- Εὖθ' ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
δειδιότες μένος ἠὺ θρασύφρονος Αἰακίδαο·
5ἠύτ' ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος
ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται
ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
ὣς οἳ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα,
μνησάμενοι προτέρων ὁπόσων ἀπὸ θυμὸν ἴαψε
10θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
ἠδ' ‹ὁπ›όσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
Ἕκτορά θ' ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληϊ,
ἄλλους θ' οὓς ἐδάιξε δι' ἀκαμάτοιο θαλάσσης,
ὁππότε δὴ τὰ πρῶτα φέρεν Τρώεσσιν ὄλεθρον.
15Τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον·
ἀμφὶ δ' ἄρά σφισι πένθος ἀνιηρὸν πεπότητο
ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
- Καὶ τότε Θερμώδοντος ἀπ' εὐρυπόροιο ῥεέθρων
ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
20ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
καὶ μέγ' ἀλευομένη στυγερὴν καὶ ἀεικέα φήμην,
μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
25οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ' ἐλάφοιο·
τοὔνεκ' ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
Πρὸς δ' ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
ὄφρα καθηραμένη πέρι λύματα λυγρὰ φόνοιο
σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
30αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ' ἕποντο
ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
στρωφῶντ', οὐδέ τι ἔστι θεὰς ἀλιτόνθ' ὑπαλύξαι.
Σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα, πᾶσαι ἀγαυαί,
πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
35αἵ οἱ δμωΐδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
ἀλλ' ἄρα πασάων μέγ' ὑπείρεχε Πενθεσίλεια.
Ὡς δ' ὅτ' ἀν' οὐρανὸν εὐρὺν ἐν ἄστρασι δῖα σελήνη
ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα,
αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
40εὖτ' ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·
ὣς ἥ γ' ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
Ἔνθ' ἄρ' ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
Εὐά‹ν›δρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ' Ἁρμοθόη κυανῶπις
45Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
τῇς δ' ἐπὶ Θερμώδοσσα μέγ' ἔγχεϊ κυδιόωσα·
τόσσαι ἄρ' ἀμφὶς ἕποντο δαΐφρονι Πενθεσιλείῃ.
Οἵη δ' ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
50Ὡράων μετ' ἐυπλοκάμων, μετὰ δέ σφισι πάσαις
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσαις·
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν. Ἀμφὶ δὲ Τρῶες
πάντοθεν ἐσσύμενοι μέγ' ἐθάμβεον, εὖτ' ἐσίδοντο
55Ἄρεος ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
μειδίαεν ‹δ'› ἐρατεινόν, ὑπ' ὀφρύσι δ' ἱμερόεντες
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
60αἰδὼς δ' ἀμφερύθηνε παρήια, τῶν δ' ἐφύπερθε
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
- Λαοὶ δ' ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
ὡς δ' ὁπότ' ἀθρήσαντες ἀπ' οὔρεος ἀγροιῶται
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
65ὄμβρου ὅτ' ἰσχανόωσι θεουδέος, ὁππότ' ἀλωαὶ
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
ὀψὲ δ' ὑπηχλύνθη μέγας οὐρανός, οἳ δ' ἐσιδόντες
ἐσθλὸν σῆμ' ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
χαίρουσι‹ν›, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
70ὣς ἄρα Τρώιοι υἷες, ὅτ' ἔδρακον ἔνδοθι πάτρης
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
γήθεον· ἐλπωρὴ γὰρ ὅτ' ἐς φρένας ἀνδρὸς ἵκηται
ἀμφ' ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
- Τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
75καὶ μέγ' ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη.
Ὡς δ' ὅτ' ἀνὴρ ἀλαοῖσιν ἐπ' ὄμμασι πολλὰ μογήσας
ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
ὄμματ' ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
80οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ' ἄρα βαιὸν ἰάνθη
πολλῆς ἐκ κακότητος, ἔχει δ' ἔτι πήματος ἄλγος
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
85ἄχνυτ' ἀποκταμένων. Ἄγε δ' εἰς ἑὰ δώματ' ἄνασσαν,
καί μιν προφρονέως τίεν ἔμπεδον, εὖτε θύγατρα
τηλόθε νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
κυδάλιμοι βασιλῆες, ὅτ' ἔθνεα δῃώσαντες
90δαίνυντ' ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης.
Δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ' ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
Ἣ δ' ἄρ' ὑπέσχετο ἔργον ὃ οὔ ποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
95Ἀργείων, νῆας δὲ πυρὸς καθύπερθε βαλέσθαι,
νηπίη· οὐδέ τι ᾔδη ἐυμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
- Τῆς δ' ὡς οὖν ἐπάκουσεν ἐὺς πάις Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα ‹φίλῳ› προσελέξατο θυμῷ·
100- "Ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσ' ἀγορεύεις;
Οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέι Πηλείωνι
μάρνασθ', ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
Λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; Ἦ νύ τοι ἄγχι
ἕστηκε‹ν› Θανάτοιο τέλος καὶ Δαίμονος Αἶσα.
105Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
ἀλλ' ἐδάμη κρατερός περ ἐών, μέγα δ' ἤκαχε Τρῶας
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδ' ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών. Ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
110πρίν σφε δι' ἀνθερεῶνος ὑπ' ἔγχεϊ θυμὸν ὀλέσσαι.
Νῦν δ' ἄρ' ἀάσπετον ἄλγος ὀιζυρῶς ἐσάθρησα,
κεῖνον ὅτ' ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μ' ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα."
115- Ὣς φάθ' ἑὸν κατὰ θυμὸν ἐύσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
- Ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσετ' ἐς Ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ' ἠώς.
120Καί ῥ' ὅτε δὴ παύσαντο ποτοῦ δαιτός ‹τ'› ἐρατεινῆς,
δὴ τότε που δμωαὶ στόρεσαν θυμήρεα λέκτρα
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ.
Ἣ δὲ κιοῦσ' εὕδεσκεν, ὕπνος δέ οἱ ὄσσ' ἐκάλυψε
νήδυμος ἀμφιπεσών. Μόλε δ' αἰθέρος ἐξ ὑπάτοιο
125Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
οἷ τ' αὐτῇ, μεμαυῖα ποτὶ πτολέμοιο φάλαγγας.
Καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
τῇ δ' ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
130καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ' Ἀχιλῆος
θαρσαλέως μάρνασθαι ἐναντίον. Ἣ δ' ἀίουσα
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ μέγα ἔργον
ἐκτελέειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα,
νηπίη, ἥ ῥ' ἐπίθησεν ὀιζυρῷ περ Ὀνείρῳ
135ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
ὅς μιν ἄρ' ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
- Ἀλλ' ὅτε δή ῥ' ἐπόρουσε ῥοδόσφυρος Ἠριγένεια,
δὴ τότε Πενθεσίλεια μέγ' ἐνθεμένη φρεσὶ κάρτος
140ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ' ὤμοισιν ἔδυνε
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
Πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ' ἀργυφέῃσιν ἔθηκε
κνημῖδας χρυσέας αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
ἕσσατο δ' αὖ θώρηκα παναίολον· ἀμφὶ δ' ἄρ' ὤμοις
145θήκατο κυδιόωσα μέγα ξίφος ᾧ περὶ πάντῃ
κουλεὸς εὖ ἤσκητο δι' ἀργύρου ἠδ' ἐλέφαντος·
ἂν δ' ἔθετ' ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
ἥ θ' ὑπὲρ Ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
ἥμισυ πεπληθυῖα περιγνάμπτοισι κεραίῃς·
150τοίη μαρμαίρεσκεν ‹ἀ›άσπετον· ἀμφὶ δὲ κρατὶ
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι‹ν› χρυσέῃσιν.
Ὣς ἣ μὲν μορόεντα περὶ χροῒ θήκατο τεύχη·
ἀστεροπῇ δ' ἀτάλαντος ἐείδετο, τὴν ἀπ' Ὀλύμπου
ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
155δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
- Αὐτίκα δ' ἐγκονέουσα δι' ἐκ μεγάροιο νέεσθαι
δοιοὺς εἵλετ' ἄκοντας ὑπ' ἀσπίδα, δεξιτερῇ δὲ
ἀμφίτυπον βουπλῆγα τόν οἱ Ἔρις ὤπασε δεινὴ
160θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
Τῷ ἐπικαγχαλόωσα τάχ' ἤλυθεν ἔκτοθι πύργων
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
ἐλθέμεναι· ‹τ›οὶ δ' ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καί περ πάρος οὐκ ἐθέλοντες
165στήμεναι ἄντ' Ἀχιλῆος· ὃ γὰρ περιδάμνατο πάντας.
Ἣ δ' ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δ' ἵππῳ
καλῷ τ' ὠκυτάτῳ τε τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθυια πάρος Θρῄκην δὲ κιούσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι·
170τῷ ῥα τόθ' ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
Κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν. Ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντ' ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175ἰλαδόν, ἠύτε μῆλα μετὰ κτίλον, ὅς θ' ἅμα πάντων
νισομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
ὣς ἄρα τῇ γ' ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐυσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
Ἣ δ' οἵη Τριτωνίς, ὅτ' ἤλυθεν ἄντα Γιγάντων,
180ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀίσσουσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
- Καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐὺς γόνος ἀφνειοῖο
εὔχετ' ἐς ἱερὸν ἠὺ τετραμμένος Ἰδαίοιο
185Ζηνὸς ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
- "Κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαι‹ι›κὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηι‹ά›δος βασιλείης,
καὶ δή μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην
190αὐτήν θ', οὕνεκ' ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
Αἴδεσσαι δ' ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηϊοτῆτος·
195αἴδεο δ', ‹ἕ›ως ἔτι παῦροι ἀφ' αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ‹ἕ›ως ἀδάικτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν."
- Ἦ ῥα μέγ' εὐχόμενος. Τῷ δ' αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
200ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
τάρβησε‹ν› Πριάμοιο νόος, φάτο δ' οὐκέτ' ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν.
Καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
Κῆρες ὑπεκτελέειν· ὃ δ' ἄρ' ἄχνυτο θυμὸν ἐαγώς.
205- Ἀργεῖοι δ' ἀπάνευθεν ἐθάμβεον, εὖτ' ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ' ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ' ἐπὶ θάμνοις
210μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο.
Καί τις ἅμ' ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
- "Τίς δὴ Τρῶας ἄγειρε μεθ' Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
Νῦν δ' ἄφαρ ἀίσσουσι λιλαιόμενοι μέγα χάρμης.
215Καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
Ἀλλ' ἄγε, θάρσος ἄατον ἐνὶ στέρνοισι βαλόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθ' ἤματι τῷδε."
220- Ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις.
Σὺν δ' ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ' ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐυσθενέας τε βοείας
225καὶ κόρυθας βριαράς· ἕτερος δ' ἑτέρου χρόα χαλκῷ
τύπτον ἀνηλεγέως, τὸ δ' ἐρεύθετο Τρώιον οὖδας.
- Ἔνθ' ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἴλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ' Ἐλάσιππον.
230Δηρινόη δ' ἕλε Λαογόνον, Κλονίη δὲ Μένιππον
ὅς ῥα πάρος Φυλάκηθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κεν Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο.
Τοῦ δ' ἄρ' ἀποφθιμένοιο Ποδάρκεϊ θυμὸς ὀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθ' ἑταίρων.
235Αἶψα δ' ὅ γ' ἀντιθέην Κλονίην βάλε· τῆς δὲ διὰ πρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ' ἔγκατα πάντα.
Τῆς δ' ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα δι' ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως· ὃ δ' ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω, μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη.
Τοῦ δ' ἄρ' ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
245ἄσπετος· ὃ‹ς› δ' ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
- Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι μακρῷ
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν.
Ἣ δ' ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι
250δουροτόμοι τέμνουσιν ὑπείροχον, ἣ δ' ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
ὣς ἣ ἀνοιμώξασα πέσεν, τῆς δ' ἅψεα πάντα
λῦσε μόρος, ψυχὴ δ' ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δ' ἄρα Μηριόνης ἰδὲ Θερμώδοσσαν
255εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηϊοτῆτα,
τῇ μὲν ἄρ' ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ' ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας· τὰς δ' ἐσσυμένως λίπεν ἦτορ.
Δηρινόην δ' ἐδάμασσεν Ὀιλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260- Ἀλκιβίης δ' ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτ' ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ' ὤμοις
ἄορι λευγαλέῳ· ταὶ δ' ἠύτε πόρτιες ἄμφω
κάππεσον, ἅς τ' αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
265ὣς αἳ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
Τῇσι δ' ἐπὶ Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδ' αὖτις ἑὴν νοστήσατο πάτρην.
270Τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος
καί ῥ' ἔβαλε Σθενέλοιο καταντίον· οὐδ' ἄρα τόν γε
οὔτασεν ἐλδόμενός περ, ἀπεπλάγχθη γὰρ ὀιστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
κτεῖνε δ' ἄρ' ἐσσυμένως Εὐήνορα χαλκεομίτρην
275ὅς ῥ' ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
Τοῦ δ' ἄρ' ἀποφθιμένοιο πάις Φυλῆος ἀγαυοῦ
ὠρίνθη· μάλα δ' ὦκα, λέων ὣς πώεσι μήλων,
ἔνθορε· τοὶ δ' ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα.
Κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον
280οἵ ῥ' ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπ' ἀντιθέῳ καὶ ὑπ' Ἀμφιμάχῳ μεγαθύμῳ,
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τ' ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ' ἐπὶ γαῖαν
285Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
Καὶ τοὺς μὲν κατέπεφνε Μέγης ἐν δηϊοτῆτι·
ἄλλους δ' αὖτ' ἐδάμασσεν ὅσους κίχε δουρὶ κελαινῷ·
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290ὄφρά κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
- Δρησαῖον δ' ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖσ' ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ἧχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
295πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθε πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατ' ὀμίχλη·
ἣ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
300οὕνεκ' ἔοικε γυναικὶ πολυστόνῳ ἥ τ' ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ' ἄρ' αὐτὴν
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ' ἀπορρώξ.
305Ἀλλ' ἣ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτ' ἀχνυμένῃ εἰκυῖα.
- Ἄλλοι δ' ἀμφ' ἄλλοισι φόνον καὶ κῆρ' ἐτίθεντο
ἀργαλέον. Δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
310εἱστήκει Θανάτοιο τέλος· περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
Πολλῶν δ' ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τ' Ἀργείων τε, πολὺς δ' ἀλαλητὸς ὀρώρει.
Οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315ἀλλ' ὥς τίς τε βόεσσι κατ' οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀίξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
Οἳ δ' ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
320ἣ δ' ἕπετ' ἠύτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθ' ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
Ὣς ἥ γ' ἑσπομένη Δαναῶν ἐδάιζε φάλαγγας·
325καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
- "Ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον. Οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ' ἀλόχοισιν
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
330κείσεσθ', οὐδέ τι τύμβος ἐφ' ὑμέας ἵξεται αἴης.
Πῇ νῦν Τυδείδαο βίη, πῇ δ' Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; Τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
ἀλλ' ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω."
335- Ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσ' ἐνόρουσε,
Κηρὶ βίην εἰκυῖα. Πολὺν δ' ὑπεδάμνατο λαόν,
ἄλλοτε μὲν βουπλῆγι βαθυστόμῳ, ἄλλοτε δ' αὖτε
πάλλουσ' ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ' αὐτῇ
340χρειὼ ἀν' αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο. Θοοὶ δέ οἱ ἄνδρες ἕποντο,
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε,
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάιζον ἐυξέστῃς μελίῃσι.
345Τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πῖπτον ἐπασσύτεροι· μέγα δ' ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα,
ἵπποι δ' ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες.
350Οἳ δὲ κόνιν δραχμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·
τοὺς δ' ἄρα Τρώιοι ἵπποι ἐπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
- Καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀίσσουσαν
355λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ' ἐνὶ πόντῳ
μαίνεθ', ὅτ' Αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
καί ῥ' ὅ γε μαψιδίῃσιν ἐπ' ἐλπωρῇσιν ἔειπεν·
- "Ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ' οὐρανοῦ εἰλήλουθε
σήμερον ἀθανάτων τις, ἵν' Ἀργείοισι μάχηται
360ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
ὃς τάχα που μέμνηται ἐυσθενέος Πριάμοιο
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ' αἵματος ἀθανάτοιο.
Οὐ γὰρ τήνδε γυναῖκά γ' ὀίομαι εἰσοράασθαι
αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχε' ἔχουσαν,
365ἀλλ' ἄρ' Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
ἢ Ἔριν ἠ‹ὲ› κλυτὴν Λητωίδα· καί μιν ὀίω
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
νῆάς τ' ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πορφύροντες·
370ἤλυθον ἄσχετον ἄμμιν ὑπ' Ἄρεϊ πῆμα φέροντες,
ἀλλ' οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει."
- Ὣς ἄρ' ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
νήπιος· οὐδ' ἄρ' ἐφράσσατ' ἐπεσσύμενον βαρὺ πῆμα
375οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
Οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφὶ πέπυστο
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς·
ἀλλ' ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
μνησάμενοι ἑτάροιο, γόος δ' ἔχεν ἄλλυδις ἄλλον.
380Τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
ὄφρ' ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ
ἥ σφιν ἐπαΐσσουσα . . . . . . . . . . . . .
. . . . . . . . . κακὰ μήδετο, καί οἱ ἄεξεν
385ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ γ' ἐς αἰχμὴν
μαψιδίη ποτ' ἔθυνεν, ἀεὶ δ' ἢ νῶτα δάιζε
φευγόντων ἢ στέρνα καταντίον ἀισσόντων.
Θερμῷ δ' αἵματι πάμπαν ἐδεύετο· γυῖα δ' ἐλαφρὰ
ἔπλετ' ἐπεσσυμένης· κάματος δ' οὐ δάμνατο θυμὸν
390ἄτρομον, ἀλλ' ἀδάμαντος ἔχε‹ν› μένος. Εἰσέτι γάρ μιν
[οὕνεκα Μοῖρα ποτὶ κλεινὸν ὀτρύνουσ' Ἀχιλῆα]
Αἶσα λυγρὴ κύδαινεν· ἀπόπροθι δ' ἑστηυῖα
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ' ἔμελλε
κούρην οὐ μετὰ δηρὸν ὑπ' Αἰακίδαο χέρεσσι
395δάμνασθ'· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δ' ὀρόθυνεν
αἰὲν ἄιστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
ὕστατα κυδαίνουσ'. Ἣ δ' ἄλλοθεν ἄλλον ἔναιρεν·
ὡς δ' ὁπόθ' ἑρσήεντος ἔσω κήποιο θοροῦσα
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις,
400ἀνέρος οὐ παρεόντος, ἐπέσσυται ἄλλοθεν ἄλλῃ
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ' ἐν ποσὶν ἠμάλδυνεν·
ὣς ἄρ' Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ' ὅμιλον
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ' ἐφόβησε.
405- Τρωιάδες δ' ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
θαύμαζον· πολέμοιο δ' ἔρως λάβεν Ἱπποδάμειαν
Ἀντιμάχοιο θύγατρα, μενεπτολέμοιο δ' ἄκοιτιν
Τισιφόνου. Κρατερῇσι δ' ὑπὸ φρεσὶ‹ν ἐμ›μεμαυῖα
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
410δῆριν ἐπὶ στονόεσσαν (ἔγειρε δέ οἱ θράσος ἀλκήν)·
- "Ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι βαλοῦσαι
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
οὔ ποτ' ἀναπνείοντες ὀιζύος ‑ , ἀλλὰ καὶ αὐταὶ
415παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης.
Οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐυσθενέων αἰζηῶν,
ἀλλ' οἷον κείνοισι πέλει μένος, ἔστι καὶ ἡμῖν·
ἶσοι δ' ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ' ὁμοῖα,
ξυνὸν δ' αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
420φορβὴ δ' οὐχ ἑτέρη. Τί δ' ἐπ' ἀνδράσι λώιον ἄλλο
θῆκε θεός; Τῶ μή τι φεβώμεθα δηϊοτῆτος.
Ἦ οὐχ ὁρά‹α›τε γυναῖκα μέγ' αἰζηῶν προφέρουσαν
ἀγχεμάχων; Τῆς δ' οὔ τι πέλει σχεδὸν οὔτε γενέθλη
οὔτ' ἄρ' ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ' ἄνακτος
425μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα.
Ἡμῖν δ' ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληϊ
ὤλονθ', αἳ δὲ τοκῆας ὀδυρόμεθ' οὐκέτ' ἐόντας,
430ἄλλαι δ' αὖτ' ἀκάχονται ἀδελφειῶν ἐπ' ὀλέθρῳ
καὶ πηῶν· οὐ γάρ τις ὀιζυρῆς κακότητος
ἄμμορος, ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
εἰσιδέειν. Τῶ μή τις ἔτ' ἀμβολίη πολέμοιο
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
435τεθνάμεν ἢ μετόπισθεν ὑπ' ἀλλοδαποῖσιν ἄγεσθαι
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ' ἀνάγκῃ,
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ' ἐόντων."
- Ὣς ἄρ' ἔφη, πάσῃσι δ' ἔρως στυγεροῖο μόθοιο
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
440βήμεναι ἐν τεύχεσσιν, ἀρηγέμεναι μεμαυῖαι
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
Ὡς δ' ὅτ' ἔσω σίμβλοιο μέγ' ἰύζωσι μέλισσαι
χείματος οὐκέτ' ἐόντος, ὅτ' ἐς νομὸν ἐντύνονται
ἐλθέμεν, οὐδ' ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
445ἄλλη δ' αὖθ' ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δ' εἴρια θέντο
καὶ ταλάρους, ἀλεγεινὰ δ' ἐπ' ἔντεα χεῖρας ἴαλλον.
Καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
450ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κεῖναι,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
ἐσσυμένας πινυτοῖσι παραυδήσασ' ἐπέεσσι·
- "Τίπτε ποτὶ κλόνον αἰνόν, ἐελδόμεναι πονέεσθαι,
σχέτλιαι, οὔ τι πάροιθε πονησάμεναι περὶ χάρμης,
455ἀλλ' ἄρα νήιδες ἔργον ἐπ' ἄτλητον μεμαυῖαι,
ὄρνυσθ' ἀφραδέως; Οὐ γὰρ σθένος ἔσσεται ἶσον
ὑμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
Αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
εὔαδεν ἐξ ἀρχῆς καὶ ὅσ' ἀνέρες ἔργα πένονται·
460τοὔνεκ' ἄρά σφισι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
οὐδ' ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ' ἔθηκε.
Τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
τῶ οἱ θηλυτέρην τιν' ἐριζέμεν οὔ τι ἔοικεν·
465ἠὲ τάχ' ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισι.
Πᾶσι δ' ἄρ' ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ' ἐπὶ ἔργα
στρωφῶντ' ἄλλος ἐπ' ἄλλα· πέλει δ' ἄρα κεῖνο φέριστον
ἔργον, ὅ τι φρεσὶν ᾗσιν ἐπιστάμενος πονέηται.
Τοὔνεκα δηϊοτῆτος ἀποσχόμεναι κελαδεινῆς
470ἱστὸν ἐπεντύνεσθε ἑῶν ἔντοσθε μελάθρων·
ἀνδράσι δ' ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
Ἐλπωρὴ δ' ἀγαθοῖο τάχ' ἔσσεται, οὕνεκ' Ἀχαιοὺς
δερκόμεθ' ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
ἡμετέρων· οὐδ' ἔστι κακοῦ δέος· οὔ τι γὰρ ἄστυ
475δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ' ἀλεγεινὴ
γίνετ' ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι."
- Ὣς φάτο· ταὶ δ' ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δ' ἀπάνευθεν ἐσέδρακον. Ἣ δ' ἔτι λαοὺς
δάμνατο Πενθεσίλεια· περιτρομέοντο δ' Ἀχαιοί,
480οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις,
ἀλλ' ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
πορδάλιος κτείνοντο. Ποθὴ δ' ἔχεν οὐκέτι χάρμης
ἀνέρας, ἀλλὰ φόβοιο· καὶ ἄλλυδις ἤιον ἄλλοι,
οἳ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχε' ἀπ' ὤμων,
485οἳ δ' ἄρα σὺν τεύχεσσι· καὶ ἡνιόχων ἀπάνευθεν
ἵπποι ἴσαν φεύγοντες. Ἐπεσσυμένοις δ' ἄρα χάρμα
ἔπλετ', ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
πάντες ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
490Ὡς δ' ὅτ' ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
ἄλλα μὲν ἐκ ῥιζῶν χαμάδις βάλε δένδρεα μακρὰ
ἄνθεσι τηλεθόωντα, τὰ δ' ἐκ πρέμνοιο κέδασσεν
ὑψόθεν, ἀλλήλοισι δ' ἐπὶ κλασθέντα κέχυ‹ν›ται·
ὣς Δαναῶν ‹τότε› κεῖτο πολὺς στρατὸς ἐν κονίῃσι
495Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
- Αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
- "Ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
500οὔασιν, ὡς πολέμοιο συνεσταότος μεγάλοιο.
Ἀλλ' ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας,
νῶιν δ' ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
ἔσσεται. Οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
505αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
Τροίης ἀγλαὸν ἄστυ διέπραθον ἐγχείῃσι
τὸ πρὶν ἅμ' Ἡρακλῆι δαΐφρονι, Λαομέδοντος
. . . . . . . . . . . . .
ὥς περ νῦν τελέεσθαι ὑφ' ἡμετέρῃσιν ὀίω
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν."
510- Ὣς φάτο· τῷ δ' ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
κλαγγὴν γὰρ στονόεσσαν ἐπέκλυεν οὔασιν οἷσιν.
Ἄμφω δ' ὡρμήθησαν ἐπ' ἔντεα μαρμαίροντα·
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
τῶν δ' ἄρα τεύχεα καλὰ μέγ' ἔβραχε, μαίνετο δέ σφιν
515ἶσον θυμὸς Ἄρηϊ, τόσον σθένος ἀμφοτέροισι
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
Ἀργεῖοι δ' ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
οἵ ποτ' ἐπ' εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρά,
520Ὄσσαν ‹τ'› αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
τοῖοι ἄρ' ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
525Πολλοὺς δ' ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
ὡς δ' ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
εὑρόντ' ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
530ὣς οἵ γ' ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
- Ἔνθ' Αἴας ἕλε Δηΐ‹ο›χον καὶ ἀρήϊον Ὕλλον
Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
Ἀντάνδρην δ' ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ' Ἱπποθόην ἐρίθυμον,
535τῇσι δ' ἐφ' Ἁρμοθόην. Ἐπὶ δ' ᾤχετο λαὸν ἅπαντα
σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δ' ὑπὸ χερσὶ
πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
ῥεῖα καὶ ὀτραλέως, ὡς εἰ πυρὶ δάσκιος ὕλη,
οὔρεος ἐν ξυλόχοισιν ἐπισπέρχοντος ἀήτεω.
540- Τοὺς δ' ὁπότ' εἰσενόησε δαΐφρων Πενθεσίλεια
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
ἀμφοτέρων ὥρμησε καταντίον, ἠύτε λυγρὴ
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ' ἐπιόντων
545ἀγρευτῶν, οἵ πέρ μιν ἐν ἔντεσι θωρηχθέντες
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
δούρατ' ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀύτει
κινυμένων. Πρώτη δ' ἔβαλεν περιμήκετον ἔγχος
550ἐσθλὴ Πενθεσίλεια· τὸ δ' ἐ‹ς› σάκος Αἰακίδαο
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ' ἀπὸ πέτρης·
τοῖ' ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
Ἣ δ' ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
555- "Νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
ἀλλ' ὀίω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
ὑμέων ἀμφοτέρων, οἵ τ' ἄλκιμοι εὐχετάασθε
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι μετὰ Τρώεσσιν ὀιζύς.
560Ἀλλά μοι ἆσσον ἵκεσθε ἀνὰ κλόνον, ὄφρ' ἐσίδησθε
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρε.
Καὶ γάρ μευ γένος ἐστὶν ἀρήιον· οὐδέ με θνητὸς
γείνατ' ἀνήρ, ἀλλ' αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν."
565- Ἦ μέγα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . τοὶ δ' ἐγέλασσαν. Ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
Αἴαντος κνημῖδα πανάργυρον· οὐδέ οἱ εἴσω
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
570δυσμενέων στονόεσσαν ἐνὶ πτολέμοισιν ἀκωκήν.
Αἴας δ' οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ' ἄρα Τρώων
ἐς πληθὺν ἀνόρουσε· λίπεν δ' ἄρα Πηλείωνι
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
ᾔδεεν ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
575ῥηίδιος πόνος ἔσσεθ' ὅπως ἴρηκι πέλεια.
- Ἣ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
- "Ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
580οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων.
Ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθ' ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀίσσοντας
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
585καὶ κρατερόν περ ἐόντα. Σὺ δ' ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγ' ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
οὐδὲ γὰρ οὐδ' αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
ἐξ ἐμέθεν, τίσεις δὲ κακὸν μόρον, εὖτ' ἐν ὄρεσσι
590κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
Ἢ οὔ πω τόδ' ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφ' ἡμετέρῃς παλάμῃσιν,
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
καὶ νόον, ὄφρά σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν."
595- Ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν.
Αἶψα δ' ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
οὔτασε δεξιτεροῖο, μέλαν δέ οἱ ἔρρεεν αἷμα
ἐσσυμένως. Ἣ δ' εἶθαρ ὑπεκλάσθη μελέεσσιν,
600ἐκ δ' ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
Ἀλλὰ καὶ ὧς ἄμπνυε καὶ ἔξιδε δήιον ἄνδρα
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
ὥρμηνεν δ' ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
605μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατ' ὠκυτάτοιο θοροῦσα
λίσσεσθ' ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
610τοῖς ἤν πως πεπίθοιτ' ὀλοὸν σθένος Αἰακίδαο,
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν
δώῃ νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
- Καὶ τὰ μὲν ὣς ὥρμαινε· θεοὶ δ' ἑτέρως ἐβάλοντο.
Τῇ γὰρ ἐπεσσυμένῃ μέγ' ἐχώσατο Πηλέος υἱός,
615καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου.
Εὖτέ τις ἀμφ' ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
620ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέι ἵππῳ
ἀντικρὺ διάμησεν ὑπ' ἔγχεϊ μαιμώωντι
Πηλείδης. Ἣ δ' ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
625εὐσταλέως ἐριποῦσα κατ' οὔδεος· οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠύ· τάθη δ' ἐπὶ νηδύα μακρὴ
δουρὶ περισπαίρουσα, θοῷ δ' ἐπεκέκλιτο ἵππῳ.
Εὖτ' ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
ἥν τέ που αἰπυτάτην ἀνά τ' ἄγκεα μακρὰ καὶ ὕλην,
630οἷ αὐτῇ μέγ' ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·
τοίη Πενθεσίλεια κατ' ὠκέος ἤριπεν ἵππου,
θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἀλκή.
- Τρῶες δ' ὡς ἐ‹ς›ίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο,
635ἄσπετ' ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
Ὡς δ' ὅτ' ἀν' εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νῆ' ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
παῦροι πολλὰ καμόντες ὀιζυρῆς ἁλὸς εἴσω,
ὀψὲ δ' ἄρά σφισι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
640τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀίσσουσι μέγ' ἀχνύμενοι περὶ νηὸς
ἠδ' ἑτάρων οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα·
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
645καὶ λαοὺς οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
- Τῇ δ' ἐπικαγχαλόων μεγάλ' εὔχετο Πηλέος υἱός·
- "Κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ' οἰωνῶν,
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντ‹ί›' ἐμεῖο
ἐλθέμεν; Ἦ που ἔφησθα μάχης ἀπονοστήσασα
650οἴσειν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος
κτείνασ' Ἀργείους; Ἀλλ' οὐ τόδε σοί γε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπεὶ ‹ἦ› νύ σε Κῆρες ἐρεμναὶ
655καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον τόν περ τρομέουσι καὶ ἄνδρες."
- Ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
ἄμφω δ' ἀσπαίρεσκον ὑφ' ἓν δόρυ δῃωθέντες.
660Ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
ἐξεφάνη ἐρατῇσιν ὑπ' ὀφρύσι καλὰ πρόσωπα
καί περ ἀποκταμένης. Οἳ δ', ὡς ἴδον, ἀμφιέποντες
665Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
Κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠύτ' ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα Διὸς τέκος, εὖτε κάμῃσι
γυῖα κατ' οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
670Κύπρις ἐυστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρά τι καὶ Πηλῆος ἀμύμονος υἷ' ἀκαχήσῃ.
Πολλοὶ δ' εὐχετόωντο κατ' οἰκία νοστήσαντες
τοίης ‹τῆσδ'› ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι.
Καὶ δ' Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
675οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετ' ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
- Ἄρεϊ δ' ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
θυμὸν ἀκηχεμένου. Τάχα δ' ἔκθορεν Οὐλύμποιο,
680σμερδαλέῳ ἀτάλαντος ἀεὶ κτυπέοντι κεραυνῷ
ὅν τε Ζεὺς προΐησιν, ὃ δ' ἀκαμάτης ἀπὸ χειρὸς
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
μαρμαίρων, τῷ δ' ἀμφὶ μέγας πελεμίζετ' Ὄλυμπος·
τοῖος Ἄρης ταναοῖο δι' ἠέρος ἀσχαλόων κῆρ
685ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατ' οὐρανὸν εὐρὺν ἰόντι
Αὖραι μυθήσαντο θεαὶ Βορέαο θύγατρες
κούρης αἰνὸν ὄλεθρον. Ὃ δ' ὡς κλύεν, ἶσος ἀέλλῃ
Ἰδαίων ὀρέων ἐπεβήσετο· τοῦ δ' ὑπὸ ποσσὶν
690ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
Καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ' Οὐλύμποιο φόβησε
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς
695οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτέοντο δι' αἴθρης
δεινὸν ἀπαιθόμενοι. Ὃ δ' ἄρ' εἰσορόων ἐνόησε
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν,
ἔστη δ' ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
Ὡς δ' ὅτ' ἀπ' ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
700λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
ὄμβρος ἄρ' ἠδὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
λάβρα κυλινδομένοιο, ὃ δ' ἀκαμάτῳ ὑπὸ ῥοίβδῳ
ἔσσυτ' ἀναθρῴσκων μάλα ταρφέα, μέχρις ἵκηται
χῶρον ἐπ' ἰσόπεδον, σταίη δ' ἄφαρ οὐκ ἐθέλων περ·
705ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ' ἄρ' αὐτῶν
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
Πολλὰ δὲ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
710ἄλλοτε μὲν Κρονίδαο μέγ' ἀσχαλόωντος ἐνιπὴν
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
ἄλλοτε δ' οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ' Ἀχιλῆι
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Ὀψὲ δέ οἱ κῆρ
μνήσαθ' ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
715υἱέες οἷς οὐδ' αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισι.
Τοὔνεκ' ἀπ' Ἀργείων ἑκὰς ἤιεν· ἦ γὰρ ἔμελλε
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
εἰ Δ‹ι›ὸς ἀθανάτοιο παρ' ἐκ νόον ἄλλα μενοίνα.
- Καὶ τότ' ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων
720σύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
πάντῃ ἐπεσσύμενοι. Μέγα δ' ἄχνυτο Πηλέος υἱὸς
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι·
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι,
ὁππόσον ἀμφ' ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
725Θερσίτης δέ μιν ἄντα κακῷ ‹μέγα› νείκεσε μύθῳ·
- "Ὦ Ἀχιλεῦ φρένας αἰνέ, τί ‹ἤ› νύ σε‹υ› ἤπαφε δαίμων
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς
ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
Καί τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανὲς ἦτορ ἔχοντι
730μέμβλεται ὡς ἀλόχοιο πολύφρονος ἥν τ' ἐπὶ ἕδνοις
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
Ὥς ‹σ'› ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
οὐδέ νυ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
735ἀμφ' ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδῃσθα γυναῖκα.
Σχέτλιε, ποῦ νύ τοί ἐστι †περὶ †σθένος ἠδὲ νόημα;
Πῇ δὲ βίη βασιλῆος ἀμύμονος; Οὐδέ τι οἶσθα
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
Οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
740ἐς λέχος ἱεμένης, ἥ τ' ἄφρονα φῶτα τίθησι
καὶ πινυτόν περ ἐόντα. Πόνῳ δ' ἄρα κῦδος ὀπηδεῖ·
ἀνδρὶ γὰρ αἰχμητῇ νίκη‹ς› κλέος ἔργα τ' Ἄρηος
τερπνά, φυγοπτολέμῳ ‹δὲ› γυναικῶν εὔαδεν εὐνή."
- Φῆ μέγα νεικείων· ὃ δέ οἱ περιχώσατο θυμῷ
745Πηλείδης ἐρίθυμος. Ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἳ δ' ἅμα πάντες
ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ' αὐτὸς
πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
ἀθρόον· αἶψα δ' ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
750ἀνέρος οὐτιδανοῖο. Χάρη δ' ἄρα λαὸς Ἀχαιῶν·
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
αὐτὸς ἐὼν λωβητός· ὃ γὰρ Δαναῶν πέλεν αἰδώς.
Καί ῥά τις ὧδ' εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
- "Οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηϊ
755ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
ἔστι θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη
ἥ τ' αἰεὶ μερόπεσσιν ἐπ' ἄλγεσιν ἄλγος ἀέξει."
- Ὣς ἄρ' ἔφη Δαναῶν τις· ὃ δ' ἀσχαλόων ἐνὶ θυμῷ
Πηλείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπε·
760- "Κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
οὐ γὰρ ἀμείνονι φωτὶ χρεὼ κακὸν ἀντιφερίζειν·
ὃς καί που προπάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων.
Ἀλλ' οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθη‹ν›,
765ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκ ἐπὶ χειρὶ βαρείῃ
πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψε,
σῇ δ' ὀλιγοδρανίῃ θυμὸν λίπες. Ἀλλ' ἀπ' Ἀχαιῶν
ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε."
- Ὣς ἔφατ' Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
770Τυδείδης δ' ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
χώετο Θερσίταο δεδουπότος, οὕνεκ' ἄρ' αὐτοῦ
εὔχετ' ἀφ' αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
Τυδέος ὄβριμος υἱός, ὃ δ' Ἀγρίου ἰσοθέοιο,
Ἀγρίου ὅς τ' Οἰνῆος ἀδελφ‹ε›ὸς ἔπλετο δίου·
775Οἰνεὺς δ' υἱ‹έ›α γείνατ' ἀρήιον ἐν Δαναοῖσι
Τυδέα· τοῦ δ' ἐτέ‹τυ›κτο πάις σθεναρὸς Διομήδης.
Τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
Καί νύ κε Πηλείωνος ἐναντίον ἤρατο χεῖρας,
εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες
780πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
Πηλείδην ἑτέρωθεν ἐρήτυον. Ἦ γὰρ ἔμελλον
ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
Ἀλλ' οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
785- Οἳ δὲ μέγ' οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
Ἀτρεῖδαι βασιλῆες, ἀγασσάμενοι δὲ καὶ αὐτοὶ
Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
σὺν σφοῖσι‹ν› τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
ἀγγελίην προϊέντος· ὃ γὰρ φρεσὶν ᾗσι μενοίνα
790κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ ἵππῳ
ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
Καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
πολλοῖς σὺν κτεάτεσσιν ὅσα κταμένῃ ἐπεῴκει
795ἐν πυρὶ συγκείασθαι ἐυκτεάνῳ βασιλείῃ.
Καὶ τὴν μὲν κατέδαψε μένος μέγα Ἡφαίστοιο,
φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
Ὀστέα δ' ἀλλέξαντες ἄδην ἐπέχευαν ἄλειφα
800ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δ' ἄρ' αὐτοῖς
πίονα δημὸν ὕπερθε βάλον βοὸς ἥ τ' ἀγέλῃσιν
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
Τρῶες δ' ὥς τε θύγατρα φίλην περικωκύσαντες
ἀχνύμενοι τάρχυσαν ἐύδμητον περὶ τεῖχος
805πύργῳ ἐπὶ προὔχοντι παρ' ὀστέα Λαομέδοντος,
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
Καί οἱ παρκατέθαψαν Ἀμαζόνας ὅσσαι ἅμ' αὐτῇ
ἑσπόμεναι ποτὶ δῆριν ὑπ' Ἀργείοισι δάμησαν·
οὐ γάρ σφι‹ν› τύμβοιο πολυκλαύτοιο μέγηραν
810Ἀτρεῖδαι, Τρώεσσι δ' ἐυπτολέμοισιν ὄπασσαν
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις.
Οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ' ἐλεεινοὶ
δήιοι οὐκέτ' ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
- Ἀργεῖοι δ' ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
815ἡρώων οἳ δή σφιν ὁμοῦ κτάθεν ἠδ' ἐδάμησαν
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηϊοτῆτος,
πολλὰ μάλ' ἀχνύμενοι κταμένων ὕπερ· ἔξοχα δ' ἄλλων
ἀμφ' ἀγαθοῦ μύροντο Ποδάρκεος. Οὐ γὰρ ἐπ' ἐσθλοῦ
δεύετ' ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
820ἀλλ' ὃ μὲν ἤδη πρόσθεν ὑφ' Ἕκτορι κεῖτο δαϊχθεὶς
ἠὺς Πρωτεσίλαος, ὃ δ' ἔγχεϊ Πενθεσιλείης
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος.
Τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
τεθναότων· κείνῳ δὲ πέριξ ἐβάλοντο καμόντες
825οἴῳ σῆμ' ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
Νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
θάψαντες, ποτὶ νῆας ἐυπρώρους ἀφίκοντο
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
Ἦμος δ' αἰγλήεσσα κατ' Ὠκεανοῖο βεβήκει
830Ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη Νύξ,
δὴ τότ' ἄρ' ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
δαίνυτο Πηλείδαο βίη· σὺν δ' ἄλλοι ἄριστοι
τέρποντ' ἐν θαλίῃς μέχρις Ἠῶ δῖαν ἱκέσθαι.