8796 1052 0 20 3 558 421 a. C. Commedia Aristophanes Pax Coulon, V., Paris, Les Belles Lettres, 1924 Rist. 1969 194

ARISTOPHANES - Pax

ΟΙΚΕΤΗΣ Α΄

Αἶρ' αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.

ΟΙΚΕΤΗΣ Β΄

Ἰδού. Δὸς αὐτῷ, τῷ κάκιστ' ἀπολουμένῳ·

καὶ μήποτ' αὐτῆς μᾶζαν ἡδίω φάγοι.

ΟΙ. Α΄ Δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.

   5ΟΙ. Β΄ Ἰδοὺ μάλ' αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ 'φερες;

Οὐ κατέφαγεν;

ΟΙ. Α΄            Μὰ τὸν Δί', ἀλλ' ἐξαρπάσας

ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.

Ἀλλ' ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.

ΟΙ. Β΄ Ἄνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν,

  10εἰ μή με βούλεσθ' ἀποπνιγέντα περιιδεῖν.

ΟΙ. Α΄ Ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·

τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.

ΟΙ. Β΄                           Ἰδού.

Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ·

οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ' ἐσθίειν.

  15ΟΙ. Α΄ Αἰβοῖ· φέρ' ἄλλην χἀτέραν μοι χἀτέραν,

καὶ τρῖβ' ‹ἔθ'› ἑτέρας.

ΟΙ. Β΄                    Μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ·

οὐ γὰρ ἔθ' οἷός τ' εἴμ' ὑπερέχειν τῆς ἀντλίας.

ΟΙ. Α΄ Αὐτὴν ἄρ' οἴσω συλλαβὼν τὴν ἀντλίαν.

ΟΙ. Β΄ Νὴ τὸν Δί' ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.

  20Ὑμῶν δέ γ' εἴ τις οἶδέ μοι κατειπάτω

πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.

Οὐδὲν γὰρ ἔργον ἦν ἄρ' ἀθλιώτερον

ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.

Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων

  25φαύλως ἐρείδει τοῦθ'· ὁ δ' ὑπὸ φρονήματος

βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,

ἢν μὴ παραθῶ τρίψας δι' ἡμέρας ὅλης

ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.

Ἀλλ' εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι

  30τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ' ἴδῃ.

Ἔρειδε, μὴ παύσαιο μηδέποτ' ἐσθίων

τέως ἕως σαυτὸν λάθῃς διαρραγείς.

Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,

ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,

  35καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως

ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία

τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας.

Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν,

χὤτου ποτ' ἐστὶ δαιμόνων ἡ προσβολὴ

  40οὐκ οἶδ'. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,

οὐ μὴν Χαρίτων γε.

ΟΙ. Α΄                Τοῦ γάρ ἐστ';

ΟΙ. Β΄                           Οὐκ ἔσθ' ὅπως

τοῦτ' ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.

ΟΙ. Α΄ Οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι

νεανίας δοκησίσοφος· "Τόδε πρᾶγμα τί;

  45Ὁ κάνθαρος δὲ πρὸς τί;" Κᾆτ' αὐτῷ γ' ἀνὴρ

Ἰωνικός τίς φησι παρακαθήμενος·

"Δοκέω μέν, ἐς Κλέωνα τοῦτ' αἰνίσσεται,

ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει."

Ἀλλ' εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.

  50ΟΙ. Β΄ Ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις

καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν

καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω

καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.

Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,

  55οὐχ ὅνπερ ὑμεῖς, ἀλλ' ἕτερον καινὸν πάνυ.

Δι' ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων

ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ

καί φησιν· "Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν;

Κατάθου τὸ κόρημα· μὴ 'κκόρει τὴν Ἑλλάδα."

  60Ἔα ἔα·

σιγήσαθ', ὡς φωνῆς ἀκούειν μοι δοκῶ.

ΤΡΥΓΑΙΟΣ

Ὦ Ζεῦ, τί δρασείεις ποθ' ἡμῶν τὸν λεών;

Λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.

ΟΙ. Β΄ Τοῦτ' ἔστι τουτὶ τὸ κακὸν αὔθ' οὑγὼ 'λεγον·

  65τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·

ἃ δ' εἶπε πρῶτον ἡνίκ' ἤρχεθ' ἡ χολὴ

πεύσεσθ'. Ἔφασκε γὰρ πρὸς αὑτὸν ἂν ταδί·

"Πῶς ἄν ποτ' ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;"

Ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,

  70πρὸς ταῦτ' ἀνηρριχᾶτ' ἂν εἰς τὸν οὐρανόν,

ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.

Ἐχθὲς δὲ μετὰ ταῦτ' ἐκφθαρεὶς οὐκ οἶδ' ὅποι

εἰσήγαγ' Αἰτναῖον μέγιστον κάνθαρον,

κἄπειτα τοῦτον ἱπποκομεῖν μ' ἠνάγκασεν,

  75καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον·

"Ὦ Πηγάσειον," φησί, "γενναῖον πτερόν,

ὅπως πετήσει μ' εὐθὺ τοῦ Διὸς λαβών."

Ἀλλ' ὅ τι ποεῖ τῃδὶ διακύψας ὄψομαι.

Οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ', ὦ γείτονες·

  80ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται

ἱππηδὸν εἰς τὸν ἀέρ' ἐπὶ τοῦ κανθάρου.

ΤΡ.      Ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·

     μή μοι σοβαρὸς χώρει λίαν

     εὐθὺς ἀπ' ἀρχῆς, ῥώμῃ πίσυνος,

  85     πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς

     ἄρθρων ἶνας πτερύγων ῥύμῃ.

     Καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σ'·

     εἰ δὲ ποήσεις τοῦτο, κατ' οἴκους

     αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.

  90ΟΙ. Β΄      Ὦ δέσποτ' ἄναξ, ὡς παραπαίεις.

ΤΡ.      Σίγα σίγα.

ΟΙ. Β΄      Ποῖ δῆτ' ἄλλως μετεωροκοπεῖς;

ΤΡ.      Ὑπὲρ Ἑλλήνων πάντων πέτομαι

     τόλμημα νέον παλαμησάμενος.

  95ΟΙ. Β΄      Τί πέτει; Τί μάτην οὐχ ὑγιαίνεις;

ΤΡ.      Εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον

     μηδὲν γρύζειν, ἀλλ' ὀλολύζειν·

     τοῖς τ' ἀνθρώποισι φράσον σιγᾶν,

     τούς τε κοπρῶνας καὶ τὰς λαύρας

 100     καιναῖς πλίνθοισιν ἀποικοδομεῖν

       καὶ τοὺς πρωκτοὺς ἐπικλείειν.

ΟΙ. Β΄ Οὐκ ἔσθ' ὅπως σιγήσομ', ἢν μή μοι φράσῃς

ὅποι πέτεσθαι διανοεῖ.

ΤΡ.                   Τί δ' ἄλλο γ' ἢ

ὡς τὸν Δί' εἰς τὸν οὐρανόν;

ΟΙ. Β΄                       Τίνα νοῦν ἔχων;

 105ΤΡ. Ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι

ἁπαξαπάντων ὅ τι ποεῖν βουλεύεται.

ΟΙ. Β΄ Ἐὰν δὲ μή σοι καταγορεύῃ;

ΤΡ.                      Γράψομαι

Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.

ΟΙ. Β΄ Μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντος γ' ἐμοῦ ‑

 110ΤΡ. Οὐκ ἔστι παρὰ ταῦτ' ἄλλ'.

ΟΙ. Β΄                      Ἰοὺ ἰοὺ ἰού·

ὦ παιδί', ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται

ὑμᾶς ἐρήμους εἰς τὸν οὐρανὸν λάθρᾳ.

Ἀλλ' ἀντιβολεῖτε τὸν πατέρ', ὦ κακοδαίμονα.

ΠΑΙΔΙΟΝ

     Ὦ πάτερ, ὦ πάτερ, ἆρ' ἔτυμός γε

 115     δώμασιν ἡμετέροις φάτις ἥκει,

     ὡς σὺ μετ' ὀρνίθων προλιπὼν ἐμὲ

     ἐς κόρακας βαδιεῖ μεταμώνιος;

Ἔστι τι τῶνδ' ἐτύμως; εἴπ', ὦ πάτερ, εἴ τι φιλεῖς με.

ΤΡ. Δοξάσαι ἔστι, κόραι· τὸ δ' ἐτήτυμον, ἄχθομαι ὑμῖν,

 120ἡνίκ' ‹ἂν› αἰτίζητ' ἄρτον πάππαν με καλοῦσαι,

ἔνδον δ' ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.

Ἢν δ' ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ' ἐν ὥρᾳ

κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ' αὐτῇ.

ΠΑ. Καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;

 125Ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.

ΤΡ. Πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.

ΠΑ. Τίς δ' ἡπίνοιά σοὐστὶν ὥστε κάνθαρον

ζεύξαντ' ἐλαύνειν εἰς θεούς, ὦ παππία;

ΤΡ. Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη

 130μόνος πετηνῶν εἰς θεοὺς ἀφιγμένος.

ΠΑ. Ἄπιστον εἶπας μῦθον, ὦ πάτερ πάτερ,

ὅπως κάκοσμον ζῷον ἦλθεν εἰς θεούς.

ΤΡ. Ἦλθεν κατ' ἔχθραν αἰετοῦ πάλαι ποτέ,

ᾤ' ἐκκυλίνδων κἀντιτιμωρούμενος.

 135ΠΑ. Οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,

ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.

ΤΡ. Ἀλλ', ὦ μέλ', ἄν μοι σιτίων διπλῶν ἔδει·

νῦν δ' ἅττ' ἂν αὐτὸς καταφάγω τὰ σιτία,

τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.

 140ΠΑ. Τί δ', ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;

Πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;

ΤΡ. Ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·

τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.

ΠΑ. Λιμὴν δὲ τίς σε δέξεται φορούμενον;

 145ΤΡ. Ἐν Πειραιεῖ δήπου 'στὶ Κανθάρου λιμήν.

ΠΑ. Ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς

ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ

λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.

ΤΡ. Ἐμοὶ μελήσει ταῦτά γ'. Ἀλλὰ χαίρετε.

 150Ὑμεῖς δέ γ', ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,

μὴ βδεῖτε μηδὲ χέζεθ' ἡμερῶν τριῶν·

ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,

κατωκάρα ῥίψας με βουκολήσεται.

   Ἀλλ' ἄγε, Πήγασε, χώρει χαίρων,

 155   χρυσοχάλινον πάταγον ψαλίων

   διακινήσας φαιδροῖς ὠσίν.

   Τί ποεῖς, τί ποεῖς; Ποῖ παρακλίνεις

   τοὺς μυκτῆρας πρὸς τὰς λαύρας;

   Ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,

 160   κᾆτα δρομαίαν πτέρυγ' ἐκτείνων

   ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,

   ἀπὸ μὲν κάκκης τὴν ῥῖν' ἀπέχων,

   ἀπό θ' ἡμερίων σίτων πάντων.

   Ἄνθρωπε, τί δρᾷς, οὗτος ὁ χέζων

 165   ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;

   Ἀπολεῖς μ', ἀπολεῖς. Οὐ κατορύξεις

   κἀπιφορήσεις τῆς γῆς πολλήν,

   κἀπιφυτεύσεις ἕρπυλλον ἄνω

   καὶ μύρον ἐπιχεῖς; Ὡς ἤν τι πεσὼν

 170   ἐνθένδε πάθω, τοὐμοῦ θανάτου

   πέντε τάλανθ' ἡ πόλις ἡ Χίων

     διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.

Οἴμ' ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.

Ὦ μηχανοποιέ, πρόσεχε τὸν νοῦν, ὡς ἐμὲ

 175ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,

κεἰ μὴ φυλάξεις, χορτάσω τὸν κάνθαρον.

Ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ·

καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.

Τίς ἐν Διὸς θύραισιν; Οὐκ ἀνοίξετε;

 180ΕΡΜΗΣ

Πόθεν βροτοῦ με προσέβαλ'; Ὦναξ Ἡράκλεις,

τουτὶ τί ἐστι τὸ κακόν;

ΤΡ.                    Ἱπποκάνθαρος.

ΕΡ. Ὦ μιαρὲ καὶ τόλμηρε κἀναίσχυντε σὺ

καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,

πῶς δεῦρ' ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;

 185Τί σοί ποτ' ἔστ' ὄνομ'; Οὐκ ἐρεῖς;

ΤΡ.                              Μιαρώτατος.

ΕΡ. Ποδαπὸς τὸ γένος δ' εἶ; φράζε μοι.

ΤΡ.                             Μιαρώτατος.

ΕΡ. Πατὴρ δέ σοι τίς ἐστιν;

ΤΡ.                    Ἐμοί; Μιαρώτατος.

ΕΡ. Οὔτοι μὰ τὴν Γῆν ἔσθ' ὅπως οὐκ ἀποθανεῖ,

εἰ μὴ κατερεῖς μοι τοὔνομ' ὅ τι ποτ' ἐστί σοι.

 190ΤΡ. Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,

οὐ συκοφάντης οὐδ' ἐραστὴς πραγμάτων.

ΕΡ. Ἥκεις δὲ κατὰ τί;

ΤΡ.               Τὰ κρέα ταυτί σοι φέρων.

ΕΡ. Ὦ δειλακρίων, πῶς ἦλθες;

ΤΡ.                     Ὦ γλίσχρων, ὁρᾷς

ὡς οὐκέτ' εἶναί σοι δοκῶ μιαρώτατος;

 195Ἴθι νυν κάλεσόν μοι τὸν Δί'.

ΕΡ.                         Ἰὴ ἰὴ ἰή,

ὅτ' οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·

φροῦδοι γάρ· ἐχθές εἰσιν ἐξῳκισμένοι.

ΤΡ. Ποῖ γῆς;

ΕΡ.        Ἰδοὺ γῆς.

ΤΡ.                Ἀλλὰ ποῖ;

ΕΡ.                        Πόρρω πάνυ,

ὑπ' αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.

 200ΤΡ. Πῶς οὖν σὺ δῆτ' ἐνταῦθα κατελείφθης μόνος;

ΕΡ. Τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,

χυτρίδια καὶ σανίδια κἀμφορείδια.

ΤΡ. Ἐξῳκίσαντο δ' οἱ θεοὶ τίνος οὕνεκα;

ΕΡ. Ἕλλησιν ὀργισθέντες. Εἶτ' ἐνταῦθα μὲν

 205ἵν' ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,

ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·

αὐτοὶ δ' ἀνῳκίσανθ' ὅπως ἀνωτάτω,

ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι

μηδ' ἀντιβολούντων μηδὲν αἰσθανοίατο.

 210ΤΡ. Τοῦ δ' εἵνεχ' ἡμᾶς ταῦτ' ἔδρασαν; εἰπέ μοι.

ΕΡ. Ὁτιὴ πολεμεῖν ᾑρεῖσθ' ἐκείνων πολλάκις

σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ

ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·

"Ναὶ τὼ σιώ, νῦν Ὡττικίων δωσεῖ δίκαν."

 215Εἰ δ' αὖ τι πράξαιτ' ἀγαθόν, Ἁττικωνικοί,

κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,

ἐλέγετ' ἂν ὑμεῖς εὐθύς· "Ἐξαπατώμεθα,

νὴ τὴν Ἀθηνᾶν. ‑ Νὴ Δί', οὐχὶ πειστέον. ‑

Ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον."

 220ΤΡ. Ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.

ΕΡ. Ὧν οὕνεκ' οὐκ οἶδ' εἴ ποτ' Εἰρήνην ἔτι

τὸ λοιπὸν ὄψεσθ'.

ΤΡ.               Ἀλλὰ ποῖ γὰρ οἴχεται;

ΕΡ. Ὁ Πόλεμος αὐτὴν ἐνέβαλ' εἰς ἄντρον βαθύ.

ΤΡ. Εἰς ποῖον;

ΕΡ.          Εἰς τουτὶ τὸ κάτω. Κἄπειθ' ὁρᾷς

 225ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,

ἵνα μὴ λάβητε μηδέποτ' αὐτήν.

ΤΡ.                        Εἰπέ μοι,

ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;

ΕΡ. Οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας

ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.

 230ΤΡ. Τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;

ΕΡ. Τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.

Ἀλλ' εἶμι· καὶ γὰρ ἐξιέναι, γνώμην ἐμήν,

μέλλει· θορυβεῖ γοῦν ἔνδοθεν.

ΤΡ.                        Οἴμοι δείλαιος.

Φέρ' αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην

 235καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.

ΠΟΛΕΜΟΣ

Ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,

ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.

ΤΡ. Ὦναξ Ἄπολλον, τῆς θυείας τοῦ πλάτους·

ὅσον κακόν· καὶ τοῦ Πολέμου τοῦ βλέμματος.

 240Ἆρ' οὗτός ἐστ' ἐκεῖνος ὃν καὶ φεύγομεν,

ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;

ΠΟ. Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις

καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.

ΤΡ. Τουτὶ μέν, ἄνδρες, οὐδὲν ἡμῖν πρᾶγμά πω·

 245τὸ γὰρ κακὸν τοῦτ' ἐστὶ τῆς Λακωνικῆς.

ΠΟ. Ἰὼ Μέγαρα Μέγαρ', ὡς ἐπιτρίψεσθ' αὐτίκα

ἁπαξάπαντα καταμεμυττωτευμένα.

ΤΡ. Βαβαὶ βαβαιάξ, ὡς μεγάλα καὶ δριμέα

τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.

 250ΠΟ. Ἰὼ Σικελία, καὶ σὺ δ' ὡς ἀπόλλυσαι.

ΤΡ. Οἵα πόλις τάλαινα διακναισθήσεται.

ΠΟ. Φέρ' ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.

ΤΡ. Οὗτος, παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.

Τετρώβολον τοῦτ' ἐστί· φείδου τἀττικοῦ.

 255ΠΟ. Παῖ παῖ Κυδοιμέ.

ΚΥΔΟΙΜΟΣ

              Τί με καλεῖς;

ΠΟ.                          Κλαύσει μακρά.

Ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.

ΤΡ. Ὡς δριμύς.

ΚΥ.          Οἴμοι ‹μοι› τάλας, ὦ δέσποτα.

ΤΡ. Μῶν τῶν σκορόδων ἐνέβαλεν εἰς τὸν κόνδυλον;

ΠΟ. Οἴσεις ἀλετρίβανον τρέχων;

ΚΥ.                       Ἀλλ', ὦ μέλε,

 260οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.

ΠΟ. Οὔκουν παρ' Ἀθηναίων μεταθρέξει ταχὺ ‹πάνυ›;

ΚΥ. Ἔγωγε νὴ Δί'· εἰ δὲ μή γε, κλαύσομαι.

ΤΡ. Ἄγε δή, τί δρῶμεν, ὦ πόνηρ' ἀνθρώπια;

Ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·

 265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,

τούτῳ ταράξει τὰς πόλεις καθήμενος.

Ἀλλ' ὦ Διόνυσ', ἀπόλοιτο καὶ μὴ 'λθοι φέρων.

ΠΟ. Οὗτος.

ΚΥ.       Τί ἐστιν;

ΠΟ.              Οὐ φέρεις;

ΚΥ.                       Τὸ δεῖνα γάρ,

ἀπόλωλ' Ἀθηναίοισιν ἁλετρίβανος,

 270ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.

ΤΡ. Εὖ γ', ὦ πότνια δέσποιν' Ἀθηναία, ποιῶν

ἀπόλωλ' ἐκεῖνος κἀν δέοντι τῇ πόλει,

εἰ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.

ΠΟ. Οὔκουν ἕτερον δῆτ' ἐκ Λακεδαίμονος μέτει

 275ἁνύσας τι;

ΚΥ.         Ταῦτ', ὦ δέσποθ'.

ΠΟ.                       Ἧκέ νυν ταχύ.

ΤΡ. Ὦνδρες, τι πεισόμεσθα; Νῦν ἀγὼν μέγας.

Ἀλλ' εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει

μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν

ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.

 280ΚΥ. Οἴμοι τάλας, οἴμοι γε κἄτ' οἴμοι μάλα.

ΠΟ. Τί ἐστι; Μῶν οὐκ αὖ φέρεις;

ΚΥ.                        Ἀπόλωλε γὰρ

καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.

ΠΟ. Πῶς, ὦ πανοῦργ';

ΚΥ.               Εἰς τἀπὶ Θρᾴκης χωρία

χρήσαντες ἑτέροις αὐτὸν εἶτ' ἀπώλεσαν.

 285ΤΡ. Εὖ γ', εὖ γε ποιήσαντες, ὦ Διοσκόρω.

Ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτ', ὦ βροτοί

ΠΟ. Ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·

ἐγὼ δὲ δοίδυκ' εἰσιὼν ποήσομαι.

ΤΡ. Νῦν, τοῦτ' ἐκεῖν', ἥκει τὸ Δάτιδος μέλος.

 290ὃ δεφόμενός ποτ' ᾖδε τῆς μεσημβρίας·

"Ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι."

Νῦν ἐστιν ἡμῖν, ὦνδρες Ἕλληνες, καλὸν

ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν

ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,

 295πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.

Ἀλλ', ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες

καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι

καὶ νησιῶται, δεῦρ' ἴτ', ὦ πάντες λεῴ,

ὡς τάχιστ' ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·

 300νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.

 

ΧΟΡΟΣ

Δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.

Ὦ Πανέλληνες, βοηθήσωμεν, εἴπερ πώποτε,

τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικίδων·

ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.

 305Πρὸς τάδ' ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·

οὐ γὰρ ἔσθ' ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,

πρὶν μοχλοῖς καὶ μηχαναῖσιν εἰς τὸ φῶς ἀνελκύσαι

τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.

ΤΡ. Οὐ σιωπήσεσθ', ὅπως μὴ περιχαρεῖς τῷ πράγματι

 310τὸν Πόλεμον ἐκζωπυρήσετ' ἔνδοθεν κεκραγότες;

ΧΟ. Ἀλλ' ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος·

οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί' ἡμερῶν τριῶν.

ΤΡ. Εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,

μὴ παφλάζων ‹καὶ› κεκραγὼς ὥσπερ ἡνίκ' ἐνθάδ' ἦν,

 315ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ 'ξελκύσαι.

ΧΟ. Οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,

ἢν ἅπαξ εἰς χεῖρας ἔλθῃ τὰς ἐμάς. Ἰοῦ ἰοῦ.

ΤΡ. Ἐξολεῖτέ μ', ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·

ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.

 320ΧΟ. Ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω·

οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ' ἄν.

ΤΡ. Τί τὸ κακόν; Τί πάσχετ', ὦνδρες; Μηδαμῶς, πρὸς τῶν θεῶν,

πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.

ΧΟ. Ἀλλ' ἔγωγ' οὐ σχηματίζειν βούλομ', ἀλλ' ὑφ' ἡδονῆς

 325οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.

ΤΡ. Μή τι καὶ νυνί γ' ἔτ', ἀλλὰ παῦε παῦ' ὀρχούμενος.

ΧΟ. Ἢν ἰδού, καὶ δὴ πέπαυμαι.

ΤΡ.                      Φῄς γε, παύει δ' οὐδέπω.

ΧΟ. Ἓν μὲν οὖν τουτί μ' ἔασον ἑλκύσαι, καὶ μηκέτι.

ΤΡ. Τοῦτό νυν, καὶ μηκέτ' ἄλλο μηδὲν ὀρχήσησθέ τι.

 330ΧΟ. Οὐκ ἂν ὀρχησαίμεθ', εἴπερ ὠφελήσαιμέν τί σε.

ΤΡ. Ἀλλ', ὁρᾶτ', οὔπω πέπαυσθε.

ΧΟ.                       Τουτογὶ νὴ τὸν Δία

τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.

ΤΡ. Ἐπιδίδωμι τοῦτό γ' ὑμῖν, ὥστε μὴ λυπεῖν ἔτι.

ΧΟ. Ἀλλὰ καὶ τἀριστερόν τοί μ' ἔστ' ἀναγκαίως ἔχον.

 335Ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ

μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.

ΤΡ. Μή τι καὶ νυνί γε χαίρετ'· οὐ γὰρ ἴστε πω σαφῶς·

ἀλλ' ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε

       καὶ βοᾶτε καὶ γελᾶτ'· ἤ-

 340       δη γὰρ ἐξέσται τόθ' ὑμῖν

       πλεῖν, μένειν, κινεῖν, καθεύδειν,

       εἰς πανηγύρεις θεωρεῖν,

       ἑστιᾶσθαι, κοτταβίζειν,

       συβαριάζειν,

 345        ἰοῦ ἰοῦ κεκραγέναι.

 

ΧΟ. Εἰ γὰρ ἐκγένοιτ' ἰδεῖν ταύτην με τὴν ἡμέραν [ποτέ].           Str.

     Πολλὰ γὰρ ἀνεσχόμην

     πράγματά τε καὶ στιβάδας

     ἃς ἔλαχε Φορμίων·

κοὐκέτ' ἄν μ' εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον ‑

 350ΤΡ. οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,

ΧΟ.      ἀλλ' ἁπαλὸν ἄν μ' ἴδοις

     καὶ πολὺ νεώτερον ἀπ-

     αλλαγέντα πραγμάτων.

     Καὶ γὰρ ἱκανὸν χρόνον ἀπ-

     ολλύμεθα καὶ κατατε-

 355     τρίμμεθα πλανώμενοι

εἰς Λύκειον κἀκ Λυκείου σὺν δόρει σὺν ἀσπίδι.

     Ἀλλ' ὅ τι μάλιστα χαρι-

     ούμεθα ποιοῦντες, ἄγε,

     φράζε· σὲ γὰρ αὐτοκράτορ'

 360   εἵλετ' ἀγαθή τις ἡμῖν τύχη.

ΤΡ. Φέρε δὴ κατίδω πῇ τοὺς λίθους ἀφέλξομεν.

ΕΡ. Ὦ μιαρὲ καὶ τόλμηρε, τί ποεῖν διανοεῖ;

ΤΡ. Οὐδὲν πονηρόν, ἀλλ' ὅπερ καὶ Κιλλικῶν.

ΕΡ. Ἀπόλωλας, ὦ κακόδαιμον.

ΤΡ.                    Οὐκοῦν, ἢν λάχω·

 365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποήσεις οἶδ' ὅτι.

ΕΡ. Ἀπόλωλας, ἐξόλωλας.

ΤΡ.                 Εἰς τίν' ἡμέραν;

ΕΡ. Εἰς αὐτίκα μάλ'.

ΤΡ.               Ἀλλ' οὐδὲν ἠμπόληκά πω,

οὔτ' ἄλφιτ' οὔτε τυρόν, ὡς ἀπολούμενος.

ΕΡ. Καὶ μὴν ἐπιτέτριψαί γε.

ΤΡ.                    Κᾆτα τῷ τρόπῳ

 370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;

ΕΡ. Ἆρ' οἶσθα θάνατον ὅτι προεῖφ' ὁ Ζεὺς ὃς ἂν

ταύτην ἀνορύττων εὑρεθῇ;

ΤΡ.                    Νῦν ἆρά με

ἅπασ' ἀνάγκη 'στ' ἀποθανεῖν;

ΕΡ.                        Εὖ ἴσθ' ὅτι.

ΤΡ. Εἰς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·

 375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.

ΕΡ. Ὦ Ζεῦ κεραυνοβρόντα ‑

ΤΡ.                   Μή, πρὸς τῶν θεῶν,

ἡμῶν κατείπῃς, ἀντιβολῶ σε, δέσποτα.

ΕΡ. Οὐκ ἂν σιωπήσαιμι.

ΤΡ.                Ναί, πρὸς τῶν κρεῶν,

ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.

 380ΕΡ. Ἀλλ', ὦ μέλ', ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,

εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.

ΤΡ. Μή νυν λακῄσῃς, λίσσομαί σ', Ὦρμῄδιον.

Εἰπέ μοι, τί πάσχετ', ὦνδρες; Ἕστατ' ἐκπεπληγμένοι.

Ὦ πόνηροι, μὴ σιωπᾶτ'· εἰ δὲ μή, λακήσεται.

 

 385ΧΟ. Μηδαμῶς, ὦ δέσποθ' Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,        Ant. α΄

        εἴ τι κεχαρισμένον

        χοιρίδιον οἶσθα παρ' ἐ-

        μοῦ ‹γε› κατεδηδοκώς,

τοῦτο μὴ φαῦλον νόμιζ' ἐν τῷδε τῷ πράγματι.

ΤΡ. Οὐκ ἀκούεις οἷα θωπεύουσί σ', ὦναξ δέσποτα;

 390ΧΟ.         Μὴ γένῃ παλίγκοτος

        ἀντιβολοῦσιν ἡμῖν,

        ὥστε τήνδε μὴ λαβεῖν·

        ἀλλὰ χάρισ', ὦ φιλαν-

        θρωπότατε καὶ μεγαλο-

        δωρότατε δαιμόνων,

 395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.

        Καί σε θυσίαισιν ἱε-

        ραῖσι προσόδοις τε μεγά-

        λαισι διὰ παντός, ὦ

       δέσποτ', ἀγαλοῦμεν ἡμεῖς ἀεί.

 

 400ΤΡ. Ἴθ', ἀντιβολῶ σ', ἐλέησον αὐτῶν τὴν ὄπα,

ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.

Κλέπται τε γὰρ νῦν μᾶλλόν εἰσιν ἢ πρὸ τοῦ.

Καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,

ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.

 405ΕΡ. Ἴθι δή, κάτειπ'· ἴσως γὰρ ἂν πείσαις ἐμέ.

ΤΡ. Ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος

ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον

τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.

ΕΡ. Ἵνα δὴ τί τοῦτο δρᾶτον;

ΤΡ.                    Ὁτιὴ νὴ Δία

 410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ

οἱ βάρβαροι θύουσι, διὰ τοῦτ' εἰκότως

βούλοιντ' ἂν ἡμᾶς πάντας ἐξολωλέναι,

ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.

ΕΡ. Ταῦτ' ἄρα πάλαι τῶν ἡμερῶν παρεκλέπτετον

 415καὶ τοῦ κύκλου παρέτρωγον ὑφ' ἁρματωλίας.

ΤΡ. Ναὶ μὰ Δία. Πρὸς ταῦτ', ὦ φίλ' Ἑρμῆ, ξύλλαβε

ἡμῖν προθύμως, τήνδε καὶ ξυνανέλκυσον.

Καὶ σοὶ τὰ μεγάλ' ἡμεῖς Παναθήναι' ἄξομεν

πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,

 420Μυστήρι' Ἑρμῇ, Διπολίει', Ἀδώνια·

ἅλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν

Ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.

Χἄτερ' ἔτι πόλλ' ἕξεις ἀγαθά. Πρῶτον δέ σοι

δῶρον δίδωμι τήνδ', ἵνα σπένδειν ἔχῃς.

 425ΕΡ. Οἴμ' ὡς ἐλεήμων εἴμ' ἀεὶ τῶν χρυσίδων.

ΤΡ. Ὑμέτερον ἐντεῦθεν ἔργον, ὦνδρες. Ἀλλὰ ταῖς ἄμαις

εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.

ΧΟ. Ταῦτα δράσομεν· σὺ δ' ἡμῖν, ὦ θεῶν σοφώτατε,

ἅττα χρὴ ποεῖν ἐφεστὼς φράζε δημιουργικῶς·

 430τἄλλα δ' εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.

ΤΡ. Ἄγε δή, σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως

ἔργῳ 'φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.

ΕΡ. Σπονδὴ σπονδή·

εὐφημεῖτε εὐφημεῖτε.

 435Σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν

Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,

χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,

τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ' ἀσπίδα.

ΤΡ. Μὰ Δί', ἀλλ' ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,

 440ἔχονθ' ἑταίραν καὶ σκαλεύοντ' ἄνθρακας.

ΕΡ. Ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται,

μηδέποτε παύσασθ' αὐτόν, ὦ Διόνυσ' ἄναξ, ‑

ΤΡ. ἐκ τῶν ‹γ'› ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.

ΕΡ. Κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ

 445εἰς φῶς ἀνελθεῖν, ὦ πότνι', ἐν ταῖσιν μάχαις ‑

ΤΡ. πάσχοι γε τοιαῦθ' οἷάπερ Κλεώνυμος.

ΕΡ. Κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,

ἵν' ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, ‑

ΤΡ. ληφθείς ‹γ'› ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.

 450ΕΡ. Κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι

ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, ‑

ΤΡ. ἐπὶ τοῦ τροχοῦ γ' ἕλκοιτο μαστιγούμενος.

ΕΡ. Ἡμῖν δ' ἀγαθὰ γένοιτ'. Ἰὴ παιών, ἰή.

ΤΡ. Ἄφελε τὸ παίειν, ἀλλ' ἰὴ μόνον λέγε.

 455ΕΡ. Ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.

ΤΡ. Ἑρμῇ, Χάρισιν, Ὥραισιν, Ἀφροδίτῃ, Πόθῳ.

ΕΡ. Ἄρει δὲ μή.

ΤΡ.           Μή.

ΕΡ.              Μηδ' Ἐνυαλίῳ γε.

ΤΡ.                            Μή.

ΕΡ. Ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.

 

ΧΟ.           Ὢ εἶα                              Str.

 460ΕΡ.           Εἶα μάλα.

ΧΟ.           Ὢ εἶα.

ΕΡ.           Εἶα ἔτι μάλα.

ΧΟ.           Ὢ εἶα, ὢ εἶα.

ΤΡ.      Ἀλλ' οὐχ ἕλκουσ' ἅνδρες ὁμοίως.

 465     Οὐ ξυλλήψεσθ'; Οἷ' ὀγκύλλεσθ'·

       οἰμώξεσθ', οἱ Βοιωτοί.

ΕΡ.           Εἶά νυν.

ΤΡ.           Εἶα ὤ.

ΧΟ.      ‹Ἀλλ'› ἄγετε ξυνανέλκετε καὶ σφώ.

 470ΤΡ.      Οὔκουν ἕλκω κἀξαρτῶμαι

     κἀπεμπίπτω καὶ σπουδάζω;

ΧΟ.        Πῶς οὖν οὐ χωρεῖ τοὔργον;

ΤΡ. Ὦ Λάμαχ', ἀδικεῖς ἐμποδὼν καθήμενος.

Οὐδὲν δεόμεθ', ὦνθρωπε, τῆς σῆς μορμόνος.

 475Οὐδ' οἵδε γ' εἷλκον οὐδὲν Ἁργεῖοι πάλαι

ἀλλ' ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,

καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.

ΕΡ. Ἀλλ' οἱ Λάκωνες, ὦγάθ', ἕλκουσ' ἀνδρικῶς.

ΤΡ. Ἆρ' οἶσθ' ὅσοι γ' αὐτῶν ἔχονται τοῦ ξύλου,

 480μόνοι προθυμοῦντ'· ἀλλ' ὁ χαλκεὺς οὐκ ἐᾷ.

ΕΡ. Οὐδ' οἱ Μεγαρῆς δρῶσ' οὐδέν· ἕλκουσιν δ' ὅμως

γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια ‑

ΤΡ. ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί' ἐξολωλότες.

ΕΡ. Οὐδὲν ποιοῦμεν, ὦνδρες. Ἀλλ' ὁμοθυμαδὸν

 485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.

ΧΟ.           Ὢ εἶα.                             Ant.

ΕΡ.           Εἶα μάλα.

ΧΟ.           Ὢ εἶα.

ΕΡ.           Εἶα, νὴ Δία.

 490ΧΟ.           Μικρόν γε κινοῦμεν.

ΤΡ.      Οὔκουν δεινὸν ‹κἄτοπον, ἡμῶν›

     τοὺς μὲν τείνειν, τοὺς δ' ἀντισπᾶν;

       Πληγὰς λήψεσθ', Ἁργεῖοι.

ΕΡ.           Εἶά νυν.

 495ΤΡ.           Εἶα ὤ.

ΧΟ.      Ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.

ΤΡ.      Ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες

     τῆς εἰρήνης σπᾶτ' ἀνδρείως.

ΧΟ.        Ἀλλ' εἴσ' οἳ κωλύουσιν.

 500ΕΡ. Ἄνδρες Μεγαρῆς, οὐκ ἐς κόρακας ἐρρήσετε;

Μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·

πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.

Καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω

ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·

 505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.

Ἀλλ' εἴπερ ἐπιθυμεῖτε τήνδ' ἐξελκύσαι,

πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.

ΧΟ. Ἄγ', ὦνδρες, αὐτοὶ δὴ μόνοι λαβώμεθ' οἱ γεωργοί.

ΕΡ. Χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον, ὦνδρες, ὑμῖν.

 510ΧΟ. Χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.

ΤΡ. Οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι, κἄλλος οὐδείς.

 

ΧΟ.         Ἄγε νυν, ἄγε πᾶς.

ΕΡ.           Καὶ μὴν ὁμοῦ 'στιν ἤδη.

ΧΟ.         Μή νυν ἀνῶμεν, ἀλλ' ἐπεν-

 515        τείνωμεν ἀνδρικώτερον.

ΕΡ.           Ἤδη 'στὶ τοῦτ' ἐκεῖνο.

ΧΟ.         Ὢ εἶά νυν, ὢ εἶα πᾶς.

        Ὢ εἶα εἶα εἶά ‹νυν›.

        Ὢ εἶα εἶα εἶα πᾶς.

 

 520ΤΡ. Ὦ πότνια βοτρυόδωρε, τί προσείπω σ' ἔπος;

Πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον

ὅτῳ προσείπω σ'; Οὐ γὰρ εἶχον οἴκοθεν.

Ὦ χαῖρ', Ὀπώρα, καὶ σὺ δ', ὦ Θεωρία·

οἷον δ' ἔχεις τὸ πρόσωπον, ὦ Θεωρία·

 525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,

γλυκύτατον, ὥσπερ ἀστρατείας καὶ μύρου.

ΕΡ. Μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;

ΤΡ. Ἀπέπτυσ' ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.

Τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,

 530ταύτης δ' ὀπώρας, ὑποδοχῆς, Διονυσίων,

αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,

ἐπυλλίων Εὐριπίδου ‑

ΕΡ.                  Κλαύσἄρα σὺ

ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται

αὕτη ποητῇ ῥηματίων δικανικῶν.

 535ΤΡ. κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,

κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,

δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,

ἄλλων τε πολλῶν κἀγαθῶν.

ΕΡ.                    Ἴθι νυν, ἄθρει

οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις

 540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι ‑

ΤΡ. καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι

ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.

ΕΡ. Καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει

τὰ πρόσωφ', ἵνα γνῷς τὰς τέχνας.

ΤΡ.                           Αἰβοῖ τάλας.

 545ΕΡ. Ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς

τίλλονθ' ἑαυτόν;

ΤΡ.              Ὁ δέ γε τὰς σμινύας ποιῶν

κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ 'κεινουί.

ΕΡ. Ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται;

ΤΡ. Καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.

 550ΕΡ. Ἴθι νυν, ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.

ΤΡ. Ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι

τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν

ὡς τάχιστ' ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·

ὡς ἅπαντ' ἤδη 'στὶ μεστὰ τἀνθάδ' εἰρήνης σαπρᾶς.

 555Ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.

ΧΟ. Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,

ἄσμενός ‹σ'› ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,

τάς τε συκᾶς ἃς ἐγὼ 'φύτευον ὢν νεώτερος

ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.

 560ΤΡ. Νῦν μὲν οὖν, ὦνδρες, προσευξώμεσθα πρῶτον τῇ θεῷ,

ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·

εἶθ' ὅπως λιταργιοῦμεν οἴκαδ' εἰς τὰ χωρία,

ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.

ΕΡ. Ὦ Πόσειδον, ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται

 565καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.

ΤΡ. Νὴ Δί', ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ' ἐξωπλισμένη,

αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.

Ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.

Ὥστ' ἔγωγ' ἤδη 'πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν

 570καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.

       Ἀλλ' ἀναμνησθέντες, ὦνδρες,

       τῆς διαίτης τῆς παλαιᾶς,

       ἣν παρεῖχ' αὕτη ποθ' ἡμῖν,

       τῶν τε παλασίων ἐκείνων

 575       τῶν τε σύκων, τῶν τε μύρτων,

       τῆς τρυγός τε τῆς γλυκείας

       τῆς ἰωνιᾶς τε τῆς πρὸς

       τῷ φρέατι, τῶν τ' ἐλαῶν,

       ὧν ποθοῦμεν,

 580       ἀντὶ τούτων τήνδε νυνὶ

        τὴν θεὸν προσείπατε.

 

ΧΟ. Χαῖρε, χαῖρ', ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη·              Ant. β΄

        σῷ γὰρ ἐδάμην πόθῳ,

        δαιμόνια βουλόμενος

 585        εἰς ἀγρὸν ἀνερπύσαι.

Ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη,

        πᾶσιν ὁπόσοι γεωργι-

        κὸν βίον ἐτρίβομεν· μό-

 590        νη γὰρ ἡμᾶς ὠφέλεις.

        Πολλὰ γὰρ ἐπάσχομεν

        πρίν ποτ' ἐπὶ σοῦ γλυκέα

        κἀδάπανα καὶ φίλα.

 595Τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.

        Ὥστε σὲ τά τ' ἀμπέλια

        καὶ τὰ νέα συκίδια

        τἄλλα θ' ὁπόσ' ἐστὶ φυτὰ

 600     προσγελάσεται λαβόντ' ἄσμενα.

 

Ἀλλὰ ποῦ ποτ' ἦν ἀφ' ἡμῶν τὸν πολὺν τοῦτον χρόνον

ἥδε, τοῦθ' ἡμᾶς δίδαξον, ὦ θεῶν εὐνούστατε.

ΕΡ. Ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε

ῥήματ', εἰ βούλεσθ' ἀκοῦσαι τήνδ' ὅπως ἀπώλετο.

 605Πρῶτα μέν γ' ἄτης ὑπῆρξε Φειδίας πράξας κακῶς.

εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,

τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,

πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν

ᾗ 'μβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος

 610ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ

πάντας Ἕλληνας δακρῦσαι, τούς τ' ἐκεῖ τούς τ' ἐνθάδε.

Ὡς δ' ἅπαξ τὸ πρῶτον ἄκουσ' ἐψόφησεν ἄμπελος

καὶ πίθος πληγεὶς ὑπ' ὀργῆς ἀντελάκτισεν πίθῳ,

οὐκέτ' ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ' ἠφανίζετο.

 615ΤΡ. Ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω 'γὼ 'πεπύσμην οὐδενός,

οὐδ' ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.

ΧΟ. Οὐδ' ἔγωγε, πλήν γε νυνί. Ταῦτ' ἄρ' εὐπρόσωπος ἦν,

οὖσα συγγενὴς ἐκείνου. Πολλά γ' ἡμᾶς λανθάνει.

ΕΡ. Κᾆτ' ἐπειδὴ 'γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε

 620ἠγριωμένους ἐπ' ἀλλήλοισι καὶ σεσηρότας,

πάντ' ἐμηχανῶντ' ἐφ' ὑμῖν τοὺς φόρους φοβούμεναι,

κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.

Οἱ δ' ἅτ' ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι

τήνδ' ἀπορρίψαντες αἰσχρῶς τὸν Πόλεμον ἀνήρπασαν·

 625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·

αἱ γὰρ ἐνθένδ' αὖ τριήρεις ἀντιτιμωρούμεναι

οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.

ΤΡ. Ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου

ἐξέκοψαν, ἣν ἐγὼ 'φύτευσα κἀξεθρεψάμην.

 630ΧΟ. Νὴ Δί', ὦ μέλ', ἐν δίκῃ ‹γε› δῆτ', ἐπεὶ κἀμοῦ λίθον

ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.

ΕΡ. Κἀνθάδ' ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,

τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,

ἀλλ' ἅτ' ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας

 635ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ

τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,

τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,

πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,

τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,

 640αἰτίαν ἂν προστιθέντες, ὡς φρονοῖ τὰ Βρασίδου.

Εἶτ' ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι' ἐσπαράττετε·

ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,

ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ' ἂν ἥδιστ' ἤσθιεν.

Οἱ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ', οἱ ξένοι,

 645χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,

ὥστ' ἐκείνους μὲν ποῆσαι πλουσίους, ἡ δ' Ἑλλὰς αὖ

ἐξερημωθεῖσ' ἂν ὑμᾶς ἔλαθε. Ταῦτα δ' ἦν ὁ δρῶν

βυρσοπώλης.

ΤΡ.        Παῦε παῦ', ὦ δέσποθ' Ἑρμῆ, μὴ λέγε,

ἀλλ' ἔα τὸν ἄνδρ' ἐκεῖνον οὗπέρ ἐστ' εἶναι κάτω·

 650οὐ γὰρ ἡμέτερος ἔτ' ἔστ' ἐκεῖνος ἁνήρ, ἀλλὰ σός.

       Ἅττ' ἂν οὖν λέγῃς ἐκεῖνον,

       κεἰ πανοῦργος ἦν, ὅτ' ἔζη,

       καὶ λάλος καὶ συκοφάντης

       καὶ κύκηθρον καὶ τάρακτρον,

 655       ταῦθ' ἁπαξάπαντα νυνὶ

        τοὺς σεαυτοῦ λοιδορεῖς.

Ἀλλ' ὅ τι σιωπᾷς, ὦ πότνια, κάτειπέ μοι.

ΕΡ. Ἀλλ' οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·

ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.

 660ΤΡ. Ἡ δ' ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.

ΕΡ. Εἴφ' ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ', ὦ φιλτάτη.

Ἴθ' ὦ γυναικῶν μισοπορπακιστάτη.

Εἶἑν· ἀκούω. Ταῦτ' ἐπικαλεῖς; Μανθάνω.

Ἀκούσαθ', ὑμεῖς, ὧν ἕνεκα μομφὴν ἔχει.

 665Ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ

σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν

ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.

ΤΡ. Ἡμάρτομεν ταῦτ'· ἀλλὰ συγγνώμην ἔχε·

ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ' ἐν τοῖς σκύτεσιν.

 670ΕΡ. Ἴθι νυν, ἄκουσον οἷον ἄρτι μ' ἤρετο·

ὅστις κακόνους αὐτῇ μάλιστ' ἦν ἐνθάδε,

χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.

ΤΡ. Εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.

ΕΡ. Ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ

 675ὁ Κλεώνυμος;

ΤΡ.           Ψυχήν γ' ἄριστος, πλήν γ' ὅτι

οὐκ ἦν ἄρ' οὗπέρ φησιν εἶναι τοῦ πατρός.

Εἰ γάρ ποτ' ἐξέλθοι στρατιώτης, εὐθέως

ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.

ΕΡ. Ἔτι νυν ἄκουσον οἷον ἄρτι μ' ἤρετο·

 680ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ 'ν τῇ πυκνί.

ΤΡ. Ὑπέρβολος νῦν τοῦτ' ἔχει τὸ χωρίον.

Αὕτη, τί ποιεῖς; Τὴν κεφαλὴν ποῖ περιάγεις;

ΕΡ. Ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ' ὅτι

οὕτω πονηρὸν προστάτην ἐπεγράψατο.

 685ΤΡ. Ἀλλ' οὐκέτ' αὐτῷ χρησόμεθ' οὐδέν, ἀλλὰ νῦν

ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν

τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.

ΕΡ. Πῶς οὖν ξυνοίσει ταῦτ' ἐρωτᾷ τῇ πόλει.

ΤΡ. Εὐβουλότεροι γενησόμεθα.

ΕΡ.                     Τρόπῳ τίνι;

 690ΤΡ. Ὅτι τυγχάνει λυχνοποιὸς ὤν. Πρὸ τοῦ μὲν οὖν

ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,

νυνὶ δ' ἅπαντα πρὸς λύχνον βουλεύσομεν.

ΕΡ. Ὢ ὤ,

οἷά μ' ἐκέλευσεν ἀναπυθέσθαι σου.

ΤΡ.                            Τὸ τί;

ΕΡ. Πάμπολλα, καὶ τἀρχαῖ' ἃ κατέλιπεν τότε·

 695Πρῶτον δ' ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.

ΤΡ. Εὐδαιμονεῖ· πάσχει δὲ θαυμαστόν.

ΕΡ.                           Τὸ τί;

ΤΡ. Ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.

ΕΡ. Σιμωνίδης; πῶς;

ΤΡ.              Ὅτι γέρων ὢν καὶ σαπρὸς

κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.

 700ΕΡ. Τί δαὶ Κρατῖνος ὁ σοφός; Ἔστιν;

ΤΡ.                            Ἀπέθανεν,

ὅθ' οἱ Λάκωνες ἐνέβαλον.

ΕΡ.                     Τί παθών;

ΤΡ.                             Ὅ τι;

ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο

ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.

Χἄτερα πόσ' ἄττ' οἴει γεγενῆσθ' ἐν τῇ πόλει;

 705Ὥστ' οὐδέποτ, ὦ δέσποιν', ἀφησόμεσθά σου.

ΕΡ. Ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε

γυναῖκα σαυτῷ τήνδε· κᾆτ' ἐν τοῖς ἀγροῖς

ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.

ΤΡ. Ὦ φιλτάτη, δεῦρ' ἐλθὲ καὶ δός μοι κύσαι.

 710Ἆρ' ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ,

ὦ δέσποθ' Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;

ΕΡ. Οὔκ, εἴ γε κυκεῶν' ἐπιπίοις βληχωνίαν.

Ἀλλ' ὡς τάχιστα τήνδε τὴν Θεωρίαν

ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ' ἦν.

 715ΤΡ. Ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,

ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν,

ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα.

Ἀλλ', ὦ φίλ' Ἑρμῆ, χαῖρε πολλά.

ΕΡ.                           Καὶ σύ γε,

ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.

 720ΤΡ. Ὦ κάνθαρ', οἴκαδ' οἴκαδ' ἀποπετώμεθα.

ΕΡ. Οὐκ ἐνθάδ', ὦ τᾶν, ἐστι.

ΤΡ.                     Ποῖ γὰρ οἴχεται;

ΕΡ. Ὑφ' ἅρματ' ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

ΤΡ. Πόθεν οὖν ὁ τλήμων ἐνθάδ' ἕξει σιτία;

ΕΡ. Τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.

 725ΤΡ. Πῶς δῆτ' ἐγὼ καταβήσομαι;

ΕΡ.                      Θάρρει, καλῶς·

τῃδὶ παρ' αὐτὴν τὴν θεόν.

ΤΡ.                     Δεῦρ', ὦ κόρα,

ἕπεσθον ἅμ' ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ

ποθοῦντες ὑμᾶς ἀναμένουσ' ἐστυκότες.

ΧΟ. Ἀλλ' ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες

 730τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα

περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.

Ἀλλὰ φυλάττετε ταῦτ' ἀνδρείως· ἡμεῖς δ' αὖ τοῖσι θεαταῖς

ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.

 

Χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποητὴς

 735αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις.

Εἰ δ' οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος

κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,

ἄξιος εἶναί φησ' εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.

Πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν

 740εἰς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας·

τούς θ' Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους

[τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,]

ἐξήλασ' ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν

οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,

 745ἵν' ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτ' ἀνέροιτο·

"Ὦ κακόδαιμον, τί τὸ δέρμ' ἔπαθες; Μῶν ὑστριχὶς εἰσέβαλέν σοι

εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;"

Τοιαῦτ' ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματ' ἀγεννῆ

ἐπόησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσ' οἰκοδομήσας

 750ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,

οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,

ἀλλ' Ἡρακλέους ὀργήν τιν' ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,

διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους.

Καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,

 755οὗ δεινόταται μὲν ἀπ' ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,

ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο

περὶ τὴν κεφαλήν, φωνὴν δ' εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,

φώκης δ' ὀσμήν, Λαμίας ‹δ'› ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.

Τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισ', ἀλλ' ὑπὲρ ὑμῶν πολεμίζων

 760ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. Ὧν εἵνεκα νυνὶ

ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.

Καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν

παῖδας ἐπείρων, ἀλλ' ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,

παῦρ' ἀνιάσας, πόλλ' εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.

 

 765     Πρὸς ταῦτα χρεὼν εἶναι μετ' ἐμοῦ

     καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·

     καὶ τοῖς φαλακροῖσι παραινοῦμεν

     ξυσπουδάζειν περὶ τῆς νίκης.

     Πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ

 770     κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις·

     "Φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ

     τῶν τρωγαλίων, καὶ μἀφαίρει

     γενναιοτάτου τῶν ποιητῶν

       ἀνδρὸς τὸ μέτωπον ἔχοντος".

 

     Μοῦσα, σὺ μὲν πολέμους ἀπ-                     Str.

     ωσαμένη μετ' ἐμοῦ

 775     τοῦ φίλου χόρευσον,

     κλείουσα θεῶν τε γάμους

     ἀνδρῶν τε δαῖτας

     καὶ θαλίας μακάρων· σοὶ

 780     γὰρ τάδ' ἐξ ἀρχῆς μέλει.

     Ἢν δέ σε Καρκίνος ἐλθὼν

  ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,

 785     μήθ' ὑπάκουε μήτ' ἔλ-

     θῃς συνέριθος αὐτοῖς,

     ἀλλὰ νόμιζε πάντας

  ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστὰς

νανοφυεῖς, σφυράδων ἀποκνήσματα, μηχανοδίφας.

   Καὶ γὰρ ἔφασχ' ὁ πατὴρ ὃ παρ' ἐλπίδας

     εἶχε τὸ δρᾶμα γαλῆν τῆς

 795     ἑσπέρας ἀπάγξαι.

 

     Τοιάδε χρὴ Χαρίτων δα-                          Ant.

     μώματα καλλικόμων

     τὸν σοφὸν ποητὴν

     ὑμνεῖν, ὅταν ἠρινὰ μὲν

 800     φωνῇ χελιδὼν

     ἑζομένη κελαδῇ, χο-

     ρὸν δὲ μὴ 'χῃ Μόρσιμος

     μηδὲ Μελάνθιος, οὗ δὴ

  πικροτάτην ὄπα γηρύσαντος ἤκουσ',

     ἡνίκα τῶν τραγῳδῶν

     τὸν χορὸν εἶχον ἁδελ-

     φός τε καὶ αὐτός, ἄμφω

  Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι,

γραοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι·

   ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ

     Μοῦσα θεὰ μετ' ἐμοῦ ξύμ-

     παιζε τὴν ἑορτήν.

 

ΤΡ. Ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ' εὐθὺ τῶν θεῶν.

 820Ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.

Μικροὶ δ' ὁρᾶν ἄνωθεν ἦστ'. Ἔμοιγέ τοι

ἀπὸ τοὐρανοῦ 'φαίνεσθε κακοήθεις πάνυ,

ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.

ΟΙ. Ὦ δέσποθ', ἥκεις;

ΤΡ.               Ὡς ἐγὼ 'πυθόμην τινός.

 825ΟΙ. Τί δ' ἔπαθες;

ΤΡ.            Ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν

διεληλυθώς.

ΟΙ.          Ἴθι νυν, κάτειπέ μοι ‑

ΤΡ.                            Τὸ τί;

ΟΙ. Ἄλλον τιν' εἶδες ἄνδρα κατὰ τὸν ἀέρα

πλανώμενον πλὴν σαυτόν;

ΤΡ.                    Οὔκ, εἰ μή γέ που

ψυχὰς δύ' ἢ τρεῖς διθυραμβοδιδασκάλων.

 830ΟΙ. Τί δ' ἔδρων;

ΤΡ.           Ξυνελέγοντ' ἀναβολὰς ποτώμεναι

τὰς ἐνδιαεριαυρονηχέτους τινάς.

ΟΙ. Οὐκ ἦν ἄρ' οὐδ' ἃ λέγουσι, κατὰ τὸν ἀέρα

ὡς ἀστέρες γιγνόμεθ', ὅταν τις ἀποθάνῃ;

ΤΡ. Μάλιστα.

ΟΙ.        Καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ

 835Ἴων ὁ Χῖος;

ΤΡ.           Ὅνπερ ἐπόησεν πάλαι

ἐνθάδε τὸν Ἀοῖόν ποθ'· ὡς δ' ἦλθ', εὐθέως

Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.

ΟΙ. Τίνες γάρ εἰσ' οἱ διατρέχοντες ἀστέρες,

οἳ καόμενοι θέουσιν;

ΤΡ.                 Ἀπὸ δείπνου τινὲς

 840τῶν πλουσίων οὗτοι βαδίζουσ' ἀστέρων

ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.

Ἀλλ' εἴσαγ' ὡς τάχιστα ταυτηνὶ λαβών,

καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν' ὕδωρ,

στόρνυ τ' ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.

 845Καὶ ταῦτα δράσας ἧκε δεῦρ' αὖθις πάλιν·

ἐγὼ δ' ἀποδώσω τήνδε τῇ βουλῇ τέως.

ΟΙ. Πόθεν δ' ἔλαβες ταύτας σύ;

ΤΡ.                       Πόθεν; ἐκ τοὐρανοῦ.

ΟΙ. Οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,

εἰ πορνοβοσκοῦσ' ὥσπερ ἡμεῖς οἱ βροτοί.

 850ΤΡ. Οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.

Ἄγε νυν ἴωμεν.

ΟΙ.             Εἰπέ μοι, δῶ καταφαγεῖν

ταύτῃ τι;

ΤΡ.        Μηδέν· οὐ γὰρ ἐθελήσει φαγεῖν

οὔτ' ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ' ἀεὶ

παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.

 855ΟΙ. Λείχειν ἄρ' αὐτῇ κἀνθάδε σκευαστέον.

 

ΧΟ.        Εὐδαιμονικῶς γ' ὁ πρε-                         Str.

       σβύτης, ὅσα γ' ὧδ' ἰδεῖν,

        τὰ νῦν τάδε πράττει.

ΤΡ. Τί δῆτ', ἐπειδὰν νυμφίον μ' ὁρᾶτε λαμπρὸν ὄντα;

 860ΧΟ.        Ζηλωτὸς ἔσει, γέρον,

       αὖθις νέος ὢν πάλιν,

        μύρῳ κατάλειπτος.

ΤΡ. Οἶμαι. Τί δῆθ', ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;

ΧΟ. Εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.

 865ΤΡ.        Οὔκουν δικαίως; ὅστις εἰς

       ὄχημα κανθάρου 'πιβὰς

       ἔσωσα τοὺς Ἕλληνας, ὥστ'

        ἐν τοῖς ἀγροῖς

       ἅπαντας ὄντας ἀσφαλῶς

        κινεῖν τε καὶ καθεύδειν.

ΟΙ. Ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·

ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται,

 870καὶ τἄλλ' ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.

ΤΡ. Ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν

ἁνύσαντε τῇ βουλῇ.

ΟΙ.                Τίς αὑτηί; Τί φῄς;

ΤΡ. Αὑτὴ Θεωρία 'στίν, ἣν ἡμεῖς ποτε

ἐπαίομεν Βραυρωνάδ' ὑποπεπωκότες,

 875σάφ' ἴσθι, κἀλήφθη γε μόλις.

ΟΙ.                        Ὦ δέσποτα,

ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.

ΤΡ. Εἶἑν· τίς ἐσθ' ὑμῶν δίκαιος, τίς ποτε;

Τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;

Οὗτος, τί περιγράφεις;

ΟΙ.                   Τὸ δεῖν', εἰς Ἴσθμια

 880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.

ΤΡ. Οὔπω λέγεθ' ὑμεῖς τίς ὁ φυλάξων; Δεῦρο σύ·

καταθήσομαι γὰρ αὐτὸς εἰς μέσους ‹σ'› ἄγων.

ΟΙ. Ἐκεινοσὶ νεύει.

ΤΡ.              Τίς;

ΟΙ.                  Ὅστις; Ἀριφράδης,

ἄγειν παρ' αὐτὸν ἀντιβολῶν.

ΤΡ.                       Ἀλλ', ὦ μέλε,

 885τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.

Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.

Βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.

Σκέψασθ' ὅσ' ὑμῖν ἀγαθὰ παραδώσω φέρων,

ὥστ'· εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει

 890ταύτης μετεώρω κᾆτ' ἀγαγεῖν ἀνάρρυσιν.

Τουτὶ δ' ὁρᾶτε τοὐπτάνιον.

ΟΙ.                       Οἴμ' ὡς καλόν.

Διὰ ταῦτα καὶ κεκάπνικεν ἆρ'· ἐνταῦθα γὰρ

πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ' ἦν.

ΤΡ. Ἔπειτ' ἀγῶνά γ' εὐθὺς ἐξέσται ποεῖν

 895ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,

[ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,]

πλαγίαν καταβάλλειν, εἰς γόνατα κῦβδ' ἱστάναι,

καὶ παγκράτιόν γ' ὑπαλειψαμένοις νεανικῶς

παίειν, ὀρύττειν, πὺξ ὁμοῦ καὶ τῷ πέει·

τρίτῃ δὲ μετὰ ταῦθ' ἱπποδρομίαν ἄξετε,

 900ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,

ἅρματα δ' ἐπ' ἀλλήλοισιν ἀνατετραμμένα

φυσῶντα καὶ πνέοντα προσκινήσεται·

ἕτεροι δὲ κείσονταί γ' ἀπεψωλημένοι

περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.

 905Ἀλλ', ὦ πρυτάνεις, δέχεσθε τὴν Θεωρίαν.

Θέασ' ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.

Ἀλλ' οὐκ ἄν, εἴ τι προῖκα προσαγαγεῖν σ' ἔδει,

ἀλλ' ηὗρον ἄν σ' ὑπέχοντα τὴν ἐκεχειρίαν.

 

 910ΧΟ.        Ἦ χρηστὸς ἀνὴρ πολί-                   Ant.

       της ἐστὶν ἅπασιν ὅσ-

        τις γ' ἐστὶ τοιοῦτος.

ΤΡ. Ὅταν τρυγᾶτ', εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.

ΧΟ.        Καὶ νῦν σύ γε δῆλος εἶ·

       σωτὴρ γὰρ ἅπασιν ἀν-

 915        θρώποις γεγένησαι.

ΤΡ. Φήσεις ‹γ'›, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.

ΧΟ. Καὶ πλήν γε τῶν θεῶν ἀεί σ' ἡγησόμεσθα πρῶτον.

ΤΡ.        Πολλῶν γὰρ ὑμῖν ἄξιος

       Τρυγαῖος Ἁθμονεὺς ἐγώ,

 920       δεινῶν ἀπαλλάξας πόνων

        τὸν δημότην ὅμιλον,

       καὶ τὸν γεωργικὸν λεὼν

        Ὑπέρβολόν τε παύσας.

ΟΙ. Ἄγε δή, τί νῷν ἐντευθενὶ ποητέον;

ΤΡ. Τί δ' ἄλλο γ' ἢ ταύτην χύτραις ἱδρυτέον;

ΟΙ. Χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;

 925ΤΡ. Τί δαὶ δοκεῖ; Βούλεσθε λαρινῷ βοΐ;

ΟΙ. Βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.

ΤΡ. Ἀλλ' ὑὶ παχείᾳ καὶ μεγάλῃ;

ΟΙ.                       Μὴ μή.

ΤΡ.                            Τιή;

ΟΙ. Ἵνα μὴ γένηται Θεογένους ὑηνία.

ΤΡ. Τῷ δαὶ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;

ΟΙ.                            Ὀί.

 930ΤΡ. Ὀί;

ΟΙ.    Ναὶ μὰ Δί'.

ΤΡ.              Ἀλλὰ τοῦτό γ' ἔστ' Ἰωνικὸν

τὸ ῥῆμ'.

ΟΙ.        Ἐπίτηδές γ', ἵν' ‹ὅταν› ἐν τἠκκλησίᾳ

ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι

ὑπὸ τοῦ δέους λέγωσ' Ἰωνικῶς· Ὀὶ ‑

ΤΡ. Εὖ τοι λέγεις.

ΟΙ.             καὶ τἄλλα γ' ὦσιν ἤπιοι.

 935Ὥστ' ἐσόμεθ' ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους

καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.

ΤΡ. Ἴθι νυν, ἄγ' ὡς τάχιστα τὸ πρόβατον λαβών·

ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ' ὅτου θύσομεν.

 

ΧΟ. Ὡς πάνθ' ὅσ' ἂν θεὸς θέλῃ χἠ τύχη, κατορθοῖ.              Str.

 940   Χωρεῖ κατὰ νοῦν, ἕτερον δ' ἑτέρῳ

     τούτων κατὰ καιρὸν ἀπαντᾷ.

ΤΡ. Ὡς ταῦτα δῆλά γ' ἔσθ'· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.

ΧΟ.    ‹Ἄγ'› ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ

   θεόθεν κατέχει πολέμου μετάτροπος

 945   αὔρα· νῦν γὰρ δαίμων φανερῶς

     εἰς ἀγαθὰ μεταβιβάζει.

ΤΡ. Τὸ κανοῦν πάρεστ' ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,

καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.

 950ΧΟ.      Οὔκουν ἁμιλλήσεσθον; ὡς

     ἢν Χαῖρις ὑμᾶς ἴδῃ,

     πρόσεισιν αὐλήσων ἄκλη-

     τος, κᾆτα τοῦτ' εὖ οἶδ' ὅτι

     φυσῶντι καὶ πονουμένῳ

 955       προσδώσετε δήπου.

ΤΡ. Ἄγε δή, τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα

περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.

ΟΙ. Ἰδού. Λέγοις ἂν ἄλλο· περιελήλυθα.

ΤΡ. Φέρε δή, τὸ δαλίον τόδ' ἐμβάψω λαβών.

 960Σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,

καὐτός τε χερνίπτου παραδοὺς ταύτην ἐμοί,

καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.

ΟΙ.                            Ἰδού.

ΤΡ. Ἔδωκας ἤδη;

ΟΙ.           Νὴ τὸν Ἑρμῆν, ὥστε γε

τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων

 965οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.

ΤΡ. Οὐχ αἱ γυναῖκές γ' ἔλαβον.

ΟΙ.                       Ἀλλ' εἰς ἑσπέραν

δώσουσιν αὐταῖς ἅνδρες.

ΤΡ.                    Ἀλλ' εὐχώμεθα.

Τίς τῇδε; Ποῦ ποτ' εἰσὶ πολλοὶ κἀγαθοί;

ΟΙ. Τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.

 970ΤΡ. Τούτους ἀγαθοὺς ἐνόμισας;

ΟΙ.                      Οὐ γάρ, οἵτινες

ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ

εἰς ταὐτὸ τοῦθ' ἑστᾶσ' ἰόντες χωρίον;

ΤΡ. Ἀλλ' ὡς τάχιστ' εὐχώμεθ'.

ΟΙ.                      Εὐχώμεσθα δή.

ΤΡ.   Ὦ σεμνοτάτη βασίλεια θεά,

 975  πότνι' Εἰρήνη,

  δέσποινα χορῶν, δέσποινα γάμων,

  δέξαι θυσίαν τὴν ἡμετέραν.

ΟΙ.   Δέξαι δῆτ', ὦ πολυτιμήτη,

  νὴ Δία, καὶ μὴ ποίει γ' ἅπερ αἱ

 980  μοιχευόμεναι δρῶσι γυναῖκες.

  Καὶ γὰρ ἐκεῖναι παρακλίνασαι

  τῆς αὐλείας παρακύπτουσιν·

  κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς

  ἀναχωροῦσιν·

 985  κᾆτ' ἢν ἀπίῃ, παρακύπτουσιν.

  Τούτων σὺ πόει μηδὲν ἔθ' ἡμῖν.

ΤΡ.   Μὰ Δί', ἀλλ' ἀπόφηνον ὅλην σαυτὴν

  γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς

  ἡμῖν, οἵ σου τρυχόμεθ' ἤδη

 990  τρία καὶ δέκ' ἔτη·

  λῦσον δὲ μάχας καὶ κορκορυγάς,

  ἵνα Λυσιμάχην σε καλῶμεν·

  παῦσον δ' ἡμῶν τὰς ὑπονοίας

  τὰς περικόμψους,

 995  αἷς στωμυλλόμεθ' εἰς ἀλλήλους·

  μεῖξον δ' ἡμᾶς τοὺς Ἕλληνας

  πάλιν ἐξ ἀρχῆς

  φιλίας χυλῷ καὶ συγγνώμῃ

  τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·

  καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν

1000  ἐμπλησθῆναι, 'κ Μεγάρων σκορόδων,

  σικύων πρῴων, μήλων, ῥοιῶν,

  δούλοισι χλανισκιδίων μικρῶν·

  κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν

  χῆνας, νήττας, φάττας, τροχίλους·

1005  καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,

  καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους

  ὀψωνοῦντας τυρβάζεσθαι

  Μορύχῳ, Τελέᾳ, Γλαυκέτῃ, ἄλλοις

  τένθαις πολλοῖς· κᾆτα Μελάνθιον

1010  ἥκειν ὕστερον εἰς τὴν ἀγοράν,

  τὰς δὲ πεπρᾶσθαι, τὸν δ' ὀτοτύζειν,

  εἶτα μονῳδεῖν ἐκ Μηδείας·

  "Ὀλόμαν, ὀλόμαν ἀποχηρωθεὶς

  τᾶς ἐν τεύτλοισι λοχευομένας·"

1015   τοὺς δ' ἀνθρώπους ἐπιχαίρειν.

Ταῦτ', ὦ πολυτίμητ', εὐχομένοις ἡμῖν δίδου.

Λαβὲ τὴν μάχαιραν· εἶθ' ὅπως μαγειρικῶς

σφάξεις τὸν οἶν.

ΟΙ.              Ἀλλ' οὐ θέμις.

ΤΡ.                          Τιὴ τί δή;

ΟΙ. Οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,

1020οὐδ' αἱματοῦται βωμός.

ΤΡ.                   Ἀλλ' εἴσω φέρων

θύσας τὰ μηρί' ἐξελὼν δεῦρ' ἔκφερε,

χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.

ΧΟ. Σὲ δὴ θύρασιν ‹ἐνθαδὶ› χρὴ μένοντα τοίνυν                Ant.

   σχίζας δευρὶ τιθέναι ταχέως

1025     τά τε πρόσφορα πάντ' ἐπὶ τούτοις.

ΤΡ. Οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;

ΧΟ.    Πῶς δ' οὐχί; Τί γάρ σε πέφευγ' ὅσα χρὴ

   σοφὸν ἄνδρα; Τί δ' οὐ σὺ φρονεῖς ὁπόσα χρε-

   ών ἐστιν τόν ‹γε› σοφῇ δόκιμον

1030     φρενὶ πορίμῳ τε τόλμῃ;

ΤΡ. Ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει.

Καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.

ΧΟ.      Τίς οὖν ἂν οὐκ ἐπαινέσει-

     εν ἄνδρα τοιοῦτον, ὅσ-

1035     τις πόλλ' ἀνατλὰς ἔσω-

     σε τὴν ἱερὰν πόλιν;

     ὥστ' οὐχὶ μὴ παύσει ποτ' ὢν

       ζηλωτὸς ἅπασιν.

ΤΡ. Ταυτὶ δέδραται. Τίθεσο τὼ μηρὼ λαβών·

1040ἐγὼ δ' ἐπὶ σπλάγχν' εἶμι καὶ θυλήματα.

ΟΙ. Ἐμοὶ μελήσει ταῦτά γ'·

ΤΡ.                   Ἀλλ' ἥκειν ἐχρῆν.

ΟΙ. Ἰδού, πάρειμι. Μῶν ἐπισχεῖν σοι δοκῶ;

ΤΡ. Ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ

προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.

1045ΟΙ. Τίς ἄρα ποτ' ἐστίν;

ΤΡ.                 Ὡς ἀλαζὼν φαίνεται.

ΟΙ. Μάντις τίς ἐστιν;

ΤΡ.               Οὐ μὰ Δί', ἀλλ' Ἱεροκλέης

οὗτός γέ πού 'σθ' ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.

ΟΙ. Τί ποτ' ἄρα λέξει;

ΤΡ.                Δῆλός ἐσθ' οὗτός γ' ὅτι

ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.

1050ΟΙ. Οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.

ΤΡ. Μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.

ΟΙ.                       Εὖ λέγεις.

ΙΕΡΟΚΛΗΣ

Τίς ἡ θυσία ποθ' αὑτηὶ καὶ τῷ θεῶν;

ΤΡ. Ὄπτα σὺ σιγῇ κἄπαγ' ἀπὸ τῆς ὀσφύος.

ΙΕ. Ὅτῳ δὲ θύετ' οὐ φράσεθ';

ΤΡ.                     Ἡ κέρκος ποεῖ

1055καλῶς.

ΟΙ.      Καλῶς δῆτ', ὦ πότνι' Εἰρήνη φίλη.

ΙΕ. Ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.

ΤΡ. Ὀπτᾶν ἄμεινον πρῶτον.

ΙΕ.                   Ἀλλὰ ταυταγὶ

ἤδη 'στὶν ὀπτά.

ΤΡ.             Πολλὰ πράττεις, ὅστις εἶ.

Κατάτεμνε.

ΙΕ.          Ποῦ τράπεζα;

ΤΡ.                    Τὴν σπονδὴν φέρε.

1060ΙΕ. Ἡ γλῶττα χωρὶς τέμνεται.

ΤΡ.                     Μεμνήμεθα.

Ἀλλ' οἶσθ' ὃ δρᾶσον;

ΙΕ.                  Ἢν φράσῃς.

ΤΡ.          Μὴ διαλέγου

νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.

ΙΕ. Ὦ μέλεοι θνητοὶ καὶ νήπιοι ‑

ΤΡ.                       Ἐς κεφαλὴν σοί.

ΙΕ. οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες

1065συνθήκας πεπόησθ' ἄνδρες χαροποῖσι πιθήκοις ‑

ΤΡ. Αἰβοιβοῖ.

ΙΕ.       Τί γελᾷς;

ΤΡ.               Ἥσθην χαροποῖσι πιθήκοις.

ΙΕ. καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,

ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.

ΤΡ.                        Εἴθε σου εἶναι

ὤφελεν, ὦλαζών, οὑτωσὶ θερμὸς ὁ πλεύμων.

1070ΙΕ. Εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,

μηδὲ Βάκις θνητούς, μηδ' αὖ νύμφαι Βάκιν αὐτὸν ‑

ΤΡ. Ἐξώλης ἀπόλοι', εἰ μὴ παύσαιο βακίζων.

ΙΕ. οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ' ἀναλῦσαι,

ἀλλὰ τόδε πρότερον ‑

ΤΡ.                Τοῖς ἁλσί γε παστέα ταυτί.

1075ΙΕ. Οὐ γάρ πω τοῦτ' ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,

φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

ΤΡ. Καὶ πῶς, ὦ κατάρατε, λύκος ποτ' ἂν οἶν ὑμεναιοῖ;

ΙΕ. Ἕως ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,

χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,

τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποῆσθαι.

1080ΤΡ. Ἀλλὰ τί χρῆν ἡμᾶς; Οὐ παύσασθαι πολεμοῦντας;

Ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,

ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;

ΙΕ. Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.

ΤΡ. Οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ 'ν πρυτανείῳ,

1085οὐδ' ἐπὶ τῷ πραχθέντι ποήσεις ὕστερον οὐδέν.

ΙΕ. Οὐδέποτ' ἂν θείης λεῖον τὸν τρηχὺν ἐχῖνον.

ΤΡ. Ἆρα φενακίζων ποτ' Ἀθηναίους ἔτι παύσει;

ΙΕ. Ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;

ΤΡ. Ὅνπερ κάλλιστον δήπου πεπόηκεν Ὅμηρος·

1090"Ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο

Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ' ἱερείῳ.

Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο,

ἔσπενδον δεπάεσσιν, ἐγὼ δ' ὁδὸν ἡγεμόνευον·"

χρησμολόγῳ δ' οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.

1095ΙΕ. Οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτ' εἶπε Σίβυλλα.

ΤΡ. Ἀλλ' ὁ σοφός τοι νὴ Δί' Ὅμηρος δεξιὸν εἶπεν·

"Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,

ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος."

ΙΕ. Φράζεο δή, μή πώς σε δόλῳ φρένας ἐξαπατήσας

1100ἰκτῖνος μάρψῃ ‑

ΤΡ.            Τουτὶ μέντοι σὺ φυλάττου,

ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.

Ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.

ΙΕ. Ἀλλ' εἰ ταῦτα δοκεῖ, κἀγὼ 'μαυτῷ βαλανεύσω.

ΤΡ. Σπονδὴ σπονδή.

1105ΙΕ. Ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.

ΤΡ. Ἀλλ' οὔπω τοῦτ' ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·

ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ' ἀπελθεῖν.

Ὦ πότνι' Εἰρήνη, παράμεινον τὸν βίον ἡμῖν.

ΙΕ. Πρόσφερε τὴν γλῶτταν.

ΤΡ.                 Σὺ δὲ τὴν σαυτοῦ γ' ἀπένεγκε.

1110ΟΙ. Σπονδή.

ΤΡ.      Καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.

ΙΕ. Οὐδεὶς προσδώσει μοι σπλάγχνων;

ΤΡ.                         Οὐ γὰρ οἷόν τε

ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

ΙΕ. Ναὶ πρὸς τῶν γονάτων.

ΤΡ.                 Ἄλλως, ὦ τᾶν, ἱκετεύεις·

οὐ γὰρ ποιήσεις λεῖον τὸν τρηχὺν ἐχῖνον.

1115Ἄγε δή, θεαταί, δεῦρο συσπλαγχνεύετε

μετὰ νῷν.

ΙΕ.        Τί δὲ δὴ 'γώ;

ΤΡ.                   Τὴν Σίβυλλαν ἔσθιε.

ΙΕ. Οὔτοι μὰ τὴν Γῆν ταῦτα κατέδεσθον μόνω,

ἀλλ' ἁρπάσομαι σφῷν αὐτά· κεῖται δ' ἐν μέσῳ.

ΤΡ. Ὢ παῖε παῖε τὸν Βάκιν.

ΙΕ.                    Μαρτύρομαι.

1120ΤΡ. Κἄγωγ', ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.

Παῖ' αὐτὸν ἐπέχων τῷ ξύλῳ, τὸν ἀλαζόνα.

ΟΙ. Σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,

ἁλάμβαν' αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.

ΤΡ. Οὐ καταβαλεῖς τὰ κῴδι', ὦ θυηπόλε;

1125Ἤκουσας; Ὁ κόραξ οἷος ἦλθ' ἐξ Ὠρεοῦ.

Οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;

 

ΧΟ.         Ἥδομαί γ' ἥδομαι                       Str.

       κράνους ἀπηλλαγμένος

       τυροῦ τε καὶ κρομμύων.

1130       Οὐ γὰρ φιληδῶ μάχαις,

        ἀλλὰ πρὸς πῦρ διέλ-

        κων μετ' ἀνδρῶν ἑταί-

        ρων φίλων, ἐκκέας,

        τῶν ξύλων ἅττ' ἂν ᾖ

        δανότατα τοῦ θέρους

1135        ἐκπεπρεμνισμένα

       κἀνθρακίζων τοὐρεβίνθου

       τήν τε φηγὸν ἐμπυρεύων,

        χἄμα τὴν Θρᾷτταν κυνῶν

        τῆς γυναικὸς λουμένης.

1140Οὐ γὰρ ἔσθ' ἥδιον ἢ τυχεῖν μὲν ἤδη 'σπαρμένα,

τὸν θεὸν δ' ἐπιψακάζειν, καί τιν' εἰπεῖν γείτονα·

"Εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;" ‑

"Ἐμπιεῖν ἔμοιγ' ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.

Ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας,

1145τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,

τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω 'κ τοῦ χωρίου.

Οὐ γὰρ οἷόν τ' ἐστὶ πάντως οἰναρίζειν τήμερον

οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον." ‑

"Κἀξ ἐμοῦ δ' ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·

1150ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,

εἴ τι μὴ 'ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·

ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ' ἅττα κἀκυδοιδόπα·

ὧν ἔνεγκ', ὦ παῖ, τρί' ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·

μυρρίνας τ' αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·

1155χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,

     ὡς ἂν ἐμπίῃ μεθ' ἡμῶν,

     εὖ ποιοῦντος κὠφελοῦντος

       τοῦ θεοῦ τἀρώματα."

 

       Ἡνίκ' ἂν δ' ἀχέτας                           Ant.

1160     ᾄδῃ τὸν ἡδὺν νόμον,

     διασκοπῶν ἥδομαι

     τὰς Λημνίας ἀμπέλους,

       εἰ πεπαίνουσιν ἤ-

     δη ‑ τὸ γὰρ φῖτυ πρῷ-

1165     ον φύσει ‑ τόν τε φή-

     ληχ' ὁρῶν οἰδάνοντ'·

     εἶθ' ὁπόταν ᾖ πέπων,

       ἐσθίω κἀπέχω

     χἄμα φήμ'· "Ὧραι φίλαι·" καὶ

     τοῦ θύμου τρίβων κυκῶμαι·

1170       κᾆτα γίγνομαι παχὺς

       τηνικαῦτα τοῦ θέρους

μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων

τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ' ὀξεῖαν πάνυ,

ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·

1175ἢν δέ που δέῃ μάχεσθ' ἔχοντα τὴν φοινικίδα,

τηνικαῦτ' αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·

κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν

τοὺς λόφους σείων· ἐγὼ δ' ἕστηκα λινοπτώμενος.

Ἡνίκ' ἂν δ' οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,

1180τοὺς μὲν ἐγγράφοντες ἡμῶν, τοὺς δ' ἄνω τε καὶ κάτω

ἐξαλείφοντες δὶς ἢ τρίς. "Αὔριον δ' ἔσθ' ἥξοδος."

Τῷ δὲ σιτί' οὐκ ἐώνητ'· οὐ γὰρ ᾔδειν ἐξιών·

εἶτα προσστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος

εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.

1185Ταῦτα δ' ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ' ἐξ ἄστεως

ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.

Ὧν ἔτ' εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.

       Πολλὰ γὰρ δή μ' ἠδίκησαν,

       ὄντες οἴκοι μὲν λέοντες,

1190        ἐν μάχῃ δ' ἀλώπεκες.

ΤΡ. Ἰοὺ ἰού.

Ὅσον τὸ χρῆμ' ἐπὶ δεῖπνον ἦλθ' εἰς τοὺς γάμους.

Ἔχ', ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·

πάντως γὰρ οὐδὲν ὄφελός ἐστ' αὐτῆς ἔτι.

1195Ἔπειτ' ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας

καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.

ΔΡΕΠΑΝΟΥΡΓΟΣ

Ποῦ ποῦ Τρυγαῖός ἐστιν;

ΤΡ.                     Ἀναβράττω κίχλας.

ΔΡ. Ὦ φίλτατ', ὦ Τρυγαῖ', ὅσ' ἡμᾶς τἀγαθὰ

δέδρακας εἰρήνην ποήσας· ὡς πρὸ τοῦ

1200οὐδεὶς ἐπρίατ' ἂν δρέπανον οὐδὲ κολλύβου,

νυνὶ δὲ πέντε γ' αὐτὰ δραχμῶν ἐμπολῶ,

ὁδὶ δὲ τριδράχμους τοὺς κάδους εἰς τοὺς ἀγρούς.

Ἀλλ', ὦ Τρυγαῖε, τῶν δρεπάνων τε λάμβανε

κάδων θ' ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·

1205ἀφ' ὧν γὰρ ἀπεδόμεσθα κἀκερδάναμεν

τὰ δῶρα ταυτί σοι φέρομεν εἰς τοὺς γάμους.

ΤΡ. Ἴθι νυν, καταθέμενοι παρ' ἐμοὶ ταῦτ' εἴσιτε

ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ

ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.

1210ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ

Οἴμ' ὡς προθέλυμνόν μ', ὦ Τρυγαῖ', ἀπώλεσας.

ΤΡ. Τί δ' ἐστίν, ὦ κακόδαιμον; Οὔ τί που λοφᾷς;

Ο. Κ. Ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,

καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ 'κεινουί.

ΤΡ. Τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;

1215Ο. Κ. Αὐτὸς σὺ τί δίδως;

ΤΡ.                Ὅ τι δίδωμ'; αἰσχύνομαι.

Ὅμως δ' ὅτι τὸ σφήκωμ' ἔχει πόνον πολύν,

δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας,

ἵν' ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.

Ο. Κ. Ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·

1220κρεῖττον γάρ, ὦ τᾶν, ἐστιν ἢ μηδὲν λαβεῖν.

ΤΡ. Ἀπόφερ' ἀπόφερ' ἐς κόρακας ἀπὸ τῆς οἰκίας.

Τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.

Οὐκ ἂν πριαίμην οὐδ' ἂν ἰσχάδος μιᾶς.

Ο. Κ. Τί δαὶ δεκάμνῳ τῷδε θώρακος κύτει

1225ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;

ΤΡ. Οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν.

Ἀλλ' αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·

ἐναποπατεῖν γάρ ἐστ' ἐπιτήδειος πάνυ ‑

Ο. Κ. Παῦσαί μ' ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.

1230ΤΡ. Ὡδί, παραθέντι τρεῖς λίθους. Οὐ δεξιῶς;

Ο. Κ. Ποίᾳ δ' ἀποψήσει ποτ', ὦμαθέστατε;

ΤΡ. Τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας

καὶ τῇδ'.

Ο. Κ.        Ἅμ' ἀμφοῖν δῆτ';

ΤΡ.                      Ἔγωγε νὴ Δία,

ἵνα μή γ' ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.

1235Ο. Κ. Ἔπειτ' ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;

ΤΡ. Ἔγωγε νὴ Δί', ὦπίτριπτ'. Οἴει γὰρ ἂν

τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;

Ο. Κ. Ἴθι δή, 'ξένεγκε τἀργύριον.

ΤΡ.                       Ἀλλ', ὦγαθέ,

θλίβει τὸν ὄρρον. Ἀπόφερ', οὐκ ὠνήσομαι.

1240Ο. Κ. Τί δ' ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,

ἣν ἐπριάμην δραχμῶν ποθ' ἑξήκοντ' ἐγώ;

ΤΡ. Μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας

ἔπειτ' ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,

γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.

1245Ο. Κ. Οἴμοι καταγελᾷς.

ΤΡ.               Ἀλλ' ἕτερον παραινέσω.

Τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,

ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην

πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται

τὰ σῦκ' ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.

1250Ο. Κ. Ὦ δυσκάθαρτε δαῖμον, ὥς μ' ἀπώλεσας,

ὅτ' ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ.

Καὶ νῦν τί δράσω; Τίς γὰρ αὔτ' ὠνήσεται;

ΤΡ. Πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·

ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.

1255Ο. Κ. Οἴμ', ὦ κρανοποί', ὡς ἀθλίως πεπράγαμεν.

ΤΡ. Οὗτος μὲν οὐ πέπονθεν οὐδέν.

Ο. Κ.                        Ἀλλὰ τί

ἔτ' ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;

ΤΡ. Ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν,

ἄμεινον ἢ νῦν αὔτ' ἀποδώσεται πολύ.

1260Ο. Κ. Ἀπίωμεν, ὦ δορυξέ.

ΤΡ.                Μηδαμῶς γ', ἐπεὶ

τούτῳ γ' ἐγὼ τὰ δόρατα ταῦτ' ὠνήσομαι.

Ο. Κ. Πόσον δίδως δῆτ';

ΤΡ.               Εἰ διαπρισθείη δίχα,

λάβοιμ' ἂν αὔτ' εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.

Ο. Κ. Ὑβριζόμεθα. Χωρῶμεν, ὦ τᾶν, ἐκποδών.

1265ΤΡ. Νὴ τὸν Δί', ὡς τὰ παιδί' ἤδη 'ξέρχεται

οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ', ἵνα

ἅττ' ᾄσεται προαναβάληταί, μοι δοκεῖ.

Ἀλλ' ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον,

αὐτοῦ παρ' ἐμὲ στὰν πρότερον ἀναβαλοῦ 'νθαδί.

1270ΠΑΙΔΙΟΝ Α΄

Νῦν αὖθ' ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα ‑

ΤΡ.                              Παῦσαι

ὁπλοτέρους ᾄδων, καὶ ταῦτ', ὦ τρισκακόδαιμον,

εἰρήνης οὔσης· ἀμαθές γ' εἶ καὶ κατάρατον.

Π. Α΄ Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,

σύν ῥ' ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.

1275ΤΡ. Ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;

Π. Α΄ Ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.

ΤΡ. Ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον

οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.

Π. Α΄ Ἀλλὰ τί δῆτ' ᾄδω; Σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.

1280ΤΡ. "Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα," καὶ τὰ τοιαυτί·

"ἄριστον προτίθεντο καὶ ἅσσ' ἥδιστα πάσασθαι."

Π. Α΄ Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων

ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.

ΤΡ. Εἶἑν· ἐκόρεσθεν τοῦ πολέμου κᾆτ' ἤσθιον.

1285Ταῦτ' ᾆδε, ταῦθ', ὡς ἤσθιον κεκορημένοι.

Π. Α΄ Θωρήσσοντ' ἄρ' ἔπειτα πεπαυμένοι ‑

ΤΡ.                            Ἄσμενοι, οἶμαι.

Π. Α΄ πύργων δ' ἐξεχέοντο, βοὴ δ' ἄσβεστος ὀρώρει.

ΤΡ. Κάκιστ' ἀπόλοιο, παιδάριον, αὐταῖς μάχαις·

οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. Τοῦ καί ποτ' εἶ;

1290Π. Α΄ Ἐγώ;

ΤΡ.     Σὺ μέντοι νὴ Δί'.

Π. Α΄                    Υἱὸς Λαμάχου.

ΤΡ. Αἰβοῖ.

Ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης

ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.

Ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδ' ἰών.

1295Ποῦ μοι τὸ τοῦ Κλεωνύμου 'στὶ παιδίον;

Ἆισον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδ' ὅτι

οὐ πράγματ' ᾄσει· σώφρονος γὰρ εἶ πατρός.

ΠΑΙΔΙΟΝ Β΄

Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ

ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων ‑

1300ΤΡ. Εἰπέ μοι, ὦ πόσθων, εἰς τὸν σαυτοῦ πατέρ' ᾄδεις;

Π. Β΄ ψυχὴν δ' ἐξεσάωσα ‑

ΤΡ.                καταισχυνάς γε τοκῆας.

Ἀλλ' εἰσίωμεν· εὖ γὰρ οἶδ' ἐγὼ σαφῶς

ὅτι ταῦθ' ὅσ' ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος

οὐ μὴ 'πιλάθῃ ποτ' ὢν ἐκείνου τοῦ πατρός.

1305Ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη 'νταῦθα τῶν μενόντων

φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν

     Ἀλλ' ἀνδρικῶς ἐμβάλλετε

καὶ σμώχετ' ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γάρ, ὦ πόνηροι,

1310λευκῶν ὀδόντων ἔργον ἔστ', ἢν μή τι καὶ μασῶνται.

ΧΟ. Ἡμῖν μελήσει ταῦτά γ'· εὖ ποεῖς δὲ καὶ σὺ φράζων.

Ἀλλ', ὦ πρὸ τοῦ πεινῶντες, ἐμβάλλεσθε τῶν λαγῴων·

     ὡς οὐχὶ πᾶσαν ἡμέραν

πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.

1315Πρὸς ταῦτα βρύκετ' ἢ τάχ' ὑμῖν φημι μεταμελήσειν.

ΤΡ. Εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν

δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπικελεύειν.

Καὶ τὰ σκεύη πάλιν εἰς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν

ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,

 

1320  κἀπευξαμένους τοῖσι θεοῖσιν

  διδόναι πλοῦτον τοῖς Ἕλλησιν,

  κριθάς τε ποεῖν ἡμᾶς πολλὰς

  πάντας ὁμοίως οἶνόν τε πολύν,

  σῦκά τε τρώγειν,

1325  τάς τε γυναῖκας τίκτειν ἡμῖν,

  καὶ τἀγαθὰ πάνθ' ὅσ' ἀπωλέσαμεν

  συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,

   λῆξαί τ' αἴθωνα σίδηρον.

   Δεῦρ', ὦ γύναι, εἰς ἀγρόν,

1330   χὤπως μετ' ἐμοῦ καλὴ

     καλῶς κατακείσει.

     Ὑμήν, Ὑμέναι' ὤ.

ΧΟ.      Ὦ τρισμάκαρ, ὡς δικαί-

     ως τἀγαθὰ νῦν ἔχεις.

1335     Ὑμήν, Ὑμέναι' ὤ.

     Ὑμήν, Ὑμέναι', ὤ.

ΤΡ.      Τί δράσομεν αὐτήν;

ΧΟ.      Τί δράσομεν αὐτήν;

ΤΡ.      Τρυγήσομεν αὐτήν.

1340ΧΟ.      Τρυγήσομεν αὐτήν.

     Ἀλλ' ἀράμενοι φέρω-

     μεν οἱ προτεταγμένοι

       τὸν νυμφίον, ὦνδρες.

     Ὑμήν, Ὑμέναι', ὤ.

1345     Ὑμήν, Ὑμέναι' ὤ.

ΤΡ.      Οἰκήσετε γοῦν καλῶς

     οὐ πράγματ' ἔχοντες, ἀλ-

       λὰ συκολογοῦντες.

     Ὑμήν, Ὑμέναι', ὤ.

1350     Ὑμήν, Ὑμέναι', ὤ.

ΧΟ.      Τοῦ μὲν μέγα καὶ παχύ,

     τῆς δ' ἡδὺ τὸ σῦκον.

ΤΡ.      Φήσεις γ' ὅταν ἐσθίῃς

     οἶνόν τε πίῃς πολύν.

1355     Ὑμήν, Ὑμέναι', ὤ.

     Ὑμήν, Ὑμέναι', ὤ.

     Ὦ χαίρετε χαίρετ' ἄν-

     δρες· κἂν ξυνέπησθέ μοι,

       πλακοῦντας ἔδεσθε.