- Ἔνθεν ἔπειτ' ἀΐων τεκμαίρεο, κοίρανε γαίης,
ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ
μητρὶ καμεῖν, οὐ κόλπον ἀν' εὐρώεντα θαλάσσης·
ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
ἀνθρώπους ἀνέφυσε, χερείονα δ' ὤπασεν ἀλκήν,
εἴτ' οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,
ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν
ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,
εἴτ' ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
νόσφι θεῶν· μούνοισι δ' ὑπείξομεν ἀθανάτοισιν.
ὅσσους μὲν κατ' ὄρεσφι βίην ἄτρεστον ἔχοντας
θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
ῥύσατ' ἀγηνορίη δμηθήμεναι, οὐδ' ἐσάωσεν
αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δ' ἔθηκαν
οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.
κήτεα δ' ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τιν' ἀλκὴν
οὐδ' ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.
εἰσὶ δ' ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν
εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης
αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,
πολλῷ δ' ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι
κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.
τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι
λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,
ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;
φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι
ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.
ἀλλ' ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν
ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δ' ἁλιήων
ὄλλυνται, κήτειον ὅτ' ἐς μόθον ὁρμήσωνται.
τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλ' ἀΐοιτε
εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.
- Κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι
πλεῖστά τε καὶ περίμετρα· τὰ δ' οὐκ ἀναδύεται ἅλμης
δηθάκις, ἀλλ' ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης
βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ
αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς
μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,
ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον
ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ
ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.
πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα
ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
γείτονος Ὠκεανοῖο λελοιπότ' ἀθέσφατον ὕδωρ
εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.
πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει
ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.
- Πᾶσι δ' ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης
νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·
οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν
ἠλιβάτοις, μάλα δ' ὀψὲ κυλινδόμενοι φορέονται.
τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς
φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,
ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα.
κήτει δ' ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος
πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κ' ἐθέλῃσι
ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ
πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δ' αὐτοῦ
στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν
οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τιν' ἄγρην
ἐστὶν ἑλεῖν, εἴτ' οὖν τι κορύσσεται ἐγγύθι πῆμα,
εἴτ' ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν
βέλτερον· αὐδήεσσα δ' ὅπως ἐνδείκνυται οὐρὴ
πάντα μάλ' ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·
κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς
θηρὶ πέλει· κείνῳ δ' ἀΐει, κείνῳ δὲ δέδορκεν,
ἡνί' ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.
ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,
φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,
τὸν δ' ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα
ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις
χεῖρ' ὀρέγων καὶ πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·
πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·
ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης
ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.
ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα
ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.
ὣς οὔτ' ἠνορίης οὔτ' εἴδεος ἔπλετ' ὄνειαρ
τόσσον, ὅσον πραπίδων· ἀλκὴ δ' ἀνεμώλιος ἄφρων·
καί τε μέγα βριάοντα κατέσβεσεν ἠδ' ἐσάωσε
βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον
ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.
τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα
κεῖνον, ὑπ' ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·
οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο
κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετ' ὄλεθρος.
οὐ γὰρ ἔτ' οὔθ' ἅλμης ἰοειδέος οἶδε κέλευθα
ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
ἀλλ' αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,
πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι
γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν
ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.
πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
πλαζόμενον· τοίη οἱ ἐπ' ὄμμασι πέπταται ἀχλύς.
δή ῥα τότ' ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης
ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι
κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.
ὡς δ' ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,
εὕδοντας δ' ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,
Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δ' ἐδάμασσεν·
ἔνθεν ἔπειτ' ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ' αὐτὴν
θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·
ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν
ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος.
τοῦ δ' ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται
ἄχθος ὅσον μέγεθός τε· τὰ δ' ἔπλετο σήματα γυίων·
εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις
βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον
ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ
ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος
ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.
τοῖσιν δ' ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα
θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,
ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης
οὔτ' ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·
ἄγκιστρον δ' εὐεργὲς ἐπημοιβαῖς κεχάρακται
γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,
οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,
τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.
δινωτὴ δ' ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων
λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·
δεσμῷ δ' ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται
πυκνὰ παρ' ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι
φοιταλέας, μηδ' ἰθὺς ἀπορρήξειε σίδηρον
αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,
ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.
δαῖτα δ' ἐπ' ἀγκίστρῳ δυστερπέα πορσύνουσι
ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμον
ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.
πολλαὶ δ' ἀγρευτῆρσιν ὁμόστολοι ὥστ' ἐς Ἄρηα
θήγονται κρατεραί τ' ἀκίδες στιβαραί τε τρίαιναι,
ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα
ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
ἐσσυμένως δ' ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,
στέλλονται, κώπῃσι δ' ὑπ' εὐκήλοισι θάλασσαν
ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθον ἄροιντο.
ἀλλ' ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τ' ἀέθλῳ,
δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ
πῆμα δόλου προὔθηκαν· ὁ δ' ὡς ἴδε δαῖτα βαρεῖαν,
ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·
μάρψε δ' ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δ' εἴσω
ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,
ἐν δ' ἐπάγη γλωχῖσιν· ὁ δ' ἕλκεϊ θυμὸν ὀρινθεὶς
πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,
χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·
ἀλλ' ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι
δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·
τῷ δὲ τάχ' ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν
ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν
ὅσσον τ' αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν
ἑλκύσει ποτὶ βυσσόν, ὅθ' ὁρμήσειε φέρεσθαι.
οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς
πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ
δυομένῳ πέμπουσιν· ὁ δ' ὀχθίζων ὀδύνῃσι
ῥινῶν οὐκ ἀλέγει, κατὰ δ' ἔσπασεν οὐκ ἐθέλοντας
ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.
ἀλλ' ὁπότ' ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
στῆ ῥα μέγ' ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
ἱδρῶτ' ἐξανύσας καματώδεα τέρματος ἄκρου
ἀφρῷ ὑφ' αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
ὣς ὁ μέγ' ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
αἶψα δ' ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
πνοιῇ ἀειρόμενοι· τῷ δ' ἵσταται ἄλλος ἄεθλος.
ἔνθ' ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι
ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
δέρματ' ἀμύνεσθαι· τὰ δ' ἀνίπταται οὐδέ ἑ μίμνει,
φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
αὐτὰρ ὅ γ' ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,
πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτ' ἀνάγκῃ,
ἄλλοθ' ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
ὡς δ' ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι
πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τιν' ἄλλην
χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,
ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου
ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων
τέτραπται μίαν οἶμον, ἐπειγόμενος δ' ἑκάτερθεν
κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ
νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θ' ἑτέρωθεν.
πολλὴν δ' αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην
παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε
μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
ἀμβολάδην· φαίης κεν ὑπ' οἴδμασι πᾶσαν ἀϋτμὴν
κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.
τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφὶ δὲ πυκναὶ
δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.
οἷον δ' Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος
Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ
εἰλεῖται, λάβροισιν ὑπ' ἄσθμασι Τυφάωνος
μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες
κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ
ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,
ὣς τότε κητείοισιν ὑπ' ἄσθμασι χῶρος ἁπάντῃ
ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.
ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων
ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης
ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,
πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.
τὸν δ' ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δ' ὀδυνάων
θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ
κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,
ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης
ἀγγέλλων, μέγα δ' ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.
οἷον δ' ἀλγινόεντος ἀνερχόμενον πολέμοιο
κήρυκ' ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ
φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,
αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκ' ἀκοῦσαι,
ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε
ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δ' ἄλλοι
ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,
βριθὺ πέλωρ σύροντες· ὁ δ' ἕλκεται οὐλόμενος θὴρ
οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.
ἔνθα τότ' ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
πολλὴ δὲ σμαραγή, πολλὴ δ' ἀνὰ πόντον ἀϋτὴ
σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
κεκλομένων· φαίης κεν ἐνυάλιον πόνον ἀνδρῶν
δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
αἰπόλος ἢ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
ἢ δρυτόμος πεύκης ὀλετὴρ ἢ θῆρας ἐναίρων
θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
εὐπάγλου· τοὺς δ' ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
ἔνθ' ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν
πάλλει, ὁ δ' ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν
εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
βάλλουσ', οὐτάζουσι, καταΐγδην ἐλόωντες.
αὐτὰρ ὅ γ' ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,
οὐδ' ἔτ' ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν
νῆας ἐπεσσυμένας, πτερύγων δ' ὑπεραχθέϊ ῥιπῇ
ἄκρῃ τ' ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων
ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δ' ἐρετμῶν
ἀνδρῶν τ' ἠνορέην γνάμπτει πάλιν, ἠΰτ' ἀήτης
ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·
τῶν δ' ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,
κῦμα δ' ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο
ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ
αἵματι κητείῳ, γλαυκὴ δ' ἐρυθαίνεται ἅλμη.
ὡς δ' ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο
κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων
ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,
κιρναμένη δίνῃσιν· ἑκὰς δ' ἐρυθαίνεται ὕδωρ
ξανθῆς ἐκ κονίης, λύθρος δ' ἔχει ὥστε θάλασσαν,
ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται
φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.
ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου
πευκεδανὸν στάζουσ'· ἡ δ' ἕλκεσι μισγομένη ἃλς
ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
πόντον ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
ῥιπή, τὴν δ' ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,
ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
ἀλλ' ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον
γηθόσυνοι σύρουσιν· ὁ δ' ἕλκεται οὐκ ἐθέλων περ,
πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ,
ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
ὡς δ' ὁπότ' εἰναλίοιο διακρινθέντος Ἄρηος
νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι
ναυμάχον εἰρεσίης παιήονα· τοὶ δ' ἀέκοντες
ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,
ὣς οἵ γ' αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης
γηθόσυνοι κατάγουσιν ἐπ' ᾐόνας· ἀλλ' ὅτε χέρσῳ
ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος
λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν
σμερδαλέαις πτερύγεσσιν, ἅτ' εὐτύκτῳ περὶ βωμῷ
ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ,
δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθ' ἱκέσθαι,
ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα
πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,
φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης
ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες
χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο
ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν·
ὣς οἵ γ' ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·
πλῆσεν δ' ᾐόνα πᾶσαν ὑπ' ἀπλάτοις μελέεσσι
κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.
τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο
εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ
ταρβεῖ τ' οὐκέτ' ἐόντα καὶ οἰχομένοιό περ ἔμπης
πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.
ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,
θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
ἔνθ' οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,
δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτ' ἄκοντας
τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·
ἄλλοι δ' ὠτειλὰς πολυδηρίτοιο πελώρου
χαλκοτόρους ἀφόωσιν· ὁ δ' ὀξύπρωρον ἄκανθαν
θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·
ἄλλοι δ' ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν
καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.
καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης
ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·
Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδ' ἐκόμισσας
φορβῇ χερσαίῃ· κόλποις δ' ἐνὶ σεῖο θάνοιμι,
ἦμαρ ὅτ' ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου
εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
μηδέ μ' ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποι,
μηδ' ἀνέμους νεφέλας τε κατ' ἠέρα παπταίνοιμι·
οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδ' ἀλεγεινῆς
ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,
αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,
οὐδ' ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλ' ἔτι τοίους
δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο
θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·
δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,
χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δ' ἐμοὶ ἤπιος εἴης.
- Κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν
ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.
ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη
βαιοτέρη, θήρεσσι δ' ἐοικότα τεύχε' ἔασι,
μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,
φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν
αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης
ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.
- Λάμνης δὲ σκύμνοισιν ὅτ' ἀντήσωσ' ἁλιῆες,
πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,
λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δ' ἐσιδοῦσα
ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ
ἐνσχόμενοι μίμνουσιν ἅτ' ἐν δεσμοῖσιν ὀδόντες
ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι
λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.
- Ἔξοχα δ' ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι
λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·
ἔξοχα δ' ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι
ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον
αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
πολλάκι δ' ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες
κύρτοις τ' ἐμπελάσαντες ἐδηλήσανθ' ἁλιεῦσιν
ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.
τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,
πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.
- Φώκῃ δ' οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ
τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν
ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·
ἀλλ' ὅτ' ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,
δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν
δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν
οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
δίκτυα, ῥηϊδίως δὲ βίῃ τ' ὀνύχων θ' ὑπ' ἀκωκαῖς
ῥήξει τ' ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ
εἰλομένοις, μέγα δ' ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
ἀλλ' ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος
ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
- Ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
τάων δ' ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·
εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
ὕπτιον ἀνστρέψειεν ἐπ' ὄστρακον, οὐκέτι κείνη
πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
ὕψι δ' ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δ' ἔχει ἀγρευτῆρας.
τὴν δ' ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
ἄλλοτε δ' ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.
ὡς δ' ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δ' ἐπὶ νῶτα
κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,
ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
πυκνὸν ἐπασπαίρουσα, γέλως δ' ἔχει ὅς κεν ἴδηται,
ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
ἐμφέρεται λωβητὸν ὑπ' ἀνδράσιν ἰχθυβόλοισι.
- Πολλάκι δ' ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων
ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
ἐς πόντον φορέει, τὴν δ' οὐκέτι καὶ μεμαυῖαν
κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
ὕψι μάλ' ἱεμένην νεάτης ἁλός· οἱ δ' ἐσιδόντες
ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.
- Δελφίνων δ' ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
κεῖνος ἔτ' ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι
δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
κέχρηνται, μέγα δ' εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην
ἄγρην εὐθήρητον ἐπ' ἰχθύσιν ὡπλίσσαντο
νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δ' ἐφέπονται
δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
ἔνθ' οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
ἰχθύες, οἱ δ' ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,
πυκνὸν ἐπιθρώσκοντες, ἅτ' ἀνδράσι θηρητῆρσι
θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
τοὺς δ' ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
τοῖσι δ' ἄφυκτα κέλευθα, διορχεῦνται δ' ἐνὶ πόντῳ,
καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
ἀλλ' ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
δὴ τότ' ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
οἱ δ' οὐκ ἠνήναντο, πόρον δ' εὐαγρέα μοῖραν
ἀσπασίως· ἢν γάρ τις ὑπερφιάλως ἀλίτηται,
οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπ' ἄγρην.
- Καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ
ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,
ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
Ταιναρίῃ τ' ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
δελφίς, σὺν δ' ἤθυρε παρ' ᾐόσι, καὶ κελαδεινῇ
τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τ' ἀφικέσθαι.
ἀλλ' οὐδ' ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
Αἰολίς· οὔτι παλαιόν, ἐφ' ἡμετέρῃ δὲ γενέθλῃ·
δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·
νήσῳ δ' ἐνναίεσκεν, ἀεὶ δ' ἔχε ναύλοχον ὅρμον,
ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ,
ἀλλ' αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,
σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς
σύντροφος· ἀλλ' ὅθ' ἵκοντο τέλος γυιαλκέος ἥβης,
καί ῥ' ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ
ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,
δή ῥα τότ' ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδ' ἐπίελπτον
θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·
πολλοὺς δ' ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας,
ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·
πολλαὶ δ' ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπ' ἦμαρ
ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.
ἔνθ' ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν
ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομ' ἀΰσας
κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·
δελφὶς δ' ἠΰτ' ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,
κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,
σαίνων τ' οὐραίῃ κεφαλήν τ' ἀνὰ γαῦρος ἀείρων,
παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν
ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
ἀμφαγαπαζόμενος, τοῦ δ' ἵετο θυμὸς ἱκέσθαι
αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλ' ὅτ' ἐς ἅλμην
κοῦφα κυβιστήσειεν, ὃ δ' ἐγγύθι νήχετο κούρου,
αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων,
αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ
ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα
κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν
ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
ἀλλ' ὅτε καὶ πελάσειε παρ' ᾐόσιν, αὐτίκα κοῦρος
ἁψάμενος λοφιῆς διερῶν ἐπεβήσατο νώτων·
αὐτὰρ ὅ γ' ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ
δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο
ἤλαεν, εἴτ' ἄρα πόντον ἐπ' εὐρέα τῆλε κελεύοι
στέλλεσθ', εἴθ' αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,
ἢ χέρσῳ πελάειν, ὁ δ' ἐπείθετο πᾶσαν ἐφετμήν.
οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι
μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,
οὔτε τις ἀγρευτῆρι κύων ἐθὰς ὀτρύνοντι
τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν,
οὔτ' ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος
πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,
ὅσσον ὑπ' ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι
πείθετ' ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.
οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ
πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἂν δ' ἐκόμιζε
νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.
τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλ' ὅτε παῖδα
πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος
δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον
μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν
μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·
οὐδ' ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς
νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε
δέχνυσθαι, μάλα δ' αἶψα καὶ ἐξ ἁλὸς ἔπλετ' ἄϊστος
κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατ', οὐδ' ἔτι χῶρον
ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο
ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ.
- Ἀλλ' ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας
καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας
Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν
ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν·
ἦ μέγ' ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων,
οὐ πατέρων φείσαιντο, κασιγνήτους τ' ὀλέκοιεν
ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης.
μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ
δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι·
Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται,
στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.
οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην
ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν,
οὔ τιν' ὀϊόμενοι μερόπων δόλον, οὐδέ τιν' ἄτην
ἵξεσθαι, σαίνουσι δ' ἐνηέας ἠΰθ' ἑταίρους
γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.
οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ
τήν τ' ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης,
δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ·
αὐτὰρ ὅ γ' ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων,
αὐτίχ' ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,
ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις·
οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἂν ἄγρης
μαψιδίως ἅλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·
ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι
μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,
ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.
ἀλλ' ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι
κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,
δή ῥα τότ' ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα
κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,
ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,
ἀλλ' αἰεὶ μογέοντι συνέσπεται, ἔκ τ' ἀνιόντι
βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ
εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι
μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
παίδων θ' ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ·
ὣς ἥ γ' αἴν' ἀχέουσα δαϊζομένῳ περὶ παιδί,
ὥστ' αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,
δινεύει· τὸν δ' ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου
στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθ' ἑταῖροι
ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·
ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,
σπονδάς τ' ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες
ἡμετέρην, τὴν πρόσθεν ἐπ' ἀλλήλοις ἐθέμεσθα.
τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι
μυθεῖται· καὶ τὸν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,
τῷ δ' ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα
αὐτῆς ἄγχ' ἀκάτοιο συνέσπεται, οὐδ' ἀπολείπει·
οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν
οὔτε βαλὼν οὔτ' ἄλλο φέρων δέος· ἀλλ' ἅμα παιδὶ
ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ
δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγ' ἀλιτροὶ
οἵδ', οὔτ' οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες
οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν
χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες
παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ·
ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι
μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.
ὡς δ' ὁπότ' ὀρταλίχοισι χελιδόσι νηπιάχοισι
νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ,
καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,
μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται
λοίγια τετριγυῖα φόνου γόον· ἀλλ' ὅτε παῖδας
ἀθρήσῃ φθιμένους, ἣ δ' οὐκέτι φύξιν ὀλέθρου
δίζεται, ἀλλ' αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος
εἱλεῖται, μέσφ' ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·
ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,
χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.
- Ἔθνεα δ' ὀστρακόρινα, τά θ' ἑρπύζουσι θαλάσσῃ,
πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον
σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·
φθινούσης δ' ἐξαῦτις ἀφαυροτέροις μελέεσσι
ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.
τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
ἀνέρες ἐκ ψαμάθοιο, τὰ δ' ἐκ σπιλάδων ἐρύουσι
νωλεμὲς ἐμπεφυῶτα, τὰ δ' ᾐόσιν ἔπτυσαν αὐταῖς
κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.
- Πορφύραι αὖ πέρι δή τι μετ' ὀστρείοισιν ἔασι
λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.
κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,
πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δ' ἄρα τῇσι
στρόμβους συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·
αἱ δ' ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,
γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται
λεπτή τ' ὀξείη τε, διὰ σχοίνων δ' ἐτάνυσσαν
φορβῆς ἱέμεναι, χαλεπῆς δ' ἤντησαν ἐδωδῆς·
γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν
οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδ' ἔτ' ὀπίσσω
ἀνδύνει μεμαυῖα, μένει δ' ὀδύνῃσι ταθεῖσα,
εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,
πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.
- Σπογγοτόμων δ' οὔ φημι κακώτερον ἄλλον ἄεθλον
ἔμμεναι, οὐδ' ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.
οἱ δ' ἤτοι πρῶτον μέν, ὅτ' ἐς πόνον ὁπλίζωνται,
βρώμῃ τ' ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,
ὕπνῳ τ' οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.
ὡς δ' ὅτ' ἀνὴρ εὔγηρυν ἐφοπλίζητ' ἐς ἀγῶνα,
μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,
πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,
ὣς οἵ γ' ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,
ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
ἀσκηθής, προτέροιο δ' ἀναψύξωσι πόνοιο.
ἀλλ' ὅτ' ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,
εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης
ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,
μήτε τιν' ἀντιάσαι λώβην ἁλός· ἢν δ' ἐσίδωνται
κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·
οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,
ἀλλ' αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι
τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.
τῷ δ' ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.
πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
ἔζωσται, παλάμῃσι δ' ἐν ἀμφοτέρῃσιν ἀείρει
τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,
δεξιτερῇ δ' ἅρπην εὐήκεα χειρὶ τιταίνει·
φρουρεῖ δ' ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·
στὰς δ' ἄρ' ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.
οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις
θαρσαλέοις ἐπὶ μόχθον, ἅτ' ἐν νύσσῃ βεβαῶτα
ἄνδρα ποδωκείης δεδαημένον· ἀλλ' ὅτε θυμῷ
θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.
αὐτὰρ ὅ γ' ἐς βυσσὸν προμολὼν ἐξέπτυσ' ἀλοιφήν·
ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,
ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
πέτραις δ' ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται
ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·
καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,
ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.
αἶψα δ' ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ
ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις
σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν
αὐτίκ' ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δ' ἄρ' ἀνδρὶ
εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα
ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα
ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης
ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·
ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι
δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
πολλάκι δ' ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης
ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτ' ἀνέσχε,
δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·
καί ῥ' ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον
κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,
οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·
οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον
ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται
λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
- Τόσσ' ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.
σοὶ δ' αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,
πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,
αἰεὶ δ' ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,
γαίης δ' ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.