- Ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,
χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.
- ὄφρα μὲν εἰσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων
θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοῖς
Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
στοιχάδας ἰθύνοντες ἐς ἄρεα ναύμαχον Ἰνδῶν
ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
ὑσμίνης ἐλατῆρες· ἐπειγομένῳ δὲ Λυαίῳ
ὁλκάσιν ἀρτιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁπλαῖς.
- Δηριάδης δ' ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν
ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,
ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν ἐνυὼ
καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,
ἀμήσας Ῥαδαμᾶνας ἀλοιητῆρι σιδήρῳ.
καὶ στόλον ἀθρήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί,
ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ
γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος.
ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου
Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων
τῆς ἐλεφαντοβότοιο παρὰ σφυρὰ δύσβατα γαίης
λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ,
ποσσὶ πολυγνάμπτοισιν ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὸ νήσων
κεκλομένου βασιλῆος· ὁ δὲ θρασὺς αὐχένα τείνων,
ὁλκάδας εὐπήληκας ἐς ἄρεα πόντιον ἕλκων,
λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ·
- ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης,
ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ
ἄξατε πῦρ ἐς ἄρηα καὶ ἄσπετον ἅψατε πεύκην,
νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ,
καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ
σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ.
εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω·
οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα τεύχων
ἄνθεσι Θεσσαλικοῖσιν ἐμὸν φοίνιξεν Ὑδάσπην,
καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
ἔτλην ξανθὰ ῥέεθρα μιαινομένου ποταμοῖο;
εἰ γὰρ ἔην ῥόος οὗτος ἀπ' ἀλλοτρίου ποταμοῖο,
μηδὲ πατὴρ ἐμὸς ἦεν ἀρήιος Ἰνδὸς Ὑδάσπης,
καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης
ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,
καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων
ποσσὶ κονιομένοισι διέτρεχον ἄβροχον ὕδωρ,
οἷα παρ' Ἀργείοισι φατίζεται, ὡς Ἐνοσίχθων
ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο
Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.
οὐ θεός, οὐ θεὸς οὗτος· ἑὴν δ' ἐψεύσατο φύτλην·
ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ;
ποίην δ' οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;
οὐ Κρονίδης κατ' ἄρηα κορύσσεται οἴνοπι κισσῷ·
οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,
οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,
οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω·
νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;
ἀλλ' ἐρέεις, ὅτι βότρυν ἐδέξατο καὶ χύσιν οἴνου
δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος·
Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
Ζεὺς πόρεν οἰνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου,
νέκταρι δ' οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι·
Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάζει·
δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.
εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,
σὺν Διὶ καὶ μακάρεσσιν ὁμῆς ἔψαυσε τραπέζης.
ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου
δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,
ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.
- εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ
σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης
χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.
καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ·
- Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,
οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,
σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν,
εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.
ἀλλὰ θαλασσαίοιο διάκτορα δηϊοτῆτος
ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγι δεσμῷ
ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
μίξατε δυσμενέεσσιν ἁλιπτοίητον ἐνυώ,
προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὸν ἀείρων
Δηριάδης φλέξειεν ἀρήια δούρατα νηῶν.
νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ
ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δὲ μογήσας
φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν,
ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,
ἀγχινεφής, ἀκίχητος, ἀνούτατος, ἠέρι γείτων ...
οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω
ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δ' ἐθελήσω,
γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω
Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ·
καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον Ἐννοσιγαίου,
Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,
πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης·
Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ
ὁλκάδα Δηριάδαο κατακρύψει Μελικέρτης,
κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ
νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ·
μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην
ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,
εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει
θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ·
θωρήξω δ' ἐς ἄρηα καὶ Αἴολον, ὄφρα νοήσω
Εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,
γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,
καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·
καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ
ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ
εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ
ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
μιμνέτω ἠρεμέων θρασὺς Αἴολος, ἠθάδι δεσμῷ
ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδ' ἐνὶ πόντῳ
ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται·
ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.
- ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.
ἤδη δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ
λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη
εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,
καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ·
ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
Πανιὰς ὑστερόφωνος ἀμείβετο ποντιὰς Ἠχώ.
- τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δ' ἰωὴ
κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ
κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δ' ἄρα μέσσῳ
νηυσὶν ὁμοζυγέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν
εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ
Αἰακὸς ὑγρὸν ἄρηα προθεσπίζων Σαλαμῖνος
ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν·
- εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ
ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,
διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ,
δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,
ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνίψῃ
νίκην ἡμετέρην δεδοκημένος· 'ὡς ἐνὶ γαίῃ
Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ἐν πελάγεσσι γεραίρει.'
ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· 'εἰν ἑνὶ θεσμῷ
Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ,
κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας
χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.'
ῥύεο δ' ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ
ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,
καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα κορύσσω
μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.
ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,
πέμπε μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης
δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ·
ἄλλος δ' ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω·
σύμβολα δ' ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω·
τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ
θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ
νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην,
δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν·
λαῷ δ' ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ
κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,
αὐτόματον θανάτοιο φέρων τύπον· ἢν δ' ἐθελήσῃς,
βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην,
καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων
υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ
ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.
ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.
- ὣς εἰπὼν πολέμιζεν. ἐς ἠερίας δὲ κελεύθους
ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου
γαμβρὸν ἑὸν λιτάνευε καὶ ἴαχε μῦθον Ἐρεχθεύς·
- γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων
ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην·
ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην
δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ·
νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων
ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας ‑
ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς
Θρῄκην ναιετάεις, ἐγχεσπάλος οἷά περ Ἄρης ‑ ,
ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων
ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι·
στήσας δ' ἀντιβίοισι θυελλήεσσαν ἐνυὼ
δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,
καὶ Διὶ πιστὰ φέρων καὶ Παλλάδι καὶ Διονύσῳ.
μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες
κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον ἐρώτων·
Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην
Ἀτθίδα σὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι
ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.
οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης
γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλ' ἐνὶ χάρμῃ
οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται
πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος·
καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης
μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη
θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθιοπῆα,
ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·
οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένοιο Βορῆος.
δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ
σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ·
καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν ἐνυώ,
ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,
καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.
- τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
ναύμαχον εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ
πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.