734 51 0 0 0 0 464 a. C. Epinicio Pindarus XIII Olympia Bowra, C. M., Oxford, 1946. 3 5 triadi stesicoree

˘˘ˉ˘˘ˉˉ

˘ˉ˘ˉˉ˘ˉ˘˘ˉˉ

˘ˉ˘˘˘˘ˉˉ˘ˉ˘ˉ

ˉˉ˘ˉ˘ˉ˘ˉ˘ˉ

˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉˉ

ˉˉ˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ˘ˉ

ˉ˘ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ

ˉ˘ˉˉ˘ˉˉˉ˘˘ˉ

ˉˉ˘˘ˉ˘˘ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉˉ˘ˉˉ

ˉˉ˘˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

˘˘ˉˉ˘ˉˉˉˉ˘˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉ˘ˉˉˉˉ˘˘˘ˉˉ

PINDARUS - Olympia XIII - ΞΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩΙ ΣΤΑΔΙΟΔΡΟΜΩΙ ΚΑΙ ΠΕΝΤΑΘΛΩΙ

Α΄ *,®12´¶Τρισολυμπιονίκαν

(«-®²4·9;¾Âἐπαινέων οἶκον ἥμερον ἀστοῖς,

)¬.146¸;ÀDÅξένοισι δὲ θεράποντα, γνώσομαι

©¬/°4¶9½CÃτὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου

   5*,®2µ·9½BCÄÆπρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον·

¨¬/³57¸¼¾CÃÆÈMQÒXZÙÜcáἐν τᾷ γὰρ Εὐνομία ναίει κασιγνήτα τε, βάθρον πολίων ἀσφαλές,

)«/1³68¼¾ÀFHÉOQÔ×Δίκα καὶ ὁμότροφος Εἰρήνα, τάμι' ἀνδράσι πλούτου,

ª,®²4¸»¾CEÅχρύσεαι παῖδες εὐβούλου Θέμιτος·


(*¬/4¶¹ἐθέλοντι δ' ἀλέξειν

  10(«0³¶8º@BÂÄὝβριν, Κόρου ματέρα θρασύμυθον.

(ª-/26¹½ÀEÇἔχω καλά τε φράσαι, τόλμα τέ μοι

©¬-±4·:¼AÂεὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.

(*¬0´·:½BDÅÇἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος,

¨«/´69»½ÁFÇËÍQSÔYZÙÜbàὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν

  15¨¬/1´79»¾ÁFGÈMPÏÓἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,

©,±µ8º½ÁFHÈπολλὰ δ' ἐν καρδίαις ἀνδρῶν ἔβαλον


¨«.0±47¹½@CÃHMÍÔÖ[ÜßὯραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ'. ἅπαν δ' εὑρόντος ἔργον.

ª-®°³68»?AÁταὶ Διωνύσου πόθεν ἐξέφανεν

©-®°²57¹½AÁÄσὺν βοηλάτᾳ χάριτες διθυράμβῳ;

  20©-°´¶9¼¿ÂHÉτίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,

¨+¬°²4¸¹»ACÄIKËἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον

(*¬±5¹½¿DÃἐπέθηκ'; ἐν δὲ Μοῖσ' ἁδύπνοος,

¨.°³·:»¿CÃÇËOÐÔἐν δ' Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.


Β΄ (*¯13µ¸ὕπατ' εὐρὺ ἀνάσσων

  25(ª-®²5·9=¾ÁὈλυμπίας, ἀφθόνητος ἔπεσσιν

)¬-136¸»ÀEÅγένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,

ª­0³4·:¼AÁκαὶ τόνδε λαὸν ἀβλαβῆ νέμων

)+­0´¶8¼@BÄÆΞενοφῶντος εὔθυνε δαίμονος οὖρον·

©¬/²68º½ÀDÃÇÊQTÕZ]ÛÞfäδέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,

  30©­02´8:¼¿ÁHJÌQSÓÕπενταέθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν

©,®³5¹»¾EGÇτῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.


)*°25·¹δύο δ' αὐτὸν ἔρεψαν

*­0²´7º@AÁÄπλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν

)«.245»¾ÁEÅφανέντα· Νέμεά τ' οὐκ ἀντιξοεῖ·

  35©¬0³6¹=ÀEÅπατρὸς δὲ Θεσσαλοῖ' ἐπ' Ἀλφεοῦ

)*®0´·:¼ACÄÇῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,

©¬1´8:¼¿ÁGÇÊÏSTÔ[^ßáièΠυθοῖ τ' ἔχει σταδίου τιμὰν διαύλου θ' ἁλίῳ ἀμφ' ἑνί, μηνός τέ οἱ

ª­13µ8;½ÀÂHIÉNQÑÔτωὐτοῦ κρανααῖς ἐν Ἀθάναισι τρία ἔργα ποδαρκής

¨*¬¯1´·¼ADÅἁμέρα θῆκε κάλλιστ' ἀμφὶ κόμαις,


  40¨«-.³68¼ÂGHÉMPÑÓÕ[ÝßἙλλώτια δ' ἑπτάκις· ἐν δ' ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν

«,®°³7:½BDÅΠτοιοδώρῳ σὺν πατρὶ μακρότεραι

©,­²´9;½¿FÆÉΤερψίᾳ θ' ἕψοντ' Ἐριτίμῳ τ' ἀοιδαί·

¨+°´¸:½¿ÃGÇὅσσα τ' ἐν Δελφοῖσιν ἀριστεύσατε,

¨*­±´8¹¼ÁEFÇLNÎἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν

  45)+¯²5·»¿EÅπερὶ πλήθει καλῶν· ὡς μὰν σαφές

©,°³´8»¿DÃÇÉNÎÑοὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.


Γ΄ (*­25·ºἕπεται δ' ἐν ἑκάστῳ

)¬1²µ8¼@CÃÆμέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.

(ª-/12µº¼BÃἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλείς

  50©«/²4µ9¼@Àμῆτίν τε γαρύων παλαιγόνων

)+­3¶¸9»@BÃÅπόλεμόν τ' ἐν ἡρωΐαις ἀρεταῖσιν

©­/³69»¾ÂFÆÊÎSUÕ[^Þáiæοὐ ψεύσομ' ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,

ª­14·:;¾ÁÂHJÊPRÔÖκαὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,

©*­°2µ¹½CEÆναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις·


  55),°37º½τὰ δὲ καί ποτ' ἐν ἀλκᾷ

*­0³·9º?AÁÃπρὸ Δαρδάνου τειχέων ἐδόκησαν

(¬/136¸¼ÀFÆἐπ' ἀμφότερα μαχᾶν τάμνειν τέλος,

ª­1´7¹=¿DÃτοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος

(*¬0²´7¼CEÆÉἙλέναν κομίζοντες, οἱ δ' ἀπὸ πάμπαν

  60©¬/³79º¾ÃGÈËÎTVÕ[^Ýâhçεἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μέν

¨«-1´78¼¾ÀGIÊORÓÖἐξεύχετ' ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχάν

ª-¯´6¹¼ÁFHÈκαὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·


¨¬/1²45¹º@BÃHJËÎÓXÛÞὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ' ἀμφὶ κρουνοῖς

©+­²µ8:»@BÂΠάγασον ζεῦξαι ποθέων ἔπαθεν,

  65ª.±µ·:=ÀÂGÇÉπρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινόν

©,¯±·:½ÀÆJÊΠαλλὰς ἤνεγκ', ἐξ ὀνείρου δ' αὐτίκα

¨+­²´6¾ÁÅHJÊOQÒἦν ὕπαρ, φώνασε δ'· 'Εὕδεις Αἰολίδα βασιλεῦ;

(*­±5¹½¾DÅἄγε φίλτρον τόδ' ἵππειον δέκευ,

ª-°±´8¹¾BÃÇLORÔÖκαὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργάεντα πατρὶ δεῖξον.'


Δ΄ )*­/2µ¹κυάναιγις ἐν ὄρφνᾳ

  71*­0³¶9»ACÄÇκνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν

(ª,027¹¾ÁFÆἔδοξεν· ἀνὰ δ' ἔπαλτ' ὀρθῷ ποδί.

©­/±5¸;½CÃπαρκείμενον δὲ συλλαβὼν τέρας,

(*¬.¯³6¹=@ÂÄἐπιχώριον μάντιν ἄσμενος εὗρεν,

  75ª¬0´68º½¿EÆÈÍRTÖ_báãjçδεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ' ἀνὰ βωμῷ θεᾶς

ª¬.0³8:¾ÁÅIJÌRUÖØκοιτάξατο νύκτ' ἀπὸ κείνου χρήσιος, ὥς τέ οἱ αὐτά

©+®²4·º¾CEÅΖηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν


)+­02¶¸δαμασίφρονα χρυσόν.

(ª-®³6¸;@ÀÄἐνυπνίῳ δ' ᾇ τάχιστα πιθέσθαι

  80)«-/26¸¿ÁFÇκελήσατό νιν, ὅταν δ' εὐρυσθενεῖ

καρταίποδ' ἀναρύῃ Γαιαόχῳ,

)+®1²µ7»?BÂÄθέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.

τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ' ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.

¨«/1´79¼ÀÂGIÊOQÑÔἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,

  85©,®³4¸º½BEÆφάρμακον πραῢ τείνων ἀμφὶ γένυι,


¨«02³9;¾ÅILÌQRÓÖÙ_ßáἵππον πτερόεντ'· ἀναβαὶς δ' εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.

©-±³·:@ÀDFÆσὺν δὲ κείνῳ καί ποτ' Ἀμαζονίδων

©+­±´79¼¿DÄÇαἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου

©+­±´8»¾¿GÇτοξόταν βάλλων γυναικεῖον στρατόν

  90ª-°²¶;½¿ÄIKÌQSÔκαὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.

)*¬®0³¶9;@Àδιασωπάσομαί οἱ μόρον ἐγώ·

©/³µ¸;¿ÂFÇËÍRÒÖτὸν δ' ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.


Ε΄ (*°25·ºἐμὲ δ' εὐθὺν ἀκόντων

(©,¯²6¸=@ÂÆἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρή

  95)¬/245¸»¾DÅτὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.

ª­1´7¸;¾CÃΜοίσαις γὰρ ἀγλαοθρόνοις ἑκών

(*­/²´:¼ACÄÆὈλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος.

¨­0µ9;¼ÀÂFÇÊÌQSÕZ_ÞàhèἸσθμοῖ τά τ' ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ' ἀθρό', ἀλαθής τέ μοι

¨ª-0²58º¼¾CEÆKMÍÏἔξορκος ἐπέσσεται ἑξηκοντάκι δἠμφοτέρωθεν

 100¨*­°4µ¸º=AÃἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.


).°34·¹τὰ δ' Ὀλυμπίᾳ αὐτῶν

(ª,¯±4·9=¾Âἔοικεν ἤδη πάροιθε λελέχθαι·

)®1358¼ÁÂHÈτά τ' ἐσσόμενα τότ' ἂν φαίην σαφές.

©¯2µ8¼BÁFÇνῦν δ' ἔλπομαι μέν, ἐν θεῷ γε μάν

 105)+°3·¹?¿DEÆÊτέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,

©­1³46·¼¿CÃÈÌSXÚabáäkèΔὶ τοῦτ' Ἐνυαλίῳ τ' ἐκδώσομεν πράσσειν. τὰ δ' ὑπ' ὀφρύϊ Παρνασσίᾳ

¨¬/0µ8=¾ÂÅKMÐUWØÜἕξ· Ἄργεΐ θ' ὅσσα καὶ ἐν Θήβαις· ὅσα τ' Ἀρκάσι βάσσαις

©,®±4·¹¼@CÃμαρτυρήσει Λυκαίου βωμὸς ἄναξ·


©¬.1µ8:»ÀEGÊMOÏÖ×]ÝàΠέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ' Αἰακιδᾶν τ' εὐερκὲς ἄλσος

 110¨-°²·:=¾CEÅἅ τ' Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών

ª/´·º=@ÁÄIËÎταί θ' ὑπ' Αἴτνας ὑψιλόφου καλλίπλουτοι

)+,¯µ¸9¾ÁÃIÉπόλιες ἅ τ' Εὔβοια· καὶ πᾶσαν κάτα

¨+°²µ8»½ÁFJÊOQÑἙλλάδ' εὑρήσεις ἐρευνῶν μάσσον' ἢ ὡς ἰδέμεν.

(*®±3¶º¼BÂἄγε κούφοισιν ἔκνευσον ποσίν·

 115ª-°µ·:½ÁFÆÊÎUÖ×Ζεῦ τέλει', αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.