Ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος·
ὑμῖν δ', ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ.
εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ,
τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;
Μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς,
μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης,
μηδ' Ἴτυν ἐν θαλάμοις καὶ ἀηδόνας ἐν πετάλοισιν·
ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον·
ἀλλ' ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα
καὶ Βρόμιον· τούτοις δ' ὀφρύες οὐκ ἔπρεπον.
Τῶν παίδων, Διόδωρε, τὰ προσθέματ' εἰς τρία πίπτει
σχήματα, καὶ τούτων μάνθαν' ἐπωνυμίας.
τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε,
κοκκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην·
τὴν δ' ἤδη πρὸς χεῖρα σαλευομένην λέγε σαύραν·
τὴν δὲ τελειοτέρην οἶδας, ἃ χρή σε καλεῖν.
Ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτου
χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος·
χὠ τὰ δὶς ἑπτὰ νέμων γλυκερώτερον ἄνθος Ἐρώτων,
τερπνότερος δ' ὁ τρίτης πεντάδος ἀρχόμενος·
ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲ
καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός.
εἰ δ' ἔτι πρεσβυτέρου τις ἔχει πόθον, οὐκέτι παίζει,
ἀλλ' ἤδη ζητεῖ τὸν δ' ἀπαμειβόμενος.
Τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δ' ἅμα τοὺς μελιχρώδεις
καὶ ξανθούς, στέργω δ' ἔμπαλι τοὺς μέλανας·
οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶς
τοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ.
Πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν·
ψηφίζων δ' ἀφελῶς τοῦτό ποθ' εὗρον ἐγώ.
Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ οὐδὲ φίλημα
ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη,
οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικὸς οὐδ' ἀκέραιον
βλέμμα, διδασκομένη δ' ἐστὶ κακιοτέρα·
ψυχροῦνται δ' ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο,
οὐκ ἔστιν, ποῦ θῇς τὴν χέρα πλαζομένην.
Εἶδον ἐγώ τινα παῖδα ἐπανθοπλοκοῦντα κόρυμβον
ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια·
οὐδ' ἄτρωτα παρῆλθον· ἐπιστὰς δ' ἥσυχος αὐτῷ
φημί· Πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;
μᾶλλον τῶν καλύκων δ' ἐρυθαίνετο καὶ κατακύψας
φησί· Μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.
ὠνοῦμαι προφάσει στεφάνους καὶ οἴκαδ' ἀπελθὼν
ἐστεφάνωσα θεοὺς κεῖνον ἐπευξάμενος.
Ἄρτι καλός, Διόδωρε, σὺ καὶ φιλέουσι πέπειρος·
ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα.
Εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος
καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες,
οὐδ' οὕτω φεύγω τὸν ἐρώμενον· ἀλλὰ τὸ κάλλος
τούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον.
Ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον οὐκ ἐδυνήθην
κείνου ‑ πῶς εἴπω; ‑ πάντα παρασχομένου.
ἀλλ' ἐμὲ μηκέτ' ἔχοιτε, φίλοι, φίλον, ἀλλ' ἀπὸ πύργου
ῥίψατ', ἐπεὶ λίην Ἀστυάναξ γέγονα.
Ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖς
παιδὸς ἐρᾷ Λάδων. σύντομος ἡ Νέμεσις.
Ἰητροὺς εὗρόν ποτ' ἐγὼ λείους δυσέρωτας
τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου.
οἱ δέ γε φωραθέντες Ἔχ' ἡσυχίην ἐδέοντο·
κἀγὼ ἔφην· Σιγῶ, καὶ θεραπεύσετ' ἐμέ.
Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰς
χρήσεται ἀκμαίην, Κύπρι, καθ' ἡλικίην,
ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρ
ἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα.
Εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχ' ἐν βαλανείῳ,
ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται.
Μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμων
λακτίζειν κραδίην ἡμετέρην ἱκανός·
ἀλλ' ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθ' ὅτε καὶ σὺ
αἰτήσεις τοιάνδ' ἐξ ἑτέρων χάριτα.
Οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶ
ἄρσενος ἀσβέστῳ θῆκαν ἐπ' ἀνθρακιῇ.
πλειότερον τόδε θάλπος· ὅσῳ δυνατώτερος ἄρσην
θηλυτέρης, τόσσῳ χὠ πόθος ὀξύτερος.
Τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαι
εὐμαρὲς οὔτ' εἰπεῖν ἐστί τι νόσφι πόθων.
καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δ' ἐσίδοιμι
Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος.
τοὔνεκεν οὐ φεύγειν γλυκὺν Ἵμερον, ἀλλὰ διώκειν
πᾶσι λέγω. ψυχῆς ἐστιν Ἔρως ἀκόνη.
Οὐ δύναμαί σε θέλων θέσθαι φίλον· οὔτε γὰρ αἰτεῖς
οὔτ' αἰτοῦντι δίδως οὔθ', ἃ δίδωμι, δέχῃ.
Ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν
ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους·
θαῦμα γάρ, εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίης
τὸν καλόν. ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός;
Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα καὶ τὰ λαθραῖα
νεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις;
μέχρι τίνος δ' ἀτέλεστα λαλήσομεν, ἀμβολίαισι
ζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας;
μέλλοντες τὸ καλὸν δαπανήσομεν· ἀλλὰ πρὶν ἐλθεῖν
τὰς φθονεράς, Φείδων, θῶμεν ἐπ' ἔργα λόγοις.
Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ,
Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ' ἐτέων,
αὐτὰ τὰ καίρι' ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων
πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας
καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι
χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον.
καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ' ἀγρυπνήσω
πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν.
Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσι
κώμοις ἠιθέων πολλάκις ἐγγελάσας·
καί μ' ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε,
στῆσεν ἐπιγράψας· Σκῦλ' ἀπὸ Σωφροσύνης.
Εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος ἀνέλθοι,
οἷος ἄ‹ρ' ἦν, Δήλου› κοίρανε, πεμπόμενος,
ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖς
ὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς·
εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσον
ἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον.
ἦλθε δὲ σὺν πώγωνι· τόδ' εἰ φίλον αὐτὸς ἑαυτῷ
εὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον.
Σῶόν μοι Πολέμωνα μολεῖν, ὅτ' ἔπεμπον, Ἀπόλλω
ᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος.
ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε,
ἦλθεν ἐμοί, πικρῷ δ' ἐξέφυγέν με τάχει.
οὐκέτι σοι θύω τὸν ἀλέκτορα· μή με σοφίζου,
κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην.
Εἴ μοι σῳζόμενος Πολέμων, ὃν ἔπεμπον, ἀνέλθοι,
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
νῦν δ' αὑτῷ Πολέμων ἀνασῴζεται ‑ οὐκ ἀπαφήσεις,
Φοῖβε ‑ , δασὺς δ' ἥκων οὐκέτι σῶος ἐμοί.
αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς
ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος.
Σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς,
ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος·
οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις,
τοιούτου τλήμων εἵνεκεν εὐξάμενος.
οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν,
ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.
Κῦρος κύριός ἐστι. τί μοι μέλει, εἰ παρὰ γράμμα;
οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω.
Πρώταρχος καλός ἐστι καὶ οὐ θέλει, ἀλλὰ θελήσει
ὕστερον· ἡ δ' ὥρη λαμπάδ' ἔχουσα τρέχει.
Ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι,
μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ·
καὶ γνώσῃ, φιλέοντος ὅση σπάνις. ἀλλ' ἔτι καὶ νῦν
τῆς ἀμετακλήτου φρόντισον ἡλικίης.
Ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος, ᾧ σεσάλευμαι,
Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος·
ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ,
καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην.
ἀλλ' ὅτε ‹σοι› σπινθῆρος ἔτ' ἴχνια βαιὰ λέλειπται,
φειδωλὴν ἀπόθου· Καιρὸς ἔρωτι φίλος.
Μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον·
Ὥρη κάλλιστον, χὤρη ἐλαφρότατον·
ὥρην οὐδ' ὁ τάχιστος ἐν αἰθέρι παρσύθη ὄρνις·
νῦν, ἴδε, πάντ' ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται.
Ἦν καλὸς Ἡράκλειτος, ὅτ' ἦν ποτε· νῦν δὲ παρ' ἥβην
κηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις·
ἀλλά, Πολυξενίδη, τάδ' ὁρῶν μὴ γαῦρα φρυάσσου·
ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις.
Πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν,
πάντων ἀνθρώπων τὸν μακαριστότατον.
εἷς αὐτοῦ κατέκειθ' ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον,
εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου·
ἦ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν
φημί· Σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;
Χαῖρέ ποτ' οὐκ εἰπόντα προσεῖπέ τις. ἀλλ' ὁ περισσὸς
κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει;
ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶς
ἄρξει χαῖρε λέγειν οὐκ ἀποκρινομένοις.
Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος
ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·
εἶτα λέγεις· Ἥδιον ἐμοὶ τόδε. καὶ τίς ἂν εἴποι
κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;
Πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεω
μυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως,
Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδους
μηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι.
Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,
ὦ πυγά· κνώσσειν δ' οὐδὲ γέροντας ἐᾷς.
λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τὺ καὶ τίνα παίδων
κοσμεῖς; ἁ πυγὰ δ' εἶπε· Μενεκράτεος.
Ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆς
ἄνθος, καὶ χαρίτων λοιπὸν ἔτ' οὐδ' ὄνομα,
ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτε
μηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες.
Μὴ 'κδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρει
οὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου.
γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπ' ἀκάνθαις
εὑρήσεις ῥοδέαν φυομένην κάλυκα.
Οὐκέτι μοι Θήρων γράφεται καλὸς οὐδ' ὁ πυραυγὴς
πρίν ποτε, νῦν δ' ἤδη δαλὸς Ἀπολλόδοτος.
στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμα
λασταύρων μελέτω ποιμέσιν αἰγοβάταις.
Βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις,
παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ,
καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δ' ἁλιεύῃ
ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον,
ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον· οὐδὲ γὰρ αἰδὼς
οὐδ' ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται.
Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ
χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·
μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ' ἀπὸ κρήνης
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν
τοῦτο σαφῶς, ἠχώ φησί τις· Ἄλλος ἔχει.
Ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας
ὄρτυξ καὶ ῥαπτὴ σφαῖρα καὶ ἀστράγαλοι·
νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δ' οὐδὲν ἐκεῖνα
ἰσχύει. ζητεῖτ' ἄλλο τι, παιδοφίλαι.
Ναὶ ναὶ βάλλετ', Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς
κεῖμαι. μὴ φείσησθ', ἄφρονες· ἢν γὰρ ἐμὲ
νικήσητ', ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε
τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης.
Οὐκ εἴμ' οὐδ' ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν.
Ὤρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;
ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,
ὡς τὸ πάρος παίξεσθ' ἄφρονες ἀστραγάλοις.
Ματρὸς ἔτ' ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζων
ἀστραγάλοις τοὐμὸν πνεῦμ' ἐκύβευσεν Ἔρως.
Κεῖμαι· λὰξ ἐπίβαινε κατ' αὐχένος, ἄγριε δαῖμον.
οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν·
οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δ' ἐπ' ἐμὴν φρένα πυρσούς,
οὐ φλέξεις ἤδη· πᾶσα γάρ ἐστι τέφρη.
Ζωροπότει, δύσερως, καὶ σεῦ φλόγα τὰν φιλόπαιδα
κοιμάσει λάθας δωροδότας Βρόμιος·
ζωροπότει καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας
ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν.
Πῖν', Ἀσκληπιάδη. τί τὰ δάκρυα ταῦτα; τί πάσχεις;
οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,
οὐδ' ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς
πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;
πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς.
ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;
πίνομεν· οὐ γὰρ ἔρως· μετά τοι χρόνον οὐκέτι πουλύν,
σχέτλιε, τὴν μακρὰν νύκτ' ἀναπαυσόμεθα.
Ἔγχει καὶ πάλιν εἰπέ· Διοκλέος. οὐδ' Ἀχελῷος
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ
φησίν ‑ ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
Οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες,
ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον.
τρὶς μάκαρες νᾶες, τρὶς δ' ὄλβια κύματα πόντου,
τετράκι δ' εὐδαίμων παιδοφορῶν ἄνεμος.
εἴθ' εἴην δελφίς, ἵν' ἐμοῖς βαστακτὸς ἐπ' ὤμοις
πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.
Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης
πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην,
ἤν που ἐπ' ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητε
Φανίον εἰς χαροπὸν δερκομέναν πέλαγος,
τοῦτ' ἔπος ἀγγείλαιτε· Καλὴ νυέ, σός με κομίζει
ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.
εἰ γὰρ τοῦτ' εἴποιτ', εὐάγγελοι, αὐτίκα καὶ Ζεὺς
οὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας.
Ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσα
ἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον.
ἀλλά, νέοι, στέργοιτε νέον Πόθον· ἦ γὰρ ὁ κοῦρος
εἴρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως.
Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου,
κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων·
Κεκροπίαν δ' Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος,
ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως.
ἡ δ' ἀνὰ κῦμ' ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη
νῦν κάλλει δούλην Ἑλλάδ' ὑπηγάγετο.
Εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυσ' Ἔρωτος
Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος·
νῦν δ' ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα
αὑτὸν ἀπεικονίσας ἔπλασε Πραξιτέλην,
ὄφρ' ὁ μὲν ἐν θνατοῖς, ὁ δ' ἐν αἰθέρι φίλτρα βραβεύῃ
γῆς θ' ἅμα καὶ μακάρων σκηπτροφορῶσι Πόθοι.
ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα
καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.
Πραξιτέλης, ὁ πάλαι ζωογλύφος, ἁβρὸν ἄγαλμα
ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον
πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν ἔμψυχα μαγεύων
τὸν τριπανοῦργον Ἔρωτ' ἔπλασεν ἐν κραδίᾳ.
ἦ τάχα τοὔνομ' ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσσω
οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας.
ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσας
ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.
Ἦ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις
αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον.
τόσσον δ' Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις
ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.
Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκος
ἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος.
Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθ' ὁρῶ· ἢν δὲ τὰ πάντα
βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.
Ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκ', Ἀρίβαζε,
τὰν Κνίδον· ἁ πέτρα θρυπτομένα φέρεται.
Ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθε,
ἀλλ' Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν.
Σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτ' ἔπος αὐδᾷ·
Καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.
ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ·
Καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.
δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπ' ὄσσων
λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.
Ζεύς, Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα
Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ·
μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς
μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου.
εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον,
νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.
Εἰ Ζεὺς κεῖνος ἔτ' ἐστὶν ὁ καὶ Γανυμήδεος ἀκμὴν
ἁρπάξας, ἵν' ἔχῃ νέκταρος οἰνοχόον,
κἠμοὶ τὸν καλόν ἐστιν ‹ἐνὶ› σπλάγχνοισι Μυΐσκον
κρύπτειν, μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας.
Κρίνατ', Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς
ἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι.
εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατ', Ἔρωτες,
Δωρόθεος τίνος ἦν καὶ τίνι νῦν δέδοται.
ἐν φανερῷ φωνεῦσιν, ἐμὴ χάρις. ἀλλ' ἀποχώρει,
μηκέτι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.
Τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γ' ἀναρθείς,
Ζεῦ πάτερ, ‹ἀθανάτοις› δεύτερος οἰνοχοεῖ;
αἰετέ, τὸν χαρίεντα ποτὶ πτερὰ πυκνὰ τινάξας
πῶς ἔφερες; μή που κνίσματ' ὄνυξιν ἔχει;
Οὐκ ἐθέλω Χαρίδαμον· ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,
ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν·
οὐκ ἐθέλω. τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα
ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;
ἀρκοῦμαι δ', ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον
ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,
μναμόσυνον στοργῆς· γλυκὺ δ' ὄμμασι νεῦμα δίυγρον
δοίη, καί τι φίλημ' ἁρπάσαι ἀκροθιγές.
τἆλλα δὲ πάντ' ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δ' ἐθελήσοι,
ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας.
Ζεῦ, προτέρω τέρπευ Γανυμήδεϊ· τὸν δ' ἐμόν, ὦναξ,
Δέξανδρον δέρκευ τηλόθεν· οὐ φθονέω.
εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτ' ἀνεκτῶς
δεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σεῦ.
Στήσομ' ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἰ σέ, Μυΐσκε,
ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον.
καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδ' ἔλεξε· Τί ταρβεῖς;
οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.
χὠ μὲν δὴ τάδε φησίν· ἐγὼ δ', ἢν μυῖα παραπτῇ,
ταρβῶ, μὴ ψεύστης Ζεὺς ἐπ' ἐμοὶ γέγονεν.
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν
ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας;
ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων
οὑμὸς ἔχει, χαλεπῇ δ' ἤντεο θευμορίῃ;
ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν
τὸν καλόν, ὦ μόχθηρ', ἔβλεπες ἀμφοτέροις.
Ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δ' ἐν προθύροισιν ἄυπνος
Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι,
σχέτλιος, Ἡράκλειτον ἰδών· ἔστη γὰρ ὑπ' αὐγὰς
ὀφθαλμῶν βληθεὶς κηρὸς ἐς ἀνθρακιήν.
ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτος
ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.
Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ'
εἴτ' Ἔρος εἴτ' Ἀίδης ἥρπασε· πλὴν ἀφανές.
ἦ ῥά τιν' ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον
πολλάκι· Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.
οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ' ὅτι που στρέφεται.
Ἤν τι πάθω, Κλεόβουλε, ‑ τὸ γὰρ πλέον ἐν πυρὶ παίδων
βαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ ‑
λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι,
κάλπιν ἐπιγράψας· Δῶρον Ἔρως Ἀίδῃ.
Εἰ πτερά σοι προσέκειτο καὶ ἐν χερὶ τόξα καὶ ἰοί,
οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.
Εἰ μὴ τόξον Ἔρως μηδὲ πτερὰ μηδὲ φαρέτραν
μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας,
οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτ' ἂν ἔγνως
ἐκ μορφᾶς, τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως.
Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ' ὤμων
τείνοιτ' ἀργυρέων ἰοδόκος φαρέτρη
καὶ σταίης παρ' Ἔρωτα, φίλ' Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,
οὐδ' αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.
Εἰ χλαμύδ' εἶχεν Ἔρως καὶ μὴ πτερὰ μηδ' ἐπὶ νώτων
τόξα τε καὶ φαρέτραν, ἀλλ' ἐφόρει πέτασον,
ναίχι τὸν ἁβρὸν ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν
ἦν ἂν Ἔρως, ὁ δ' Ἔρως τἄμπαλιν Ἀντίοχος.
Ἀντίπατρός μ' ἐφίλησ' ἤδη λήγοντος ἔρωτος,
καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης·
δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες,
φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.
Ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος
τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται;
μή, μή, πρός σε Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε,
κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον.
αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν
λήψετ' Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.
Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα
οἴδατε τοῦ πικροῦ γευσάμενοι μέλιτος,
ψυχρὸν ὕδωρ, λίτομαι, ψυχρόν, τάχος, ἄρτι τακείσης
ἐκ χιόνος τῇ 'μῇ χεῖτε περὶ κραδίῃ·
ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλ', ὁμόδουλοι,
πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπ' ἐμεῦ σβέσατε.
Ἔσπευδον τὸν Ἔρωτα φυγεῖν· ὁ δὲ βαιὸν ἀνάψας
φανίον ἐκ τέφρης εὗρέ με κρυπτόμενον·
κυκλώσας δ' οὐ τόξα, χερὸς δ' ἀκρώνυχα δισσά,
κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν·
ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέλλος
λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ.
Οὔ μ' ἔτρωσεν Ἔρως τόξοις, οὐ λαμπάδ' ἀνάψας,
ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ·
σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς
φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν·
ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη
πῦρ ψυχῆς τῇ 'μῇ καιόμενον κραδίᾳ.
Ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν
ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον
ἕλκει τῇδ' ὁ βίαιος Ἔρως· φλόγα δ' οἷα προφαίνων
παιδὸς ἀπαστράπτει κάλλος ἐραστὸν ἰδεῖν.
βαίνω δ' ἴχνος ἐπ' ἴχνος, ἐν ἀέρι δ' ἡδὺ τυπωθὲν
εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ.
ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα πουλύ τι κείνης
πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος;
Οἰνοπόται, δέξασθε τὸν ἐκ πελάγευς ἅμα πόντον
καὶ κλῶπας προφυγόντ', ἐν χθονὶ δ' ὀλλύμενον.
ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντ' ἐπὶ γαῖαν
ἀγρεύσας ἕλκει τῇδ' ὁ βίαιος Ἔρως,
ἐνθάδ' ὅπου τὸν παῖδα διαστείχοντ' ἐνόησα·
αὐτομάτοις δ' ἄκων ποσσὶ ταχὺς φέρομαι.
κωμάζω δ' οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.
ἀλλὰ φίλῳ, ξεῖνοι, βαιὸν ἐπαρκέσατε,
ἀρκέσατ', ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος
δέξασθ' ὀλλύμενον τὸν φιλίας ἱκέτην.
Ἁ Κύπρις θήλεια γυναικομανῆ φλόγα βάλλει,
ἄρσενα δ' αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ.
ποῖ ῥέψω; ποτὶ παῖδ' ἢ ματέρα; φαμὶ δὲ καὐτὰν
Κύπριν ἐρεῖν· Νικᾷ τὸ θρασὺ παιδάριον.
Τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλά τιν' αἰεὶ
δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ.
ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων
Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους.
οὐ μούνοις δ' ἐπὶ τοῖσι δεδόρκαμεν, ἀλλ' ἐπιπάντων
ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.
Δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες,
Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις·
ᾗ μὲν ἐπ' Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι
ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος.
τμήξατ', ἐμοὶ τοῦθ' ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην
νειμάμενοι κλήρῳ τἀμὰ φέρεσθε μέλη.
Κύπρι, τί μοι τρισσοὺς ἐφ' ἕνα σκοπὸν ἤλασας ἰούς,
ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη;
καὶ τῇ μὲν φλέγομαι, τῇ δ' ἕλκομαι· ᾗ δ' ἀπονεύσω,
διστάζω, λάβρῳ δ' ἐν πυρὶ πᾶς φλέγομαι.
Οὐκέτ' ἐρῶ. πεπάλαικα πόθοις τρισίν· εἷς μὲν ἑταίρης,
εἷς δέ με παρθενικῆς, εἷς δέ μ' ἔκαυσε νέου·
καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μὲν ἑταίρης
πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας·
ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος
ἕν, τὸ ποθεινότατον, παιδὶ φίλημα διδούς.
οἴμοι, πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου
βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.
Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ
ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι,
εἴδετε τὸν χρυσέαισι περίσκεπτον Χαρίτεσσιν
Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων.
ἀρκείτω. τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν
Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου;
καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτ' ἤδη·
οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν;
Ὦ προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ
Κύπριδος, ὀφθαλμοί, βλέμματα χριόμενοι,
ἡρπάσατ' ἄλλον Ἔρωτ', ἄρνες λύκον, οἷα κορώνη
σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον.
δρᾶθ', ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε
δάκρυα, πρὸς δ' Ἱκέτην αὐτομολεῖτε τάχος;
ὀπτᾶσθ' ἐν κάλλει, τύφεσθ' ὑποκαόμενοι νῦν,
ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.
Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα
ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται.
τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς
ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον·
τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ' ὕψος
οὐ μέγας, οὐρανίη δ' ἀμφιτέθηλε χάρις·
ἢν δ' ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα
κινήσεις, ἀλύτῳ δ' ὡς ἀδάμαντι μένεις
ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει
κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.
χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε
ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην.
Τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δ' Ἡράκλειτος,
ἡδυεπὴς δὲ Δίων, ὀσφύι δ' Οὐλιάδης.
ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις,
ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ ... τὸ λειπόμενον,
ὡς γνῷς, οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳ
λίχνος ἐπιβλέψῃς, μηκέτ' ἴδοις τὸ καλόν.
Εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους
Πειθὼ καὶ κάλλευς ἀνθολόγοι Χάριτες,
ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι
Δωρόθεος, κείσθω δ' εἰς γόνυ Καλλικράτης,
ἰαίνοι δὲ Δίων τόδ' ἐύστοχον ἐν χερὶ τείνων
σὸν κέρας, Οὐλιάδης δ' αὐτὸ περισκυθίσαι,
δοίη δ' ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι,
θλίβοις δ' Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι.
εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν
ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.
Οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται,
ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.
εἶδος μὲν γὰρ ἄμωμον, ἐπ' ὄμμασι δ' ἁ περίσαμος
αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις,
οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλ' ἐπὶ ποσσὶν
οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν.
πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε,
κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.
Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται ἶσον Ἔρωτι,
μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην·
ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτ' ἐς Ἠὼ
νεῖται· ἴδ', ὡς φθονερὰ παγγενέτειρα Φύσις.
εἰ γὰρ τῷ τά τ' ἔνερθε τά θ' ὑψόθεν ἶσα πέλοιτο,
ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.
Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ' ἀκάνθαις
κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών·
ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει
ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη.
Ἠγρεύθην ὑπ' Ἔρωτος ὁ μηδ' ὄναρ, οὐδ' ἔμαθον πῦρ
ἄρσεν ποιμαίνειν θερμὸν ὑπὸ κραδίας,
ἠγρεύθην. ἀλλ' οὔ με κακῶν πόθος, ἀλλ' ἀκέραιον
σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν.
τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦς
βέβληται γλυκερῆς ἄχθος ἔχων ὀδύνης.
Εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσα
οὐκ ἐλεεῖς καὐτὴ πεῖραν ἔχουσα πόνων;
ἦ μ' ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτ' ἔπος εἰπεῖν·
Τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη;
Τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος
ὄμμασι τοξεύσας τοῦτ' ἐβόησεν ἔπος·
Τὸν θρασὺν εἷλον ἐγώ· τὸ δ' ἐπ' ὀφρύσι κεῖνο φρύαγμα
σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.
τῷ δ', ὅσον ἀμπνεύσας, τόδ' ἔφην· Φίλε κοῦρε, τί θαμβεῖς;
καὐτὸν ἀπ' Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος,
στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ·
Τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν
οἶδε, τὰ δ' ἐν μέσσῳ κείμενα παρπέταται.
Οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἤν μ' ἀδικῇ τις,
μισεῖν· ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής.
Οὑμὸς ἔρως παρ' ἐμοὶ μενέτω μόνον· ἢν δὲ πρὸς ἄλλους
φοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι.
Μικρὸς Ἔρως ἐκ μητρὸς ἔτ' εὐθήρατος ἀποπτὰς
ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι·
ἀλλ' αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς,
οὐ πολλοῖς, εὐκρὰς δ' εἷς ἑνὶ συμφέρομαι.
Ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνον
ὄμμα, Μυΐσκον ὁρᾶν· τἆλλα δὲ τυφλὸς ἐγώ.
πάντα δὲ κεῖνος ἐμοὶ φαντάζεται. ἆρ' ἐσορῶσιν
ὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες;
Τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτο
τἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλόν·
εἰ δ' ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλον
ἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις.
Εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε,
Χίῳ καὶ Χίου πουλὺ μελιχρότερος·
εἰ δ' ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίη
κώνωψ ὀξηρῷ φυόμενος κεράμῳ.
Ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλων
ἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου,
τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸν
θάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον.
Ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει.
ἆρα κεραυνομάχαν παῖδ' ἀνέδειξεν Ἔρως;
χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε,
καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος.
Πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖον
ἀμφοτέρων· τόξοις, Εὔβιε, λειπόμεθα.
Εὐφαμεῖτε, νέοι· τὸν Ἔρωτ' ἄγει Ἀρκεσίλαος
πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ.
Καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω,
ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον.
Ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις
Ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων.
Ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοις
ὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν.
κωμάσομαι. τί δέ μοι βροντέων μέλει ἢ τί κεραυνῶν,
ἢν βάλλῃ, τὸν ἔρωθ' ὅπλον ἄτρωτον ἔχων;
Κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτον
τὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενον·
μακρὴν δ' οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δ' ἀωρὶ
καὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων.
Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. ‑ Ἠνίδε τόλμαν,
οἰνοβαρές. τίν' ἔχεις φροντίδα; ‑ Κωμάσομαι. ‑
Κωμάσομαι; ποῖ, θυμέ, τρέπῃ; ‑ Τί δ' ἔρωτι λογισμός;
ἅπτε τάχος. ‑ Ποῦ δ' ἡ πρόσθε λόγων μελέτη; ‑
Ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδα
τοῦθ', ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.
Εἰ μὲν ἑκών, Ἀρχῖν', ἐπεκώμασα, μυρία μέμφου·
εἰ δ' ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
ἄκρητος καὶ Ἔρως μ' ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δ' οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.
ἐλθὼν δ' οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ' ἐφίλησα
τὴν φλιήν· εἰ τοῦτ' ἔστ' ἀδίκημ', ἀδικῶ.
Οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμων
ἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίαν·
ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν Ἔρωτι
καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην.
ἦ προδότας κἄπιστος ἔφυς, τεὰ δ' ὄργια κρύπτειν
αὐδῶν ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.
Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδ' ἀπεροῦμαι
θνητὸς ἐών· σὺ δ', Ἔρως, μηκέτι μοι πρόσαγε.
ἤν με λάβῃς μεθύοντ', ἄπαγ' ἔκδοτον· ἄχρι δὲ νήφω,
τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.
Ἦ ῥά νύ τοι, Κλεόνικε, δι' ἀτραπιτοῖο κιόντι
στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·
καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν,
κοῦρε, πεποίησαι δ' ἡλίκος ἐσσὶ χάρις·
τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ' οὐκ ἀσφαλὲς ἆσσον
ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.
Ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι
ἀντίον εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας,
οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα καὶ γλυκυμυθεῖ
καίρια καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ.
τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου
Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.
Πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμον
λημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα
καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ·
ἀλλ' ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον.
Λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον
λάθριος ἀκρήβην τὸν χαρίεντ' ἔκυσα.
δειμαίνω· καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην
ἀνταίρων καὶ δοὺς ᾤχετ' ἀλεκτρυόνα,
ἄλλοτε μειδιόων, ὁτὲ δ' οὐ φίλος. ἦ ῥα μελισσέων
ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα.
Ἡδύ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος
ὀκτωκαιδεκέτους παιδὸς ἔτ' ἐν χλαμύδι
ἤγαγ' Ἔρως ὑπὸ χλαῖναν· ἐγὼ δ' ἁπαλῷ περὶ χρωτὶ
στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν.
καί μ' ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δ' ὕπνον
ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω.
ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ δι' ὀνείρων
εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.
Ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύων
ἀκρονυχεὶ ταύταν ἔκνισ' ὁ θερμὸς Ἔρως·
εἶπε δὲ μειδήσας· Ἕξεις πάλι τὸ γλυκὺ τραῦμα,
ὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.
ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠιθέοις Διόφαντον
λεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι.
Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν,
ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος.
διπλαῖ δ' ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος
παιδὸς ἀπ' ὀφθαλμῶν, αἱ δὲ παρ' ἠελίου.
ἀλλ' ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν· ἃς δ' ἐν ὀνείροις
εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν.
λυσίπονος δ' ἑτέροις ἐπ' ἐμοὶ πόνον ὕπνος ἔτευξεν
ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.
Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν
φωνεῖτ' αἰγιβάτῃ Πανὶ χαριζόμεναι·
μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι,
δάφνῃ παρθενίῃ μέλφ' Ὑάκινθον ἔτι.
ἦν γάρ, ὅτ' ἦν Δάφνις μὲν Ὀρειάσι, σοὶ δ' Ὑάκινθος
τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.
Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου
στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι·
γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου
ὡς καλός. ἀλλ' ὀλίγον· γράμμασι λειπόμεθα.
τῷδ' οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς
αὐτὸς ἰδών, ἑτέρου δ' ἐστὶ περισσότερος.
Εἶπα καὶ αὖ πάλιν εἶπα· Καλός, καλός. ἀλλ' ἔτι φήσω,
ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος.
οὐ δρυὸς οὐδ' ἐλάτης ἐχαράξαμεν οὐδ' ἐπὶ τοίχου
τοῦτ' ἔπος· ἀλλ' ἐν ἐμῇ ἴσχετ' Ἔρως κραδίᾳ.
εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον,
ψεύδετ'· ἐγὼ δ' ὁ λέγων ἀτρεκὲς οἶδα μόνος.
Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς
καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,
ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν
οὐδέποτ' οἰκείων ὦσεν ἀπὸ προθύρων.
Οὔ σοι ταῦτ' ἐβόων, ψυχή· Ναὶ Κύπριν, ἁλώσει,
ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη;
οὐκ ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς
σπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν
καί σ' ἐπὶ πῦρ ἔστησε, μύροις δ' ἔρρανε λιπόπνουν,
δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν.
ἆ ψυχὴ βαρύμοχθε, σὺ δ' ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ,
ἄρτι δ' ἀναψύχεις πνεῦμ' ἀναλεξαμένη.
τί κλαίεις; τὸν ἄτεγκτον ὅτ' ἐν κόλποισιν Ἔρωτα
ἔτρεφες, οὐκ ᾔδεις, ὡς ἐπὶ σοὶ τρέφετο;
οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων,
πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα.
αὐτὴ ταῦθ' εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχεις,
ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι.
Διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα,
εἶπα τότ' αὐχμηρὰν δίψαν ἀποπροφυγών·
Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς
πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ;
καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας
Ἀντίοχον ψυχῆς ἡδὺ πέπωκα μέλι.
Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν
πνεῦμα διὰ στηθέων ‑ εἶδες; ‑ ἀνηγάγετο,
τὸ τρίτον ἡνίκ' ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
τὠνδρὸς ἀπὸ στεφάνων πάντ' ἐγένοντο χαμαί·
ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ
εἰκάζω, φωρὸς δ' ἴχνια φὼρ ἔμαθον.
Οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν
ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις·
καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε καί τι κατηφὲς
ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.
Ὄρνιθες ψίθυροι, τί κεκράγατε; μή μ' ἀνιᾶτε
τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον,
ἑζόμεναι πετάλοισιν ἀηδόνες· εἰ δὲ λάληθρον
θῆλυ γένος, δέομαι, μείνατ' ἐφ' ἡσυχίης.
Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε,
ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον
γαῦρος ὑπὲρ κοίτας, ὅτι μοι βραχὺ τοῦτ' ἔτι νυκτὸς
παιδοφιλεῖν, ἐπ' ἐμαῖς δ' ἁδὺ γελᾷς ὀδύναις.
ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον,
ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.
Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαι
δείδιας ἑσπέριον Πλειάδα δυομέναν;
μεῖνον ἐπ' Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν γλυκὺν ὕπνον,
ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα.
Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,
ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·
οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.
τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.
Τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν,
οὐ καλὸν αὐτὸν ἔφαν, οὐ γὰρ ἄγαν ἐδόκει.
εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν
ἐν πυρί, παῖς δ' ἐπ' ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει.
τὸν παῖδ' ἱλασόμεσθ' ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι
ἔστιν ὁ παῖς κρέσσων· χαιρέτω ἁ Νέμεσις.
Ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν
θυμὲ μαθών· Θήρων σοὶ καλὸς οὐκ ἐφάνη·
σοὶ καλὸς οὐκ ἐφάνη Θήρων· ἀλλ' αὐτὸς ὑπέστης,
οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον.
τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι
δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.
Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ
κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων·
χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.
ἀλλ' ἐγώ, ὦ φίλ' Ἔρως καὶ θαλεραὶ Χάριτες,
εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου
ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.
Ἑρμῆ, τοξευθεὶς ἐξέσπασα πικρὸν ἐφήβῳ. ‑
Κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην. ‑
Ἀλλά μ' Ἀπολλοφάνους τρύχει πόθος. ‑ Ὦ φιλάεθλε,
ἔφθασας· εἰς ἓν πῦρ οἱ δύ' ἐνηλάμεθα.
Τί κλαίεις, φρενολῃστά; τί δ' ἄγρια τόξα καὶ ἰοὺς
ἔρριψας διφυῆ ταρσὸν ἀνεὶς πτερύγων;
ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει;
ὡς μόλις, οἷ' ἔδρας πρόσθε, παθὼν ἔμαθες.
Παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων,
δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα.
ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα κἀπὸ Λιβύσσης
ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα,
ἶσον καὶ παίδων στέργειν πόθον, ὧν τὸ κεναυχὲς
κάλλος ἐνὶ χθονίοις ἡδύ τ' ἐν ἀθανάτοις.
δέρκεσθ' εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν
μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτ' αἰγιαλοῖς.
Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς
μυρία καὶ στήσας δίκτυα καὶ στάλικας
σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ' ἀμογητὶ
τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.
Ἅρπασται. τίς τόσσον ἐναιχμάσαι ἄγριος ἦεν;
τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην;
ἅπτε τάχος πεύκας· καίτοι κτύπος· Ἡλιοδώρας.
βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη.
Οἶδ', ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,
μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.
ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ' ἀνεραστότατον.
Ληφθήσει, περίφευγε, Μενέκρατες, εἶπα Πανήμου
εἰκάδι, καὶ Λῴου τῇ ‑ τίνι; τῇ δεκάτῃ
ἦλθεν ὁ βοῦς ὑπ' ἄροτρον ἑκούσιος. εὖ γ', ἐμὸς Ἑρμῆς,
εὖ γ', ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν
τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθ' ἁμὶν χἀκάστοτ' ἀφειδέα πρὸς τὸν Ἔρωτα
τοῦτ' εἶπαι· Κείρευ τὰ πτερά, παιδάριον·
οὐδ' ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
Εἴ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχοντα
εἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον.
εἰ δ' ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισιν
οὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ.
Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρον
πέτρῳ, πνεῦμα δ' ἐμὸν κάλλει ἐφελκόμενος.
Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν
οὐδ' ὅσσον παίζων εἰς ἔμ' ἐπιστρέφεται.
οὐδ' ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλ' ἀνιήσας
πολλάκις ἡδίων γίνετ' ἐρῶσι θεός.
Ἡδὺς ὁ παῖς, καὶ τοὔνομ' ἐμοὶ γλυκύς ἐστι Μυΐσκος
καὶ χαρίεις. τίν' ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;
καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δ' ἀνιηρός,
οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι.
Μή μ' εἴπῃς πάλιν ὧδε. ‑ Τί δ' αἴτιος; αὐτὸς ἔπεμψε. ‑
Δεύτερον οὖν φήσεις; ‑ Δεύτερον· εἶπεν· Ἴθι.
ἀλλ' ἔρχευ, μὴ μέλλε· μένουσί σε. ‑ Πρῶτον ἐκεῖνον
εὑρήσω χἤξω· τὸ τρίτον οἶδα πάλαι.
Εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε,
οὑμὸς ἔρως ἀσαφεῖ κρινόμενος πελάγει·
καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δ' αὖτε
εὔδιος, ἁβρὰ γελῶν δ' ὄμμασιν ἐκκέχυσαι.
τυφλὰ δ', ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν
δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος.
ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους,
ὡς εἰδῶ, ποτέρῳ κύματι νηχόμεθα.
Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δ' οἴακα φυλάσσει
ἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιον·
χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦν
παμφύλῳ παίδων νήχομαι ἐν πελάγει.
Σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις,
ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν,
ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς·
ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας.
ἀλλὰ σὺ τὸν στέργοντ' ἀπαναίνεαι, οὐδέ σε θέλγει
οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης.
ἵλαθ', ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμων·
ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.
Ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσι' ἀνῆπται·
ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι.
ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦντα
ὄμματα, ναὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον,
ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα·
ἢν δ' ἱλαρὸν βλέψῃς, ἠδὺ τέθηλεν ἔαρ.
Θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην
οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης·
οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος
νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα.
καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς
τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.
Δόρκιον ἡ φιλέφηβος ἐπίσταται ὡς ἁπαλὸς παῖς
ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος
ἵμερον ἀστράπτουσα κατ' ὄμματος, †ἠδ' ὑπὲρ ὤμων
σὺν πετάσῳ, γυμνὸν μηρὸν ἔφαινε χλαμύς.
Οὔπω τοξοφορῶν οὐδ' ὥριος, ἀλλὰ νεογνὸς
οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται
δέλτον ἔχων χρυσέην· τὰ Φιλοκράτεος δὲ Διύλλου
τραυλίζει ψυχῇ φίλτρα κατ' Ἀντιγένους.
Εὗρεν Ἔρως τι καλῷ μῖξαι καλόν, οὐχὶ μάραγδον
χρυσῷ, ὃ μήτ' ἀνθεῖ μήτε γένοιτ' ἐν ἴσῳ,
οὐδ' ἐλέφαντ' ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον
Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.
Ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶν,
ἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν,
οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις,
ἀθάνατον τούτω Κύπριδος οἰνόμελι.
Λευκανθὴς Κλεόβουλος, ὁ δ' ἀντία τοῦδε μελίχρους
Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.
τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτες
πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος.
Τοῦθ', ὅ τι μοι λοιπὸν ψυχῆς, ὅ τι δήποτ', Ἔρωτες,
τοῦτό γ' ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε·
εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μ', ἀλλὰ κεραυνοῖς,
ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.
ναὶ ναὶ βάλλετ', Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις
ὀξύτερον τούτων, εἴ γέ τι, βούλομ' ἔχειν.
Χειμέριον μὲν πνεῦμα· φέρει δ' ἐπὶ σοί με, Μυΐσκε,
ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.
χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλά μ' ἐς ὅρμον
δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.
Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρ' ἑκάστου
Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου·
συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ' ἕκτον Ἑκάστου,
Ἡλιόδωρ', εἴπας, ὅστις ἐρῶν ἔτυχεν.
ἕβδομον Ἡσιόδου, τὸν δ' ὄγδοον εἶπον Ὁμήρου,
τὸν δ' ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.
μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δ' Ἔρωτες
νήφοντ', οἰνωθέντ' οὐχὶ †λίην ἄχαριν.
Ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλ' ὅσον εἴπας
Ἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον,
πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύων
μυρία δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι.
Σπονδὴ καὶ λιβανωτὲ καὶ οἱ κρητῆρι μιγέντες
δαίμονες, οἳ φιλίης τέρματ' ἐμῆς ἔχετε,
ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρως
κοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο.
Τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸν
Εὐαγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε,
εἰς ὀλίγων τείνας μηνῶν μέτρον, ὡς καὶ ὁ μικρὸς
μυριέτης κέκριται τῷ φιλέοντι χρόνος.
Εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶν
αἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης.
Δημώ με κτείνει καὶ Θέρμιον· ἡ μὲν ἑταίρη
δήμῳ, ἡ δ' οὔπω Κύπριν ἐπισταμένη·
καὶ τῆς μὲν ψαύω, τῆς δ' οὐ θέμις. οὐ μὰ σέ, Κύπρι,
οὐκ οἶδ', ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην.
Δημάριον λέξω τὴν παρθένον· οὐ γὰρ ἕτοιμα
βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.
Μέχρι τίνος πολεμεῖς μ', ὦ φίλτατε Κῦρε; τί ποιεῖς;
τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.
μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν,
καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην.
Ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους
ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε.
τίς γὰρ ἀνὴρ ἐς ἔρωτ' ἀδαμάντινος; ἢ τίς ἀτειρὴς
οἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει;
ζώντων ἔργα τάδ' ἐστίν· ὅπου δ' οὐκ εἰσὶν ἔρωτες
οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι
κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε,
τὸν μὲν ἐπ' οὐδὲν ἰδεῖν, τὸν δ' ἐπὶ μοῦνον ἰδεῖν.
Στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζης
ὁ πρὶν ἐπ' ἰγνύης λῶπος ἀνελκόμενος;
ἢ τί κάτω κύψας με παρέδραμες οὐδὲ προσειπών;
οἶδα, τί με κρύπτεις· ἤλυθον, ἃς ἔλεγον.
Ἑσπερίην Μοῖρίς με, καθ' ἣν ὑγιαίνομεν ὥρην,
‑ οὐκ οἶδ', εἴτε σαφῶς εἴτ' ὄναρ ‑ ἠσπάσατο.
ἤδη γὰρ τὰ μὲν ἄλλα μάλ' ἀτρεκέως ἐνόησα,
χὠκόσα μοι προσέφη, χὠκόσ' ἐπυνθάνετο·
εἰ δέ με καὶ πεφίληκε, τεκμαίρομαι· εἰ γὰρ ἀληθές,
πῶς ἀποθειωθεὶς πλάζομ' ἐπιχθόνιος;
Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις
οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος.
τοὔνεκ' ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται·
δυόμενος γὰρ ὅμως ἥλιός ἐστιν ἔτι.
Ὤμοσά σοι, Κρονίδη, μηπώποτε ‑ μηδ' ἐμοὶ αὐτῷ ‑
ἐξειπεῖν, ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν.
ψυχὴ δ' ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται
ἠέρι καὶ στέξαι τἀγαθὸν οὐ δύναται·
ἀλλ' ἐρέω, σύγγνωθι σύ μοι· Κεῖνος δὲ πέπεισται.
Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;
Καῦμά μ' ἔχει μέγα δή τι· σὺ δ', ὦ παῖ, παύεο λεπτὸν
ἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον.
ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθὲν
καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον.
Ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲν
αἱ Χάριτες, τρισσαὶ δ' εἰσὶ κατ' Ὀρχομενόν·
πεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα
τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων.
Ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς, ὅτ' ἔρωτος ἀπέσβη
πυρσός, ὅτ' οὐδ' ἄλλως ἡδὺν ἔχω σε φίλον.
μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι,
ὀψὲ μέν, ἀλλ' ἐχέτω καὶ μετάνοια τόπον.
Τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν
χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος,
ἀλλ' ἐπ' ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατ' οἴκους
καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;
Μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλ' ἐπίνευσον
ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· Πρόαγε.
οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα,
οὐδ' ἀμάρης, ποταμοῦ δ' ἐστὶν ἑτοιμότερος.
Τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους
παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα,
ὥσπερ σῦκα πέτραισιν ἐπ' ἀκρολόφοισι πέπειρα
ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.
Ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον,
Μέντορ, τηρήσεις μηδὲ τὸ χαῖρε λέγων,
ὡς μέλλων αἰῶνα μένειν νέος ἢ διὰ παντὸς
ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε.
ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον·
καὶ τότ' ἐπιγνώσῃ, τί σπάνις ἐστὶ φίλων.
Πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις,
μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος;
ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον
φθόγγον, ἀπ' ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην.
πλὴν οὐ βασκαίνω· μελέτα μόνον· ἀμφοτέρους δὲ
κρούων τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.
Εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι,
τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.
Τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής,
ἆ μάκαρ· εἰ δ' ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.
Ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει
τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος.
θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην,
ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.
Οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδ' ὄναρ οὗτος ὁ πώγων
ἤλυθε. πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον
καὶ τριχὶ πάντ' ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα;
ἐχθὲς Τρωίλος ὢν πῶς ἐγένου Πρίαμος;
Οὐ τέρπουσι κόμαι με περισσότεροί τε κίκιννοι,
τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι·
ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης
καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη.
ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις
μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.
Οὐδέ, Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ 'πιλέγουσιν,
Ἀρτεμίδωρε, νοεῖς· Μηδὲν ὑπὲρ τὸ μέτρον.
ἀλλ' οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα
κωμῳδῷ φθέγγῃ πάνθ' ὑποκρινόμενος.
μνησθήσῃ τούτων, ὑπερήφανε, καὶ σὺ φιλήσεις
καὶ κωμῳδήσεις τὴν Ἀποκλειομένην.
Εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην
ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους,
αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν
ἤδη πρὸς μακάρων ἦγε διηκονίας.
ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς,
τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.
Ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι
λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις,
ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις,
χειρῶν Κυπρογενεῦς πλάσματα καὶ Χαρίτων.
ἔξοχα δ' ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει
ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις.
ἀλλ' οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος,
οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.
Ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε,
μᾶλλον δ' ἀκτῖνας, δέσποτα, πυρσοβόλους.
ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι,
οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.
Καιρὸν γνῶθι σοφῶν τῶν ἑπτά τις εἶπε, Φίλιππε·
πάντα γὰρ ἀκμάζοντ' ἐστὶν ἐραστότερα·
καὶ σίκυος πρῶτός που ἐπ' ἀνδήροισιν ὁραθεὶς
τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.
Ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω
πρὸς τὸ καλὸν κρίνων· ἄλλο γὰρ ἄλλος ἔχει.
Ἄρκιον ἤδη μοι πόσιος μέτρον· εὐσταθίη γὰρ
λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος.
χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω
πολλάκι πειράζων τοὺς ἀνακεκλιμένους·
ἤδη δ' οὐκέτι μοῦνον ἐπ' οἰνοχόον σεσόβημαι,
ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.
Μισῶ δυσπερίληπτα φιλήματα καὶ μαχιμώδεις
φωνὰς καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσιν·
καὶ μὴν καὶ τόν, ὅτ' ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντα
καὶ παρέχοντα χύδην οὐ πάνυ δή τι θέλω,
ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνον
τὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν.
Εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτ' ἐκεῖνον
δέξομ' ἐγὼ μελάθροις, οὐ μὰ τόν ‑ οὐκ ὀμόσω.
εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείη
αὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα.
Πτηνὸς Ἔρως ἄγαγέν με δι' ἠέρος, ἡνίκα, Δᾶμι,
γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν σ' ἔλεγεν·
ῥίμφα δ' ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μου
ὕστερον, εἰ Ζήτης ἔτρεχεν ἢ Κάλαϊς.
Οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δ' ἐγὼ οὐκ ἐθέλοντα·
εὔκολος, ἢν φεύγω· δύσκολος, ἢν ἐπάγω.
Χρύσεα χαλκείων νῦν εἴπατε· δός, λάβε παίζει
Σωσιάδας ὁ καλὸς καὶ Διοκλῆς ὁ δασύς.
τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν;
ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ;
οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ;
οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.
Παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως με
κνίζει· πρὸς τὸ θέλειν δ' οὐκ ἀμύητα γελᾷ·
οὐ πλεῦν δ' ἐστὶν ἐτῶν δυοκαίδεκα. νῦν ἀφύλακτοι
ὄμφακες· ἢν δ' ἀκμάσῃ, φρούρια καὶ σκόλοπες.
Ἢν τούτῳ φωνῇς, τὸ μέσον λάβε καὶ κατακλίνας
ζεύγνυε καὶ πρώσας πρόσπεσε καὶ κάτεχε. ‑
Οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγε
ταῦτα ποιεῖν· παίδων δ' ἡ πάλη ἔσθ' ἑτέρα. ‑
Ὀχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου·
πρῶτον συμμελετᾶν ἢ μελετᾶν μαθέτω.
Ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύραν
ἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην.
ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότ' ἐν Ἴδῃ,
τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς.
Εὐτυχές, οὐ φθονέω, βιβλίδιον· ἦ ῥά σ' ἀναγνοὺς
παῖς τις ἀναθλίβει πρὸς τὰ γένεια τιθεὶς
ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν ἢ κατὰ μηρῶν
εἰλήσει δροσερῶν, ὦ μακαριστότατον·
πολλάκι φοιτήσεις ὑποκόλπιον ἢ παρὰ δίφρους
βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως.
πολλὰ δ' ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλ' ὑπὲρ ἡμῶν,
χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.
Μήτε λίην στυγνὸς παρακέκλισο μήτε κατηφής,
Δίφιλε, μηδ' εἴης παιδίον ἐξ ἀγέλης.
ἔστω που προὔνεικα θιγήματα καὶ τὰ πρὸ ἔργων
παίγνια, πληκτισμοί, κνίσμα, φίλημα, λόγος.
Τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν
καὶ δύο πάσχουσιν. θαῦμα δοκῶ τι λέγειν·
καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖ
τέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος.
Εἰ μὲν ἔφυς ἀμύητος ἀκμήν, ὑπὲρ οὗ σ' ἐπιπείθω,
ὀρθῶς ἂν δείσαις δεινὸν ἴσως δοκέων·
εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην,
τί φθονέεις δοῦναι ταὐτὸ λαβὼν ἑτέρῳ;
ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτ' ἀπολύσας
εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς·
ἄλλη δ' ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις,
τἆλλα δ' ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.
Αἰαῖ μοι, τί πάλιν δεδακρυμένον ἢ τί κατηφές,
παιδίον; εἶπον ἁπλῶς, μηδ' ὀδύνα. τί θέλεις;
τὴν χέρα μοι κοίλην προσενήνοχας· ὡς ἀπόλωλα·
μισθὸν ἴσως αἰτεῖς. τοῦτ' ἔμαθες δὲ πόθεν;
οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰ
σήσαμα καὶ καρύων παίγνιος εὐστοχίη·
ἀλλ' ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξας
τεθνάτω· οἷόν μου παιδίον ἠφάνικεν.
Τῷ τοίχῳ κέκλικας τὴν ὀσφύα τὴν περίβλεπτον,
Κῦρι. τί πειράζεις τὸν λίθον; οὐ δύναται.
Δός μοι καὶ λάβε χαλκόν. ἐρεῖς ὅτι Πλούσιός εἰμι.
δώρησαι τοίνυν τὴν χάριν ὡς βασιλεύς.
Νῦν ἔαρ εἶ, μετέπειτα θέρος. κἄπειτα τί μέλλεις,
Κῦρις; βούλευσαι, καὶ καλάμη γὰρ ἔσῃ.
Νῦν ὀρθή, κατάρατε, καὶ εὔτονος, ἡνίκα μηδέν·
ἡνίκα δ' ἦν ἐχθές, οὐδὲν ὅλως ἀνέπνεις.
Ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢν
καὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα· μετάθου.
οἴμοι, τίς σ' ἀνέπεισε λαβεῖν δόρυ, τίς χερὶ πέλτην,
τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι;
ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς
τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ.
Μέχρι τίνος σε γελῶντα μόνον, μηδὲν δὲ λαλοῦντα
οἴσομεν; εἶπον ἁπλῶς ταῦτα σύ, Πασίφιλε.
αἰτῶ, καὶ σὺ γελᾷς· πάλιν αἰτῶ, κοὐκ ἀποκρίνῃ·
δακρύω, σὺ γελᾷς. βάρβαρε, τοῦτο γέλως;
Καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοι
ἐστέ. τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως;
καὶ τούτοισι λαλεῖν ἀσπαζομένους τε φιλῆσαι;
τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν;
πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία· κἀμὲ φιλείτω,
μισθὸν καὶ παρ' ἐμοῦ λαμβανέτω, τί θέλει.
Οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ,
ἀλλ' ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας.
πλάττων ἀνθρώπους ἔβαλες τρίχας· ἔνθεν ὁ δεινὸς
πώγων καὶ κνήμη παισὶ δασυνομένη.
εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδην
ἥρπασ'· ὁ γὰρ πώγων καὶ Διός ἐστ' ὀδύνη.
Στεῖχε πρὸς αἰθέρα δῖον, ἀνέρχεο παῖδα κομίζων,
αἰετέ, τὰς διφυεῖς ἐκπετάσας πτέρυγας,
στεῖχε τὸν ἁβρὸν ἔχων Γανυμήδεα, μηδὲ μεθείης
τὸν Διὸς ἡδίστων οἰνοχόον κυλίκων·
φείδεο δ' αἱμάξαι κοῦρον γαμψώνυχι ταρσῷ,
μὴ Ζεὺς ἀλγήσῃ τοῦτο βαρυνόμενος.
Εὐκαίρως ποτὲ παιδοτρίβης λεῖον προδιδάσκων
εἰς τὸ γόνυ γνάμψας μέσσον ἐπαιδοτρίβει
τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος· ἀλλὰ τυχαίως
τοῦ παιδὸς χρῄζων ἦλθεν ὁ δεσπόσυνος.
ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινεν
ὕπτιον ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα.
ἀλλ' οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν·
Παῦσαι· πνιγίζεις, φησί, τὸ παιδάριον.
Τερπνὸν ὅλως τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ·
οὐκέτι δ' ἐξόπιθεν καὶ παριόντα βλέπω.
οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμεν
ἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον.
Εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτης
φράζευ, ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη.
ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν· ἔστι μὲν ἐν σοὶ
κάλλος, ἔρως δ' ἐν ἐμοί· καίρια δ' ἀμφότερα.
ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον· εἰ δ' ἀφύλακτα
μίμνετον ἀλλήλων, οἴχετ' ἀποπτάμενα.
Οὐδέποτ' ἠελίου φάος ὄρθριον ἀντέλλοντος
μίσγεσθαι ταύρῳ χρὴ φλογόεντα κύνα,
μή ποτε καρπολόχου Δημήτερος ὑγρανθείσης
βρέξῃς τὴν λασίην Ἡρακλέους ἄλοχον.
Πάννυχα μυδαλόεντα πεφυρμένος ὄμματα κλαυθμῷ
ἄγρυπνον ἀμπαύω θυμὸν ἀδημονίῃ,
ἥ με κατ' οὖν ἐδάμασσεν ἀποζευχθέντος ἑταίρου,
μοῦνον ἐπεί με λιπὼν εἰς ἰδίην Ἔφεσον
χθιζὸς ἔβη Θεόδωρος· ὃς εἰ πάλι μὴ ταχὺς ἔλθοι,
οὐκέτι, μουνολεχεῖς κοῖται, ἀνεξόμεθα.
Ἤν τινα καὶ παριδεῖν ἐθέλω καλὸν ἀντισυναντῶν,
βαιὸν ὅσον παραβὰς εὐθὺ μεταστρέφομαι.
Παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν
τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ·
ἤδη δ' ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν,
τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον.
ἔστι δ' ὅτ' ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δ' οὔπω
ἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.
Ὡς ἀγαθὴ θεός ἐστι, δι' ἣν ὑπὸ κόλπον, Ἄλεξι,
πτύομεν ὑστερόπουν ἁζόμενοι Νέμεσιν.
ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλ' ἐνόμιζες
ἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον.
νῦν δὲ τὸ μὲν διόλωλεν· ἐλήλυθε δ' ἡ τριχάλεπτος
δαίμων· χοἰ θέραπες νῦν σε παρερχόμεθα.
Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ' ἔχθει,
τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·
ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,
καὶ σύ ποτ' ἠράσθης. οὐκέτι μακρὰ λέγω.
Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν. ἆ μάκαρ αἰεί,
καὶ πρίν, ἐς ὅττι θέλοι, χρηστὸν ἔχων πατέρα
καὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δ' ἔτι λάθρια παίζω.
φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου.
Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ,
ἐντέτασαι δ' ὡς ἂν μήποτε παυσόμενον·
ἀλλ' ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν
πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.
τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως·
οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ' ἡμετέρης.
Τὴν ἀκμὴν Θησαυρὸν ἔχειν, κωμῳδέ, νομίζεις
οὐκ εἰδὼς αὐτὴν Φάσματος ὀξυτέρην.
ποιήσει σ' ὁ χρόνος Μισούμενον, εἶτα Γεωργόν,
καὶ τότε μαστεύσεις τὴν Περικειρομένην.
Εἰ κάλλει καυχᾷ, γίνωσχ', ὅτι καὶ ῥόδον ἀνθεῖ·
ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη.
ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα·
ταῦτα δ' ὁμῇ φθονέων ἐξεμάρανε χρόνος.
Εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃ·
εἰ δὲ μένει, τί φοβῇ τοῦθ', ὃ μένει, διδόναι;
Εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν;
καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει.
ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δ' ὑλακτῶν
οὔθ' αὑτῷ παρέχει τἀγαθὸν οὔθ' ἑτέρῳ.
Χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσε,
ὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι.
μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις·
οἶδα τὸ ποῦ καὶ πῶς καὶ τίνι καὶ τὸ πόσου.
Ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν
οἱ κύνεοι πῶλοι μειρακιευόμενοι·
ἀμφαλλὰξ δὲ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται
τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι.
οὐ πλεονεκτεῖται δ' οὐδ' ἅτερος· ἄλλοτε μὲν γὰρ
ἵσταται ὁ προδιδοὺς ἄλλοτ' ὄπισθε πάλιν.
τοῦτ' ἐστὶν πάντως τὸ παροίμιον· εἰς γὰρ ἀμοιβήν,
ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.
Πέντ' αἰτεῖς; δέκα δώσω, ἐείκοσι δ' ἀντία ἕξεις.
ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ.
Ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι,
καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται·
ὄρχεις δ' ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει.
οἴμοι, πυγίζειν οἶδα καὶ οὐ δύναμαι.
Ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον·
ἕλκε μ', ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω.
Πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμ', ἔδειξας·
νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις.
Εἴ με τὸ πυγίζειν ἀπολώλεκε καὶ διὰ τοῦτο
ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει.
Ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν,
καίομαι· ἢν ξανθὸν δ', εὐθὺς ὅλος λέλυμαι.
Πᾶν ἄλογον ζῷον βινεῖ μόνον· οἱ λογικοὶ δὲ
τῶν ἄλλων ζῴων τοῦτ' ἔχομεν τὸ πλέον
πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται,
τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον.
Ζεῦγος ἀδελφειῶν με φιλεῖ· οὐκ οἶδα, τίν' αὐτῶν
δεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω.
χὠ μὲν ἀποστείχει, ὁ δ' ἐπέρχεται· ἔστι δὲ τοῦ μὲν
κάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον.
Οἷον ἐπὶ Τροίῃ ποτ' ἀπὸ Κρήτης, Θεόδωρε,
Ἰδομενεὺς θεράποντ' ἤγαγε Μηριόνην,
τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνος
ἄλλα μὲν ἦν θεράπων, ἄλλα δ' ἑταιρόσυνος·
καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι,
νύκτα δὲ πειρῶμεν, ναὶ Δία, Μηριόνην.
Τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει,
πάντα συνὼν αὐτῷ μηδ' ἀπολειπόμενος;
τίς δύνατ' οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων;
εἰ δ' ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει;
Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα
παιδὸς ἐφ' ὑαλέην ὄψιν ὑπερπέτασαι;
οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα
ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;
ἔρρ' ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους,
μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.
Νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην
ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα,
υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶς
ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος.
νῦν δ' αὐτῷ τί φέρων δωρήσομαι; οὔτ' ἀπάτης γὰρ
ἄξιος, Ἑσπερίης οὔτ' ἐπιορκοσύνης.
Πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείρας
εἴχομεν· ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον.
νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων
ὕστερον· ἔστω γὰρ πάντα καθ' ἡλικίην.
Ἐμπρήσω σέ, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικον
συμφλέξας μεθύων εὐθὺς ἄπειμι φυγάς,
καὶ πλώσας Ἀδριανὸν ἐπ' οἴνοπα πόντον ἀλήτης
φωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις.
Δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃς
‑ κεἴ μ' ὁ καλὸς χλεύην ἔσχε ‑ χοροιτυπίης.
ἀλλ', εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως,
οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον.
Ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων
πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω.
τίς τούτων δοῦλος, τίς ἐλεύθερος, οὐ δύναμ' εἰπεῖν.
ἄνθρωπος τούτων κύριος; οὐ δύναται.
εἰ δ' ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδην
ἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους.
Οὐδ' αὐτή σ' ἡ λέξις, ἀκοινώνητε, διδάσκει
ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη;
πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούπαις.
πρὸς τοῦτ' ἀντειπεῖν μή τι πάλιν δύνασαι;
Πύθι' ἀγωνοθετῶ, σὺ δ' Ὀλύμπια· χοὒς ἀποβάλλων
ἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ.
Πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε χειρὶ τρυγήσας
παίδων ἄνθος Ἔρως ψυχαπάτην στέφανον.
ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον,
ἐν δ' Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον.
ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπ' ἀκάνθης
εἳς ῥόδον, οἰνάνθη δ' ὥς τις ἔθαλλε Δίων·
χρυσανθῆ δὲ κόμαισι κρόκον, Θήρωνα, συνῆψεν,
ἐν δ' ἔβαλ' ἑρπύλλου κλωνίον Οὐλιάδην·
ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης,
ἱμερτοὺς Ἀρέτου κλῶνας ἀπεδρέπετο.
ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν
ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.
Ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς,
ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,
φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον
ὑμνοθετᾶν βύβλῳ τᾷδ' ἐνελιξάμενον
ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ
ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.
οὖλα δ' ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις,
σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.
Ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα
πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους·
ἄλλα δ' ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσω
γράμματ', ἐπεί τις ἐμοὶ τοῦτ' ἐνέδωκε θεός.