7527 338 0 0 0 0 IV-III a. C. Tragedia Lycophron I Alexandra Mascialino, L., Leipzig, Teubner, 1964 8

Lycophron - Alexandra

ΑΛΕΞΑΝΔΡΑ

Λέξω τὰ πάντα νητρεκῶς, ἅ μ' ἱστορεῖς,

ἀρχῆς ἀπ' ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,

σύγγνωθι, δέσποτ'· οὐ γὰρ ἥσυχος κόρη

ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα·

   5ἀλλ' ἄσπετον χέασα παμμιγῆ βοὴν

δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,

Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.

τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,

κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ

  10πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων

οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος

ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.

ἐγὼ δ' ἄκραν βαλβῖδα μηρίνθου σχάσας

ἄνειμι λοξῶν ἐς διεξόδους ἐπῶν,

  15πρώτην ἀράξας νύσσαν, ὡς πτηνὸς δρομεύς.

   Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον

κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,

Τιθωνὸν ἐν κοίτῃσι τῆς Κέρνης πέλας

λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.

  20οἱ δ' οὖσα γρώνης εὐγάληνα χερμάδος

ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν

ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν

ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις

πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,

  25ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,

ἄφλαστα καὶ φώσσωνας ὠργυιωμένους

ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.

ἡ δ' ἔνθεον σχάσασα βακχεῖον στόμα

Ἄτης ἀπ' ἄκρων βουπλανοκτίστων λόφων

  30τοιῶνδ' ἀπ' ἀρχῆς ἦρχ' Ἀλεξάνδρα λόγων·

   Αἰαῖ, τάλαινα θηλαμὼν κεκαυμένη,

καὶ πρόσθε μὲν πεύκῃσιν οὐλαμηφόροις

τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις

Τρίτωνος ἠμάλαψε κάρχαρος κύων.

  35ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος

τινθῷ λέβητος ἀφλόγοις ἐπ' ἐσχάραις

σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,

ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,

ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ

  40τύψας ἀτράκτῳ στέρνον ἔν τ' αὐλῷ μέσῳ

πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας

Κρόνου παρ' αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς

ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,

ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς

  45στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα

κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,

ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ

σάρκας καταίθων λοφνίσιν δωμήσατο,

Λέπτυνιν οὐ τρέμουσαν οὐδαίαν θεόν·

  50ἐξηνάριξεν ὅν ποτ' ἀξίφῳ δόλῳ

νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι.

λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην

ταῖς τ' Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου

Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς

  55παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,

τοῖς Τευταρείοις βουκόλου πτερώμασι·

τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ

στείλασα κοῦρον τὸν κατήγορον χθονὸς

ἄξει, πατρὸς μομφῇσιν ἠγριωμένη,

  60λέκτρων θ' ἕκατι τῶν τ' ἐπεισάκτων γάμων.

αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον

ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρόν,

Γιγαντοραίστοις ἄρδισιν τετρωμένου

πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,

  65πύργων ἀπ' ἄκρων πρὸς νεόδμητον νέκυν

ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·

πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη

ψυχὴν περισπαίροντι φυσήσει νεκρῷ.

   Στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς

  70αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων

καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.

στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος

δύπτου κέλωρος, ὅς ποτ' ἐν ῥαπτῷ κύτει,

ὁποῖα πόρκος Ἰστριεὺς τετρασκελής,

  75ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας

Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,

Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς

λιπών, ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,

ὅτ' ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα

  80Ζηνὸς καχλάζων νασμός. οἱ δὲ πρὸς πέδῳ

πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν

νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.

φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν

φάλλαι τε καὶ δελφῖνες αἵ τ' ἐπ' ἀρσένων

  85φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.

   Λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον

τρήρωνος εἰς ἅρπαγμα, Πεφναίας κυνός,

ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,

κελυφάνου στρόβιλον ὠστρακωμένην.

  90   Καὶ δή σε ναύτην Ἁχερουσία τρίβος

καταιβάτις πύγαργον οὐ πατρὸς κόπρους

στείβοντα ῥακτῶν βουστάθμων ξενώσεται,

ὡς πρόσθε κάλλους τὸν θυωρίτην τριπλαῖς.

ἀλλ' ὀστρίμων μὲν ἀντί, Γαμφηλὰς ὄνου

  95καὶ Λᾶν περήσεις, ἀντὶ δ' εὐχίλου κάπης

καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης

τράμπις σ' ὀχήσει καὶ Φερέκλειοι πόδες

δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,

ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας

 100πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,

σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.

καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,

δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς

καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων

 105ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,

Θύσῃσιν ἁρμοῖ μηλάτων ἀπάργματα

φλέγουσαν ἐν κρόκῃσι καὶ Βύνῃ θεᾷ,

θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τ' ἄκραν,

αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.

 110νήσῳ δ' ἐνὶ δράκοντος ἐκχέας πόθον

Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,

τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,

ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων

κεναῖς ἀφάσσων ὠλέναισι δέμνια.

 115ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις

στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται

καὶ δάκρυ, νῆις δ' ἐστὶ καὶ τητώμενος

ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτ' εἰς ἐπακτίαν

Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην

 120χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,

ἀλλ' ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,

κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,

νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,

τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας

 125καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς

στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης

Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν·

κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης,

τῆς θ' Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,

 130ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,

λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος.

ὃς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους

χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος

οὐδ' Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις

 135σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον

ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,

λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,

ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.

τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,

 140ἄσιτα κἀδώρητα φορμίζων μέλη.

κλαίων δὲ πάτραν τὴν πρὶν ᾐθαλωμένην

ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος

τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.

γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς

 145πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός,

νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.

δοιὼ μὲν ἁρπακτῆρας αὐγάσαι λύκους

πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας.

τὸν δ' ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν

[9]

 150βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,

Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.

οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ

Ἕρκυνν' Ἐρινὺς Θουρία Ξιφηφόρος

ἄσαρκα μιστύλασ' ἐτύμβευσεν φάρῳ,

 155τὸν ὠλενίτην χόνδρον ἐνδατουμένη.

ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον

φυγόντα Ναυμέδοντος ἁρπακτήριον

ἔστειλ' Ἐρεχθεὺς ἐς Λετριναίους γύας

λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν

 160τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,

γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις

βουλαῖς ἀνάγνοις, ἃς ὁ Καδμίλου γόνος

ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον

φερωνύμους ἔδυψε Νηρέως τάφους,

 165πανώλεθρον κηλῖδα θωύξας γένει,

ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν

καὶ τὴν ὁπλαῖς Ἅρπινναν Ἁρπυίαις ἴσην.

τὸν δ' αὖ τέταρτον αὐθόμαιμον ὄψεται

κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων

 170τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης

λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις

τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον

εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,

τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς

 175τῆς ξεινοβάκχης, ὅν ποτ' Οἰνώνης φυγάς,

μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,

Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,

ἀφ' ἑπτὰ παίδων φεψάλῳ σποδουμένων

μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.

 180χὡ μὲν παλιμπόρευτον ἵξεται τρίβον,

σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,

ὁποῖς κοῦρος δῶμα κινήσας καπνῷ·

οἱ δ' αὖ προγεννήτειραν οὐλαμωνύμου

βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,

 185τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,

ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς

ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,

δαρὸν φαληριῶσαν οἰκήσει σπίλον

Κέλτρου πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,

 190ποθῶν δάμαρτα, τήν ποτ' ἐν σφαγαῖς κεμὰς

λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.

βαθὺς δ' ἔσω ῥηγμῖνος αὐδηθήσεται

ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,

στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν

 195καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην

Γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας

Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ

κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν

σάρκας λεβητίζουσα δαιταλουργίᾳ.

 200   Χὡ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,

εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.

οἱ δ' ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου,

σὺν μητρὶ τέκνων νηπίων κρεανόμου,

ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν

 205στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,

σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων

Σφάλτην ἀνευάζοντες, ᾧ ποτ' ἐν μυχοῖς

Δελφινίου παρ' ἄντρα Κερδῴου θεοῦ

Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται

 210ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.

ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν

δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος

λέοντα θοίνης ἴχνος ἐμπλέξας λύγοις

σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν

 215κείροντ' ὀδόντι καὶ λαφυστίαις γνάθοις.

   Λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,

σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρῃ

δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.

   Ὡς μή σε Κάδμος ὤφελ' ἐν περιρρύτῳ

 220Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,

τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,

τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,

τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε.

μὴ δ' Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ

 225χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,

μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας

μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·

οὐκ ἂν τοσῶνδε κῦμ' ἐπέκλυσεν κακῶν.

   Καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος

 230ζέουσαν αἰθύῃσι πλεκτανοστόλοις

γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.

   Καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,

στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,

τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα

 235ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,

ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,

αἰθυιόθρεπτος πορκέων λιναγρέτης,

κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,

χηλῷ κατεδρύφαξε διπτύχους γονάς.

 240σὺν τοῖς δ' ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς

μνήμων ἐφετμάς, ἀλλὰ ληθάργῳ σφαλείς,

πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.

   Καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι

ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,

 245ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς

εἰς θῖν' ἐρείσας λοισθίαν αἴθων λύκος

κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,

πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.

   Καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,

 250στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.

ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη

κεῖται, πέφρικαν δ' ὥστε ληίου γύαι

λόγχαις ἀποστίλβοντες. οἰμωγὴ δέ μοι

ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,

 255πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,

γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,

ἄλλην ἐπ' ἄλλῃ συμφορὰν δεδεγμένων.

   Ἐκεῖνό σ', ὦ τάλαινα καρδία, κακὸν

ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,

 260εὖτ' ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων

πτεροῖσι χέρσον αἰετὸς διαγράφων

ῥαιβοῖ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,

κλάζων τ' ἄμικτον στόματι ῥιγίστην βοήν,

τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν

 265Πτῴου τε πατρός, ἁρπάσας μετάρσιον,

ὄνυξι γαμφηλῇσί θ' αἱμάσσων δέμας,

ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,

λευρᾶς βοώτης γατομῶν δι' αὔλακος.

λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,

 270σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,

αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον

Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,

κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος

νύμφαισιν, αἳ φίλαντο Βηφύρου γάνος,

 275Λειβηθρίην θ' ὕπερθε Πιμπλείας σκοπήν,

ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον

καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον

δῦναι, παρ' ἱστοῖς κερκίδος ψαύσας κρότων,

καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,

 280τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.

   Ὦ δαῖμον, οἷον κίον' αἰστώσεις δόμων,

ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·

οὐ μὴν ἀνατεί γ' οὐδ' ἄνευ μόχθων πικρῶν

πένθους θ' ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,

 285ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,

ἀλλ' ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν

πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,

καλῶν ἐπ' εὐχαῖς πλεῖστα Φύξιον Δία

πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.

 290τότ' οὔτε τάφρος οὔτε ναυλόχων σταθμῶν

πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,

οὐ γεῖσα χραισμήσουσιν οὐδ' ἐπάλξιες·

ἀλλ' ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ

καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς,

 295ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους

πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων

πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.

   Πολλοὺς δ' ἀριστεῖς πρωτόλειά θ' Ἑλλάδος

αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους

 300αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,

φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.

ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,

τὰς σὰς στένουσα καὶ δι' αἰῶνος ταφάς.

οἰκτρὸν γάρ, οἰκτρὸν κεῖν' ἐπόψομαι φάος

 305καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,

μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.

   Αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,

ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,

ὅς τ' ἄγριον δράκοντα πυρφόρῳ βαλὼν

 310ἴυγγι τόξων, τὸν τυπέντα δ' ἐν βρόχοις

μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,

πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,

καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.

   Οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας

 315καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.

ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις

χανοῦσα κευθμῷ χείσεται διασφάγος,

λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,

ἵν' ἄλμα πάππου καὶ χαμευνάδος μόροι

 320τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι

σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,

πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·

σὲ δ' ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους

ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,

 325μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,

ἣν ἐς βαθεῖαν λαιμίσας ποιμανδρίαν

στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων

ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,

λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.

 330σὲ δ' ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα

πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ,

ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ,

κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,

μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.

 335   Ὁ δ' ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς

κρηπῖδα πηγῷ νέρθε καλλυνεῖ πλόκῳ,

ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας

ὠνητὸς αἰθαλωτὸν ἐς πάτραν μολών,

τὸ πρὶν δ' ἀμυδρὸν οὔνομ' αἰστώσας σκότῳ,

 340ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν

ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς

φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον

ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,

τῆς Σισυφείας δ' ἀγκύλης λαμπούριδος

 345λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος

τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι

καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.

   Ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη

ἐν παρθενῶνος λαΐνου τυκίσμασιν,

 350ἄνις τεράμνων, εἰς ἀνώροφον στέγην

εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,

ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν

λίπτοντ' ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,

ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη

 355πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι

τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,

τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος

γαμφαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,

ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην

 360ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.

ἣ δ' εἰς τέραμνα δουρατογλύφου στέγης

γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,

ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,

ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.

 365   Ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων

Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,

οὐκ ὀστοθήκαις χοιράδων ἐφημένους,

οὐδ' ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην

κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,

 370ἀλλ' οὔνομ' οἰκτρὸν καὶ κενηρίων γραφὰς

θερμοῖς τεκόντων δακρύοις λελουμένας

παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.

   Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ

σπίλοι τε κὰτ Τρύχαντα καὶ τραχὺς Νέδων

 375καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων

γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,

ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν

σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,

ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου

 380δίναις παλιρροίοισιν ἕλκοντος σάλου,

ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς

πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης

σκηπτὸς κατ' ὄρφνην γεύσεται δῃουμένων,

ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων

 385λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου

σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.

   Τὸν δ' οἷα δύπτην κηρύλον διὰ στενοῦ

αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,

διπλῶν μεταξὺ χοιράδων σαρούμενον.

 390Γυραῖσι δ' ἐν πέτραισι τερσαίνων πτερὰ

στάζοντα πόντου δευτέραν ἅλμην σπάσει,

βληθεὶς ἀπ' ὄχθων τῷ τριωνύχῳ δορί,

ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς

ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου

 395κόκκυγα κομπάζοντα μαψαύρας στόβους.

ψυχρὸν δ' ἐπ' ἀκταῖς ἐκβεβρασμένον νέκυν

δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.

τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν

κρύψει κατοικτίσασα Νησαίας κάσις,

 400Δίσκου μεγίστου τάρροθος Κυναιθέως.

τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης

τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.

τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν

λυπρὸς παρ' Ἅιδην δεννάσει κακορροθῶν,

 405ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις

ἔρωτας οὐκ ἔρωτας, ἀλλ' Ἐρινύων

πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.

   Ἅπασα δ' ἄλγη δέξεται κωκυμάτων,

ὅσην Ἄραιθος ἐντὸς ἠδὲ δύσβατοι

 410Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,

οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα

ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.

πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται

βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις

 415νήριθμος ἑσμός· οἱ δ' ἐπὶ ξένης ξένοι

παῶν ἔρημοι δεξιώσονται τάφους.

   Τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,

Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,

κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας

 420κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,

τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,

ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,

ὅτ' εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.

   Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι

 425Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν.

τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,

συὸς παραπλαγχθέντα θηλείας τόκων,

ὅτ' εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν

τὸν ἀνθάμιλλον, αὐτὸς ἐκ μαντευμάτων

 430σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον.

τὸν δ' αὖ, τέταρτον ἐγγόνων Ἐρεχθέως,

Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς.

τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ

στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,

 435ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,

ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,

ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι

πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.

   Δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς

 440αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες

δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν

πύργων ὑπὸ πτέρνῃσι Παμφύλου κόρης.

αἰπὺς δ' ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ

Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,

 445ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας

δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.

   Οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν

καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν

Μορφὼ παροικήσουσι τὴν Ζηρυνθίαν.

 450ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος

Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,

οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς

πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,

τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν

 455χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ

χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,

μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον

κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,

ἦμος καταίθων θύσθλα Κωμύρῳ λέων

 460σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,

σκύμνον παρ' ἀγκάλῃσιν ἀείτα βράσας.

οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος

πρηστὴρ Ἐνυοῦς, οὔποτ' ἐς φύζαν τραπείς,

ταῦρος βαρύφρων δυσμενεστάτου ξένων

 465ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν

πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.

ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,

ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,

δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.

 470ἣν δή ποτ' ἐν ῥήτρῃσι δημοτῶν σταθεὶς

γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ

στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,

τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,

ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,

 475λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.

ὁ δ' ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας

Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,

χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.

ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,

 480χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς

λυκαινομόρφων Νυκτίμου κρεανόμων,

τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν

σπληδῷ κατ' ἄκρον χεῖμα θαλψάντων πυρός,

χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει

 485βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.

οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ

βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.

ἔγνω δ' ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,

ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν

 490μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.

ὁ δ' αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ

στόρθυγξ, δεδουπὼς τὸν κτανόντ' ἠμύνατο

πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.

τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας

 495κέλωρ γίγαντος ὅπλα, τοῦ ποτ' εἰς λέχος

λαθραῖον αὐτόκλητος Ἰδαία πόρις

ἡ ζῶσ' ἐς Ἅιδην ἵξεται καταιβάτις,

θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·

ὃν δή ποτ' ἀγρώσσοντα Κρηστώνης ἔχις

 500κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,

ὅταν τεκόντος αἰχμάλωτος ἐς χέρας

ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον

βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν

δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι

 505τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,

ὧν ὀστράκου στρόβιλος ἐντετμημένος

κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.

τὰ δ' ἄλλα θριπόβρωτος ἄψαυστος δόμων

σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.

 510ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον

τοῖς ἡμιθνήτοις διπτύχοις Λαπερσίοις.

οὓς μήποτ', ὦ Ζεῦ σῶτερ, ἐς πάτραν ἐμὴν

στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί.

μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας

 515πρύμνης ἀπ' ἄκρας γυμνὸν αἰψηρὸν πόδα

εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν.

μηδ' οἱ λεόντων τῶνδε καρτερώτεροι,

ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,

καὶ δῖ' Ἐνυὼ καὶ Τριγέννητος θεὰ

 520Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.

οὐκ ἂν τὰ χειρώνακτες ἐργάται διπλοῖ,

Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,

ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,

ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις

 525στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,

καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν

ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν

ἔχοντα καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ

μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.

 530οὗ δή ποτ' αἴθων πρῶτα καινίσει δόρυ

κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,

Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους

ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,

Μαζουσία προὔχουσα χερσαίου κέρως.

 535ἀλλ' ἔστι γάρ τις, ἔστι καὶ παρ' ἐλπίδα

ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος

δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,

ὅς, τὸν πλανήτην ὀρθάγην ὅταν δόμοις

σίνιν καταρρακτῆρα δέξωνται πικρὸν

 540οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε

μέλλοντες ἔν τε δαιτὶ καὶ θαλυσίοις

λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,

θήσει βαρὺν κολῳὸν ἐν λέσχαις μέσον.

καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ

 545βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,

αὖθις δ' ἐναιχμάσουσιν αὐτανέψιοι,

ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους

βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων

χρῄζοντες ἀλφῆς τῆς ἀεδνώτου δίκην.

 550ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος

ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,

ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.

ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος

φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,

 555λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.

ὁ δ' αὖ σιγύμνῳ πλεύρ' ἀναρρήξας βοὸς

κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι

πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,

ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.

 560ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ

ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς

οὐδ' ὁ Σκιαστὴς Ὀρχιεὺς Τελφούσιος

ἐμέμψατ', ἐν χάρμαισι ῥαιβώσας κέρας.

καὶ τοὺς μὲν Ἅιδης, τοὺς δ' Ὀλύμπιοι πλάκες

 565παρ' ἦμαρ αἰεὶ δεξιώσονται ξένους,

φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.

καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,

βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.

ἄλλων δ' ἄπλατον χειρὶ κινήσει νέφος,

 570ὧν οὐδ' ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος

σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον

μίμνειν ἀνώγων θεσφάτοις πεπεισμένους,

τροφὴν δ' ἀμεμφῆ πᾶσι τριπτύχους κόρας

ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν

 575μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,

Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.

ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς

μυληφάτου χιλοῖο δαιδαλευτρίας,

ἕρπιν τε ῥέζειν ἠδ' ἀλοιφαῖον λίπος,

 580οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.

αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν

τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε

Σιθῶνος εἰς θυγατρὸς εὐναστήριον.

καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι

 585στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι.

Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας

λαῶν ἄνακτες, ἀλλ' ἀνώνυμοι σποραί,

πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς

Γόλγων ἀνάσσης, ὧν ὁ μὲν Λάκων' ὄχλον

 590ἄγων Θεράπνης, θάτερος δ' ἀπ' Ὠλένου

Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.

   Ὁ δ' Ἀργυρίππαν Δαυνίων παγκληρίαν

παρ' Αὐσονίτην Φυλαμὸν δωμήσεται,

πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν

 595οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν

δίαιταν αἰνήσουσι πορκέων δίκην,

κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.

ῥάμφεσσι δ' ἀγρώσσοντες ἐλλόπων θοροὺς

φερώνυμον νησῖδα νάσσονται πρόμου,

 600θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῳ

ἀγυιοπλαστήσαντες ἐμπέδοις τομαῖς

πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.

ὁμοῦ δ' ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην

νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν

 605κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις

κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,

καὶ κρίμνα χειρῶν κἀπιδόρπιον τρύφος

μάζης σπάσονται προσφιλὲς κνυζούμενοι,

τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.

 610Τροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης

ἔσται κακῶν τε πημάτων παραίτιον,

ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων

πρὸς λέκτρα. τύμβος δ' αὐτὸν ἐκσώσει μόρου

Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.

 615κολοσσοβάμων δ' ἐν πτυχαῖσιν Αὐσόνων

σταθεὶς ἐρείσει κῶλα χερμάδων ἔπι

τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,

τὸν ἑρματίτην νηὸς ἐκβαλὼν πέτρον.

κρίσει δ' Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς

 620εὐχὰς ἀρούραις ἀμφ' ἐτητύμους βαλεῖ,

Δηοῦς ἀνεῖναι μήποτ' ὄμπνιον στάχυν

γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,

ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας

χέρσον λαχήνῃ βουσὶν αὔλακας τεμών.

 625στήλαις δ' ἀκινήτοισιν ὀχμάσει πέδον,

ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται

μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως

αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν,

ἄνδηρ' ἀπέζοις ἴχνεσιν δατούμεναι.

 630θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,

ὅσοι παρ' Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,

δράκοντα τὸν φθείραντα Φαίακας κτανών.

   Οἱ δ' ἀμφικλύστους χοιράδας Γυμνησίας

σισυρνοδῦται καρκίνοι πεπλωκότες

 635ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,

τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.

ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην

ἄδορπα παιδεύσουσι νηπίους γονάς.

οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,

 640πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχω λίθῳ

ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.

καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς

Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,

Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι

 645Γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους

Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θ' ἕδος

καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θ' ὕδωρ.

   Τοὺς δ' ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας

στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ

 650καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπάς,

τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως

τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα,

ἁρπυιογούνων κλώμακάς τ' ἀηδόνων

πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,

 655πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,

λώβαισι παντοίαισιν ἐσπαραγμένους,

ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων,

δελφινόσημον κλῶπα Φοινίκης θεᾶς.

ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας

 660χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον

χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.

ἐπόψεται δὲ λείψανον τοξευμάτων

τοῦ Κηραμύντου Πευκέως Παλαίμονος.

οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη

 665σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.

ἄλλος δ' ἐπ' ἄλλῳ μόχθος ἄθλιος μενεῖ

τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.

ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;

ποία δ' Ἐρινὺς μιξοπάρθενος κύων;

 670τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος

Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει

πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;

ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται

δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,

 675καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι

στένοντες ἄτας ἐν συφοῖσι φορβάδες

γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς

καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης

μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς

 680Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.

ἥξει δ' ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν

καὶ νεκρόμαντιν πέμπελον διζήσεται

ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας.

ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,

 685καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,

πήλας ἀκούσει κεῖθι πεμφίδων ὄπα

λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.

ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον

θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας

 690φλογμῷ ζέουσα δέξεται μονόστολον.

ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος

δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,

οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.

Βαίου δ' ἀμείψας τοῦ κυβερνήτου τάφον

 695καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν

ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν

Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν

χωστὰς, Ὀβριμοῦς τ' ἄλσος, οὐδαίας Κόρης,

πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος

 700τείνει πρὸς αἴθραν κρᾶτα πολυδέγμων λόφος,

ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν

πηγαὶ κατ' Αὐσονῖτιν ἕλκονται χθόνα,

λιπὼν δὲ Ληθαιῶνος ὑψηλὸν κλέτας

λίμνην τ' Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ

 705καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,

Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς

ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,

λοιβῆς ἀφύσσων χρυσέαις πέλλαις γάνος,

μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·

 710θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,

πήληκα κόρσῃ κίονος προσαρμόσας.

κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,

οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,

αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς

 715Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,

ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.

τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην

Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα.

οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης

 720λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν

ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.

ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως

Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον

πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς

 725γείτων θ' ὁ Λᾶρις ἐξερεύγονται ποτά.

Λίγεια δ' εἰς Τέριναν ἐκναυσθλώσεται,

κλύδωνα χελλύσσουσα, τὴν δὲ ναυβάται

κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,

Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.

 730λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης

ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.

πρώτῃ δὲ καί ποτ' αὖθι συγγόνων θεᾷ

κραίνων ἁπάσης Μόψοπος ναυαρχίας

πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον

 735χρησμοῖς πιθήσας, ὅν ποτ' αὐξήσει λεὼς

Νεαπολιτῶν, οἳ παρ' ἄκλυστον σκέπας

ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.

βύκτας δ' ἐν ἀσκῷ συγκατακλείσας βοός,

παλινστροβήτοις πημοναῖς ἀλώμενος

 740κεραυνίῃ μάστιγι συμφλεχθήσεται

καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ,

ὡς μὴ καταβρώξῃ νιν ἐν ῥόχθοις κλύδων

Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.

βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις

 745ἀναυλόχητον αὐτοκάβδαλον σκάφος

βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας

αὐτουργότευκτον βᾶριν, ἐς μέσην τρόπιν

εἰκαῖα γόμφοις προστεταργανωμένην.

ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας

 750τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον

αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ

πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.

πόντου δ' ἄυπνος ἐνσαρούμενος μυχοῖς

ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος

 755ἔσται. παρ' ἄλλου δ' ἄλλος, ὡς πεύκης κλάδον,

βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.

μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς

ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον

καὶ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας

 760μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται

στόρθυγξι. νῆσον δ' εἰς Κρόνῳ στυγουμένην

Ἅρπην περάσας, μεζέων κρεανόμον,

ἄχλαινος ἵκτης πημάτων λυγρῶν κόπις,

τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,

 765ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.

οὔπω μάλ', οὔπω, μὴ τοσόσδ' ὕπνος λάβοι

λήθης Μέλανθον ἐγκλιθένθ' Ἱππηγέτην.

ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας

καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν

 770μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον

μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα

σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,

θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.

αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους

 775ἰδὼν μολοβρὸς τλήσεται μὲν οἰκετῶν

στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν

δέννοις κολασθείς. τλήσεται δὲ καὶ χερῶν

πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.

οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς

 780σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,

λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν

ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,

ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,

ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις

 785λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.

ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία

ὕψιστον ἡμῖν πῆμ' ἐτέκνωσέν ποτε,

μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.

λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,

 790ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,

κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν

πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὼν

σῦφαρ θανεῖται, πόντιον φυγὼν σκέπας,

κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.

 795κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ

κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.

κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,

Ἀχιλλέως δάμαρτος αὐτανέψιος.

μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς,

 800ὅ τ' αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,

ἐν ᾗ ποτ' αὖθις Ἡρακλῆ φθίσει δράκων

Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,

τὸν Αἰακοῦ τε κἀπὸ Περσέως σπορᾶς

καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.

 805Πέργη δέ μιν θανόντα Τυρσηνῶν ὄρος

ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,

ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον

παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις

αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,

 810σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,

Γλαύκωνος Ἀψύρτοιό τ' αὐτανεψίας.

χὡ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν

ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,

γαληνὸν ἦμαρ οὔποτ' ἐν ζωῇ δρακών.

 815ὦ σχέτλι', ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ

βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον

κάνθων' ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι

πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον

ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.

 820   Ὁ δ' αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης

πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,

ποθῶν δὲ φάσμα πτηνόν, εἰς αἴθραν φυγόν,

ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;

ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;

 825ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπὰς

καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας

καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας

προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος

Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους

 830ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,

καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον

Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,

κραντῆρι λευκῷ τόν ποτ' ἔκτανε πτέλας.

ἐπόψεται δὲ τύρσιας Κηφηίδας

 835καὶ Λαφρίου λακτίσμαθ' Ἑρμαίου ποδὸς

δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο

δαιτὸς χατίζων. ἀντὶ θηλείας δ' ἔβη,

τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,

τὸν ἡπατουργὸν ἄρσεν' ἀρβυλόπτερον.

 840πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ,

φάλαινα δυσμίσητος ἐξινωμένη,

ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων

τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·

ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδός

 845ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,

λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.

ἐπόψεται δὲ τοὺς θερειπότους γύας

καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας

εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.

 850καὶ πάντα τλήσεθ' εἵνεκ' Αἰγύας κυνὸς

τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.

ἥξει δ' ἀλήτης εἰς Ἰαπύγων στρατὸν

καὶ δῶρ' ἀνάψει παρθένῳ Σκυλλητίᾳ

Ταμάσσιον κρατῆρα καὶ βοάγριον

 855καὶ τὰς δάμαρτος ἀσκέρας εὐμαρίδας.

ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,

ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ

Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.

γυναιξὶ δ' ἔσται τεθμὸς ἐγχώροις ἀεὶ

 860πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον

καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,

καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη

μήθ' ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους

κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς

 865χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.

ἥξει δὲ ταύρου γυμνάδας κακοξένους

πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,

Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,

Ἅρπης Κρόνου πήδημα Κογχείας θ' ὕδωρ

 870κάμψας Γονοῦσάν τ' ἠδὲ Σικανῶν πλάκας,

καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,

ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος

ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.

κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα

 875τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων

οὐδ' ὀμβρία σμήχουσα δηναιὸν νιφάς.

   Ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας

μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους

ἔρημον εἰς Ἄτλαντος οἰκητήριον

 880θρυλιγμάτων δέρτροισι προσσεσηρότας·

Μόψον Τιταιρώνειον ἔνθα ναυβάται

θανόντα ταρχύσαντο τυμβείαν θ' ὕπερ

κρηπῖδ' ἀνεστήλωσαν Ἀργῴου δορὸς

κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,

 885Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος

νασμοῖς λιπαίνει. τῷ δὲ Νηρέως γόνῳ

Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ

χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,

δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν

 890μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.

Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη

θαλασσόπαις δίμορφος αὐδάξει θεός,

ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς

Ἕλλην' ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.

 895εὐχὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ

κρύψουσ' ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,

ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην

ναύταις συνεκβράσουσι Βορραῖαι πνοαὶ

τόν τ' ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,

 900Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,

καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου

ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.

ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν

ποθοῦντες, οἱ δ' Ἐχῖνον, οἱ δὲ Τίταρον

 905Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν

Γόννον Φάλαννάν τ' ἠδ' Ὀλοσσόνων γύας

καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις

αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.

   Ἄλλην δ' ἐπ' ἄλλῃ κῆρα κινήσει θεός,

 910λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.

   Τὸν δ' Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις

Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον

Κρίμισα φιτροῦ δέξεται μιαιφόνον.

αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν

 915Σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον.

Δύρα παρ' ὄχθαις ὅς ποτε φλέξας θρασὺν

λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σκύθῃ

δράκοντ' ἀφύκτων γομφίων λυροκτύπῳ.

Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,

 920εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,

Ναύαιθος ἔνθα πρὸς κλύδων' ἐρεύγεται.

κτενοῦσι δ' αὐτὸν Αὔσονες Πελλήνιοι

βοηδρομοῦντα Λινδίων στρατηλάταις,

οὓς τῆλε Θερμύδρου τε Καρπάθου τ' ὀρῶν

 925πλάνητας αἴθων Θρασκίας πέμψει κύων,

ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.

ἐν δ' αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν

ὑπὲρ τάφων δείμαντες αἰανῆ θεὸν

λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.

 930   Ὁ δ' ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,

ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,

πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,

ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας

πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ

 935στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων

Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ

ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν

Κανδάον' ἢ Μάμερτον ὁπλίτην λύκον,

ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην

 940στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,

οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος

οὐδ' ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων·

τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,

πύκτην μὲν ἐσθλόν, πτῶκα δ' ἐν κλόνῳ δορὸς

 945καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·

ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνος

ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας.

τὰ δ' ἐργαλεῖα, τοῖσι τετρήνας βρέτας

τεύξει ποτ' ἐγχώροισι μερμέραν βλάβην,

 950καθιερώσει Μυνδίας ἀνακτόροις.

   Ἄλλοι δ' ἐνοικήσουσι Σικανῶν χθόνα

πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς

ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,

ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,

 955τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν

μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,

ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.

αἱ δ' αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας

σηκὸν μέγαν δείμαντο δωτίνην θεᾷ,

 960μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,

ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,

ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι

τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,

τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.

 965ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον

ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,

τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.

Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς

πένθος μέγιστον καὶ δι' αἰῶνος πάτρας

 970ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.

μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς

νήπαυστον αἰάζουσα καὶ γοωμένη

δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς

ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος

 975αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.

κρατὸς δ' ἄκουρος νῶτα καλλυνεῖ φόβη,

μνήμην παλαιῶν τημελοῦσ' ὀδυρμάτων.

   Πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν

ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος

 980Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων

κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,

ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,

ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.

πόλιν δ' ὁμοίαν Ἰλίῳ δυσδαίμονες

 985δείμαντες ἀλγυνοῦσι Λαφρίαν κόρην

Σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς

τοὺς πρόσθ' ἔδεθλον Ξουθίδας ᾠκηκότας.

γλήναις δ' ἄγαλμα ταῖς ἀναιμάκτοις μύσει,

στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην

 990λεῦσσον φόνον τ' ἔμφυλον ἀγραύλων λύκων,

ὅταν θανὼν λῄταρχος ἱερείας σκύλαξ

πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.

   Ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους

Λίνου θ' ἁλισμήκτοιο δειραίαν ἄκραν,

 995Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,

δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι.

ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης

πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.

ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς

1000πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ

τεύξει τράφηκι φοινίῳ τετμημένῳ.

Κροτωνιᾶται δ' ἄστυ πέρσουσίν ποτε

Ἀμαζόνος φθέρσαντες ἄτρομον κόρην,

Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.

1005πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ

δάψουσι πρηνιχθέντες οὐδ' ἄτερ πόνων

πύργους διαρραίσουσι Λαυρήτης γόνοι.

   Οἱ δ' αὖ Τέριναν, ἔνθα μυδαίνει ποτοῖς

Ὠκίναρος γῆν φοῖβον ἐκβράσσων ὕδωρ,

1010ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.

   Τὸν δ' αὖ τὰ δευτερεῖα καλλιστευμάτων

λαβόντα καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν

στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,

τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ

1015Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,

τῇ δ' ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος

εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας

ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα,

ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον

1020Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.

Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις

χῶρος συνοίκους δέξεται Κόλχων Πόλαις,

μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς

Αἴας Κορίνθου τ' ἀρχός, Εἰδυίας πόσις,

1025τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,

οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ.

   Ἄλλοι δὲ Μελίτην νῆσον, Ὀθρωνοῦ πέλας

πλαγκτοί, κατοικήσουσιν, ἣν πέριξ κλύδων

ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,

1030τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν

ἐπώνυμόν ποθ' ὑστέρῳ χρόνῳ γράφων

κλεινόν θ' ἵδρυμα παρθένου Λογγάτιδος,

Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.

   Παπποκτόνος δ' Ὀθρωνὸν οἰκήσει λύκος,

1035τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.

ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι

ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.

χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ

ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,

1040δίκης ἐάσει τάρροθος Τελφουσία

Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.

ὅθεν πεφευγὼς ἑρπετῶν δεινὴν μάχην

δρακοντομόρφων εἰς Ἀμαντίαν πόλιν

πλώσει. πέλας δὲ γῆς Ἀτιντάνων μολὼν

1045Πράκτιν παρ' αὐτὴν αἰπὺ νάσσεται λέπας,

τοῦ Χαονίτου νᾶμα Πολυάνθου δρέπων.

   Ὁ δ' Αὐσονείων ἄγχι Κάλχαντος τάφων

δυοῖν ἀδελφοῖν ἅτερος ψευδηρίων

ξένην ἐπ' ὀστέοισιν ὀγχήσει κόνιν.

1050δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις

χρήσει καθ' ὕπνον πᾶσι νημερτῆ φάτιν,

νόσων δ' ἀκεστὴς Δαυνίοις κληθήσεται,

ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς

ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον

1055ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.

ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος

ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,

ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θ' ἕδη

μολόντες αἰτίζωσι κοιράνου γύας,

1060ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.

τοὺς δ' εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον

κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.

τοῖς δ' ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν

στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,

1065χώραν διδόντες, ἥνπερ ἔχρῃζον λαβεῖν

τοῦ κρατοβρῶτος παιδὸς ἀτρέστου κάπρου.

   Τῶν Ναυβολείων δ' εἰς Τέμεσσαν ἐγγόνων

ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης

Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας

1070σκληρὸν νένευκεν, ἀντὶ δὲ Κρίσης ὅρων

Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα

βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,

πάτραν Λίλαιαν κἀνεμωρείας πέδον

ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.

1075Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος

μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις

οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη

θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,

ἔκβλητον αἰάζουσα Κράθιδος πέλας

1080τόργοισιν αἰώρημα φοινίοις δέμας.

σπιλὰς δ' ἐκείνη σῆς φερώνυμος τύχης

πόντον προσαυγάζουσα φημισθήσεται.

   Οἱ δ' αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς

νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες

1085ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις

δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.

   Καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ

ἄνοστον αἰάζοντας ἕξουσιν τύχην,

ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων.

1090   Οὐδ' οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους

εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,

χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.

τοιαῖσδ' ἐχῖνος μηχαναῖς οἰκοφθορῶν

παραιολίξει τὰς ἀλεκτόρων πικρὰς

1095στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι

λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι

πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς

κρύψει ποτ' ἐν κλήροισι Μηθύμνης στέγος.

   Ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους

1100ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου

ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος

τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.

θερμὴν δ' ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην

τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,

1105τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.

οἰκτρὰ δὲ πέμφιξ Ταίναρον πτερύξεται

λυπρὰν λεαίνης εἰσιδοῦσ' οἰκουρίαν.

ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,

Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,

1110ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς

ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,

ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,

καὶ πᾶν λακίζουσ' ἐν φοναῖς ψυχρὸν δέμας

δράκαινα διψὰς κἀπιβᾶσ' ἐπ' αὐχένος

1115πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,

ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας

δύσζηλος ἀστέμβακτα τιμωρουμένη.

βοῶσα δ' οὐ κλύοντα δεσπότην πόσιν

θεύσω κατ' ἴχνος ἠνεμωμένη πτεροῖς.

1120σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου

εἰς σπλάγχν' ἐχίδνης αὐτόχειρ βάψει ξίφος,

κακὸν μίασμ' ἔμφυλον ἀλθαίνων κακῷ.

   Ἐμὸς δ' ἀκοίτης, δμωίδος νύμφης ἄναξ,

Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,

1125τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.

οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας

ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.

ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι

Σάλπης παρ' ὄχθαις, οἵ τε Δάρδανον πόλιν

1130ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.

κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν

ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι,

τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,

μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,

1135ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,

ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,

Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς

πεπαμέναι θρόνοισι φαρμακτηρίοις.

κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ

1140ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.

   Πένθος δὲ πολλαῖς παρθένων τητωμέναις

τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην

ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,

δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον

1145πέμψουσι παῖδας ἐστερημένας γάμων.

Λάρυμνα καὶ Σπερχειὲ καὶ Βοάγριε

καὶ Κῦνε καὶ Σκάρφεια καὶ Φαλωριὰς

καὶ Ναρύκειον ἄστυ καὶ Θρονίτιδες

Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι

1150καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,

ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων

ποινὰς Γυγαίᾳ τίσετ' Ἀγρίσκᾳ θεᾷ,

τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον

πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.

1155αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος

ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,

φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν

Ἥφαιστος εἰς θάλασσαν ἐκβράσσῃ σποδὸν

τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.

1160ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι

Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,

λαθραῖα κἀκκέλευθα παπταλώμεναι,

ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους

λιταῖς Σθένειαν ἱκέτιδες γουνούμεναι.

1165θεᾶς δ' ὀφελτρεύσουσι κοσμοῦσαι πέδον

δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον

ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ

κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων

ἢ φάσγανον κελαινὸν ἢ ταυροκτόνον

1170στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον,

μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.

δῆμος δ' ἀνατεὶ τὸν κτανόντ' ἐπαινέσει,

τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.

   Ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος

1175ἄπυστον ἔσται, Περσέως δὲ παρθένος

Βριμὼ Τρίμορφος θήσεταί σ' ἐπωπίδα

κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,

ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας

δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,

1180θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.

ψευδήριον δὲ νησιωτικὸς στόνυξ

Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων

ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον

ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης·

1185ὃς δὴ παρ' ἀκταῖς τλήμονος ῥανεῖ χοάς,

τριαύχενος μήνιμα δειμαίνων θεᾶς,

λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον

Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.

   Σὺ δ', ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς

1190στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,

οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ

ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων

πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.

ἀλλ' ἄξεταί σε πρὸς γενεθλίαν πλάκα

1195τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,

ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμος

τὴν πρόσθ' ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ

ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,

τὰς παιδοβρώτους ἐκφυγοῦσ' ὁμευνέτου

1200θοίνας ἀσέπτους. οὐδ' ἐπίανεν βορᾷ

νηδύν, τὸν ἀντίποινον ἐκλάψας πέτρον,

ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,

τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.

νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας

1205ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,

ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς

χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως

ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας

ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν

1210σωτῆρ', ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ

πέρθοντι χώραν Τηνέρου τ' ἀνάκτορα.

κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι

λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.

   Ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους

1215τοὐμὸν ταλαίνης πῆμα, πᾶς δ' ἀνάστατος

ἔσται στρατηγῶν οἶκος. οὐ γὰρ ἥσυχος

πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,

Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,

ψυδραῖσιν ἔχθραν μηχαναῖς ἀναφλέγων.

1220ὃς οὔτε τέκνων φείσετ' οὔτε συγγάμου

Μήδας δάμαρτος ἠγριωμένος φρένας,

οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος

θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.

πάντας δ' ἀνάγνοις χερσὶν ἐν ναῷ κτενεῖ,

1225λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.

   Γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος

μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε

αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,

γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν

1230λαβόντες. οὐδ' ἄμνηστον, ἀθλία πατρίς,

κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.

τοιούσδ' ἐμός τις σύγγονος λείψει διπλοῦς

σκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,

ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος,

1235βουλαῖς ἄριστος οὐδ' ὀνοστὸς ἐν μάχαις.

ὃς πρῶτα μὲν Ῥαίκηλον οἰκήσει μολὼν

Κισσοῦ παρ' αἰπὺν πρῶνα καὶ Λαφυστίας

κερασφόρους γυναῖκας. ἐκ δ' Ἀλμωπίας

παλιμπλανήτην δέξεται Τυρσηνία

1240Λιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,

καὶ Πῖσ' Ἀγύλλης θ' αἱ πολύρρηνοι νάπαι.

σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,

ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων

νάνος, πλάναισι πάντ' ἐρευνήσας μυχὸν

1245ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι

Μυσῶν ἄνακτος, οὗ ποτ' Οἰκουρὸς δόρυ

γνάμψει Θέοινος γυῖα συνδήσας λύγοις,

Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,

τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.

1250ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,

τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,

μνήμην παλαιῶν λήψεται θεσπισμάτων.

κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων

ὑπὲρ Λατίνους Δαυνίους τ' ᾠκισμένην,

1255πύργους τριάκοντ' ἐξαριθμήσας γονὰς

συὸς κελαινῆς, ἣν ἀπ' Ἰδαίων λόφων

καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,

ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·

ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ

1260χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.

δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι

πατρῷ' ἀγάλματ' ἐγκατοικιεῖ θεῶν.

ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα

καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,

1265σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,

πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,

τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,

τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων

λαβεῖν ὃ χρῄζει κἀπενέγκασθαι δάνος.

1270τῷ καὶ παρ' ἐχθροῖς εὐσεβέστατος κριθεὶς

τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν

ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,

τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας

Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν

1275λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ

Τιτώνιόν τε χεῦμα, τοῦ κατὰ χθονὸς

δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,

Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου

στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,

1280γρόνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.

   Τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ

οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.

   Τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως

ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,

1285ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες

καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,

Σκύθαισι γείτων, καρτεροῖς εἴγρει πάγοις

λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην

ῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς

1290χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.

   Ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,

οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην

Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,

πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,

1295ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.

αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς

Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι

ζητοῦντες αἰχμάλωτον ἤμπρευσαν πόριν

ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι

1300Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον

δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.

οὐδ' οἵ γ' ἀπηρκέσθησαν ἀντ' ἴσων ἴσα

λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν

καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ

1305εἰς Βεβρύκων ἔστειλαν οἰκητήριον,

σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς

ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,

γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.

   Καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους

1310ταγῷ μονοκρήπιδι κλέψοντας νάκην

δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.

ὃς εἰς Κύταιαν τὴν Λιβυστίνην μολὼν

καὶ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις

καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων

1315ἄροτρα καὶ λέβητι δαιτρευθεὶς δέμας

οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,

ἀλλ' αὐτόκλητον ἁρπάσας κεραΐδα,

τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,

εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,

1320φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο

βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.

   Πάλιν δ' ὁ πέτρας ἀσκέρας ἀνειρύσας

καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,

ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους

1325κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων

πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,

σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας

Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,

ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,

1330στόρνην τ' ἀμέρσας καὶ Θεμισκύρας ἄπο

τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.

ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,

Ἔριν λιποῦσαι, Λάγμον ἠδὲ Τήλαμον

καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τ' ὄρος

1335ποινὰς ἀθέλκτους θ' ἁρπαγὰς διζήμεναι

ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας

ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν

Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.

καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,

1340τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.

   Πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα

χώραν τ' Ἐορδῶν καὶ Γαλαδραίων πέδον

ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,

στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,

1345ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.

ἡ δ' ἀντὶ τούτων τάρροθον βοηλάτην

τὸν ἑξάπρυμνον στέρφος ἐγχλαινούμενον

στείλασα λίστροις αἰπὺν ἤρειψεν πάγον,

τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν

1350καθιερώσει, πημάτων ἀρχηγέτις.

   Αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες

Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτὰ

καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ

κευθμῶνος αἰνόλεκτρον ἐνδαύει μυχόν,

1355Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,

δεινὴν Λιγυστίνοισι τοῖς τ' ἀφ' αἵματος

ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις

λόγχης ἐν ὑσμίνῃσι μίξαντες πάλην.

εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα

1360πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας

καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.

   Λοῖσθος δ' ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν

πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,

ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν

1365κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.

ἡ δ' αὖθις οἰστρήσασα τιμωρουμένη

τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,

πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.

   Πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ

1370ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν

σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.

σὺν ᾧ θανοῦμαι κἀν νεκροῖς στρωφωμένη

τὰ λοίπ' ἀκούσω ταῦθ', ἃ νῦν μέλλω θροεῖν.

   Ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ

1375ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,

καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν

χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῷ.

   Τρίτος δ', ἄνακτος τοῦ δρυηκόπου γόνος,

τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν

1380παραιολίξας βῶλον ἐμπεφυρμένην

νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος

σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,

Φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,

τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,

1385ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον

χλεύην ὑλακτήσασα κηκάσῃ γάμους

νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.

   Οἱ δ' αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,

Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι,

1390οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τ' ὄρος

καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν

θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,

τῆς παντομόρφου βασσάρας λαμπούριδος

τοκῆος, ἥτ' ἀλφαῖσι ταῖς καθ' ἡμέραν

1395βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,

ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.

   Ὁ Φρὺξ δ', ἀδελφὸν αἷμα τιμωρούμενος,

πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα

τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας

1400φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.

ὃς δή ποτ' ἀμφώδοντος ἐξ ἄκρων λοβῶν

φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,

δαπταῖς τιτύσκων αἱμοπώτῃσιν φόβον.

τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται

1405Θραμβουσία τε δειρὰς ἥ τ' ἐπάκτιος

στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες

Παλληνία τ' ἄρουρα, τὴν ὁ βούκερως

Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.

   Πολλῶν δ' ἐναλλὰξ πημάτων ἀπάρξεται

1410Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν

τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;

   Οὐ μὰν ὑπείξει γ' ἡ 'πιμηθέως τοκάς,

ἀλλ' ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς

στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ

1415πεζῷ ποτ' ἔσται, γῆ δὲ ναυσθλωθήσεται

ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας

οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ

σὺν καλίνοισι τειχέων προβλήμασι,

τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,

1420ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.

στρατῷ δ' ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,

φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,

καρποτρόφος δρῦς ἀγριάς τ' ὀρειθαλής.

ἅπας δ' ἀναύρων νασμὸς αὐανθήσεται,

1425χανδὸν κελαινὴν δίψαν αἰονωμένων.

κύφελλα δ' ἰῶν τηλόθεν ῥοιζουμένων

ὑπὲρ κάρα στήσουσι Κίμμερός θ' ὅπως

σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.

Λοκρὸν δ' ὁποῖα παῦρον ἀνθήσας ῥόδον

1430καὶ πάντα φλέξας ὥστε κάγκανον στάχυν

αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,

μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν

κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,

χαλκηλάτῳ κνώδοντι δειματουμένη.

1435   Πολλοὶ δ' ἀγῶνες καὶ φόνοι μεταίχμιοι

λύσουσιν ἀνδρῶν οἱ μὲν Αἰγαίαις πάλας

δίναισιν ἀρχῆς ἀμφιδηριωμένων,

οἱ δ' ἐν μεταφρένοισι βουστρόφοις χθονός,

ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον

1440ἀπ' Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς

Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων

πρηνῆ θ' ὁμαίμων πάντα κυπώσας δόμον

ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους

σᾶναι Γαλάδρας τὸν στρατηλάτην λύκον

1445καὶ σκῆπτρ' ὀρέξαι τῆς πάλαι μοναρχίας.

ᾧ δὴ μεθ' ἕκτην γένναν αὐθαίμων ἐμὸς

εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς

πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,

πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,

1450σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.

   Τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,

εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας

βαύζω, κενὸν ψάλλουσα μάστακος κρότον;

πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,

1455ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,

καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,

λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.

θήσει δ' ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,

ὅτ' οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,

1460τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.

   Τόσσ' ἠγόρευε καὶ παλίσσυτος ποσὶν

ἔβαινεν εἱρκτῆς ἐντός, ἐν δὲ καρδίᾳ

Σειρῆνος ἐστέναξε λοίσθιον μέλος,

Κλάρου Μιμαλλὼν ἢ Μελαγκραίρας κόπις

1465Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας,

ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.

ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,

σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,

ἐπεὶ μ' ἔταξας φύλακα λαΐνου στέγης

1470καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον

ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.

δαίμων δὲ φήμας ἐς τὸ λῷον ἐκδραμεῖν

τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,

σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.