[Α] ἆρ' ἐστὶ τοῦτ' ἐνύπν]ιον;
(Β) εἰ καθεύδομεν.
[ ] τάλαντα πένθ' ἅμα
[ ] κόσμον.
(Α) οὐκ ἐγρήγορα.
5(Β) [ τοὺς γ]άμους γ' ἤδη ποεῖ
[ κροτ]ών.
(Α) τί λέγεις;
(Β) κροτών· ἐγὼ
[ ] δειλινὸν παρῆν.
(Α) τί οὖν;
(Β) [ κ]αθήμενος λαλεῖ
(Α) [ τίν]ι̣;
(Β) Χαιρέαι.
(Α) ποῦ; βούλομαι
10[ ]
(Β) [ ἐγγ]ύς τις ἐστὶν ἐξέδρα
[ οἶσθ]α δήπου, δεξιᾶς·
[ ]σιν.
() ὄψομ' εἰσιών.
λελοιδόρημ' ἄρ' ο]ὐ δικαίως τῆι Τύχηι·
ὡς γὰρ τυφλὴν αὐτὴν κ]ακῶς εἴρηκά που,
15νῦν δ' ἐξέσωσέ μ' ὡς ἔ]οιχ' ὁρῶσά τι.
ἐπόνουν μὲν αὐτό]ς, τοῖς πόνοις δ' εἰργαζόμην
οὐδὲν πλέον· τούτ]ων γὰρ οὐκ ἂν ἐπέτυχον,
εἰ μὴ συνέλαβεν.] ὥστε μηδεὶς, πρὸς θεῶν,
πράττων κακῶς λίαν ἀθυμήσηι ποτέ·
20ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται.
Fragmentum aliunde notum
τὸ "γνῶθι σαυτόν" ἐστιν, ἂν τὰ πράγματα
εἰδῆις τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.