4591 314 2 25 0 0 IV d. C. Epica Quintus II Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 3

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ Β΄

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

- Αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπὲρ ἠχηέντων

λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,

οἳ μὲν ἄρ' ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες

γήθεον ἀκαμάτῳ μέγ' ἐπευχόμενοι Ἀχιλῆι·

   5Τρῶες δ' αὖ μύροντο κατὰ πτόλιν, ἀμφὶ δὲ πύργους

ἑζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,

μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνὴρ

αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.

Τοῖσι δ' ἄρ' ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·

  10- "Ὦ φίλοι, οὐκέτ' ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι

ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο

Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων

κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδ' ὅ γε Κῆρας ἄλυξεν,

ἀλλ' ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀίω

  15καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔν‹ι› δῃωθῆναι·

οἵην τήνδ' ἐδάμασσεν ἀνὰ κλόνον, ἥν περ οἱ ἄλλοι

Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·

καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,

ὠισάμην μακάρων τιν' ἀπ' οὐρανοῦ ἐνθάδ' ἱκέσθαι

  20ἡμῖν χάρμα φέρουσαν· ὃ δ' οὐκ ἄρ' ἐτήτυμον ἦεν.

Ἀλλ' ἄγε φραζώμεσθα τί λώιον ἄμμι γένηται,

ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,

ἢ ἤδη φεύγωμεν ἀπ' ἄστεος ὀλλυμένοιο·

οὐ γὰρ ἔτ' Ἀργείοισι δυνησόμεθ' ἀντιφερίζειν

  25μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος."

- Ὣς ἄρ' ἔφη· τὸν δ' υἱὸς ἀμείβετο Λαομέδοντος·

- "Ὦ φίλος ἠδ' ἄλλοι Τρῶες σθεναροί τ' ἐπίκουροι,

μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,

μηδ' ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,

  30ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰς ὅ κεν ἔλθῃ

Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα

λαῶν οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.

Ἤδη γάρ ῥα καὶ αὐτὸν ὀίομαι ἀγχόθι γαίης

ἔμμεναι ἡμετέρης, ἐπεὶ ἦ νύ οἱ οὔ τι νέον γε

  35ἀγγελίην προέηκα μέγ' ἀχνύμενος περὶ θυμῷ·

αὐτὰρ ὅ γ' ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι

ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.

Ἀλλ' ἄγε τλῆτ' ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι

θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον ἠὲ φυγόντας

  40ζώειν ἀλλοδαποῖσι παρ' ἀνδράσιν αἴσχε' ἔχοντας."

- Ἦ ῥ' ὁ γέρων· ἀλλ' οὔ τι σαόφρονι Πουλυδάμαντι

ἥνδανεν εἰσέτι δῆρις, ἐύφρονα δ' ἔκφατο μῦθον·

- "Εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν

ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔ τι μεγαίρω

  45μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλ' ἄρα θυμῷ

δείδω μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη

κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται

ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ' Ἀχαιῶν.

Ἀλλ' ἄγε μήτε πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες

  50αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ

ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ' ἐνὶ πάτρῃ

μίμνοντες κτεινώμεθ' ὑπ' Ἀργείων ὀρυμαγδοῦ·

ἀλλ' ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη

εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματα κείνης,

  55ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,

δισσάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν

‹ἐκδόμεν, ἕ›ως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται

ἡμετέρην οὐδ' ἄστυ κατήνυκε πῦρ ἀίδηλον.

Νῦν δ' ἄγ' ἐμεῖο πίθεσθε ἐνὶ φρεσίν· οὐ γὰρ ὀίω

  60ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι.

Αἴθ' ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς

Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης."

- Ὣς φάτο Πουλυδάμαντος ἐὺ σθένος· ἀμφὶ δὲ Τρῶες

ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ' ἀναφανδὸν

  65μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα

ἅζοντ' ἠδ' Ἑλένην, κείνης ἕνεκ' ὀλλύμενοί περ.

Τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·

- "Πουλυδάμα, σὺ μέν ἐσσι φυγοπτόλεμος καὶ ἄναλκις,

οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,

  70ἀλλὰ δέος καὶ φύζα· σὺ δ' εὔχεαι εἶναι ἄριστος

ἐν βουλῇ, πάντων δὲ χερείονα μήδεα οἶδας.

Ἀλλ' ἄγε ‹δὴ› σὺ μὲν αὐτὸς ἀπόσχεο δηϊοτῆτος,

μίμνε δ' ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι

ἀμφ' ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἰς ὅ κε μῆχος

  75εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο.

Οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο

ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον,

φύζα δὲ νηπιάχοισι μάλ' εὔαδεν ἠδὲ γυναιξί·

κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔ τι πέποιθα

  80μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος."

- Φῆ μέγα νεικείων· ὃ δὲ χωόμενος φάτο μῦθον

Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετ' ἀῦσαι

κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ' ἀεσίφρων

ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ

  85πορφύρῃ καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ.

Τῶ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·

- "Ὤ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,

σὸν θράσος ἤγαγε νῶιν ὀιζύα, σὸς νόος ἔτλη

δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰς ὅ κε πάτρην

  90σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι.

Ἀλλ' ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος

ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι."

- Ὣς ἄρ' ἔφη· ὃ δ' ἄρ' οὔ τι προσέννεπε Πουλυδάμαντα·

μνήσατο γὰρ Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας

  95ἠδ' ὁπόσας ἔτ' ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ

μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι

ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες

ὑψόθεν ἐσκοπίαζον ἀπ' ἄστεος αἰπεινοῖο

δέγμενοι Ἀργείους ἠδ' Αἰακίδην Ἀχιλῆα.

 100- Τοῖσι δ' ἄρ' οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,

Μέμνων κυανέοισι μετ' Αἰθιόπεσσιν ἀνάσσων,

ὃς κίε λαὸν ἄγων ἀπερείσιον. Ἀμφὶ δὲ Τρῶες

γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠύτε ναῦται

χείματος ἐξ ὀλοοῖο δι' αἰθέρος ἀθρήσωσιν

 105ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·

ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ' ἄλλων

Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει

δῃώσειν πυρὶ νῆας ὑπ' ἀνδράσιν Αἰθιόπεσσιν,

οὕνεκ' ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ

 110πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες.

Τῶ ῥ' ἄμοτον κύδαινεν ἐὺν γόνον Ἠριγενείης

δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ.

Ἀλλήλοις δ' ὀάριζον ἐπ' εἰλαπίνῃ καὶ ἐδωδῇ,

ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσ' ἄλγε' ἀνέτλη

 115ἐξενέπων, ὃ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς

ἀθάνατον βίον αἰὲν ἀπειρεσίης τε ῥέεθρα

Τηθύος Ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα

ἠδὲ καὶ ἀκαμάτου πέρατα χθονὸς ἀντολίας τε

ἠελίου καὶ πᾶσαν ἀπ' Ὠκεανοῖο κέλευθον

 120μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,

ἠδὲ καὶ ὡς ἐδάιξεν ὑπὸ στιβαρῇσι χέρεσσιν

ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα

εἶργον, ὃ καί σφισι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.

Καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν

 125μυρία· τοῦ δ' ἀίοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,

καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·

- "Ὦ Μέμνον, τὸ μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι

σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις.

Ὥς μοι ἔτι κρήνειαν, ἵν' Ἀργείους ἐσίδωμαι

 130ὀλλυμένους ἅμα πάντας ὑπ' ἐγχείῃσι τεῇσι·

καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας

ἐκπάγλως, ὡς οὔ τις ἐπιχθονίων ἡρώων·

τῶ σ' ὀίω κείνοισι φόνον στονόεντα βαλέσθαι.

Νῦν δ' ἄγε τέρπεο θυμὸν ἐπ' εἰλαπίνῃσιν ἐμῇσι

 135σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι ὡς ἐπέοικεν."

- Ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας

Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ

χρυσείῳ, τό ῥα δῶκε περίφρων Ἀμφιγυήεις

Ἥφαιστος κλυτὸν ἔργον, ὅτ' ἤγετο Κυπρογένειαν,

 140Ζηνὶ μεγασθενέι· ὃ δ' ἄρ' ὤπασεν υἱέι δῶρον

Δαρδάνῳ ἀντιθέῳ· ὃ δ' Ἐριχθονίῳ πόρε παιδί,

Τρωῒ δ' Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὃ Ἴλῳ

κάλλιπε σὺν κτεάτεσσιν· ὃ δ' ὤπασε Λαομέδοντι·

αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν

 145υἱέι δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσε.

Κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων

ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·

- "Οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι

οὐδ' ἄρ' ὑποσχεσίην κατανευσέμεν, ἀλλὰ ἕκηλον

 150δαίνυσθ' ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·

εἴ τε γὰρ ἐσθλός τ' εἰμὶ καὶ ἄλκιμος εἴ τε καὶ οὐκί,

γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ' ἀνέρος εἴδεται ἀλκή.

Νῦν δ' ἄγε δὴ κοίτοιο μεδώμεθα μηδ' ἀνὰ νύκτα

πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένῳ μαχέ‹σα›σθαι

 155οἶνος ἀπειρέσιος καὶ ἀυπνοσύνη ἀλεγεινή."

- Ὣς φάτο· τὸν δ' ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·

- "Αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ' αὐτῷ·

οὐ γὰρ ἐγώ σ' ἀέκοντα βιήσομαι. Οὐ γὰρ ἔοικεν

οὔτ' ἀπιόντ' ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα

 160σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως."

- Ὣς φάθ'· ὃ δ' ἐκ δόρποιο μεθίστατο, βῆ δὲ πρὸς εὐνὴν

ὑστατίην. Ἅμα δ' ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι

δαιτυμόνες· †τοῖς δέ σφιν †ἐπήλυθε νήδυμος ὕπνος.

- Αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο

 165ἀθάνατοι δαίνυντο· πατὴρ δ' ἐν τοῖσι Κρονίων

εὖ εἰδὼς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·

- "Ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα

αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολέω‹ν› μένος ἵππων

ὄψεσθ' ἀμφ' ὀχέεσσι δαϊζομένων ἑκάτερθεν

 170ἄνδρας τ' ὀλλυμένους. Τῶν καὶ περικηδόμενός τις

μιμνέτω ὑμείων μηδ' ἀμφ' ἐμὰ γούναθ' ἱκάνων

λισσέσθω· Κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν."

- Ὣς ἔφατ' ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,

ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται

 175μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο

μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.

Καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,

τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα

μῦθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον.

 180Ἀχνύμενοι δ' ἵκανον ὅπῃ δόμος ἦεν ἑκάστου

καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν

ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.

- Ἦμος δ' ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας

λαμπρὸς ἀν' οὐρανὸν εὐρὺν Ἑωσφόρος, ὅς τ' ἐπὶ ἔργον

 185ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει,

τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης

ὕστατος ὕπνος ἀνῆκεν· ὃ δ' ἐν φρεσὶ κάρτος ἀέξων

ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι·

Ἠὼς δ' οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.

 190Καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,

τοῖσι δ' ἅμ' Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο

ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων,

πανσυδίῃ· μάλα δ' ὦκα πρὸ τείχεος ἐσσεύοντο

κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων

 195χείματος ὀρνυμένοιο κατ' ἠέρα πουλὺν ἀγείρει.

Αἶψα δ' ἄρ' ἐπλήσθη πεδίον πᾶν· τοὶ δ' ἐπέχυντο

ἀκρίσι π‹υ›ροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται

ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο

ἄπληστοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·

 200ὣς οἳ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δὲ γαῖα

στείνετ' ἐπεσσυμένων, ὑπὸ δ' ἔγρετο ποσσὶ κονίη.

Ἀργεῖοι δ' ἀπάνευθεν ἐθάμβεον, εὖτ' ἐσίδοντο

ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο

κάρτεϊ Πηλείδαο πεποιθότες. Ὃς δ' ἐνὶ μέσσοις

 205ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικώς,

κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δ' ἄρα τεύχη

πάντῃ μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.

Οἷος δ' ἐκ περάτων γαιηόχου Ὠκεανοῖο

ἔρχεται Ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω

 210παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·

τοῖος ἐν Ἀργείοισι τότ' ἔσσυτο Πηλέος υἱός.

Ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων

Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ

προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.

 215- Αἶψα δ' ‹ἄρ'› ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες

Τρώων καὶ Δαναῶν, μετὰ δ' ἔπρεπον Αἰθιοπῆες.

Σὺν δ' ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου

πάντοθεν ἀγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·

ἀλλήλους δ' ἐδάιζον ἐυξέστῃς μελίῃσι

 220βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει.

Ὡς δ' ὅτ' ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν

εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος

ἐκ Διός, εὖτ' ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι

θηγόμεν' ἀλλήλοισι, πυρὸς δ' ἐξέσσυτ' ἀυτμή·

 225ὣς τῶν μαρναμένων μέγ' ὑπαὶ ποσὶ γαῖα πελώρη

ἔβραχε, θεσπεσίου δὲ δι' ἠέρος ἔσσυτ' ἀυτὴ

σμερδαλέη· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθεν.

- Ἔνθ' ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην,

ἄμφω ἀριγνώτω. Βάλε δ' ἄλλων πολλὰ κάρηνα·

 230εὖτ' αἰγὶς μελάθροισιν ὑποχθονίη ἐπορούσῃ

λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται

ἐκ θεμέθλων, μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·

ὣς οἵ γ' ἐν κονίῃσι κατήριπον ὠκέι πότμῳ

αἰχμῇ Πηλείωνος· ὃ γὰρ μέγα μαίνετο θυμῷ.

 235- Ὣς δ' αὕτως ἑτέρωθεν ἐὺς πάις Ἠριγενείης

Ἀργείους ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ,

ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.

Πρῶτον δ' εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας

δούρατι λευγαλέῳ, ἐπὶ δ' ἔκτανε δῖον Ἔρευθον,

 240ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην,

οἳ Θρύον ἀμφενέμοντο παρ' Ἀλφειοῖο ῥεέθροις

καί ῥ' ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ.

Τοὺς δ' ὁπότ' ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἷα

κτεῖναί μιν μεμαώς· τοῦ δ' Ἀντίλοχος θεοειδὴς

 245πρόσθ' ἐλθὼν ἴθυνε μακρὸν δόρυ· καί οἱ ἅμαρτε

τυτθὸν ἀλευαμένοιο, φίλον δέ οἱ εἷλεν ἑταῖρον

Αἴθοπα Πυρρασίδην. Ὃ δὲ χωσάμενος κταμένοιο

Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος

καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι

 250ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσχετος ὁρμή·

ὣς ὃ θοῶς ἐπόρουσεν, ὃ δ' εὐρέι μιν βάλε πέτρῳ

Ἀντίλοχος. Τοῦ δ' οὔ τι λύθη κέαρ, οὕνεκ' ἄρ' αὐτοῦ

ἀλγινόεντ' ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·

σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στήθεσσιν ὀρίνθη

 255βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥ' ἔτι μᾶλλον

μαίνετ' ἐπ' Ἀντιλόχῳ, κρατερὴ δέ οἱ ἔζεεν ἀλκή.

Τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα

τύψεν ὑπὲρ μαζοῖο· διήλασε δ' ὄβριμον ἔγχος

ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.

 260- Τοῦ δ' ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη

πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος

Νέστορι παιδὸς ἑοῖο παρ' ὀφθαλμοῖσι δαμέντος·

οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν

ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος.

 265Τοὔνεκα καὶ στερεῇσιν ἀρηρέμενος φρεσὶ θυμὸν

ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος.

Κέκλετο δ' ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·

- "Ὄρσό μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα

σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο

 270νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος ἠὲ καὶ αὐτοὶ

ἀμφ' αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀιζύν.

Εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ' ἐμεῖο

υἱὸς ἔφυς οὐδ' ἐσσὶ Περικλυμένοιο γενέθλης,

ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.

 275Ἀλλ' ἄγε δὴ πονεώμεθ', ἐπεὶ μέγα κάρτος ἀνάγκη

πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει."

- Ὣς φάτο· τοῦ δ' ἀίοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς

πένθεσι λευγαλέοισιν. Ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι

Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος

 280εἷλεν ἄχος· κρατεροῖο δ' ἐναντία δηριάασθαι

Μέμνονος ὡρμήθησαν ἀν' αἱματόεντα κυδοιμόν.

Ὡς δ' ὅταν ἀγρευτῆρες ἀνὰ πτύχας ὑληέσσας

οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης

ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀίσσωσι

 285κτεινέμεναι μεμαῶτες, ὃ δ' ἀμφοτέροις ἐπορούσας

θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·

ὣς τότε ‹μὲν› Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι

ἤλυθον, ἀλλά μιν οὔ τι ‹κατα›κτανέειν ἐδύναντο

μακρῇσι‹ν› μελίῃσιν· ἀπέπλαγχθεν γάρ οἱ αἰχμαὶ

 290τῆλε χροός, μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια.

Δούρατα δ' οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλ' ὃ μὲν ὦκα

ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος

Φηρεὺς ὀβριμόθυμος, ὃ δ' ἔκτανε Λαομέδοντα

Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,

 295ὃν Μέμνων ἐδάιξε κατὰ μόθον, ἀμφὶ δ' ἄρ' αὐτῷ

χερσὶν ὑπ' ἀκαμάτοισι λύεν παγχάλκεα τεύχη

οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ

Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος· οἳ δ' ἅτε θῶε

ἀμφ' ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα

 300οὔ τι πρόσω μεμαῶτες ἔτ' ἐλθέμεν. Αἰνὰ δὲ Νέστωρ

ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ' ἄλλους

σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς

ὥρμαινε‹ν› πονέεσθαι ἀφ' ἅρματος, οὕνεκ' ἄρ' αὐτὸν

παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε

 305πὰρ δύναμιν. Μέλλεν δὲ φίλῳ ‹περὶ› παιδὶ καὶ αὐτὸς

κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ' αὐτὸν

Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν

αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·

- "Ὦ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι

 310πρεσβυτέροιο γεγῶτος, ἐπεί γε μὲν οἶδα νοῆσαι·

ἦ γὰρ ἔγωγ' ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα

ἀντιάαν δηίοισι, θρασὺς δέ μοι ἔλπετο θυμὸς

χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.

Ἀλλ' ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,

 315χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ

μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ' ἀμείνονι φωτὶ

μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσονται

ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι."

- Ὣς φάτο· τὸν δ' ἑτέρωθε γέρων ἠμείβετο μύθῳ·

 320- "Ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ' ἀγορεύεις·

οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς

ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα

νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον. Ὡς ὄφελόν μοι

ἀλκὴ ἔτ' ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος.

 325Νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ' εὔχεαι, οὕνεκα θυμὸς

θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερόν τε νόημα·

τῶ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.

Εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,

οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·

 330νῦν δ' ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,

ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται

θαρσαλέως, ὃ δ' ἄρ' οὔ τι λιλαιόμενός περ ἀμύνει

οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ' ἔμπεδοί εἰσιν ὀδόντες

οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·

 335ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν

οἷόν περ τὸ πάροιθεν· ὅμως δ' ἔτι φέρτερός εἰμι

πολλῶν ἀνθρώπων, παύροισι δὲ γῆρας ὑπείκει."

- Ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δ' ἄρ' υἷα

κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν

 340γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθε·

γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.

Ὣς δ' αὕτως ἀπόρουσεν ἐυμμελίης Θρασυμήδης

Φηρεύς τ' ὀβριμόθυμος ἰδ' ἄλλοι πάντες ἑταῖροι

δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.

 345- Ὡς δ' ὅτ' ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης

καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ,

ὁππότε συννεφὲς ἦμαρ ἐπ' ἀνθρώποισι τανύσσῃ

Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ

βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

 350θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι

ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ

σμερδαλέον βοόωσι κατ' οὔρεα πάντα χαράδραι·

ὣς Μέμνων σεύεσκεν ἐπ' ᾐόνας Ἑλλησπόντου

Ἀργείους, μετόπισθε δ' ἐπισπόμενος κεράιζε.

 355Πολλοὶ δ' ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον

Αἰθιόπων ὑπὸ χερσί, λύθρῳ δ' ἐφορύνετο γαῖα

ὀλλυμένων Δαναῶν· μέγα δ' ἐν φρεσὶ γήθεε Μέμνων

αἰὲν ἐπεσσύμενος δηίων στίχας, ἀμφὶ δὲ νεκρῶν

στείνετο Τρώιον οὖδας. Ὃ δ' οὐκ ἀπέληγε κυδοιμοῦ·

 360ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα

ἔσσεσθ'· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν

ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.

Ἀμφὶ δέ οἱ θεράποντες ἐυσθενέες πονέοντο,

Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος

 365αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε

ἄλλοι τ' ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ

καρτύναντ' ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.

Καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι

Νηλείδης κατέπεφνεν· ὃ δ' ἀσχαλόων ἑτάροιο

 370Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον.

Ὡς δ' ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι

θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν

ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτ‹ι›ον δόλον ἄγρης

αἰζηῶν ἰότητι, κύνες δ' ἐπικαγχαλόωσι

 375πυκνὸν ὑλακτιόωντες, ὃ δ' ἐμμεμαὼς ὑπ' ἄκοντι

κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·

ὣς Μέμνων ἐδάιζε πολὺν στρατόν, ἀμφὶ δ' ἑταῖροι

γήθεον. Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ' ἐφέβοντο·

ὡς δ' ὁπότ' ἐξεριπόντος ἀπ' οὔρεος ἠλιβάτοιο

 380πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς

ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,

τοῦ δ' ἄρ' ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος

βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ' ἀν' ὕλην,

εἴ που μῆλ' ὑπένερθε κυλινδομένοιο νέμονται

 385ἢ βόες ἠέ τι ἄλλο, καὶ ἐξαλέονται ἰόντος

ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρ' Ἀχαιοὶ

Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.

- Καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο

Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγ' ἀχνύμενος φάτο μῦθον·

 390- "Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,

ὤλετό μοι φίλος υἱός, ἔχει δέ οἱ ἔντεα Μέμνων

τεθναότος, δείδω δὲ κυνῶν μὴ κύρμα γένηται.

Ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅς τις ἑταίρου

μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ' ἐόντος."

 395- Ὣς φάτο· τοῦ δ' ἀίοντος ὑπὸ φρένας ἔμπεσε πένθος.

Μέμνονα δ' ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν

Ἀργείους ἰληδὸν ὑπ' ἔγχεϊ δηϊόωντα,

αὐτίκα κάλλιπε Τρῶας ὅσους ὑπὸ χερσὶ δάιζεν

ἀμφ' ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο

 400ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο

ἠδ' ἄλλων κταμένων. Ὃ δ' ἄρ' εἵλετο χείρεσι πέτρην,

τήν ῥα βροτοὶ θέσαν οὖρον ἐυστάχυος πεδίοιο,

καὶ βάλεν ἀκαμάτοιο κατ' ἀσπίδα Πηλείωνος

δῖος ἀνήρ. Ὃ δ' ἄρ' οὔ τι τρέσας περιμήκεα πέτρην

 405αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,

πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,

καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν.

Ὃς δὲ καὶ οὐτάμενός ‹περ› ἀταρβέι μάρνατο θυμῷ,

τύψε δ' ἄρ' Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·

 410τοῦ δ' ἐχύθη φίλον αἷμα. Χάρη δ' ἄρ' ἐτώσιον ἥρως

καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·

- "Νῦν σ' ὀίω μόρον αἰνὸν ἀναπλήσειν ὑπ' ὀλέθρῳ

χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.

Σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες,

 415πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν

μητρός τ' ἀθανάτης Νηρηΐδος; Ἀλλὰ σοὶ ἤδη

ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ

Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκτοθι λειριόεσσαι

Ἑσπερίδες θρέψαντο παρὰ ῥόον Ὠκεανοῖο.

 420Τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω,

εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ

Νηρεΐδος τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι.

Ἣ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,

τῇ ἐπὶ πάντα τελεῖται ἀτειρέος ἔνδον Ὀλύμπου

 425ἐσθλά τε καὶ κλυτὰ ἔργα τά τ' ἀνδράσι γίνετ' ὄνειαρ·

ἣ δ' ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι

ναίει ὁμῶς κήτεσσι μετ' ἰχθύσι κυδιόωσα

ἄπρηκτος καὶ ἄιστος. Ἐγὼ δέ μιν οὐκ ἀλεγίζω

οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐίσκω."

 430- Ὣς φάτο· τὸν δ' ἐνένιπε θρασὺς πάις Αἰακίδαο·

- "Ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν

ἐλθέμεν ἀντί' ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;

Ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε,

Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα

 435καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε κούρας

Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσ' ἐν Ὀλύμπῳ,

πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,

οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,

ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,

 440ἠδὲ καὶ ὡς Ἥφαιστον ἐύφρονα χαλκεοτέχνην

δέξατο οἷσι δόμοισιν ἀπ' Οὐλύμποιο πεσόντα,

αὐτόν τ' Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·

τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες

μητέρ' ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.

 445Γνώσῃ δ' ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω

ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·

Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ' Ἀντιλόχοιο χολωθεὶς

τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.

Ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν

 450ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων

ἠδ' αὐτῶν; Ἐγγὺς γὰρ Ἄρης, ἐγγὺς ‹δὲ› καὶ ἀλκή."

- Ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ,

Μέμνων δ' αὖθ' ἑτέρωθε, καὶ ὀτραλέως συνόρουσαν.

Τύπτον δ' ἀλλήλων ἄμοτον φρεσὶ κυδιόωντες

 455ἀσπίδας ἃς Ἥφαιστος ὑπ' ἀμβροσίῃ κάμε τέχνῃ,

πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν

ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.

Ζεὺς δὲ μέγ' ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,

τεῦξε δ' ἄρ' ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους

 460ἀνδράσιν, ἀλλὰ θεοῖσιν· Ἔρις δ' ἐπεγήθεεν ἄμφω.

Οἳ δ' αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι

μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης

πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ' αὖτε

βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο

 465θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,

ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη

ἀμφ' ὤμοις ἀράβησε. Βοὴ δ' ἵκετ' αἰθέρα δῖον

Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων

μαρναμένων ἑκάτερθε· κόνις δ' ὑπὸ ποσσὶν ὀρώρει

 470ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα ἤνυτο ἔργον.

Εὖτ' ὀμίχλη κατ' ὄρεσφιν ὀρινομένου ὑετοῖο,

ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι

ὕδατος ἐσσυμένοιο, βρέμει δ' ἄρα πᾶσα χαράδρη

ἄσπετον, οἳ δ' ἄρα πάντες ἐπιτρομέουσι νομῆες

 475χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν

ἠδ' ἄλλοις θήρεσσιν ὅσους τρέφει ἄσπετος ὕλη·

ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ' ἀλεγεινή,

ἥ ῥά τε καὶ φάος ἠὺ κατέκρυφεν ἠελίοιο

αἰθέρ' ἐπισκιάουσα· κακὴ δ' ὑπεδάμνατ' ὀιζὺς

 480λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.

Καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηϊοτῆτος

ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας

Κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι

δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δ' οὐ λῆγε φόνοιο

 485λευγαλέου, πάντῃ δὲ πέριξ ἐφορύνετο γαῖα

αἵματος ἐκχυμένοιο· μέλας δ' ἐπετέρπετ' Ὄλεθρος.

Στείνετο δὲ κταμένων πεδίον μέγα ἱππόβοτόν τε,

ὁππόσον ἀμφὶ ῥοῇς Σιμόεις καὶ Ξάνθος ἐέργει

Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.

 490- Ἀλλ' ὅτε δὴ πολλὴ μὲν ἄδην μηκύνετο δῆρις

μαρναμένων, ἶσον δὲ μένος τέτατ' ἀμφοτέροισι,

δὴ τότε τούς γ' ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες

οἳ μὲν θυμὸν ἔτερπον ἀτειρέι Πηλείωνι,

οἳ δ' ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέι δίῳ.

 495Ὑψόθε δ' οὐρανὸς εὐρὺς ἐπέβραχεν, ἀμφὶ δὲ πόντος

ἴαχε, κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα

ἀμφοτέρων ὑπὸ ποσσί. Περιτρομέοντο δὲ πᾶσαι

ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες

ὀβρίμου ἀμφ' Ἀχιλῆος ἰδ' ἄσπετα δειμαίνοντο.

 500Δείδιε δ' Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ

ἵπποις ἐμβεβαυῖα δι' αἰθέρος· αἳ δέ οἱ ἄγχι

Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι

θεσπέσιον περὶ κύκλον, ὃν Ἠελίῳ ἀκάμαντι

Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐὺν δρόμον, ᾧ περὶ πάντα

 505ζώει τε φθινύθει τε περιπλομένοιο κατ' ἦμαρ

νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.

Καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,

εἰ μὴ ὑπ' ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο

δοιαὶ ἄρ' ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν

 510Κῆρες· ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,

φαιδρὴ δ' ἀμφ' Ἀχιλῆα δαΐφρονα· τοὶ δ' ἐσιδόντες

ἀθάνατοι μέγ' ἄυσαν, ἄφαρ δ' ἕλε τοὺς μὲν ἀνίη

λευγαλέη, τοὺς δ' ἠὺ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.

- Ἥρωες δ' ἐμάχοντο καθ' αἱματόεντα κυδοιμὸν

 515ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν

θυμὸν καὶ μέγα κάρτος ἐπ' ἀλλήλοισι φέροντες.

Φαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ

μάρνασθ' ὥς τε Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς

Τιτῆνας· σθεναρὴ γὰρ ἐπὶ σφίσι δῆρις ὀρώρει·

 520ἠμὲν ὁτὲ ξιφέεσσι συνέδραμον, ἠδ' ὁτὲ λᾶας

βάλλον ἐπεσσύμενοι περιμήκεας. Οὐδέ τις αὐτῶν

χάζετο βαλλομένων οὐδ' ἔτρεσαν, ἀλλ' ἅτε πρῶνες

ἕστασαν ἀκμῆτες καταειμένοι ἄσπετον ἀλκήν·

ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο.

 525Τοὔνεκ' ἄρά σφισι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ

πολλὸν ἐρειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,

αὐτοῖς ἠδ' ἑτάροισιν ἀταρβέσιν οἳ μετ' ἀνάκτων

νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων

αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν

 530θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ' ἄρα πάντων

ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρὼς

αἰὲν ἐρειδομένων. Κεκάλυπτο δὲ γαῖα νέκυσσιν,

οὐρανὸς ὣς νεφέεσσιν ἐς Αἰγοκερῆα κιόντος

ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.

 535Τοὺς ‹δ'› ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς

τεθναότας στείβεσκον, ἅτ' ἄσπετα φύλλα κατ' ἄλσος

χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.

- Οἳ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο

υἱῆες μακάρων ἐρικυδέες οὐδ' ἀπέληγον

 540ἀλλήλοις κοτέοντες. Ἔρις δ' ἴθυνε τάλαντα

ὑσμίνης ἀλεγεινά. Τὰ δ' οὐκέτι ἶσα πέλοντο·

ἀλλ' ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα

Πηλεΐδης οὔτησε, τὸ δ' ἀντικρὺ μέλαν ἆορ

ἐξέθορε‹ν›. Τοῦ δ' αἶψα λύθη πολυήρατος αἰών·

 545κάππεσε δ' ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη,

γαῖα δ' ὑπεσμαράγησε καὶ ἀμφεφόβηθεν ἑταῖροι.

Τὸν δ' ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες

φεῦγον, ὃ δ' αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.

- Ἠὼς δὲ στονάχησε καλυψαμένη νεφέεσσιν,

 550ἠχλύνθη δ' ἄρα γαῖα. Θοοὶ δ' ἅμα πάντες Ἀῆται

μητρὸς ἐφημοσύνῃσι μιῇ φορέοντο κελεύθῳ

ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέαντο θανόντι·

οἳ καὶ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα

καί ἑ φέρον πολιοῖο δι' ἠέρος· ἄχνυτο δέ σφι

 555θυμὸς ἀδελφειοῖο δεδουπότος, ἀμφὶ δ' ἄρ' αἰθὴρ

ἔστενε. Τοῦ δ' ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι

ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται

σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην

εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,

 560τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι

πάντες ὅσοι ναίουσι μακρῆς ὑπὸ πείρασιν Ἴδης·

ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσεται αἶαν,

ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρὸν ᾧ ἔνι κεῖνος

κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ

 565ἐξ ὕδατος· φαίης κεν ἔθ' ἕλκεος οὐλομένοιο

πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.

Ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ'· οἳ δ' ἐπέτοντο

Ἠοῦς ὄβριμον υἷα θοοὶ φορ‹έ›οντες Ἀῆται

τυτθὸν ὑπὲρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ.

 570- Οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος

νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς

ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἷον ἔμελλον

οὐ μετὰ δηρὸν ἔχοντες ὑπηέριοι φορέεσθαι·

τοὔνεχ' ἕποντ' Ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.

 575Ὡς δ' ὅτ‹αν› ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος

ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι

σῶμ' ἀναειράμενοι μογεροὶ φορέωσιν ἑταῖροι

ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα

κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ' ἄγρης·

 580ὣς οἵ γε προλιπόντες ἀνηλέα δηϊοτῆτα

λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες Ἀήταις

ἀχλύι θεσπεσίῃ κεκαλυμμένοι. Ἀμφὶ δὲ Τρῶες

καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι

πάντας ἀιστωθέντας, ἀπειρεσίῃ δ' ἀνὰ θυμὸν

 585ἀμφασίῃ βεβόληντο. Νέκυν δ' ἀκάμαντες Ἀῆται

Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχοντες

πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,

ἧχί τε Νυμφάων καλλιπλοκάμων πέλει ἄλσος

καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμ' ἐβάλοντο

 590Αἰσήποιο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ

παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο

υἱέα κυδαίνουσαι ἐυθρόνου Ἠριγενείης.

- Δύσετο δ' ἠελίοιο φάος· κατὰ δ' ἤλυθεν Ἠὼς

οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ' ἄρ' αὐτῇ

 595κοῦραι ἐυπλόκαμοι δυο‹καί›δεκα, τῇσι μέμηλεν

αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπὰ κέλευθα

νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς

γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας

στρωφῶντ' ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι

 600καρποῖσι βρίθοντα, κυλινδομένου περὶ κύκλον

χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος

ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ' ὀπώρης.

Αἳ δ' ὅτε δὴ κατέβησαν ἀπ' αἰθέρος ἠλιβάτοιο

ἄσπετ' ὀδυρόμεναι περὶ Μέμνονα, σὺν δ' ἄρα τῇσι

 605Πληιάδες μύροντο, περίαχε δ' οὔρεα μακρὰ

καὶ ῥόος Αἰσήποιο, γόος δ' ἄλληκτος ὀρώρει.

Ἣ δ' ἄρ' ἐνὶ μέσσῃσιν ἑῷ περὶ παιδὶ χυθεῖσα

μακρὸν ἀνεστονάχησε πολύστονος Ἠριγένεια·

- "Ὤλεό μοι, φίλε τέκνον, ἑῇ δ' ἄρα μητέρι πένθος

 610ἀργαλέον περίθηκας. Ἐγὼ δ' οὐ σεῖο δαμέντος

τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν·

ἀλλὰ καταχθονίων ἐσδύσομαι αἰνὰ βέρεθρα,

ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένου ‹πε›πότηται,

πάντ' ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,

 615ὄφρά τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται.

Οὐ γὰρ ἀτιμοτέρη Νηρηΐδος, ἐκ Διὸς αὐτοῦ

πάντ' ἐπιδερκομένη, πάντ' ἐς τέλος ἄχρις ἄγουσα,

μαψιδίως· ἦ γάρ κεν ἐμὸν φάος ὠπίσατο Ζεύς.

Τοὔνεχ' ὑπὸ ζόφον εἶμι· Θέτιν δ' ἐς Ὄλυμπον ἀγέσθω

 620ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·

αὐτὰρ ἐμοὶ στονόεσσα μετ' οὐρανὸν εὔαδεν ὄρφνη,

μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι."

- Ὣς φαμένης ῥέε δάκρυ κατ' ἀμβροσίοιο προσώπου

ἀενάῳ ποταμῷ ἐναλίγκιον, ἀμφὶ δὲ νεκρῷ

 625δεύετο γαῖα μέλαινα· συνάχνυτο δ' ἀμβροσίη Νὺξ

παιδὶ φίλῃ καὶ πάντα κατέκρυφεν Οὐρανὸς ἄστρα

ἀχλύι καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.

- Τρῶες δ' ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν

ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.

 630Οὐδὲ μὲν Ἀργεῖοι μέγ' ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ

ἐν πεδίῳ κταμένοισι παρ' ἀνδράσιν αὖλιν ἔχοντες

ἄμφω ἐυμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,

Ἀντίλοχον δ' ἄρα κλαῖον· ἔχον δ' ἅμα χάρματι πένθος.

- Παννυχίη δ' ἀλεγεινὸν ἀνεστενάχιζε γοῶσα

 635Ἠώς, ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ

ἀντολίης ἀλέγιζε, μέγαν δ' ἤχθηρεν Ὄλυμπον.

Ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι,

γαῖαν ἐπιστείβοντες ἀήθεα καὶ βασίλειαν

ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.

 640Ζεὺς δ' ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα

κινήθη περὶ πᾶσα· τρόμος δ' ἕλεν ἄμβροτον Ἠῶ.

Τὸν δ' ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες

θάψαν ὀδυρόμενοι· τοὺς δ' Ἠριγένεια βοῶπις

πόλλ' ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς

 645οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι.

Τοὺς δὴ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα

μέμνονας, οἵ ῥ' ἔτι τύμβον ἔπι σφετέρου βασιλῆος

ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες

σήματος, ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν

 650Μέμνονι ἦρα φέροντες· ὃ δ' εἰν Ἀίδαο δόμοισιν

ἠέ που ἐν μακάρεσσι κατ' Ἠλύσιον πέδον αἴης

καγχαλάᾳ, καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς

δερκομένη· τοῖσι‹ν› δὲ πέλει πόνος, ἄχρι καμόντες

εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον ἠὲ καὶ ἄμφω

 655πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτι.

- Καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης

οἰωνοὶ τελέουσι θοοί. Τότε δ' ἄμβροτος Ἠὼς

οὐρανὸν εἰσανόρουσ‹εν› ὁμῶς πολυαλδέσιν Ὥραις,

αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας,

 660παρφάμεναι μύθοισιν ὅσοις βαρὺ πένθος ὑπείκει,

καί περ ἔτ' ἀχνυμένην. Ἣ δ' οὐ λάθεθ' οἷο δρόμοιο·

δείδιε γὰρ ‹δὴ› Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,

ἐξ οὗ πάντα πέλονται ὅσ' Ὠκεανοῖο ῥέεθρα

ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.

 665Τῆς ‹δ' ἄ›ρα Πληιάδες πρότεραι ἴσαν· ἣ δὲ καὶ αὐτὴ

αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ' ἄρ' ἀχλύν.