388 21 0 3 0 0 474 a. C. Epinicio Pindarus XI Pythia Bowra, C. M., Oxford, 1946. 3 4 triadi stesicoree

ˉˉ˘ˉ˘˘ˉ˘˘ˉ˘˘ˉ˘ˉˉˉ

ˉˉ˘ˉ˘˘ˉ

ˉ˘ˉ˘˘˘˘˘ˉˉ˘ˉ

˘˘˘ˉ˘˘˘˘ˉ˘˘ˉ

ˉˉˉ˘˘ˉ˘˘˘ˉˉˉ˘˘ˉ˘ˉ˘˘ˉ

ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ

ˉ˘˘ˉ˘ˉˉ

˘˘˘ˉ˘˘ˉˉ

ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ

˘˘˘ˉ˘˘ˉ˘ˉˉ˘ˉ

˘ˉ˘ˉ˘ˉˉ˘˘˘ˉ

ˉ˘ˉ˘ˉˉ˘ˉ˘˘ˉˉ

PINDARUS - Pythia XI - ΘΡΑΣΥΔΑΙΩΙ ΘΗΒΑΙΩΙ ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ

Α΄ ©­0³79»@CÃHIÉNÏÐÒΚάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτι,

¨ª-±35¶Ἰνὼ δὲ Λευκοθέα

©,­02468»½@Àποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,

(*-°2569»@BÂἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ

©,/²57¸½ÀEHÈÊQSÓματρὶ παραὶ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων

   5©¬.²68¹@ÀÂFÇKÊθησαυρόν, ὃν περίαλλ' ἐτίμασε Λοξίας,


¨«-®46¸:@ÀDEÆKÊÎÐἸσμήνιον δ' ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,

¨¬.±46·ὦ παῖδες Ἁρμονίας,

¨+¯2579;¾ÀCÃἔνθα καί νυν ἐπίνομον ἡρωΐδων

+-0²467:½BDÄστρατὸν ὁμαγερέα καλεῖ συνίμεν,

¨+.°34¶º¼@CÅÇLNÎὄφρα θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν

  10©¬/±57¹;¿ÂGÈMÍγᾶς ὀμφαλὸν κελαδήσετ' ἄκρᾳ σὺν ἑσπέρᾳ


¨+-°2µ¸ἑπταπύλοισι Θήβαις

)+.°25¸»χάριν ἀγῶνί τε Κίρρας,

¨¬02´5¸»?ÀEÄἐν τῷ Θρασυδᾷος ἔμνασεν ἑστίαν

*,/±57¹?ÀÁGÇτρίτον ἔπι στέφανον πατρῴαν βαλών,

  15(«.°3¶¹;@BÂἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα

©«/²µ·9=¾Áνικῶν ξένου Λάκωνος Ὀρέστα.


Β΄ ©­0³46¹=AÂGIÈNÏÑÕτὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμήστρας

ª¬/±57¹χειρῶν ὕπο κρατερᾶν

¨,¯358:=¿ÂGÆἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,

(*,¯2469»BCÄὁπότε Δαρδανίδα κόραν Πριάμου

  20©¬°46·º½BEÅÇLNÍΚασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ

©«.±46¸;¾ÁGÊOÎψυχᾷ πόρευ' Ἀχέροντος ἀκτὰν παρ' εὔσκιον


©«/±57¹?BÄHJËPÓÕ×νηλὴς γυνά. πότερόν νιν ἄρ' Ἰφιγένει' ἐπ' Εὐρίπῳ

ª®0³58»σφαχθεῖσα τῆλε πάτρας

¨+­13579¼ÀEÅἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;

(*,®1347¹;?¿ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν

  25¨+-¯24¶»¾DGJÊOQÒἐννύχιοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις

¨«.±57¸=¾ÁHÈLÌἔχθιστον ἀμπλάκιον καλύψαι τ' ἀμάχανον


¨+.°2¶ºἀλλοτρίαισι γλώσσαις·

)+-°36¸»κακολόγοι δὲ πολῖται.

¨¬/2µ8¼ÀCÃIÉἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·

  30(+.°26·:¼¿FÇὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.

)«/³5¸º?BCÃθάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας

¨ª/±µ¸;@ÀÄἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,


Γ΄ ©¬2´7:¼BEÅLNÎSÓÕØμάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἀμφ' Ἑλένᾳ πυρωθέντας

ª«.°25¸Τρώων ἔλυσε δόμους

¨+­/38:?¿ÂGÇἁβρότατος. ὁ δ' ἄρα γέροντα ξένον

  35+-.±357;¼ACÃΣτροφίον ἐξίκετο, νέα κεφαλά,

©¬°35¹ºÀEIKÊORÓΠαρνασσοῦ πόδα ναίοντ'· ἀλλὰ χρονίῳ σὺν Ἄρει

©¬0³57º=ÂÄIÊPÑπέφνεν τε ματέρα θῆκέ τ' Αἴγισθον ἐν φοναῖς.


¨­0³7;¾BDÄKLÌQÑÓÕἦρ', ὦ φίλοι, κατ' ἀμευσίπορον τρίοδον ἐδινάθην,

¨«/²47¸ὀρθὰν κέλευθον ἰὼν

©-±47:=@ÁÃIÉτὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου

  40(*,°379;¾CEÄἔβαλεν, ὡς ὅτ' ἄκατον ἐνναλίαν;

ª,0³67¼¿ÃFIKÌQSÔΜοῖσα, τὸ δὴ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν

©«.°35¹=ÀÃHÈMÍφωνὰν ὑπάργυρον, ἄλλοτ' ἄλλᾳ ταρασσέμεν


¨+.±3µ·ἢ πατρὶ Πυθονίκῳ

),/²68º»τό γέ νυν ἢ Θρασυδᾴῳ,

  45©­02´7»¾DÄIÊτῶν εὐφροσύνα τε καὶ δόξ' ἐπιφλέγει.

),0´79¼AÁÄIÊτὰ μὲν ‹ἐν› ἅρμασι καλλίνικοι πάλαι

(ª-®3µ·;?AÁὈλυμπίᾳ τ' ἀγώνων πολυφάτων

¨«/°³¶8;¾Âἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις,


Δ΄ ©¬/²58º@BÁGIÉNÏÑÔΠυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν

  50¨«-¯46·Ἑλλανίδα στρατιὰν

¨*¬.2358»½CÃὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,

)+-±2469¼@BÁδυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.

©-0²68¼¾ÁGJLÍRTÔτῶν γὰρ ἀνὰ πτόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ

¨«.°24¸;ÀÂHÈMÍὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων·


©¬.³8:½CEÆMOÐW×ÙÝξυναῖσι δ' ἀμφ' ἀρεταῖς τέταμαι· φθονεροὶ δ' ἀμύνονται.

  55©°3¶9=¾‹ἀλλ'› εἴ τις ἄκρον ἑλὼν

¨*¬/2468¼¾CÄἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν

(*,®357AÂGIÈἀπέφυγεν, μέλανος [δ'] ἂν ἐσχατιὰν

©,-/24·½ÀGIKËPRÑκαλλίονα θανάτου ‹στείχοι› γλυκυτάτᾳ γενεᾷ

©ª,®34¶;½ÀFÆLÌεὐώνυμον κτεάνων κρατίσταν χάριν πορών·


¨+.±3·¹ἅ τε τὸν Ἰφικλείδαν

  60)*,¯12´µδιαφέρει Ἰόλαον

¨«-0±4¹¼AÁGÆὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,

),/±57º=ÁÃHÇσέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,

)¬0´6¹½ADFÇτὸ μὲν παρ' ἆμαρ ἕδραισι Θεράπνας,

)¯1²5¸;@ÀÄτὸ δ' οἰκέοντας ἔνδον Ὀλύμπου.