ΜΥΡΣΩΝ
Λῇς νύ τί μοι, Λυκίδα, Σικελὸν μέλος ἁδὺ λιγαίνειν,
ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψ
ἄεισεν Πολύφαμος ἐπ' ᾐόνι ‹τᾷ› Γαλατείᾳ;
ΛΥΚΙΔΑΣ
κἠμοὶ συρίσδεν, Μύρσων, φίλον, ἀλλὰ τί μέλψω;
ΜΥ. Σκύριον ‹ὅν›, Λυκίδα, ζαλώμενος ᾆδες ἔρωτα,
λάθρια Πηλεΐδαο φιλάματα, λάθριον εὐνάν,
πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ' ἐψεύσατο μορφάν,
χὤπως ἐν κώραις Λυκομηδίσιν ἅπαλέγοισαι
ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηιδάμεια.
ΛΥ. ἅρπασε τὰν Ἑλέναν πόθ' ὁ βωκόλος, ἆγε δ' ἐς Ἴδαν,
Οἰνώνῃ κακὸν ἄλγος. ἐχώσατο ‹δ'› ἁ Λακεδαίμων
πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην,
οὔτε Μυκηναίων οὔτ' Ἤλιδος οὔτε Λακώνων,
μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
λάνθανε δ' ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
εἴρια δ' ἀνθ' ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
παρθενικὸν κόρον εἶχεν, ἐφαίνετο δ' ἠύτε κώρα·
καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
χιονέαις πόρφυρε παρηΐσι, καὶ τὸ βάδισμα
παρθενικῆς ἐβάδιζε, κόμας δ' ἐπύκαζε καλύπτρῃ.
θυμὸν δ' ἀνέρος εἶχε καὶ ἀνέρος εἶχεν ἔρωτα·
ἐξ ἀοῦς δ' ἐπὶ νύκτα παρίζετο Δηιδαμείᾳ,
καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ' αὐτᾶς
στάμονα καλὸν ἄειρε τὰ δαίδαλα δ' ἄτρι' ἐπῄνει·
ἤσθιε δ' οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ' ἐποίει
σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
'ἄλλαι μὲν κνώσσουσι σὺν ἀλλήλαισιν ἀδελφαί,
αὐτὰρ ἐγὼ μούνα, μούνα δὲ σύ, νύμφα, καθεύδεις.
αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί,
ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες, ἁ δὲ πονηρά
†νύσσα† δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.
οὐ γὰρ ἐγὼ σέο .....