος ἐν χώροις χῶρος ὅδ' ἠλύσιος·

τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε,

   οὔνομα δ' ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.

131

Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα,

   ψυχὴ δ' ἐς μακάρων ᾤχετ' ἀποπταμένη.

πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας

   πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη·

γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας

   κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων.

132

Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα

   Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας,

ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων

   πηῶν, εὐσεβέων, εὐγενέων, λογίων

καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ' ἑταίρων

   σῶν ἑνός, ὦ φιλότης, γράμμ' ἐπιτυμβίδιον.

133

Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες

   μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη,

ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δ' ἅμ' ἕσπετο μοῦνον

   ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον.

Γρηγόριος τάδ' ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο,

   Ἀμφίλοχ', ἐξεδάην ἀντιχαριζόμενος.

134

Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο

   καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος

καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δ' αὖ σε

   ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.

135

Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα

   βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων,

Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα

   ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου.

136

Τὸν ῥήτρην πυρόεσσαν ἐπ' ἀντιπάλοισι φέροντα,

   τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας

Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης,

   υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.

137

Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ

   Ἀμφιλόχου μεγάλου τύμβος ὅδ' ἀμφὶς ἔχω.

138

Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ

   πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.

139

Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς

   σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;

τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει;

   τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην

σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;

   ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων.

140

Δέρκεο καὶ τύμβον Νικομήδεος, εἴ τιν' ἀκούεις,

   ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ

αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον

   δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,

φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος.

   τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι.

141

Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα

   ἔνθεν ἀνηέρθης. τίς τάδ' ἔνευσε δίκη;

Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν

   ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι.

142

Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ' ἑταίρων,

   ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;

πῇ ποτ' ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,

   ἦμος ἐπ' ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,

ὃς βιότῳ μ' ἔζησας ἀσαρκέι; ἦ ῥ' ἐτεόν σοι

   Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.

143

Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον

   ἠιθέων, ζωῆς ἡνίοχ' ἡμετέρης,

μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς,

   ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε.

144

Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν

   ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι

Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν;

   ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.

145

Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα

   Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.

146

Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα

   σταυροφόρων κόλποις Καρτέριον κατέχεις.

147

Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,

τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης,

οὐδέ σε τύμβος ἔχει πατρώιος· ἀλλὰ καὶ ἔμπης

πᾶσιν Καππαδόκεσσι μέγ' οὔνομα σεῖο λέλειπται

καὶ στῆλαι παγίων μέγ' ἀμείνονες, αἷς ἐνιγράφθης,

Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.

148

Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε,

   σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον·

αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι,

   οὔποτ' ἀφ' ὑμετέρης στήσομ' ὁμοζυγίης.

149

Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ

   χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.

150

Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται,

   Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων,

καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις

   τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων.

151

Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδ' ἐπὶ γαίης

   ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ' ὀλίγον·

τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ

   σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.

152

Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα

   χῶρος ὅδ' ἀθλοφόρων Ἑλλάδιον κατέχω·

οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη

   σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον.

153

Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ,

   πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις,

Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα

   δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων.

154

Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι,

   ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας·

σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα,

   ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον.

155

Χώρης τῆσδ' ἱερῆς Εὐπράξιον ἀρχιερῆα

   ἥδ' Ἀριανζαίη χθὼν μεγάλη κατέχω,

Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην·

   τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν.

156

Ἰχθυβόλον ποτ' ἔλυε λίνον βυθίης ἀπὸ πέτρης

   Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις·

καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δ' ἔσχετο. πῶς ἁλιῆα

   εἴρυσεν ἀνθ' ἁλίης δίκτυον; εἰπέ, Λόγε,

Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω,

   καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.

157

Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο,

   δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος,

ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο,

   ἔνθεν ἀνηέρθη πῶλος ὅδ' ἄκρα θέων.

158

Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς

   δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.

159

Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς

ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας,

Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς

ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον

τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς·

καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.

160

Πάλλετ' ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα

   οὔνομα, ‹ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,›

ἄμβροτον, ‹αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,›

   ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει.

161

Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων

   καὶ τοίων τεκέων δῶκε φάος βιότῳ,

υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε,

   εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων.

τρεῖς μὲν τῆσδ' ἱερῆες ἀγακλέες, ἡ δ' ἱερῆος

   σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.

162

Θάμβος ἔχεν μ' ὁρόωντα τόσον γόνον Ἐμμελίοιο

   καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον·

ὡς δ' αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,

   Ἐμμέλιον, τόδ' ἔφην· Οὐ μέγα· ῥίζα τόση.

τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,

   τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.

163

Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τιν' ἀκούεις

   Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης·

ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δ' ἐνὶ πάντων

   γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.

164

Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο,

   Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως

ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν

   εὐσεβέων· βιότου δ' ὥριος ἐξελύθης.

165

Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ' ἔθηκε

   Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος,

ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν

   τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις.

166

Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω

   θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα.

εἰ δ' οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς

   ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις

ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος,

   ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ;

167

Μάρτυρες, εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν

   αἱ σύνοδοι. ‑ Τί μὲν οὖν ἥδιον; ‑ Ἀντὶ τίνος; ‑

Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ' ἄν,

   εἰ τιμῷτ' ἀρετή. ‑ Τοῦτο μὲν εὖ λέγετε·

ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς

   ἄλλοις· ἀθλοφόρων δ' ἔκλυσις ἀλλοτρία.

168

Μὴ ψεύδεσθ', ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί·

   λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων·

Μάρτυσι δ' εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν

   ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.

169

Μαρτύρομ', ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν

   τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι.

οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους·

   οἱ δ' ἐρυγὰς παρέχουσ' ἀντ' ἀρετῆς τὸ γέρας.

170

Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ' ἀνάγνων

ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι·

δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατ' ἀθέσμως

αὐτοὶ σήματ' ἔχοντες ὁμοίια, τοὺς δ' ἀπέδοσθε,

πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς

Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί.

171

Παῖδες χριστιανῶν, τόδ' ἀκούσατε. οὐδὲν ὁ τύμβος;

   πῶς οὖν ὑμετέρους χώννυτ' ἀριπρεπέας;

ἀλλ' ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν

   βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.

εἰ δ', ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ' ἀδίκαστον,

   πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.

172

Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι,

   μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις

τιμᾶτ', εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς,

   καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.

173

Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι

   αἵματος οὐρανίου μνωομένους μεγάλου·

τύμβοι δὲ φθιμένοις. ὃς βήματα δ' ἡμὶν ἐγείρει

   ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.

174

Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν

   καὶ μέντοι θεόθεν ἄξια δῶρ' ἔχετε,

βήμαθ', ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλ' ἀπὸ τύμβων

   φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.

175

Δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει

   δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας.

τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι

   στησάμεθ' ἡμετέροις πνευματικὰς συνόδους.

νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι·

   πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.

176

Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι,

   μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι·

ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν

   ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων,

ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον

   σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.

177

Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα,

   κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος·

ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος,

   ὑψιπαγής, σκοπέλων τῶνδ' ἀποτῆλε θέων,

πρῶτος δ' ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον

   τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.

178

Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην

   πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος·

νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ·

   ὧδε δ' ἐτινάχθην γείτονος ἐν παλάμαις.

179

Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ

   λάων τετραπέδων ἀμφιθέει στέφανος,

ἄξιον αὐτίκ' ἔην αὐτῷ ἐνὶ σήματι θέντας

   αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.

180

Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων·

   χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου.

εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δ' ἄρα κεινὸς

   ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην.

181

Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδ' ἄρ' ἔμελλον

   ἐκφυγέειν παλάμας γείτονος οὐλομένας,

ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ

   οὔτε Θεὸν δείσας οὐθ' ὁσίην φθιμένων.

182

Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες·

   ἠνίδ', ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως.

οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλ' ἀποτῆλε

   χάζεσθε· φθιμένους ὧδ' ἂν ἀρεσσάμεθα.

183

Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη

   τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν

σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν

   οἶδε δίκη· δακρύειν δ' ἡμέτερον φθιμένους.

184

Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι

   τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη·

Καππαδόκεσσιν ἔγωγε μέγ' ἔξοχος, ἀλλὰ δέδορκας,

   οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον.

185

Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα

   ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων

τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα;

   οὐδὲν χρυσοφίλαις, οἵ μ' ἐτίναξαν ὅλον.

186

Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δ' ἀνεγείρει

   τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι·

οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν,

   εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων.

187

Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου.

   τίς χρόνος; ἀρχαίης σῆμα τόδ' ἐργασίης.

τίς δέ σ' ἐνήρατο; εἰπέ· φόνος τόδε. ‑ Χεῖρες ἀλιτραὶ

   γείτονος. ‑ Ὡς τί λάβῃ; ‑ Χρυσόν. ‑ Ἔχοι σκοτίην.

188

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα

   τοῦ νεοκληρονόμου χερσὶ παθόντ' ἀδίκως·

οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ' ἐδοκήθην,

   κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων.

189

Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος,

εἴ ποτ' ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός.

σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος.

τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;

190

Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο

   καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες,

πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν;

   πῶς ἔτλη; φθιμένων ‹κήδεται οὐδ' ὁσίη›.

191

Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος,

   τέτρωμ', ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ.

ταῦτα φίλα θνητοῖσι, τὸ δ' αἴτιον ὡς ἀθέμιστον.

   τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι.

192

Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις

   τύμβον ἐμόν, φράζειν· Τοῖα πάθοις, ὁ δράσας. ‑

Οὐκ οἶδ', ὅντινα τύμβος ἔχει νέκυν· ἀλλ' ἐρέω γε

   δάκρυ' ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.

193

Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου,

   ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος.

νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ,

   ταῦτ', εἰ ληίζει, δώσομεν ἀσπασίως.

194

Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες

   τοῦθ', ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθ' ἂν ἄγαν;

εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην,

   καὶ τόδ' ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;

195

Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις;

Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω

τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.

196

Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν

   δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις,

χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι

   οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.

197

Φησὶ Δίκη· Τίς πίστις, ὅτ' ὤλεσας, ὃν λαγόνεσσι

   σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ; ‑

Οὐ γαίη μ' ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ,

   καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.

198

Πρόσθε τάδ' ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν

   ἵλαος· εἰ δὲ νέκυς, ὄψεθ' ὁ τυμβολέτης.

199

Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε

   κλαύσομ' ἀποφθιμένους, κλαύσομ' ἄγος παλάμης.

200

Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης

   κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις.

νεκρῶν καὶ τάδε γ' ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον

   εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.

201

Τίς σ' ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο

   κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;

202

Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν·

   οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους,

ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων.

   γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.

203

Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων,

   τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη,

σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων,

   οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.

204

Ἡνίκα τὸν περίβωτον ἐπ' οὔρεος, ἄγριε Τιτάν,

   τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας,

ὡς δ' εἶδες, πῶς χεῖρες ἐπ' ὀστέα; ἦ τάχα κέν σε

   τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ' ἕνα τύμβον ἔχειν.

205

Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι

   δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον,

τόνδ' ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν.

   τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.

206

Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται,

   κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην·

ἠχὼ δ' ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω

   τῶνδε περικτιόνων· Κλαύσατε τυμβολέτην.

207

Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες·

   οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην,

εἰ τάδ' ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ

   σήμασι σὴν ἐπέχειν ἁρπαλέην παλάμην.

208

Οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ,

   ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων·

καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν,

   ἐκ δ' ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.

209

Τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον οὔρεος ἄκρης

   τῆσδ' ἀναειρόμενον ἡλίκον ὁσσατίης;

χρυσὸς ἔθηξε μάχαιραν ἐπ' ἀνδράσι· χρυσὸς ἄπληστον

   κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην·

κἀμοὶ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον

   ἐλπισθείς· χρυσοῦ δεύτερα πάντ' ἀδίκοις.

210

Πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης

   κύμασι πλαζόμενον, πολλάκι θηρολέτου,

ἤδη καί, πολέμῳ τις ὃν ὤλεσεν· ἀλλ' ἐμὲ γείτων

   χωσθέντ' ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.

211

Ὢ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς.

   ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν·

οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν,

   τῶνδ' ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.

212

Πάντ' ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ' αἰδὼς

   ἐκ ζώντων φθιμένοις. δέρκεο τόνδε τάφον,

ὅν γ' ἐλπὶς χρυσοῖο διώλεσε τόσσον ἐόντα

   θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν.

213

Λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν

   ῥίψατε ἠὲ πυρὶ δάψατε παντοφάγῳ·

λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι.

   δείδια τόνδε τάφον τοῖα παθόνθ' ὁρόων.

214

Δή ποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν

   τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ' εὗρε μόνον·

Οἴγειν ἀπλήστοιο τάφους χερός. ὣς δὲ σὺ τόσσον

   σῆμα τόδ' οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.

215

Ὃς κακὸς οὐ φθιμένοισι, τάχ' ἂν φθιμένοισιν ἀρήγοι·

   ὃς δ' οὐδὲ φθιμένοις, οὔποτ' ἂν οὐ φθιμένοις.

ὣς δὲ σύ, τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας,

   οὔποτ' ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.

216

Μαρτύρομ', οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι·

   μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις. ‑

Οὐδὲ γὰρ οὗτος ἔχεν χρυσὸν τάφος, ἀλλ' ἐδαΐχθη.

   πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε, Δίκη.

217

Οἱ τύμβοι φθιμένοισιν Ἀρήξατε εἶπον ἅπαντες,

   ἡνίχ' ὁ λυσσήεις τόνδ' ἐτίνασσε τάφον.

οἱ νέκυες τύμβοισι· Τί ῥέξομεν; αὖθις ἀέρθη

   ὡς ἐπὶ βουκτασίῃ γαῖαν ἀφεῖσα Δίκη.

218

Ἤλυθεν εἰς Ἀίδην τις, ὁ δ' ἔπτατο, ἄλλος ὄλεσσε

   θῆρας, ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον·

τούτων οὗτος ἀνὴρ οὐ δεύτερον ἔργον ἔρεξεν,

   τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.

219

Εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα·

εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν,

καί σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς

τύμβον ἀναρρήξανθ', ὃν καὶ τρομέουσι φονῆες.

220

Χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δ' ἀπὸ τύμβων

   χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει·

   ὄρυσσ', ὄρυσσε πάντας· ἦ τάχ' ἄν σέ τις

τύμβος κ' ἐξολέσειε πεσών, νεκύεσσι δ' ἀρήγοι.

221

Τύμβος ἔην· νῦν δ' εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος·

   ταῦτα φιλοχρύσοις εὔαδε. ποῖα δίκη;

222

Αἰαῖ, καὶ τέφρη γενόμην καὶ χεῖρας ἀλιτρῶν

   οὐκ ἔφυγον. χρυσοῦ τίπτε χερειότερον;

223

Ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σέ τις ἔτλη,

   τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.

224

Τύμβος ἐγώ, σκοπιή τις ἀπ' οὔρεος· ἀλλά με χεῖρες

   θῆκαν ἴσον δαπέδῳ. τίς τάδ' ἄνωξε νόμος;

225

Οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος

   ἦλθ' ἐπ' ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι.

226

Τὴν σκαπάνην ἐπ' ἄρουραν, ἐμῷ δ' ἐπὶ σήματι βάλλειν

   δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων.

227

Τὴν σκαπάνην ἐπ' ἄρουραν· ἐμοῦ δ' ἀποχάζεο τύμβου,

   χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.

228

Εἴ σ', ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν,

   πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.

229

Τίπτε μ' ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα

   κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.

230

Τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλ' ἔμ' ἔῳξεν

   ὥς τινα τῶν πολλῶν ἀνδροφόνος παλάμη.

Ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων,

   θνητοί, καὶ κτερέων· δεῦτ' ἐπὶ νεκρά, κύνες.

Δεῦτ' ἐπὶ νεκρά, κύνες· χρυσοῦ διφήτορες ἄνδρες

   ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.

231

Ἄλλος τύμβον ἔγειρε, σὺ δ' ὤλεσας· ἄλλος ἐγείροι

   σὸν τάφον, εἴ γε θέμις, ἄλλος ἔραζε βάλοι.

232

Ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι·

   φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.

233

Τίπτε μ' ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα

   μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.

234

Δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο

   τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας.

235

Εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε,

   οὔποτ' ἔδει τοίην χεῖρα φέρειν φθιμένοις.

236

Λήθη καὶ σιγὴ νεκύων γέρας· ὡς δ' ἀλαπάξας

   οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.

237

Πάντ' ἔχετε, ζώοντες, ἐμοὶ δ' ὀλίγοι τε φίλοι τε

   λᾶες τῷ φθιμένῳ· φείδεο σοῦ νέκυος.

238

Οὐ χρυσοῦ δόμος εἰμί. τί τέμνομαι; αὐτὸς ἔγωγε

   τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες.

239

Τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων·

   νῦν δ' εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.

240

Εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν

   χρυσόν· ἐμοὶ δ' οὐδὲν πλὴν φθιμένων κτερέων.

241

Μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει

   ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.

242

Οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν,

   ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν.

243

Ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδ' ὁρῶντες

   σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.

244

Τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι

   κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;

245

Τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι

   σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.

246

Μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν

   οὗτος ἀνήρ. οἴμοι, ὡς βραδύπους σύ, Δίκη.

247

Ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός.

   οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδ' ἀνέῳξε τάφον.

248

Ὤμοσα τοὺς φθιμένους καὶ ὤμοσα Τάρταρον αὐτὸν

   μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.

249

Οὔρεα καὶ πρῶνες, τὸν ἐμὸν τάφον ὥς τιν' ἑταῖρον

   κλαύσατε, πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος.

250

Πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος·

   ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.

251

Κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων,

   μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.

252

Τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος

   τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις.

253

Γαῖα φίλη, μὴ σοῖσι θανόνθ' ὑποδέχνυσο κόλποις

   τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.

254

Ὑβριστὴς ἐπ' ἔμ' ἦλθε τὸν οὐ ζώοντα σίδηρος

   καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.