10003 1102 20 44 7 532 412 a. C. ? Tragedia Euripides Ion Diggle, J., Oxford, Clarendon Press, 1981. 250

EURIPIDES - Ion - ΙΩΝ

ΕΡΜΗΣ

Ὁ χαλκέοισιν οὐρανὸν νώτοις Ἄτλας

θεῶν παλαιὸν οἶκον ἐκτρίβων θεῶν

μιᾶς ἔφυσε Μαῖαν, ἣ 'μ' ἐγείνατο

Ἑρμῆν μεγίστωι Ζηνί, δαιμόνων λάτριν.

   5ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν' ὀμφαλὸν

μέσον καθίζων Φοῖβος ὑμνωιδεῖ βροτοῖς

τά τ' ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.

ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,

τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,

  10οὗ παῖδ' Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις

βίαι Κρέουσαν, ἔνθα προσβόρρους πέτρας

Παλλάδος ὑπ' ὄχθωι τῆς Ἀθηναίων χθονὸς

Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.

ἀγνὼς δὲ πατρί (τῶι θεῶι γὰρ ἦν φίλον)

  15γαστρὸς διήνεγκ' ὄγκον. ὡς δ' ἦλθεν χρόνος,

τεκοῦσ' ἐν οἴκοις παῖδ' ἀπήνεγκεν βρέφος

ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῶι

Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον

κοίλης ἐν ἀντίπηγος εὐτρόχωι κύκλωι,

  20προγόνων νόμον σώιζουσα τοῦ τε γηγενοῦς

Ἐριχθονίου. κείνωι γὰρ ἡ Διὸς κόρη

φρουρὼ παραζεύξασα φύλακε σώματος

δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιν

δίδωσι σώιζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ

  25νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις

τρέφειν τέκν'. ἀλλ' ἣν εἶχε παρθένος χλιδὴν

τέκνωι προσάψασ' ἔλιπεν ὡς θανουμένωι.

κἄμ' ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·

Ὦ σύγγον', ἐλθὼν λαὸν εἰς αὐτόχθονα

  30κλεινῶν Ἀθηνῶν (οἶσθα γὰρ θεᾶς πόλιν)

λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας

αὐτῶι σὺν ἄγγει σπαργάνοισί θ' οἷς ἔχει

ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια

καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.

  35τὰ δ' ἄλλ' (ἐμὸς γάρ ἐστιν, ὡς εἰδῆις, ὁ παῖς)

ἡμῖν μελήσει. Λοξίαι δ' ἐγὼ χάριν

πράσσων ἀδελφῶι πλεκτὸν ἐξάρας κύτος

ἤνεγκα καὶ τὸν παῖδα κρηπίδων ἔπι

τίθημι ναοῦ τοῦδ', ἀναπτύξας κύτος

  40ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῶιθ' ὁ παῖς.

κυρεῖ δ' ἅμ' ἱππεύοντος ἡλίου κύκλωι

προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·

ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίωι

ἐθαύμασ' εἴ τις Δελφίδων τλαίη κόρη

  45λαθραῖον ὠδῖν' ἐς θεοῦ ῥῖψαι δόμον,

ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·

οἴκτωι δ' ἀφῆκεν ὠμότητα, καὶ θεὸς

συνεργὸς ἦν τῶι παιδὶ μὴ 'κπεσεῖν δόμων·

τρέφει δέ νιν λαβοῦσα, τὸν σπείραντα δὲ

  50οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ' ἧς ἔφυ,

ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.

νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς

ἠλᾶτ' ἀθύρων· ὡς δ' ἀπηνδρώθη δέμας,

Δελφοί σφ' ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ

  55ταμίαν τε πάντων πιστόν, ἐν δ' ἀνακτόροις

θεοῦ καταζῆι δεῦρ' ἀεὶ σεμνὸν βίον.

Κρέουσα δ' ἡ τεκοῦσα τὸν νεανίαν

Ξούθωι γαμεῖται συμφορᾶς τοιᾶσδ' ὕπο·

ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,

  60οἳ γῆν ἔχουσ' Εὐβοῖδα, πολέμιος κλύδων·

ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ

γάμων Κρεούσης ἀξίωμ' ἐδέξατο,

οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς

γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη

  65ἄτεκνός ἐστι καὶ Κρέουσ'· ὧν οὕνεκα

ἥκουσι πρὸς μαντεῖ' Ἀπόλλωνος τάδε

ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην

ἐς τοῦτ' ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ·

δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε

  70Ξούθωι τὸν αὑτοῦ παῖδα καὶ πεφυκέναι

κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους

γνωσθῆι Κρεούσηι καὶ γάμοι τε Λοξίου

κρυπτοὶ γένωνται παῖς τ' ἔχηι τὰ πρόσφορα.

Ἴωνα δ' αὐτόν, κτίστορ' Ἀσιάδος χθονός,

  75ὄνομα κεκλῆσθαι θήσεται καθ' Ἑλλάδα.

ἀλλ' ἐς δαφνώδη γύαλα βήσομαι τάδε,

τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.

ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον

τόνδ', ὡς πρὸ ναοῦ λαμπρὰ θῆι πυλώματα

  80δάφνης κλάδοισιν. ὄνομα δ', οὗ μέλλει τυχεῖν,

Ἴων' ἐγώ ‹νιν› πρῶτος ὀνομάζω θεῶν.

ΙΩΝ

ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων·

Ἥλιος ἤδη λάμπει κατὰ γῆν,

ἄστρα δὲ φεύγει πυρὶ τῶιδ' αἰθέρος

  85ἐς νύχθ' ἱεράν·

Παρνασιάδες δ' ἄβατοι κορυφαὶ

καταλαμπόμεναι τὴν ἡμερίαν

ἁψῖδα βροτοῖσι δέχονται.

σμύρνης δ' ἀνύδρου καπνὸς εἰς ὀρόφους

  90Φοίβου πέτεται.

θάσσει δὲ γυνὴ τρίποδα ζάθεον

Δελφίς, ἀείδουσ' Ἕλλησι βοάς,

ἃς ἂν Ἀπόλλων κελαδήσηι.

ἀλλ', ὦ Φοίβου Δελφοὶ θέραπες,

  95τὰς Κασταλίας ἀργυροειδεῖς

βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις

ἀφυδρανάμενοι στείχετε ναούς·

στόμα τ' εὔφημοι φρουρεῖτ' ἀγαθόν,

φήμας ἀγαθὰς

 100τοῖς ἐθέλουσιν μαντεύεσθαι

γλώσσης ἰδίας ἀποφαίνειν.

ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς

μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης

στέφεσίν θ' ἱεροῖς ἐσόδους Φοίβου

 105καθαρὰς θήσομεν ὑγραῖς τε πέδον

ῥανίσιν νοτερόν· πτηνῶν τ' ἀγέλας,

αἳ βλάπτουσιν σέμν' ἀναθήματα,

τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·

ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς

 110τοὺς θρέψαντας

Φοίβου ναοὺς θεραπεύω.

ἄγ', ὦ νεηθαλὲς ὦ

καλλίστας προπόλευμα δάφ-

νας, ἃ τὰν Φοίβου θυμέλαν

 115σαίρεις ὑπὸ ναοῖς,

κάπων ἐξ ἀθανάτων,

ἵνα δρόσοι τέγγουσ' ἱεραί,

τὰν†ἀέναον

παγὰν ἐκπροϊεῖσαι,

 120μυρσίνας ἱερὰν φόβαν·

ἇι σαίρω δάπεδον θεοῦ

παναμέριος ἅμ' ἁλίου πτέρυγι θοᾶι

λατρεύων τὸ κατ' ἦμαρ.

 125ὦ Παιὰν ὦ Παιάν,

εὐαίων εὐαίων

εἴης, ὦ Λατοῦς παῖ.

καλόν γε τὸν πόνον, ὦ

Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-

 130ω, τιμῶν μαντεῖον ἕδραν·

κλεινὸς δ' ὁ πόνος μοι

θεοῖσιν δούλαν χέρ' ἔχειν,

οὐ θνατοῖς ἀλλ' ἀθανάτοις·

εὐφάμους δὲ πόνους

 135μοχθεῖν οὐκ ἀποκάμνω.

Φοῖβός μοι γενέτωρ πατήρ·

τὸν βόσκοντα γὰρ εὐλογῶ,

τὸν δ' ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω

 140Φοῖβον τὸν κατὰ ναόν.

ὦ Παιὰν ὦ Παιάν,

εὐαίων εὐαίων

εἴης, ὦ Λατοῦς παῖ.

ἀλλ' ἐκπαύσω γὰρ μόχθους

 145δάφνας ὁλκοῖς,

χρυσέων δ' ἐκ τευχέων ῥίψω

γαίας παγάν,

ἃν ἀποχεύονται

Κασταλίας δῖναι,

 150νοτερὸν ὕδωρ βάλλων,

ὅσιος ἀπ' εὐνᾶς ὤν.

εἴθ' οὕτως αἰεὶ Φοίβωι

λατρεύων μὴ παυσαίμαν,

ἢ παυσαίμαν ἀγαθᾶι μοίραι.

ἔα ἔα·

φοιτῶσ' ἤδη λείπουσίν τε

 155πτανοὶ Παρνασοῦ κοίτας.

αὐδῶ μὴ χρίμπτειν θριγκοῖς

μηδ' ἐς χρυσήρεις οἴκους.

μάρψω σ' αὖ τόξοις, ὦ Ζηνὸς

κῆρυξ, ὀρνίθων γαμφηλαῖς

 160ἰσχὺν νικῶν.

ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει

κύκνος· οὐκ ἄλλαι φοινικοφαῆ

πόδα κινήσεις;

οὐδέν σ' ἁ φόρμιγξ ἁ Φοίβου

 165σύμμολπος τόξων ῥύσαιτ' ἄν.

πάραγε πτέρυγας·

λίμνας ἐπίβα τᾶς Δηλιάδος·

αἰάξεις, εἰ μὴ πείσηι,

τὰς καλλιφθόγγους ὠιδάς.

 170ἔα ἔα·

τίς ὅδ' ὀρνίθων καινὸς προσέβα;

μῶν ὑπὸ θριγκοὺς εὐναίας

καρφυρὰς θήσων τέκνοις;

ψαλμοί σ' εἴρξουσιν τόξων.

οὐ πείσηι; χωρῶν δίνας

 175τὰς Ἀλφειοῦ παιδούργει

ἢ νάπος Ἴσθμιον,

ὡς ἀναθήματα μὴ βλάπτηται

ναοί θ' οἱ Φοίβου ‹        ›

κτείνειν δ' ὑμᾶς αἰδοῦμαι

 180τοὺς θεῶν ἀγγέλλοντας φήμας

θνατοῖς· οἷς δ' ἔγκειμαι μόχθοις

Φοίβωι δουλεύσω κοὐ λήξω

τοὺς βόσκοντας θεραπεύων.

ΧΟΡΟΣ

‹ ‑ ›   οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-

 185ναις εὐκίονες ἦσαν αὐ-

λαὶ θεῶν μόνον οὐδ' ἀγυι-

άτιδες θεραπεῖαι·

ἀλλὰ καὶ παρὰ Λοξίαι

τῶι Λατοῦς διδύμων προσώ-

πων καλλιβλέφαρον φῶς.

 190‑ ἰδού, τᾶιδ' ἄθρησον·

Λερναῖον ὕδραν ἐναίρει

χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·

φίλα, πρόσιδ' ὄσσοις.

‑ ὁρῶ. καὶ πέλας ἄλλος αὐ-

 195τοῦ πανὸν πυρίφλεκτον αἴ-

ρει τις· ἆρ' ὃς ἐμαῖσι μυ-

θεύεται παρὰ πήναις,

ἀσπιστὰς Ἰόλαος, ὃς

κοινοὺς αἰρόμενος πόνους

 200Δίωι παιδὶ συναντλεῖ;

‹ ‑ ›   καὶ μὰν τόνδ' ἄθρησον

πτεροῦντος ἔφεδρον ἵππου·

τὰν πῦρ πνέουσαν ἐναίρει

τρισώματον ἀλκάν.

 205‑ πάνται τοι βλέφαρον διώ-

κω. σκέψαι κλόνον ἐν τείχεσ-

σι λαΐνοισι Γιγάντων.

‑ ὧδε δερκόμεσθ', ὦ φίλαι.†

‑ λεύσσεις οὖν ἐπ' Ἐγκελάδωι

 210γοργωπὸν πάλλουσαν ἴτυν ...;

‑ λεύσσω Παλλάδ', ἐμὰν θεόν.

‑ τί γάρ; κεραυνὸν ἀμφίπυρον

ὄβριμον ἐν Διὸς

ἑκηβόλοισι χερσίν;

‹ ‑ › ὁρῶ· τὸν δάιον

 215Μίμαντα πυρὶ καταιθαλοῖ.

‹ ‑ › καὶ Βρόμιος ἄλλον ἀπολέμοι-

σι κισσίνοισι βάκτροις

ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.

‹ ‑ › σέ τοι, τὸν παρὰ ναὸν αὐ-

 220δῶ· θέμις γυάλων ὑπερ-

βῆναι λευκῶι ποδί γ' ‹οὐδόν›;

‹Ιων› οὐ θέμις, ὦ ξέναι.

‑ οὐδ' ἂν ἐκ σέθεν ἂν πυθοίμαν αὐδάν;†

Ιων τίνα τήνδε θέλεις;

‑ ἆρ' ὄντως μέσον ὀμφαλὸν

γᾶς Φοίβου κατέχει δόμος;

Ιων στέμμασί γ' ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.

 225‑ οὕτω καὶ φάτις αὐδᾶι.

Ιων εἰ μὲν ἐθύσατε πελανὸν πρὸ δόμων

καί τι πυθέσθαι χρήιζετε Φοίβου,

πάριτ' ἐς θυμέλας· ἐπὶ δ' ἀσφάκτοις

μήλοισι δόμων μὴ πάριτ' ἐς μυχόν.

 230‑ ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον

οὐ παραβαίνομεν,

ἃ δ' ἐκτὸς ὄμμα τέρψει.

Ιων πάντα θεᾶσθ', ὅτι καὶ θέμις, ὄμμασι.

‑ μεθεῖσαν δεσπόται

με θεοῦ γύαλα τάδ' εἰσιδεῖν.

Ιων δμωαὶ δὲ τίνων κλήιζεσθε δόμων;

 235‑ Παλλάδι σύνοικα τρόφιμα μέλα-

θρα τῶν ἐμῶν τυράννων·

παρούσας δ' ἀμφὶ τᾶσδ' ἐρωτᾶις.

Ιων ‹                                 ›

γενναιότης σοι καὶ τρόπων τεκμήριον

τὸ σχῆμ' ἔχεις τόδ', ἥτις εἶ ποτ', ὦ γύναι.

γνοίη δ' ἂν ὡς τὰ πολλά γ' ἀνθρώπου πέρι

 240τὸ σχῆμ' ἰδών τις εἰ πέφυκεν εὐγενής.

ἔα·

ἀλλ' ἐξέπληξάς μ', ὄμμα συγκλήισασα σὸν

δακρύοις θ' ὑγράνασ' εὐγενῆ παρηίδα,

ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.

τί ποτε μερίμνης ἐς τόδ' ἦλθες, ὦ γύναι;

 245οὗ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ

χαίρουσιν, ἐνταῦθ' ὄμμα σὸν δακρυρροεῖ;

ΚΡΕΟΥΣΑ

ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει

ἐς θαύματ' ἐλθεῖν δακρύων ἐμῶν πέρι·

ἐγὼ δ' ἰδοῦσα τούσδ' Ἀπόλλωνος δόμους

 250μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·

ἐκεῖσε τὸν νοῦν ἔσχον ἐνθάδ' οὖσά περ.

ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα

θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν.

εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;

 255Ιων τί χρῆμ' ἀνερμήνευτα δυσθυμῆι, γύναι;

Κρ. οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῶιδε δὲ

ἐγώ τε σιγῶ καὶ σὺ μὴ φρόντιζ' ἔτι.

Ιων τίς δ' εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας

πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;

 260Κρ. Κρέουσα μέν μοι τοὔνομ', ἐκ δ' Ἐρεχθέως

πέφυκα, πατρὶς γῆ δ' Ἀθηναίων πόλις.

Ιων ὦ κλεινὸν οἰκοῦσ' ἄστυ γενναίων τ' ἄπο

τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.

Κρ. τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν', οὐ πέρα.

 265Ιων πρὸς θεῶν, ἀληθῶς, ὡς μεμύθευται βροτοῖς

Κρ. τί χρῆμ' ἐρωτᾶις, ὦ ξέν', ἐκμαθεῖν θέλων;

Ιων. ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;

Κρ. Ἐριχθόνιός γε· τὸ δὲ γένος μ' οὐκ ὠφελεῖ.

Ιων ἦ καί σφ' Ἀθάνα γῆθεν ἐξανείλετο;

 270Κρ. ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.

Ιων δίδωσι δ', ὥσπερ ἐν γραφῆι νομίζεται

Κρ. Κέκροπός γε σώιζειν παισὶν οὐχ ὁρώμενον.

Ιων ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.

Κρ. τοιγὰρ θανοῦσαι σκόπελον ἥιμαξαν πέτρας.

 275Ιων εἶἑν·

τί δαὶ τόδ'; ἆρ' ἀληθὲς ἢ μάτην λόγος;

Κρ. τί χρῆμ' ἐρωτᾶις; καὶ γὰρ οὐ κάμνω σχολῆι.

Ιων πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;

Κρ. ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.

Ιων σὺ δ' ἐξεσώθης πῶς κασιγνήτων μόνη;

 280Κρ. βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.

Ιων πατέρα δ' ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;

Κρ. πληγαὶ τριαίνης ποντίου σφ' ἀπώλεσαν.

Ιων Μακραὶ δὲ χῶρός ἐστ' ἐκεῖ κεκλημένος;

Κρ. τί δ' ἱστορεῖς τόδ'; ὥς μ' ἀνέμνησάς τινος.

 285Ιων τιμᾶι σφε Πύθιος†ἀστραπαί τε Πύθιαι.

Κρ. τιμᾶ τιμᾶ· ὡς μήποτ' ὤφελόν σφ' ἰδεῖν.

Ιων τί δέ; στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;

Κρ. οὐδέν· ξύνοιδ' ἄντροισιν αἰσχύνην τινά.

Ιων πόσις δὲ τίς σ' ἔγημ' Ἀθηναίων, γύναι;

 290Κρ. οὐκ ἀστὸς ἀλλ' ἐπακτὸς ἐξ ἄλλης χθονός.

Ιων τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.

Κρ. Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ' ἄπο.

Ιων καὶ πῶς ξένος σ' ὢν ἔσχεν οὖσαν ἐγγενῆ;

Κρ. Εὔβοι' Ἀθήναις ἔστι τις γείτων πόλις.

 295Ιων ὅροις ὑγροῖσιν, ὡς λέγουσ', ὡρισμένη.

Κρ. ταύτην ἔπερσε Κεκροπίδαις κοινῶι δορί.

Ιων ἐπίκουρος ἐλθών; κἆιτα σὸν γαμεῖ λέχος;

Κρ. φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.

Ιων σὺν ἀνδρὶ δ' ἥκεις ἢ μόνη χρηστήρια;

 300Κρ. σὺν ἀνδρί· σηκοῖς δ' ὑστερεῖ Τροφωνίου.

Ιων πότερα θεατὴς ἢ χάριν μαντευμάτων;

Κρ. κείνου τε Φοίβου θ' ἓν θέλων μαθεῖν ἔπος.

Ιων καρποῦ δ' ὕπερ γῆς ἥκετ' ἢ παίδων πέρι;

Κρ. ἄπαιδές ἐσμεν, χρόνι' ἔχοντ' εὐνήματα.

 305Ιων οὐδ' ἔτεκες οὐδὲν πώποτ' ἀλλ' ἄτεκνος εἶ;

Κρ. ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.

Ιων ὦ τλῆμον, ὡς τἄλλ' εὐτυχοῦσ' οὐκ εὐτυχεῖς.

Κρ. σὺ δ' εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.

Ιων τοῦ θεοῦ καλοῦμαι δοῦλος, εἰμί τ', ὦ γύναι.

 310Κρ. ἀνάθημα πόλεως ἤ τινος πραθεὶς ὕπο;

Ιων οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.

Κρ. ἡμεῖς σ' ἄρ' αὖθις, ὦ ξέν', ἀντοικτίρομεν.

Ιων ὡς μὴ εἰδόθ' ἥτις μ' ἔτεκεν ἐξ ὅτου τ' ἔφυν.

Κρ. ναοῖσι δ' οἰκεῖς τοισίδ' ἢ κατὰ στέγας;

 315Ιων ἅπαν θεοῦ μοι δῶμ', ἵν' ἂν λάβηι μ' ὕπνος.

Κρ. παῖς δ' ὢν ἀφίκου ναὸν ἢ νεανίας;

Ιων βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.

Κρ. καὶ τίς γάλακτί σ' ἐξέθρεψε Δελφίδων;

Ιων οὐπώποτ' ἔγνων μαστόν· ἣ δ' ἔθρεψέ με

 320Κρ. τίς, ὦ ταλαίπωρ'; ὡς νοσοῦσ' ηὗρον νόσους.

Ιων Φοίβου προφῆτιν μητέρ' ὣς νομίζομεν.

Κρ. ἐς δ' ἄνδρ' ἀφίκου τίνα τροφὴν κεκτημένος;

Ιων βωμοί μ' ἔφερβον οὑπιών τ' ἀεὶ ξένος.

Κρ. ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.

Ιων τοῖς τοῦ θεοῦ κοσμούμεθ' ὧι δουλεύομεν.

Κρ. οὐδ' ἦιξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;

Ιων ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.

Κρ. τάλαινά σ' ἡ τεκοῦσ' ἄρ', ἥτις ἦν ποτε.

 325Ιων ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.

 330Κρ. φεῦ·

πέπονθέ τις σῆι μητρὶ ταὔτ' ἄλλη γυνή.

Ιων τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.

Κρ. ἧς οὕνεκ' ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.

Ιων ποῖόν τι χρήιζουσ'; ὡς ὑπουργήσω, γύναι.

Κρ. μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.

 335Ιων λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.

Κρ. ἄκουε δὴ τὸν μῦθον· ἀλλ' αἰδούμεθα.

Ιων οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.

Κρ. Φοίβωι μιγῆναί φησί τις φίλων ἐμῶν.

Ιων Φοίβωι γυνὴ γεγῶσα; μὴ λέγ', ὦ ξένη.

 340Κρ. καὶ παῖδά γ' ἔτεκε τῶι θεῶι λάθραι πατρός.

Ιων οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.

Κρ. οὔ φησιν αὐτή· καὶ πέπονθεν ἄθλια.

Ιων τί χρῆμα δράσασ', εἰ θεῶι συνεζύγη;

Κρ. τὸν παῖδ' ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.

 345Ιων ὁ δ' ἐκτεθεὶς παῖς ποῦ 'στιν; εἰσορᾶι φάος;

Κρ. οὐκ οἶδεν οὐδείς· ταῦτα καὶ μαντεύομαι.

Ιων εἰ δ' οὐκέτ' ἔστι, τίνι τρόπωι διεφθάρη;

Κρ. θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.

Ιων ποίωι τόδ' ἔγνω χρωμένη τεκμηρίωι;

 350Κρ. ἐλθοῦσ' ἵν' αὐτὸν ἐξέθηκ' οὐχ ηὗρ' ἔτι.

Ιων ἦν δὲ σταλαγμὸς ἐν στίβωι τις αἵματος;

Κρ. οὔ φησι· καίτοι πόλλ' ἐπεστράφη πέδον.

Ιων χρόνος δὲ τίς τῶι παιδὶ διαπεπραγμένωι;

Κρ. σοὶ ταὐτὸν ἥβης, εἴπερ ἦν, εἶχ' ἂν μέτρον.

Ιων τί δ' εἰ λάθραι νιν Φοῖβος ἐκτρέφει λαβών;

Κρ. τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾶι μόνος.

 355Ιων ἀδικεῖ νυν ὁ θεός, ἡ τεκοῦσα δ' ἀθλία.

Κρ. οὔκουν ἔτ' ἄλλον ‹γ'› ὕστερον τίκτει γόνον.

Ιων οἴμοι· προσωιδὸς ἡ τύχη τὠμῶι πάθει.

 360Κρ. καὶ σ', ὦ ξέν', οἶμαι μητέρ' ἀθλίαν ποθεῖν.

Ιων ἆ μή μ' ἐπ' οἶκτον ἔξαγ' οὗ 'λελήσμεθα.

Κρ. σιγῶ· πέραινε δ' ὧν σ' ἀνιστορῶ πέρι.

Ιων οἶσθ' οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;

Κρ. τί δ' οὐκ ἐκείνηι τῆι ταλαιπώρωι νοσεῖ;

 365Ιων πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;

Κρ. εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.

Ιων αἰσχύνεται τὸ πρᾶγμα· μὴ 'ξέλεγχέ νιν.

Κρ. ἀλγύνεται δέ γ' ἡ παθοῦσα τῆι τύχηι.

Ιων οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.

 370ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς

Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι

δράσειεν ἄν τι πῆμ'. ἀπαλλάσσου, γύναι·

τῶι γὰρ θεῶι τἀναντί' οὐ μαντευτέον.

[ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,

 375εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν

φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις

σφαγαῖσι μήλων ἢ δι' οἰωνῶν πτεροῖς.]

ἃν γὰρ βίαι σπεύδωμεν ἀκόντων θεῶν,

ἀνόνητα κεκτήμεσθα τἀγάθ', ὦ γύναι·

 380ἃ δ' ἂν διδῶσ' ἑκόντες, ὠφελούμεθα.

Χο. πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,

μορφαὶ δὲ διαφέρουσιν· ἕνα δ' ἂν εὐτυχῆ

μόλις ποτ' ἐξεύροι τις ἀνθρώπων βίον.

Κρ. ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ' οὐ δίκαιος εἶ

 385ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·

ὅς γ' οὔτ' ἔσωσας τὸν σὸν ὃν σῶσαί σ' ἐχρῆν

οὔθ' ἱστορούσηι μητρὶ μάντις ὢν ἐρεῖς,

ὡς, εἰ μὲν οὐκέτ' ἔστιν, ὀγκωθῆι τάφωι,

εἰ δ' ἔστιν, ἔλθηι μητρὸς εἰς ὄψιν ποτέ.

 390ἀλλ' ἐᾶν χρὴ τάδ', εἰ πρὸς τοῦ θεοῦ

κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.

ἀλλ', ὦ ξέν', εἰσορῶ γὰρ εὐγενῆ πόσιν

Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου

λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους

 395σίγα πρὸς ἄνδρα, μή τιν' αἰσχύνην λάβω

διακονοῦσα κρυπτά, καὶ προβῆι λόγος

οὐχ ἧιπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.

τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,

κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι

 400μισούμεθ'· οὕτω δυστυχεῖς πεφύκαμεν.

ΞΟΥΘΟΣ

πρῶτον μὲν ‹ὁ› θεὸς τῶν ἐμῶν προσφθεγμάτων

λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ', ὦ γύναι.

μῶν χρόνιος ἐλθών σ' ἐξέπληξ' ὀρρωδίαι;

Κρ. οὐδέν γ'· ἀφίγμην δ' ἐς μέριμναν. ἀλλά μοι

 405λέξον, τί θέσπισμ' ἐκ Τροφωνίου φέρεις,

παίδων ὅπως νῶιν σπέρμα συγκραθήσεται;

Ξο. οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν

μαντεύμαθ'· ἓν δ' οὖν εἶπεν· οὐκ ἄπαιδά με

πρὸς οἶκον ἥξειν οὐδὲ σ' ἐκ χρηστηρίων.

 410Κρ. ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως

ἔλθοιμεν, ἅ τε νῶιν συμβόλαια πρόσθεν ἦν

ἐς παῖδα τὸν σὸν μεταπέσοι βελτίονα.

Ξο. ἔσται τάδ'· ἀλλὰ τίς προφητεύει θεοῦ;

Ιων ἡμεῖς τά γ' ἔξω, τῶν ἔσω δ' ἄλλοις μέλει,

 415οἳ πλησίον θάσσουσι τρίποδος, ‹ὦ› ξένε,

Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.

Ξο. καλῶς· ἔχω δὴ πάνθ' ὅσων ἐχρήιζομεν.

στείχοιμ' ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,

χρηστήριον πέπτωκε τοῖς ἐπήλυσιν

 420κοινὸν πρὸ ναοῦ· βούλομαι δ' ἐν ἡμέραι

τῆιδ' (αἰσία γάρ) θεοῦ λαβεῖν μαντεύματα.

σὺ δ' ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους

λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς

χρησμούς μ' ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.

 425Κρ. ἔσται τάδ', ἔσται. Λοξίας δ', ἐὰν θέληι

νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,

ἅπας μὲν οὐ γένοιτ' ἂν εἰς ἡμᾶς φίλος,

ὅσον δὲ χρήιζει (θεὸς γάρ ἐστι) δέξομαι.

Ιων τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν

 430κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ' αἰνίσσεται;

ἤτοι φιλοῦσά γ' ἧς ὕπερ μαντεύεται,

ἢ καί τι σιγῶσ' ὧν σιωπᾶσθαι χρεών;

ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι

μέλει; προσήκει γ' οὐδέν. ἀλλὰ χρυσέαις

 435πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια

δρόσον καθήσω. νουθετητέος δέ μοι

Φοῖβος, τί πάσχει· παρθένους βίαι γαμῶν

προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθραι

θνήισκοντας ἀμελεῖ; μὴ σύ γ'· ἀλλ', ἐπεὶ κρατεῖς,

 440ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν

κακὸς πεφύκηι, ζημιοῦσιν οἱ θεοί.

πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς

γράψαντας αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;

εἰ δ' (οὐ γὰρ ἔσται, τῶι λόγωι δὲ χρήσομαι)

 445δίκας βιαίων δώσετ' ἀνθρώποις γάμων

σὺ καὶ Ποσειδῶν Ζεύς θ' ὃς οὐρανοῦ κρατεῖ,

ναοὺς τίνοντες ἀδικίας κενώσετε.

τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πέρα

σπεύδοντες ἀδικεῖτ'. οὐκέτ' ἀνθρώπους κακοὺς

 450λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ

μιμούμεθ', ἀλλὰ τοὺς διδάσκοντας τάδε.

Χο. σὲ τὰν ὠδίνων λοχιᾶν

ἀνειλείθυιαν, ἐμὰν

Ἀθάναν, ἱκετεύω,

 455Προμηθεῖ Τιτᾶνι λοχευ-

θεῖσαν κατ' ἀκροτάτας

κορυφᾶς Διός, ὦ μάκαιρα†Νίκα,

μόλε Πύθιον οἶκον,

Ὀλύμπου χρυσέων θαλάμων

 460πταμένα πρὸς ἀγυιάς,

Φοιβήιος ἔνθα γᾶς

μεσόμφαλος ἑστία

παρὰ χορευομένωι τρίποδι

μαντεύματα κραίνει,

 465σὺ καὶ παῖς ἁ Λατογενής,

δύο θεαὶ δύο παρθένοι,

κασίγνηται σεμναὶ Φοίβου.

ἱκετεύσατε δ', ὦ κόραι,

τὸ παλαιὸν Ἐρεχθέως

 470γένος εὐτεκνίας χρονίου καθαροῖς

μαντεύμασι κῦρσαι.

ὑπερβαλλούσας γὰρ ἔχει

θνατοῖς εὐδαιμονίας

ἀκίνητον ἀφορμάν,

 475τέκνων οἷς ἂν καρποφόροι

λάμπωσιν ἐν θαλάμοις

πατρίοισι νεάνιδες ἧβαι,

διαδέκτορα πλοῦτον

ὡς ἕξοντες ἐκ πατέρων

 480ἑτέροις ἐπὶ τέκνοις.

ἄλκαρ τε γὰρ ἐν κακοῖς

σύν τ' εὐτυχίαις φίλον

δορί τε γᾶι πατρίαι φέρει

σωτήριον ἀλκάν.

 485ἐμοὶ μὲν πλούτου τε πάρος

βασιλικῶν τ' εἶεν θαλάμων

τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.

τὸν ἄπαιδα δ' ἀποστυγῶ

βίον, ὧι τε δοκεῖ ψέγω·

 490μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς

εὔπαιδος ἐχοίμαν.

ὦ Πανὸς θακήματα καὶ

παραυλίζουσα πέτρα

μυχώδεσι Μακραῖς,

 495ἵνα χοροὺς στείβουσι ποδοῖν

Ἀγλαύρου κόραι τρίγονοι

στάδια χλοερὰ πρὸ Παλλάδος

ναῶν συρίγγων

ὑπ' αἰόλας ἰαχᾶς

 500ὕμνων†ὅτ' ἀναλίοις

συρίζεις, ὦ Πάν,

τοῖσι σοῖς ἐν ἄντροις,

ἵνα τεκοῦσά τις

παρθένος μελέα βρέφος

Φοίβωι πτανοῖς ἐξόρισεν

 505θοίναν θηρσί τε φονίαν

δαῖτα, πικρῶν γάμων ὕβριν.

οὔτ' ἐπὶ κερκίσιν οὔτε λόγων φάτιν

ἄιον εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.

 510Ιων πρόσπολοι γυναῖκες, αἳ τῶνδ' ἀμφὶ κρηπῖδας δόμων

θυοδόκων φρούρημ' ἔχουσαι δεσπότιν φυλάσσετε,

ἐκλέλοιπ' ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον

Ξοῦθος ἢ μίμνει κατ' οἶκον ἱστορῶν ἀπαιδίαν;

Χο. ἐν δόμοις ἔστ', ὦ ξέν'· οὔπω δῶμ' ὑπερβαίνει τόδε.

 515ὡς δ' ἐπ' ἐξόδοισιν ὄντος, τῶνδ' ἀκούομεν πυλῶν

δοῦπον, ἐξιόντα τ' ἤδη δεσπότην ὁρᾶν πάρα.

Ξο. ὦ τέκνον, χαῖρ'· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.

Ιων χαίρομεν· σὺ δ' εὖ φρόνει γε, καὶ δύ' ὄντ' εὖ πράξομεν.

Ξο. δὸς χερὸς φίλημά μοι σῆς σώματός τ' ἀμφιπτυχάς.

 520Ιων εὖ φρονεῖς μέν; ἤ σ' ἔμηνεν θεοῦ τις, ὦ ξένε, βλάβη;

Ξο. οὐ φρονῶ, τὰ φίλταθ' εὑρὼν εἰ φιλεῖν ἐφίεμαι;

Ιων παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξηις χερί.

Ξο. ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δ' εὑρίσκω φίλα.

Ιων οὐκ ἀπαλλάξηι, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;

 525Ξο. ὡς τί δὴ φεύγεις με σαυτοῦ γνωρίσαι τὰ φίλτατα;

Ιων οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.

Ξο. κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνηις, ἔσηι φονεύς.

Ιων ποῦ δέ μοι πατὴρ σύ; ταῦτ' οὖν οὐ γέλως κλύειν ἐμοί;

Ξο. οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.

 530Ιων καὶ τί μοι λέξεις; Ξο. πατὴρ σός εἰμι καὶ σὺ παῖς

ἐμός.

Ιων τίς λέγει τάδ'; Ξο. ὅς σ' ἔθρεψεν ὄντα Λοξίας ἐμόν.

Ιων μαρτυρεῖς σαυτῶι. Ξο. τὰ τοῦ θεοῦ γ' ἐκμαθὼν χρη-

στήρια.

Ιων ἐσφάλης αἴνιγμ' ἀκούσας. Ξο. οὐκ ἄρ' ὄρθ' ἀκούομεν.

Ιων ὁ δὲ λόγος τίς ἐστι Φοίβου; Ξο. τὸν συναντήσαντά μοι

 535Ιων τίνα συνάντησιν; Ξο. δόμων τῶνδ' ἐξιόντι τοῦ θεοῦ

Ιων συμφορᾶς τίνος κυρῆσαι; Ξο. παῖδ' ἐμὸν πεφυκέναι.

Ιων σὸν γεγῶτ' ἢ δῶρον ἄλλων; Ξο. δῶρον, ὄντα δ' ἐξ ἐμοῦ.

Ιων πρῶτα δῆτ' ἐμοὶ ξυνάπτεις πόδα σόν; Ξο. οὐκ ἄλλωι

τέκνον.

Ιων ἡ τύχη πόθεν ποθ' ἥκει; Ξο. δύο μίαν θαυμάζομεν.

 540Ιων ἐκ τίνος δέ σοι πέφυκα μητρός; Ξο. οὐκ ἔχω φράσαι.

Ιων οὐδὲ Φοῖβος εἶπε; Ξο. τερφθεὶς τοῦτο, κεῖν' οὐκ ἠρόμην.

Ιων γῆς ἄρ' ἐκπέφυκα μητρός; Ξο. οὐ πέδον τίκτει τέκνα.

Ιων πῶς ἂν οὖν εἴην σός; Ξο. οὐκ οἶδ', ἀναφέρω δ' ἐς τὸν θεόν.

Ιων φέρε λόγων ἁψώμεθ' ἄλλων. Ξο. τοῦτ' ἄμεινον, ὦ τέκνον.

 545Ιων ἦλθες ἐς νόθον τι λέκτρον; Ξο. μωρίαι γε τοῦ νέου.

Ιων πρὶν κόρην λαβεῖν Ἐρεχθέως; Ξο. οὐ γὰρ ὕστερόν γέ πω.

Ιων ἆρα δῆτ' ἐκεῖ μ' ἔφυσας; Ξο. τῶι χρόνωι γε συντρέχει.

Ιων κἆιτα πῶς ἀφικόμεσθα δεῦρο Ξο. τοῦτ' ἀμηχανῶ.

Ιων διὰ μακρᾶς ἐλθὼν κελεύθου; Ξο. τοῦτο κἄμ' ἀπαιολᾶι.

 550Ιων Πυθίαν δ' ἦλθες πέτραν πρίν; Ξο. ἐς φανάς γε Βακ-

χίου.

Ιων προξένων δ' ἔν του κατέσχες; Ξο. ὅς με Δελφίσιν κόραις

Ιων ἐθιάσευσ', ἢ πῶς τάδ' αὐδᾶις; Ξο. Μαινάσιν γε Βακχίου.

Ιων ἔμφρον' ἢ κάτοινον ὄντα; Ξο. Βακχίου πρὸς ἡδοναῖς.

Ιων τοῦτ' ἐκεῖν'· ἵν' ἐσπάρημεν Ξο. ὁ πότμος ἐξηῦρεν, τέκνον.

 555Ιων πῶς δ' ἀφικόμεσθα ναούς; Ξο. ἔκβολον κόρης ἴσως.

Ιων ἐκπεφεύγαμεν τὸ δοῦλον. Ξο. πατέρα νυν δέχου, τέκνον.

Ιων τῶι θεῶι γοῦν οὐκ ἀπιστεῖν εἰκός. Ξο. εὖ φρονεῖς ἄρα.

Ιων καὶ τί βουλόμεσθά γ' ἄλλο Ξο. νῦν ὁρᾶις ἃ χρή σ' ὁρᾶν.

Ιων ἢ Διὸς παιδὸς γενέσθαι παῖς; Ξο. ὃ σοί γε γίγνεται.

 560Ιων ἦ θίγω δῆθ' ὅς μ' ἔφυσας; Ξο. πιθόμενός γε τῶι θεῶι.

Ιων χαῖρέ μοι, πάτερ Ξο. φίλον γε φθέγμ' ἐδεξάμην τόδε.

Ιων ἡμέρα θ' ἡ νῦν παροῦσα. Ξο. μακάριόν γ' ἔθηκέ με.

Ιων ὦ φίλη μῆτερ, πότ' ἆρα καὶ σὸν ὄψομαι δέμας;

νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ', εἰσιδεῖν.

 565ἀλλ' ἴσως τέθνηκας, ἡμεῖς δ' οὐδ' ὄναρ δυναίμεθ' ἄν.

Χο. κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·

ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν' εὐτυχεῖν

ἐβουλόμην ἂν τούς τ' Ἐρεχθέως δόμους.

Ξο. ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς

 570ὀρθῶς ἔκρανε, καὶ συνῆψ' ἐμοί τε σὲ

σύ τ' αὖ τὰ φίλταθ' ηὗρες οὐκ εἰδὼς πάρος.

οἷ δ' ἦιξας ὀρθῶς, τοῦτο κἄμ' ἔχει πόθος,

ὅπως σύ τ', ὦ παῖ, μητέρ' εὑρήσεις σέθεν

ἐγώ θ' ὁποίας μοι γυναικὸς ἐξέφυς.

 575χρόνωι δὲ δόντες ταῦτ' ἴσως εὕροιμεν ἄν.

ἀλλ' ἐκλιπὼν θεοῦ δάπεδ' ἀλητείαν τε σὴν

ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί

[οὗ σ' ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,

πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν

 580δυοῖν κεκλήσηι δυσγενὴς πένης θ' ἅμα,

ἀλλ' εὐγενής τε καὶ πολυκτήμων βίου].

σιγᾶις; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις

ἐς φροντίδας τ' ἀπῆλθες, ἐκ δὲ χαρμονῆς

πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί;

 585Ιων οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων

πρόσωθεν ὄντων ἐγγύθεν θ' ὁρωμένων.

ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,

πατέρα σ' ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,

ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας

 590κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,

ἵν' ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,

πατρός τ' ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.

καὶ τοῦτ' ἔχων τοὔνειδος ἀσθενὴς μένων

μηδὲν καὶ οὐδὲν ὢν†κεκλήσομαι.

 595ἢν δ' ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν

ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο

μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα.

ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ', ὄντες σοφοί,

σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,

 600γέλωτ' ἐν αὐτοῖς μωρίαν τε λήψομαι

οὐχ ἡσυχάζων ἐν πόλει ψόγου πλέαι.

τῶν δ' αὖ λογίων τε†χρωμένων τε τῆι πόλει

ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι

ψήφοισιν. οὕτω γὰρ τάδ', ὦ πάτερ, φιλεῖ·

 605οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα

τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.

ἐλθὼν δ' ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν

γυναῖκά θ' ὡς ἄτεκνον, ἣ κοινουμένη

τῆς συμφορᾶς σοι πρόσθεν ἀπολαχοῦσα νῦν

 610αὐτὴ καθ' αὑτὴν τὴν τύχην οἴσει πικρῶς,

πῶς οὐχ ὑπ' αὐτῆς εἰκότως μισήσομαι,

ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,

ἡ δ' οὖσ' ἄτεκνος τὰ σὰ φίλ' εἰσορᾶι πικρῶς,

κἆιτ' ἢ προδοὺς σύ μ' ἐς δάμαρτα σὴν βλέπηις

 615ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχηις;

ὅσας σφαγὰς δὴ φαρμάκων ‹τε› θανασίμων

γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.

ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,

ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία

 620πατέρων ἀπ' ἐσθλῶν οὖσ' ἀπαιδίαι νοσεῖν.

τυραννίδος δὲ τῆς μάτην αἰνουμένης

τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ

λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,

ὅστις δεδοικὼς καὶ περιβλέπων βίαν

 625αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς

ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,

ὧι τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,

ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.

εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾶι τάδε,

 630πλουτεῖν τε τερπνόν· οὐ φιλῶ ψόγους κλύειν

ἐν χερσὶ σώιζων ὄλβον οὐδ' ἔχειν πόνους·

εἴη γ' ἐμοὶ ‹μὲν› μέτρια μὴ λυπουμένωι.

ἃ δ' ἐνθάδ' εἶχον ἀγάθ' ἄκουσόν μου, πάτερ·

τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώποις σχολὴν

 635ὄχλον τε μέτριον, οὐδέ μ' ἐξέπληξ' ὁδοῦ

πονηρὸς οὐδείς· κεῖνο δ' οὐκ ἀνασχετόν,

εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.

θεῶν δ' ἐν εὐχαῖς ἢ λόγοισιν ἦ βροτῶν

ὑπηρετῶν χαίρουσιν οὐ γοωμένοις.

 640καὶ τοὺς μὲν ἐξέπεμπον, οἱ δ' ἧκον ξένοι,

ὥσθ' ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.

ὃ δ' εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ἦι,

δίκαιον εἶναί μ' ὁ νόμος ἡ φύσις θ' ἅμα

παρεῖχε τῶι θεῶι. ταῦτα συννοούμενος

 645κρείσσω νομίζω τἀνθάδ' ἢ τἀκεῖ, πάτερ.

ἔα δέ μ' αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις

μεγάλοισι χαίρειν σμικρά θ' ἡδέως ἔχειν.

Χο. καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ

ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.

 650Ξο. παῦσαι λόγων τῶνδ', εὐτυχεῖν δ' ἐπίστασο·

θέλω γὰρ οὗπέρ σ' ηὗρον ἄρξασθαι, τέκνον,

κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,

θῦσαί θ' ἅ σου πρὶν γενέθλι' οὐκ ἐθύσαμεν.

καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ' ἐφέστιον

 655δείπνοισι τέρψω, τῆς δ' Ἀθηναίων χθονὸς

ἄξω θεατὴν δῆθεν, οὐχ ὡς ὄντ' ἐμόν.

καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι

λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.

χρόνωι δὲ καιρὸν λαμβάνων προσάξομαι

 660δάμαρτ' ἐᾶν σε σκῆπτρα τἄμ' ἔχειν χθονός.

Ἴωνα δ' ὀνομάζω σε τῆι τύχηι πρέπον,

ὁθούνεκ' ἀδύτων ἐξιόντι μοι θεοῦ

ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων

πλήρωμ' ἀθροίσας βουθύτωι σὺν ἡδονῆι

 665πρόσειπε, μέλλων Δελφίδ' ἐκλιπεῖν πόλιν.

ὑμῖν δὲ σιγᾶν, δμωίδες, λέγω τάδε,

ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ' ἐμήν.

Ιων στείχοιμ' ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·

εἰ μὴ γὰρ ἥτις μ' ἔτεκεν εὑρήσω, πάτερ,

 670ἀβίωτον ἡμῖν. εἰ δ' ἐπεύξασθαι χρεών,

ἐκ τῶν Ἀθηνῶν μ' ἡ τεκοῦσ' εἴη γυνή,

ὥς μοι γένηται μητρόθεν παρρησία.

καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσηι ξένος,

κἂν τοῖς λόγοισιν ἀστὸς ἦι, τό γε στόμα

 675δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.

Χο. ὁρῶ δάκρυα καὶ πενθίμους

‹ἀλαλαγὰς› στεναγμάτων τ' ἐσβολάς,

ὅταν ἐμὰ τύραννος εὐπαιδίαν

πόσιν ἔχοντ' εἰδῆι,

 680αὐτὴ δ' ἄπαις ἦι καὶ λελειμμένη τέκνων.

τίν', ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-

σας ὑμνωιδίαν;

πόθεν ὁ παῖς ὅδ' ἀμφὶ ναοὺς σέθεν

τρόφιμος ἐξέβα; γυναικῶν τίνος;

 685οὐ γάρ με σαίνει θέσφατα μή τιν' ἔχηι δόλον.

δειμαίνω συμφοράν,

ἐφ' ὅ‹τι› ποτὲ βάσεται.

 690ἄτοπος ἄτοπα γὰρ παραδίδωσί μοι

τάδε θεοῦ φήμα.

πλέκει δόλον τέχναν θ' ὁ παῖς

ἄλλων τραφεὶς ἐξ αἱμάτων.

τίς οὐ τάδε ξυνοίσεται;

 695φίλαι, πότερ' ἐμᾶι δεσποίναι

τάδε τορῶς ἐς οὖς γεγωνήσομεν

πόσιν ἐν ὧι τὰ πάντ' ἔχουσ' ἐλπίδων

μέτοχος ἦν τλάμων;

νῦν δ' ἡ μὲν ἔρρει συμφοραῖς, ὁ δ' εὐτυχεῖ,

 700πόλιον ἐσπεσοῦσα γῆρας, πόσις δ'

ἀτίετος φίλων.

μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους

μέγαν ἐς ὄλβον οὐκ ἴσωσεν τύχας.

 705ὄλοιτ' ὄλοιτο πότνιαν ἐξαπαφὼν ἐμάν,

καὶ θεοῖσιν μὴ τύχοι

καλλίφλογα πελανὸν ἐπὶ

πυρὶ καθαγνίσας· τὸ δ' ἐμὸν εἴσεται

 710 › τυραννίδος φίλα.

ἤδη πέλας δεινῶν κυρεῖ

παῖς καὶ πατὴρ νέος νέου.

ἰὼ δειράδες Παρνασοῦ πέτρας

 715ἔχουσαι σκόπελον οὐράνιόν θ' ἕδραν,

ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας

λαιψηρὰ πηδᾶι νυκτιπόλοις ἅμα σὺν Βάκχαις.

μή ‹τί› ποτ' εἰς ἐμὰν πόλιν ἵκοιθ' ὁ παῖς,

 720νέαν δ' ἁμέραν ἀπολιπὼν θάνοι.

στεγομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν

ξενικὸν ἐσβολάν ‹

ἁλίσας†ὁ πάρος ἀρχαγὸς ὢν

Ἐρεχθεὺς ἄναξ.

 725Κρ. ὦ πρέσβυ παιδαγώγ' Ἐρεχθέως πατρὸς

τοὐμοῦ ποτ' ὢν τόθ' ἡνίκ' ἦν ἔτ' ἐν φάει,

ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,

ὥς μοι συνησθῆις, εἴ τι Λοξίας ἄναξ

θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.

 730σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·

ὃ μὴ γένοιτο δ', εἴ τι τυγχάνοι κακόν,

ἐς ὄμματ' εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.

ἐγὼ δέ σ', ὥσπερ καὶ σὺ πατέρ' ἐμόν ποτε,

δέσποιν' ὅμως οὖσ' ἀντικηδεύω πατρός.

 735ΠΡΕΣΒΥΤΗΣ

ὦ θύγατερ, ἄξι' ἀξίων γεννητόρων

ἤθη φυλάσσεις κοὐ καταισχύνασ' ἔχεις

τοὺς σούς, παλαιῶν ἐκγόνους αὐτοχθόνων.

ἕλχ' ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.

αἰπεινά μοι μαντεῖα· τοῦ γήρως δέ μοι

 740συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.

Κρ. ἕπου νυν· ἴχνος δ' ἐκφύλασσ' ὅπου τίθης.

Πρ. ἰδού·

τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.

Κρ. βάκτρωι δ' ἐρείδου· περιφερὴς στίβος χθονός.

Πρ. καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.

 745Κρ. ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῆις κόπωι.

Πρ. οὔκουν ἑκών γε· τοῦ δ' ἀπόντος οὐ κρατῶ.

Κρ. γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος

δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις

βέβηκε παίδων, ὧνπερ οὕνεχ' ἥκομεν;

 750σημήνατ'· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,

οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.

Χο. ἰὼ δαῖμον.

Κρ. τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.

Χο. ἰὼ τλᾶμον.

 755Κρ. ἀλλ' ἦ τι θεσφάτοισι δεσποτῶν νοσεῖ;

Χο. αἰαῖ· τί δρῶμεν θάνατος ὧν κεῖται πέρι;

Κρ. τίς ἥδε μοῦσα χὠ φόβος τίνων πέρι;

Χο. εἴπωμεν ἢ σιγῶμεν ἢ τί δράσομεν;

Κρ. εἴφ'· ὡς ἔχεις γε συμφοράν τιν' εἰς ἐμέ.

 760Χο. εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῆι.

οὐκ ἔστι σοι, δέσποιν', ἐπ' ἀγκάλαις λαβεῖν

τέκν' οὐδὲ μαστῶι σῶι προσαρμόσαι ποτέ.

Κρ. ὤμοι θάνοιμι.

‹Πρ.› θύγατερ. ‹Κρ.› ὦ τάλαιν'

ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος

ἀβίοτον, φίλαι.

 765διοιχόμεσθα. Πρ. τέκνον.

Κρ. αἰαῖ αἰαῖ·

διανταῖος ἔτυπεν ὀδύνα με πλευ-

μόνων τῶνδ' ἔσω.

Πρ. μήπω στενάξηις Κρ. ἀλλὰ πάρεισι γόοι.

 770Πρ. πρὶν ἂν μάθωμεν Κρ. ἀγγελίαν τίνα μοι;

Πρ. εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς

κοινωνός ἐστιν ἢ μόνη σὺ δυστυχεῖς.

Χο. κείνωι μέν, ὦ γεραιέ, παῖδα Λοξίας

 775ἔδωκεν, ἰδίαι δ' εὐτυχεῖ ταύτης δίχα.

Κρ. τόδ' ἐπὶ τῶιδε κακὸν ἄκρον ἔλακες ‹ἔλακες›

ἄχος ἐμοὶ στένειν.

Πρ. πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος

τὸν παῖδ' ὃν εἶπας ἢ γεγῶτ' ἐθέσπισεν;

 780Χο. ἤδη πεφυκότ' ἐκτελῆ νεανίαν

δίδωσιν αὐτῶι Λοξίας· παρῆ δ' ἐγώ.

Κρ. πῶς φήις; ἄφατον ἄφατον†ἀναύδητον

λόγον ἐμοὶ θροεῖς.

 785Πρ. κἄμοιγε. πῶς δ' ὁ χρησμὸς ἐκπεραίνεται

σαφέστερόν μοι φράζε χὤστις ἔσθ' ὁ παῖς.

Χο. ὅτωι ξυναντήσειεν ἐκ θεοῦ συθεὶς

πρώτωι πόσις σός, παῖδ' ἔδωκ' αὐτῶι θεός.

 790Κρ. ὀτοτοτοῖ· τὸν ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακ'

ἄρα βίοτον, ἐρημίαι δ' ὀρφανοὺς

δόμους οἰκήσω.

Πρ. τίς οὖν ἐχρήσθη; τῶι συνῆψ' ἴχνος ποδὸς

πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;

Χο. οἶσθ', ὦ φίλη δέσποινα, τὸν νεανίαν

 795ὃς τόνδ' ἔσαιρε ναόν; οὗτός ἐσθ' ὁ παῖς.

Κρ. ἀν' ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-

ας Ἑλλανίας ἀστέρας ἑσπέρους,

οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.

 800Πρ. ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;

οἶσθ', ἢ σιωπῆι τοῦτ' ἀκύρωτον μένει;

Χο. Ἴων', ἐπείπερ πρῶτος ἤντησεν πατρί·

μητρὸς δ' ὁποίας ἐστὶν οὐκ ἔχω φράσαι.

φροῦδος δ', ἵν' εἰδῆις πάντα τἀπ' ἐμοῦ, γέρον,

 805παιδὸς προθύσων ξένια καὶ γενέθλια

σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,

κοινὴν ξυνάψων δαῖτα παιδὶ τῶι νέωι.

Πρ. δέσποινα, προδεδόμεσθα (σὺν γὰρ σοὶ νοσῶ)

τοῦ σοῦ πρὸς ἀνδρὸς καὶ μεμηχανημένως

 810ὑβριζόμεσθα δωμάτων τ' Ἐρεχθέως

ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν

λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·

ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν

καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν

 815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος

λάθραι πέφηνεν· ὡς λάθραι δ', ἐγὼ φράσω.

ἐπεί σ' ἄτεκνον ἤισθετ', οὐκ ἔστεργέ σοι

ὅμοιος εἶναι τῆς τύχης τ' ἴσον φέρειν,

λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθραι

 820τὸν παῖδ' ἔφυσεν, ἐξενωμένον δέ τωι

Δελφῶν δίδωσιν ἐκτρέφειν. ὁ δ' ἐν θεοῦ

δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.

νεανίαν δ' ὡς ἤισθετ' ἐκτεθραμμένον,

ἐλθεῖν σ' ἔπεισε δεῦρ' ἀπαιδίας χάριν.

 825κἆιθ' ὁ θεὸς οὐκ ἐψεύσαθ', ὅδε δ' ἐψεύσατο

πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς

τοιάσδ'· ἁλοὺς μὲν ἀνέφερ' ἐς τὸν δαίμονα,

ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων†

τυραννίδ' αὐτῶι περιβαλεῖν ἔμελλε γῆς.

 830[καινὸν δὲ τοὔνομ' ἀνὰ χρόνον πεπλασμένον

Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.]

Χο. οἴμοι, κακούργους ἄνδρας ὡς ἀεὶ στυγῶ,

οἳ συντιθέντες τἄδικ' εἶτα μηχαναῖς

κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον

 835θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.

Πρ. καὶ τῶνδ' ἁπάντων ἔσχατον πείσηι κακόν·

ἀμήτορ', ἀναρίθμητον, ἐκ δούλης τινὸς

γυναικὸς ἐς σὸν δῶμα δεσπότην ἄγει.

ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ' εὐγενοῦς

 840μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,

ἐσώικισ' οἴκους· εἰ δέ σοι τόδ' ἦν πικρόν,

τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.

ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν.

[ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλωι τινὶ

 845ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν

καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.

εἰ γάρ γ' ὑφήσεις τοῦδ', ἀπαλλάξηι βίου.

δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος

ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.

 850ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω

καὶ συμφονεύειν παῖδ' ὑπεισελθὼν δόμους

οὗ δαῖθ' ὁπλίζει καὶ τροφεῖα δεσπόταις

ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.

ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,

 855τοὔνομα· τὰ δ' ἄλλα πάντα τῶν ἐλευθέρων

οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ἦι.

Χο. κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω

κοινουμένη τήνδ' ἢ θανεῖν ἢ ζῆν καλῶς.]

Κρ. ὦ ψυχά, πῶς σιγάσω;

 860πῶς δὲ σκοτίας ἀναφήνω

εὐνάς, αἰδοῦς δ' ἀπολειφθῶ;

τί γὰρ ἐμπόδιον κώλυμ' ἔτι μοι;

πρὸς τίν' ἀγῶνας τιθέμεσθ' ἀρετῆς;

οὐ πόσις ἡμῶν προδότης γέγονεν;

 865στέρομαι δ' οἴκων, στέρομαι παίδων,

φροῦδαι δ' ἐλπίδες, ἃς διαθέσθαι

χρήιζουσα καλῶς οὐκ ἐδυνήθην,

σιγῶσα γάμους,

σιγῶσα τόκους πολυκλαύτους.

 870ἀλλ' οὐ τὸ Διὸς πολύαστρον ἕδος

καὶ τὴν ἐπ' ἐμοῖς σκοπέλοισι θεὰν

λίμνης τ' ἐνύδρου Τριτωνιάδος

πότνιαν ἀκτήν,

οὐκέτι κρύψω λέχος, ὃ στέρνων

 875ἀπονησαμένη ῥάιων ἔσομαι.

στάζουσι κόραι δακρύοισιν ἐμαί,

ψυχὴ δ' ἀλγεῖ κακοβουληθεῖσ'

ἔκ τ' ἀνθρώπων ἔκ τ' ἀθανάτων,

οὓς ἀποδείξω

 880λέκτρων προδότας ἀχαρίστους.

ὦ τᾶς ἑπταφθόγγου μέλπων

κιθάρας ἐνοπάν, ἅτ' ἀγραύλοις

κεράεσσιν ἐν ἀψύχοις ἀχεῖ

μουσᾶν ὕμνους εὐαχήτους,

 885σοὶ μομφάν, ὦ Λατοῦς παῖ,

πρὸς τάνδ' αὐγὰν αὐδάσω.

ἦλθές μοι χρυσῶι χαίταν

μαρμαίρων, εὖτ' ἐς κόλπους

κρόκεα πέταλα φάρεσιν ἔδρεπον

 890ἀνθίζειν†χρυσανταυγῆ·

λευκοῖς δ' ἐμφὺς καρποῖσιν

χειρῶν εἰς ἄντρου κοίτας

κραυγὰν Ὦ μᾶτέρ μ' αὐδῶσαν

θεὸς ὁμευνέτας

 895ἆγες ἀναιδείαι

Κύπριδι χάριν πράσσων.

τίκτω δ' ἁ δύστανός σοι

κοῦρον, τὸν φρίκαι ματρὸς

βάλλω τὰν σὰν εἰς εὐνάν,

 900ἵνα μ' ἐν λέχεσιν μελέαν μελέοις

ἐζεύξω τὰν δύστανον.

οἴμοι μοι· καὶ νῦν ἔρρει

πτανοῖς ἁρπασθεὶς θοίνα

παῖς μοι καὶ σοί.

 905τλᾶμον, σὺ δὲ ‹καὶ› κιθάραι κλάζεις

παιᾶνας μέλπων.

ὠή, τὸν Λατοῦς αὐδῶ,

ὅστ' ὀμφὰν κληροῖς

πρὸς χρυσέους θάκους†

 910καὶ γαίας μεσσήρεις ἕδρας.

ἐς φῶς αὐδὰν καρύξω·

Ἰὼ ‹ἰὼ› κακὸς εὐνάτωρ,

ὃς τῶι μὲν ἐμῶι νυμφεύται

χάριν οὐ προλαβὼν

 915παῖδ' εἰς οἴκους οἰκίζεις·

ὁ δ' ἐμὸς γενέτας καὶ σὸς ἀμαθὴς†

οἰωνοῖς ἔρρει συλαθείς,

σπάργανα ματέρος ἐξαλλάξας.

μισεῖ σ' ἁ Δᾶλος καὶ δάφνας

 920ἔρνεα φοίνικα παρ' ἁβροκόμαν,

ἔνθα λοχεύματα σέμν' ἐλοχεύσατο

Λατὼ Δίοισί σε κάποις.

Χο. οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται

κακῶν, ἐφ' οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.

 925Πρ. ‹ὦ› θύγατερ, οἴκτου σὸν βλέπων ἐμπίμπλαμαι

πρόσωπον, ἔξω δ' ἐγενόμην γνώμης ἐμῆς.

κακῶν γὰρ ἄρτι κῦμ' ὑπεξαντλῶν φρενί,

πρύμνηθεν αἴρει μ' ἄλλο σῶν λόγων ὕπο,

οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν

 930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.

τί φήις; τίνα λόγον Λοξίου κατηγορεῖς;

ποῖον τεκεῖν φὴις παῖδα; ποῦ 'κθεῖναι πόλεως

θηρσὶν φίλον τύμβευμ'; ἄνελθέ μοι πάλιν.

Κρ. αἰσχύνομαι μέν σ', ὦ γέρον, λέξω δ' ὅμως.

 935Πρ. ὡς συστενάζειν γ' οἶδα γενναίως φίλοις.

Κρ. ἄκουε τοίνυν· οἶσθα Κεκροπίων πετρῶν

πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;

Πρ. οἶδ', ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.

Κρ. ἐνταῦθ' ἀγῶνα δεινὸν ἠγωνίσμεθα.

 940Πρ. τίν'; ὡς ἀπαντᾶι δάκρυά μοι τοῖς σοῖς λόγοις.

Κρ. Φοίβωι ξυνῆψ' ἄκουσα δύστηνον γάμον.

Πρ. ὦ θύγατερ, ἆρ' ἦν ταῦθ' ἅ γ' ἠισθόμην ἐγώ;

Κρ. οὐκ οἶδ'· ἀληθῆ δ' εἰ λέγεις φαίημεν ἄν.

Πρ. νόσον κρυφαίαν ἡνίκ' ἔστενες λάθραι.

 945Κρ. τότ' ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.

Πρ. κἆιτ' ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;

Κρ. ἔτεκον· ἀνάσχου ταῦτ' ἐμοῦ κλύων, γέρον.

Πρ. ποῦ; τίς λοχεύει σ'; ἢ μόνη μοχθεῖς τάδε;

Κρ. μόνη κατ' ἄντρον οὗπερ ἐζεύχθην γάμοις.

 950Πρ. ὁ παῖς δὲ ποῦ 'στιν, ἵνα σὺ μηκέτ' ἦις ἄπαις;

Κρ. τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.

Πρ. τέθνηκ'; Ἀπόλλων δ' ὁ κακὸς οὐδὲν ἤρκεσεν;

Κρ. οὐκ ἤρκεσ'· Ἅιδου δ' ἐν δόμοις παιδεύεται.

Πρ. τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε;

 955Κρ. ἡμεῖς, ἐν ὄρφνηι σπαργανώσαντες πέπλοις.

Πρ. οὐδὲ ξυνήιδει σοί τις ἔκθεσιν τέκνου;

Κρ. αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.

Πρ. καὶ πῶς ἐν ἄντρωι παῖδα σὸν λιπεῖν ἔτλης;

Κρ. πῶς; οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ' ἔπη.

 960Πρ. φεῦ·

τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.

Κρ. εἰ παῖδά γ' εἶδες χεῖρας ἐκτείνοντά μοι.

Πρ. μαστὸν διώκοντ' ἢ πρὸς ἀγκάλαις πεσεῖν;

Κρ. ἐνταῦθ' ἵν' οὐκ ὢν ἄδικ' ἔπασχεν ἐξ ἐμοῦ.

Πρ. σοὶ δ' ἐς τί δόξ' ἐσῆλθεν ἐκβαλεῖν τέκνον;

 965Κρ. ὡς τὸν θεὸν σώσοντα τόν γ' αὑτοῦ γόνον.

Πρ. οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.

Κρ. τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;

Πρ. σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶν.

Κρ. τὰ θνητὰ τοιαῦτ'· οὐδὲν ἐν ταὐτῶι μένει.

 970Πρ. μή νυν ἔτ' οἴκτων, θύγατερ, ἀντεχώμεθα.

Κρ. τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.

Πρ. τὸν πρῶτον ἀδικήσαντά σ' ἀποτίνου θεόν.

Κρ. καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσ' ὑπερδράμω;

Πρ. πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.

 975Κρ. δέδοικα· καὶ νῦν πημάτων ἅδην ἔχω.

Πρ. τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.

Κρ. αἰδούμεθ' εὐνὰς τὰς τόθ' ἡνίκ' ἐσθλὸς ἦν.

Πρ. νῦν δ' ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.

Κρ. πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γ' ἄν.

 980Πρ. ξιφηφόρους σοὺς ὁπλίσασ' ὀπάονας.

Κρ. στείχοιμ' ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;

Πρ. ἱεραῖσιν ἐν σκηναῖσιν οὗ θοινᾶι φίλους.

Κρ. ἐπίσημον ὁ φόνος καὶ τὸ δοῦλον ἀσθενές.

Πρ. ὤμοι, κακίζηι· φέρε, σύ νυν βούλευέ τι.

 985Κρ. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.

Πρ. ἀμφοῖν ἂν εἴην τοῖνδ' ὑπηρέτης ἐγώ.

Κρ. ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;

Πρ. οἶδ', ἣν Φλέγραι Γίγαντες ἔστησαν θεοῖς.

Κρ. ἐνταῦθα Γοργόν' ἔτεκε Γῆ, δεινὸν τέρας.

 990Πρ. ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;

Κρ. ναί· καί νιν ἔκτειν' ἡ Διὸς Παλλὰς θεά.

Πρ. ἆρ' οὗτός ἐσθ' ὁ μῦθος ὃν κλύω πάλαι;

 995Κρ. ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.

Πρ. ἣν αἰγίδ' ὀνομάζουσι, Παλλάδος στολήν;

Κρ. τόδ' ἔσχεν ὄνομα θεῶν ὅτ' ἦιξεν ἐς δόρυ.

Πρ. ποῖόν τι μορφῆς σχῆμ' ἔχουσαν ἀγρίας;

Κρ. θώρακ' ἐχίδνης περιβόλοις ὡπλισμένον.

Πρ. τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;

Κρ. Ἐριχθόνιον οἶσθ' ἢ ‹οὔ›; τί δ' οὐ μέλλεις, γέρον;

1000Πρ. ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;

Κρ. τούτωι δίδωσι Παλλὰς ὄντι νεογόνωι

Πρ. τί χρῆμα; μέλλον†γάρ τι προσφέρεις ἔπος.

Κρ. δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.

Πρ. ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;

1005Κρ. τὸν μὲν θανάσιμον, τὸν δ' ἀκεσφόρον νόσων.

Πρ. ἐν τῶι καθάψασ' ἀμφὶ παιδὶ σώματος;

Κρ. χρυσέοισι δεσμοῖς· ὁ δὲ δίδωσ' ἐμῶι πατρί.

Πρ. κείνου δὲ κατθανόντος ἐς σ' ἀφίκετο;

Κρ. ναί· κἀπὶ καρπῶι γ' αὔτ' ἐγὼ χερὸς φέρω.

1010Πρ. πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;

Κρ. κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνος

Πρ. τί τῶιδε χρῆσθαι; δύναμιν ἐκφέρει τίνα;

Κρ. νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.

Πρ. ὁ δεύτερος δ' ἀριθμὸς ὧν λέγεις τί δρᾶι;

1015Κρ. κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.

Πρ. ἐς ἓν δὲ κραθέντ' αὐτὸν ἢ χωρὶς φορεῖς;

Κρ. χωρίς· κακῶι γὰρ ἐσθλὸν οὐ συμμείγνυται.

Πρ. ὦ φιλτάτη παῖ, πάντ' ἔχεις ὅσων σε δεῖ.

Κρ. τούτωι θανεῖται παῖς· σὺ δ' ὁ κτείνων ἔσηι.

1020Πρ. ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δ' ἐμόν.

Κρ. ἐν ταῖς Ἀθήναις, δῶμ' ὅταν τοὐμὸν μόληι.

Πρ. οὐκ εὖ τόδ' εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.

Κρ. πῶς; ἆρ' ὑπείδου τοῦθ' ὃ κἄμ' ἐσέρχεται;

Πρ. σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.

1025Κρ. ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.

Πρ. αὐτοῦ νυν αὐτὸν κτεῖν', ἵν' ἀρνήσηι φόνους.

Κρ. προλάζυμαι γοῦν τῶι χρόνωι τῆς ἡδονῆς.

Πρ. καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.

Κρ. οἶσθ' οὖν ὃ δρᾶσον· χειρὸς ἐξ ἐμῆς λαβὼν

1030χρύσωμ' Ἀθάνας τόδε, παλαιὸν ὄργανον,

ἐλθὼν ἵν' ἡμῖν βουθυτεῖ λάθραι πόσις,

δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς

μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε

κάθες βαλὼν ἐς πῶμα τῶι νεανίαι

1035ἰδίαι γε, μή ‹τι› πᾶσι χωρίσας ποτόν,

τῶι τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.

κἄνπερ διέλθηι λαιμόν, οὔποθ' ἵξεται

κλεινὰς Ἀθήνας, κατθανὼν δ' αὐτοῦ μενεῖ.

Πρ. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·

1040ἡμεῖς δ' ἐφ' ὧι τετάγμεθ' ἐκπονήσομεν.

ἄγ', ὦ γεραιὲ πούς, νεανίας γενοῦ

ἔργοισι, κεἰ μὴ τῶι χρόνωι πάρεστί σοι.

ἐχθρὸν δ' ἐπ' ἄνδρα στεῖχε δεσποτῶν μέτα

καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.

1045τὴν δ' εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν

τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς

θέληι τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.

Χο. Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν

νυκτιπόλων ἐφόδων ἀνάσσεις,

1050καὶ μεθαμερίων

ὅδωσον δυσθανάτων

κρατήρων πληρώματ' ἐφ' οἷσι πέμπει

πότνια πότνι' ἐμὰ χθονίας

1055Γοργοῦς λαιμοτόμων ἀπὸ σταλαγμῶν

τῶι τῶν Ἐρεχθεϊδᾶν

δόμων ἐφαπτομένωι·

μηδέ ποτ' ἄλλος ἥ-

κων πόλεως ἀνάσσοι

1060πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.

εἰ δ' ἀτελὴς θάνατος σπουδαί τε δεσποί-

νας ὅ τε καιρὸς ἄπεισι τόλμας,

ἇι νῦν ἐλπὶς ἐφαί-

νετ', ἢ θηκτὸν ξίφος ἢ

1065λαιμῶν ἐξάψει βροχὸν ἀμφὶ δειράν,

πάθεσι πάθεα δ' ἐξανύτουσ'

εἰς ἄλλας βιότου κάτεισι μορφάς.

οὐ γὰρ δόμων γ' ἑτέρους

1070ἄρχοντας ἀλλοδαποὺς

ζῶσά ποτ' ‹ἐν› φαεν-

ναῖς ἀνέχοιτ' ἂν αὐγαῖς

ἁ τῶν εὐπατριδᾶν γεγῶσ' οἴκων.

αἰσχύνομαι τὸν πολύυ-

1075μνον θεόν, εἰ παρὰ Καλλιχόροισι παγαῖς

λαμπάδα θεωρὸς εἰκάδων

ἐννύχιον ἄυπνος ὄψεται,

ὅτε καὶ Διὸς ἀστερωπὸς

ἀνεχόρευσεν αἰθήρ,

1080χορεύει δὲ σελάνα

καὶ πεντήκοντα κόραι

Νηρέος αἱ κατὰ πόντον

ἀεναῶν τε ποταμῶν†

δίνας χορευόμεναι

1085τὰν χρυσοστέφανον κόραν

καὶ ματέρα σεμνάν·

ἵν' ἐλπίζει βασιλεύ-

σειν ἄλλων πόνον ἐσπεσὼν

‹ὁ› Φοίβειος ἀλάτας.

1090ὁρᾶθ', ὅσοι δυσκελάδοι-

σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθ' ὕμνοις

ἁμέτερα λέχεα καὶ γάμους

Κύπριδος ἀθέμιτος ἀνοσίους,

ὅσον εὐσεβίαι κρατοῦμεν

1095ἄδικον ἄροτον ἀνδρῶν.

παλίμφαμος ἀοιδὰ

καὶ μοῦσ' εἰς ἄνδρας ἴτω

δυσκέλαδος ἀμφὶ λέκτρων.

δείκνυσι γὰρ ὁ Διὸς ἐκ

1100παίδων†ἀμνημοσύναν,

οὐ κοινὰν τεκέων τύχαν

οἴκοισι φυτεύσας

δεσποίναι· πρὸς δ' Ἀφροδί-

ταν ἄλλαν θέμενος χάριν

1105νόθου παιδὸς ἔκυρσεν.

ΘΕΡΑΠΩΝ

κλεινήν, γυναῖκες, ποῦ κόρην Ἐρεχθέως

δέσποιναν εὕρω; πανταχῆι γὰρ ἄστεως

‹                              ›

ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.

Χο. τί δ' ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία

1110ποδῶν ἔχει σε καὶ λόγους τίνας φέρεις;

Θε. θηρώμεθ'· ἀρχαὶ δ' ἁπιχώριοι χθονὸς

ζητοῦσιν αὐτὴν ὡς θάνηι πετρουμένη.

Χο. οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα

κρυφαῖον ἐς παῖδ' ἐκπορίζουσαι φόνον;

1115Θε. ἔγνως· μεθέξεις δ' οὐκ ἐν ὑστάτοις κακοῦ.

Χο. ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;

Θε. [τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον]

ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.

Χο. πῶς; ἀντιάζω σ' ἱκέτις ἐξειπεῖν τάδε.

1120πεπυσμέναι γάρ, εἰ θανεῖν ἡμᾶς χρεών,

ἥδιον ἂν θάνοιμεν, εἴθ' ὁρᾶν φάος.

Θε. ἐπεὶ θεοῦ μαντεῖον ὤιχετ' ἐκλιπὼν

πόσις Κρεούσης παῖδα τὸν καινὸν λαβὼν

πρὸς δεῖπνα θυσίας θ' ἃς θεοῖς ὡπλίζετο,

1125Ξοῦθος μὲν ὤιχετ' ἔνθα πῦρ πηδᾶι θεοῦ

βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας

δεύσειε δισσὰς παιδὸς ἀντ' ὀπτηρίων,

λέξας· Σὺ μέν νυν, τέκνον, ἀμφήρεις μένων

σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασιν.

1130θύσας δὲ γενέταις θεοῖσιν ἢν μακρὸν χρόνον

μείνω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.

λαβὼν δὲ μόσχους ὤιχεθ'· ὁ δὲ νεανίας

σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων

ὀρθοστάταις ἱδρύεθ', ἡλίου βολὰς

1135καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς

ἀκτῖνας οὔτ' αὖ πρὸς τελευτώσας βίον,

πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,

μέτρημ' ἔχουσαν τοὐν μέσωι γε μυρίων

ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,

1140ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.

λαβὼν δ' ὑφάσμαθ' ἱερὰ θησαυρῶν πάρα

κατεσκίαζε, θαύματ' ἀνθρώποις ὁρᾶν.

πρῶτον μὲν ὀρόφωι πτέρυγα περιβάλλει πέπλων,

ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης

1145Ἀμαζόνων σκυλεύματ' ἤνεγκεν θεῶι.

ἐνῆν δ' ὑφανταὶ γράμμασιν τοιαίδ' ὑφαί·

Οὐρανὸς ἀθροίζων ἄστρ' ἐν αἰθέρος κύκλωι·

ἵππους μὲν ἤλαυν' ἐς τελευταίαν φλόγα

Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·

1150μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς

ὄχημ' ἔπαλλεν, ἄστρα δ' ὡμάρτει θεᾶι·

Πλειὰς μὲν ἤιει μεσοπόρου δι' αἰθέρος

ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ

Ἄρκτος στρέφουσ' οὐραῖα χρυσήρη πόλωι·

1155κύκλος δὲ πανσέληνος ἠκόντιζ' ἄνω

μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις

σαφέστατον σημεῖον, ἥ τε φωσφόρος

Ἕως διώκουσ' ἄστρα. τοίχοισιν δ' ἔπι

ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·

1160εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν

καὶ μιξόθηρας φῶτας ἱππείας τ' ἄγρας

ἐλάφων λεόντων τ' ἀγρίων θηράματα.

κατ' εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας

σπείραισιν εἱλίσσοντ', Ἀθηναίων τινὸς

1165ἀνάθημα, χρυσέους τ' ἐν μέσωι συσσιτίωι

κρατῆρας ἔστησ'. ἐν δ' ἄκροισι βὰς ποσὶν

κῆρυξ ἀνεῖπε τὸν θέλοντ' ἐγχωρίων

ἐς δαῖτα χωρεῖν. ὡς δ' ἐπληρώθη στέγη,

στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς

1170ψυχὴν ἐπλήρουν. ὡς δ' ἀνεῖσαν ἡδονὴν

‹       › παρελθὼν πρέσβυς ἐς μέσον πέδον

ἔστη, γέλων δ' ἔθηκε συνδείπνοις πολὺν

πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ

χεροῖν ἔπεμπε νίπτρα κἀξεθυμία

1175σμύρνης ἱδρῶτα χρυσέων τ' ἐκπωμάτων

ἦρχ', αὐτὸς αὑτῶι τόνδε προστάξας πόνον.

ἐπεὶ δ' ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε

κοινόν, γέρων ἔλεξ'· Ἀφαρπάζειν χρεὼν

οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ' ἐσφέρειν,

1180ὡς θᾶσσον ἔλθωσ' οἵδ' ἐς ἡδονὰς φρενῶν.

ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους

χρυσέας τε φιάλας· ὁ δὲ λαβὼν ἐξαίρετον,

ὡς τῶι νέωι δὴ δεσπότηι χάριν φέρων,

ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν

1185ὅ φασι δοῦναι φάρμακον δραστήριον

δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος.

κοὐδεὶς τάδ' ἤιδειν. ἐν χεροῖν ἔχοντι δὲ

σπονδὰς μετ' ἄλλων παιδὶ τῶι πεφηνότι

βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο.

1190ὁ δ', ὡς ἐν ἱερῶι μάντεσίν τ' ἐσθλοῖς τραφείς,

οἰωνὸν ἔθετο κἀκέλευσ' ἄλλον νέον

κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ

δίδωσι γαίαι πᾶσί τ' ἐκσπένδειν λέγει.

σιγὴ δ' ὑπῆλθεν· ἐκ δ' ἐπίμπλαμεν δρόσου

1195κρατῆρας ἱεροὺς Βιβλίνου τε πώματος.

κἀν τῶιδε μόχθωι πτηνὸς ἐσπίπτει δόμους

κῶμος πελειῶν (Λοξίου γὰρ ἐν δόμοις

ἄτρεστα ναίουσ'), ὡς δ' ἀπέσπεισαν μέθυ

ἐς αὐτὸ χείλη πώματος κεχρημέναι

1200καθῆκαν, εἷλκον δ' εὐπτέρους ἐς αὐχένας.

καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·

ἣ δ' ἕζετ' ἔνθ' ὁ καινὸς ἔσπεισεν γόνος

ποτοῦ τ' ἐγεύσατ' εὐθὺς εὔπτερον δέμας

ἔσεισε κἀβάκχευσεν, ἐκ δ' ἔκλαγξ' ὄπα

1205ἀξύνετον αἰάζουσ'· ἐθάμβησεν δὲ πᾶς

θοινατόρων ὅμιλος ὄρνιθος πόνους.

θνήισκει δ' ἀπασπαίρουσα, φοινικοσκελεῖς

χηλὰς παρεῖσα. γυμνὰ δ' ἐκ πέπλων μέλη

ὑπὲρ τραπέζης ἧχ' ὁ μαντευτὸς γόνος,

1210βοᾶι δέ· Τίς μ' ἔμελλεν ἀνθρώπων κτανεῖν;

σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία

καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.

εὐθὺς δ' ἐρευνᾶι γραῖαν ὠλένην λαβών,

ἐπ' αὐτοφώρωι πρέσβυν ὡς ἔχονθ' ἕλοι

‹                                 ›.

1215ὤφθη δὲ καὶ κατεῖπ' ἀναγκασθεὶς μόλις

τόλμας Κρεούσης πώματός τε μηχανάς.

θεῖ δ' εὐθὺς ἔξω συλλαβὼν θοινάτορας

ὁ πυθόχρηστος Λοξίου νεανίας,

κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·

1220Ὦ γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,

ξένης γυναικός, φαρμάκοισι θνήισκομεν.

Δελφῶν δ' ἄνακτες ὥρισαν πετρορριφῆ

θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφωι μιᾶι,

τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τ' ἀνακτόροις

1225φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις

τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·

παίδων γὰρ ἐλθοῦσ' εἰς ἔρον Φοίβου πάρα

τὸ σῶμα κοινῆι τοῖς τέκνοις ἀπώλεσεν.

Χο. οὐκ ἔστ' οὐκ ἔστιν θανάτου

1230παρατροπὰ μελέαι μοι·

φανερὰ φανερὰ τάδ' ἤδη

σπονδὰς ἐκ Διονύσου

βοτρύων θοᾶς ἐχίδνας

σταγόσι μειγνυμένας φόνωι.

1235φανερὰ θύματα νερτέρων,

συμφοραὶ μὲν ἐμῶι βίωι,

λεύσιμοι δὲ καταφθοραὶ δεσποίναι.

τίνα φυγὰν πτερόεσσαν ἢ

χθονὸς ὑπὸ σκοτίους μυχοὺς πορευθῶ,

1240θανάτου λεύσιμον ἄταν

ἀποφεύγουσα, τεθρίππων

ὠκιστᾶν χαλᾶν ἐπιβᾶσ'

ἢ πρύμνας ἔπι ναῶν;

οὐκ ἔστι λαθεῖν ὅτε μὴ χρήιζων

1245θεὸς ἐκκλέπτει.

τί ποτ', ὦ μελέα δέσποινα, μένει

ψυχῆι σε παθεῖν; ἆρα θέλουσαι

δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ

πεισόμεθ' ὥσπερ τὸ δίκαιον;

1250Κρ. πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,

Πυθίαι ψήφωι κρατηθεῖσ', ἔκδοτος δὲ γίγνομαι.

Χο. ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν' εἶ τύχης.

Κρ. ποῖ φύγω δῆτ'; ἐκ γὰρ οἴκων προύλαβον μόλις πόδα

μὴ θανεῖν, κλοπῆι δ' ἀφῖγμαι διαφυγοῦσα πολεμίους.

1255Χο. ποῖ δ' ἂν ἄλλοσ' ἢ 'πὶ βωμόν; Κρ. καὶ τί μοι πλέον

τόδε;

Χο. ἱκέτιν οὐ θέμις φονεύειν. Κρ. τῶι νόμωι δέ γ' ὄλλυμαι.

Χο. χειρία γ' ἁλοῦσα. Κρ. καὶ μὴν οἵδ' ἀγωνισταὶ πικροὶ

δεῦρ' ἐπείγονται ξιφήρεις. Χο. ἵζε νυν πυρᾶς ἔπι.

κἂν θάνηις γὰρ ἐνθάδ' οὖσα, τοῖς ἀποκτείνασί σε

1260προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.

Ιων ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,

οἵαν ἔχιδναν τήνδ' ἔφυσας ἢ πυρὸς

δράκοντ' ἀναβλέποντα φοινίαν φλόγα,

ἧι τόλμα πᾶσ' ἔνεστιν οὐδ' ἥσσων ἔφυ

1265Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτανεῖν.

λάζυσθ', ἵν' αὐτῆς τοὺς ἀκηράτους πλόκους

κόμης καταξήνωσι Παρνασοῦ πλάκες,

ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.

ἐσθλοῦ δ' ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν

1270μολεῖν Ἀθηνῶν χὐπὸ μητρυιὰν πεσεῖν.

ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας

τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ' ἔφυς·

ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων

ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.

1275[ἀλλ' οὔτε βωμὸς οὔτ' Ἀπόλλωνος δόμος

σώσει σ'· ὁ δ' οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα

καὶ μητρὶ τἠμῆι· καὶ γὰρ εἰ τὸ σῶμά μοι

ἄπεστιν αὐτῆς, τοὔνομ' οὐκ ἄπεστί πω.]

ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην

1280οἵαν ἔπλεξε· βωμὸν ἔπτημεν θεοῦ

ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.

Κρ. ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ

ὑπέρ τ' ἐμαυτῆς τοῦ θεοῦ θ' ἵν' ἕσταμεν.

Ιων τί δ' ἐστὶ Φοίβωι σοί τε κοινὸν ἐν μέσωι;

1285Κρ. ἱερὸν τὸ σῶμα τῶι θεῶι δίδωμ' ἔχειν.

Ιων κἄπειτ' ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;

Κρ. ἀλλ' οὐκέτ' ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.

Ιων ἀλλ' ἐγενόμεσθα, πατρὸς δ' οὐσίαν λέγω.

Κρ. οὐκοῦν τότ' ἦσθα· νῦν δ' ἐγώ, σὺ δ' οὐκέτι.

1290Ιων οὐκ εὐσεβεῖς γε· τἀμὰ δ' εὐσεβῆ τότ' ἦν.

Κρ. ἔκτεινά σ' ὄντα πολέμιον δόμοις ἐμοῖς.

Ιων οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.

Κρ. μάλιστα· κἀπίμπρης γ' Ἐρεχθέως δόμους.

Ιων ποίοισι πανοῖς ἢ πυρὸς ποίαι φλογί;

1295Κρ. ἔμελλες οἰκεῖν τἄμ', ἐμοῦ βίαι λαβών.

1300Ιων κἄπειτα τοῦ μέλλειν μ' ἀπέκτεινες φόβωι;

Κρ. ὡς μὴ θάνοιμί γ', εἰ σὺ μὴ μέλλων τύχοις.

Ιων φθονεῖς ἄπαις οὖσ', εἰ πατὴρ ἐξηῦρέ με;

Κρ. σὺ τῶν ἀτέκνων δῆτ' ἀναρπάσεις δόμους;

Ιων πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.

Κρ. τοῖς Αἰόλου δὲ πῶς μετῆν τῆς Παλλάδος;

Ιων ὅπλοισιν αὐτὴν οὐ λόγοις ἐρρύσατο.

Κρ. ἐπίκουρος οἰκήτωρ γ' ἂν οὐκ εἴη χθονός.

Ιων ἡμῖν δέ γ' ἀλλὰ πατρὶ†γῆς οὐκ ἦν μέρος;

1305Κρ. ὅσ' ἀσπὶς ἔγχος θ'· ἥδε σοι παμπησία.

Ιων ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.

Κρ. τὴν σὴν ὅπου σοι μητέρ' ἐστὶ νουθέτει.

Ιων σὺ δ' οὐχ ὑφέξεις ζημίαν κτείνουσ' ἐμέ;

Κρ. ἤν γ' ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέληις.

1310Ιων τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασιν;

Κρ. λυπήσομέν τιν' ὧν λελυπήμεσθ' ὕπο.

Ιων φεῦ·

δεινόν γε θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς

ἔθηκεν ὁ θεὸς οὐδ' ἀπὸ γνώμης σοφῆς·

τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν

1315ἀλλ' ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν

θεῶν πονηρᾶι χειρί, τοῖσι δ' ἐνδίκοις·

ἱερὰ καθίζειν ‹δ'› ὅστις ἠδικεῖτ' ἐχρῆν,

καὶ μὴ 'πὶ ταὐτὸ τοῦτ' ἰόντ' ἔχειν ἴσον

τόν τ' ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.

1320ΠΡΟΦΗΤΙΣ

ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον

λιποῦσα θριγκοὺς τούσδ' ὑπερβάλλω ποδὶ

Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον

σώιζουσα, πασῶν Δελφίδων ἐξαίρετος.

Ιων χαῖρ', ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.

1325Πρ. ἀλλ' οὖν λεγόμεθά γ'· ἡ φάτις δ' οὔ μοι πικρά.

Ιων ἤκουσας ὥς μ' ἔκτεινεν ἥδε μηχαναῖς;

Πρ. ἤκουσα· καὶ σὺ δ' ὠμὸς ὢν ἁμαρτάνεις.

Ιων οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;

Πρ. προγόνοις δάμαρτες δυσμενεῖς ἀεί ποτε.

1330Ιων ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.

Πρ. μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν

Ιων τί δή με δρᾶσαι νουθετούμενον χρεών;

Πρ. καθαρὸς Ἀθήνας ἔλθ' ὑπ' οἰωνῶν καλῶν.

Ιων καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνηι.

1335Πρ. μὴ σύ γε· παρ' ἡμῶν δ' ἔκλαβ' οὓς ἔχω λόγους.

Ιων λέγοις ἄν· εὔνους δ' οὖσ' ἐρεῖς ὅσ' ἂν λέγηις.

Πρ. ὁρᾶις τόδ' ἄγγος χερὸς ὑπ' ἀγκάλαις ἐμαῖς;

Ιων ὁρῶ παλαιὰν ἀντίπηγ' ἐν στέμμασιν.

Πρ. ἐν τῆιδέ σ' ἔλαβον νεόγονον βρέφος ποτέ.

1340Ιων τί φήις; ὁ μῦθος εἰσενήνεκται νέος.

Πρ. σιγῆι γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.

Ιων πῶς οὖν ἔκρυπτες τότε λαβοῦσ' ἡμᾶς πάλαι;

Πρ. ὁ θεὸς ἐβούλετ' ἐν δόμοις ‹σ'› ἔχειν λάτριν.

Ιων νῦν δ' οὐχὶ χρήιζει; τῶι τόδε γνῶναί με χρή;

1345Πρ. πατέρα κατειπὼν τῆσδέ σ' ἐκπέμπει χθονός.

Ιων σὺ δ' ἐκ κελευσμῶν ἢ πόθεν σώιζεις τάδε;

Πρ. ἐνθύμιόν μοι τότε τίθησι Λοξίας.

Ιων τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.

Πρ. σῶσαι τόδ' εὕρημ' ἐς τὸν ὄντα νῦν χρόνον.

1350Ιων ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;

Πρ. ἐνθάδε κέκρυπται σπάργαν' οἷς ἐνῆσθα σύ.

Ιων μητρὸς τάδ' ἡμῖν ἐκφέρεις ζητήματα;

Πρ. ἐπεί γ' ὁ δαίμων βούλεται· πάροιθε δ' οὔ.

Ιων ὦ μακαρία μοι φασμάτων ἥδ' ἡμέρα.

1355Πρ. λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.

‹Ιων› πᾶσάν γ' ἐπελθὼν Ἀσιάδ' Εὐρώπης θ' ὅρους.

‹Πρ.› γνώσηι τάδ' αὐτός. τοῦ θεοῦ δ' ἕκατί σε

ἔθρεψά τ', ὦ παῖ, καὶ τάδ' ἀποδίδωμί σοι,

ἃ κεῖνος ἀκέλευστόν μ' ἐβουλήθη λαβεῖν

1360σῶσαί θ'· ὅτου δ' ἐβούλεθ' οὕνεκ' οὐκ ἔχω λέγειν.

ἤιδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε

ἔχοντας ἡμᾶς οὐδ' ἵν' ἦν κεκρυμμένα.

καὶ χαῖρ'· ἴσον γάρ σ' ὡς τεκοῦσ' ἀσπάζομαι.

[ἄρξαι δ' ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·

1365πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε

ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,

ἔπειτα δ' εἴ τις Ἑλλάς. ἐξ ἡμῶν δ' ἔχεις

ἅπαντα Φοίβου θ', ὃς μετέσχε τῆς τύχης.]

Ιων φεῦ φεῦ· κατ' ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,

1370ἐκεῖσε τὸν νοῦν δοὺς ὅθ' ἡ τεκοῦσά με

κρυφαῖα νυμφευθεῖσ' ἀπημπόλα λάθραι

καὶ μαστὸν οὐκ ἐπέσχεν· ἀλλ' ἀνώνυμος

ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.

τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος

1375βαρέα· χρόνον γὰρ ὅν μ' ἐχρῆν ἐν ἀγκάλαις

μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου

ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.

τλήμων δὲ χἠ τεκοῦσά μ'· ὡς ταὐτὸν πάθος

πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.

1380καὶ νῦν λαβὼν τήνδ' ἀντίπηγ' οἴσω θεῶι

ἀνάθημ', ἵν' εὕρω μηδὲν ὧν οὐ βούλομαι.

εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,

εὑρεῖν κάκιον μητέρ' ἢ σιγῶντ' ἐᾶν.

ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς·

1385καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίαι

πολεμῶ, τὰ μητρὸς σύμβολ' ὃς σέσωκέ μοι;

ἀνοικτέον τάδ' ἐστὶ καὶ τολμητέον·

τὰ γὰρ πεπρωμέν' οὐχ ὑπερβαίην ποτ' ἄν.

ὦ στέμμαθ' ἱερά, τί ποτέ μοι κεκεύθατε,

1390καὶ σύνδεθ' οἷσι τἄμ' ἐφρουρήθη φίλα;

ἰδοὺ περίπτυγμ' ἀντίπηγος εὐκύκλου

ὡς οὐ γεγήρακ' ἔκ τινος θεηλάτου,

εὐρώς τ' ἄπεστι πλεγμάτων· ὁ δ' ἐν μέσωι

χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.

1395Κρ. τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;

Ιων σίγα σύ· πῆμα καὶ πάροιθεν ἦσθά μοι.

Κρ. οὐκ ἐν σιωπῆι τἀμά· μή με νουθέτει.

ὁρῶ γὰρ ἄγγος ὧι 'ξέθηκ' ἐγώ ποτε

σέ γ', ὦ τέκνον μοι, βρέφος ἔτ' ὄντα νήπιον,

1400Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.

λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.

Ιων λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο

βωμοῦ λιποῦσα ξόανα· δεῖτε δ' ὠλένας.

Κρ. σφάζοντες οὐ λήγοιτ' ἄν· ὡς ἀνθέξομαι

1405καὶ τῆσδε καὶ σοῦ τῶν τ' ἔσω κεκρυμμένων.

Ιων τάδ' οὐχὶ δεινά; ῥυσιάζομαι δόλωι.

Κρ. οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκηι φίλος.

Ιων ἐγὼ φίλος σός; κἆιτά μ' ἔκτεινες λάθραι;

Κρ. παῖς γ', εἰ τόδ' ἐστὶ τοῖς τεκοῦσι φίλτατον.

1410Ιων παῦσαι πλέκουσα ‑ λήψομαί σ' ἐγώ ‑ πλοκάς.

Κρ. ἐς τοῦθ' ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.

Ιων κενὸν τόδ' ἄγγος ἢ στέγει πλήρωμά τι;

Κρ. σά γ' ἔνδυθ', οἷσί σ' ἐξέθηκ' ἐγώ ποτε.

Ιων καὶ τοὔνομ' αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;

1415Κρ. κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.

Ιων λέγ'· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.

Κρ. σκέψασθ' ὃ παῖς ποτ' οὖσ' ὕφασμ' ὕφην' ἐγώ.

Ιων ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.

Κρ. οὐ τέλεον, οἷον δ' ἐκδίδαγμα κερκίδος.

1420Ιων μορφὴν ἔχον τίν'; ὥς με μὴ ταύτηι λάβηις.

Κρ. Γοργὼν μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.

Ιων ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;

Κρ. κεκρασπέδωται δ' ὄφεσιν αἰγίδος τρόπον.

Ιων ἰδού·

τόδ' ἔσθ' ὕφασμα θέσφαθ' ὡς εὑρίσκομεν.

1425Κρ. ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.

Ιων ἔστιν τι πρὸς τῶιδ' ἢ μόνον τόδ' εὐτυχεῖς;

Κρ. δράκοντε μαρμαίροντε πάγχρυσον γένυν,

δώρημ' Ἀθάνας, οἷς τέκν' ἐντρέφειν λέγει,

Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.

1430Ιων τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;

Κρ. δέραια παιδὶ νεογόνωι φέρειν, τέκνον.

Ιων ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.

Κρ. στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,

ἣν πρῶτ' Ἀθάνας σκόπελος ἐξηνέγκατο,

1435ὅς, εἴπερ ἐστίν, οὔποτ' ἐκλείπει χλόην,

θάλλει δ', ἐλαίας ἐξ ἀκηράτου γεγώς.

Ιων ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σ' ἰδὼν

πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.

Κρ. ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου

1440(συγγνώσεται γὰρ ὁ θεός), ἐν χεροῖν σ' ἔχω,

ἄελπτον εὕρημ', ὃν κατὰ γᾶς ἐνέρων

χθονίων μέτα Περσεφόνας τ' ἐδόκουν ναίειν.

Ιων ἀλλ', ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν

ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.

1445Κρ. ἰὼ ἰὼ λαμπρᾶς αἰθέρος ἀμπτυχαί,

τίν' αὐδὰν ἀύσω βοάσω; πόθεν μοι

συνέκυρσ' ἀδόκητος ἡδονά;

πόθεν ἐλάβομεν χαράν;

1450Ιων ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,

μῆτερ, παρέστη τῶνδ', ὅπως σός εἰμ' ἐγώ.

Κρ. ἔτι φόβωι τρέμω.

Ιων μῶν οὐκ ἔχειν μ' ἔχουσα; Κρ. τὰς γὰρ ἐλπίδας

ἀπέβαλον πρόσω.

ἰὼ ‹ἰὼ› γύναι, πόθεν ἔλαβες ἐμὸν

βρέφος ἐς ἀγκάλας;

1455τίν' ἀνὰ χέρα δόμους ἔβα Λοξίου;

Ιων θεῖον τόδ'· ἀλλὰ τἀπίλοιπα τῆς τύχης

εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθ' ἐδυστύχει.

Κρ. τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύηι,

γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζηι.

1460νῦν δὲ γενειάσιν πάρα σέθεν πνέω

μακαριωτάτας τυχοῦσ' ἡδονᾶς.

Ιων τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.

Κρ. ἄπαιδες οὐκέτ' ἐσμὲν οὐδ' ἄτεκνοι·

δῶμ' ἑστιοῦται, γᾶ δ' ἔχει τυράννους,

1465ἀνηβᾶι δ' Ἐρεχθεύς·

ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,

ἀελίου δ' ἀναβλέπει λαμπάσιν.

Ιων μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω

τῆς ἡδονῆς τῆσδ' ἧς ἔδωχ' ὑμῖν ἐγώ.

1470Κρ. ὦ τέκνον,

τί φήις; οἷον οἷον ἀνελέγχομαι.

Ιων πῶς εἶπας; ‹Κρ.› ἄλλοθεν γέγονας, ἄλλοθεν.

Ιων ὤμοι· νόθον με παρθένευμ' ἔτικτε σόν;

Κρ. οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων

1475ὑμέναιος ἐμός,

τέκνον, ἔτικτε σὸν κάρα.

Ιων αἰαῖ· πέφυκα δυσγενής, μῆτερ; πόθεν;

Κρ. ἴστω Γοργοφόνα Ιων τί τοῦτ' ἔλεξας;

Κρ. ἃ σκοπέλοις ἐπ' ἐμοῖς

1480τὸν ἐλαιοφυῆ πάγον

θάσσει Ιων λέγεις μοι σκολιὰ κοὐ σαφῆ τάδε.

Κρ. παρ' ἀηδόνιον πέτραν

Φοίβωι Ιων τί Φοῖβον αὐδᾶις;

Κρ. κρυπτόμενον λέχος ηὐνάσθην

1485Ιων λέγ'· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.

Κρ. δεκάτωι δέ σε μηνὸς ἐν

κύκλωι κρύφιον ὠδῖν' ἔτεκον Φοίβωι.

Ιων ὦ φίλτατ' εἰποῦσ', εἰ λέγεις ἐτήτυμα.

Κρ. παρθένια δ' ἐμᾶς ματέρος†

1490σπάργαν' ἀμφίβολά σοι τάδ' ἀνῆψα κερ-

κίδος ἐμᾶς πλάνους.

γάλακτι δ' οὐκ ἐπέσχον οὐδὲ μαστῶι

τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,

ἀνὰ δ' ἄντρον ἔρημον οἰωνῶν

1495γαμφηλαῖς φόνευμα θοίναμά τ' εἰς

Ἅιδαν ἐκβάλληι.

Ιων ὦ δεινὰ τλᾶσα, μῆτερ. Κρ. ἐν φόβωι, τέκνον,

καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν.

ἔκτεινά σ' ἄκουσ'. Ιων ἐξ ἐμοῦ τ' οὐχ ὅσι'

1500ἔθνηισκες.

Κρ. ἰὼ ‹ἰώ›· δειναὶ μὲν ‹αἱ› τότε τύχαι,

δεινὰ δὲ καὶ τάδ'· ἑλισσόμεσθ' ἐκεῖθεν

1505ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,

μεθίσταται δὲ πνεύματα.

μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν

δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.

1510Χο. μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ

ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.

Ιων ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν

καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς

τύχη, παρ' οἵαν ἤλθομεν στάθμην βίου

1515μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.

φεῦ·

ἆρ' ἐν φαενναῖς ἡλίου περιπτυχαῖς

ἔνεστι πάντα τάδε καθ' ἡμέραν μαθεῖν;

φίλον μὲν οὖν σ' εὕρημα, μῆτερ, ηὕρομεν,

καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·

1520τὰ δ' ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.

δεῦρ' ἔλθ'· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω

καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.

ὅρα σύ, μῆτερ, μὴ σφαλεῖσ' ἃ παρθένοις

ἐγγίγνεται νοσήματ' ἐς κρυπτοὺς γάμους

1525ἔπειτα τῶι θεῶι προστίθης τὴν αἰτίαν

καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη

Φοίβωι τεκεῖν με φήις, τεκοῦσ' οὐκ ἐκ θεοῦ.

Κρ. μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε

Νίκην Ἀθάναν Ζηνὶ γηγενεῖς ἔπι,

1530οὐκ ἔστιν οὐδείς σοι πατὴρ θνητῶν, τέκνον,

ἀλλ' ὅσπερ ἐξέθρεψε Λοξίας ἄναξ.

Ιων πῶς οὖν τὸν αὑτοῦ παῖδ' ἔδωκ' ἄλλωι πατρὶ

Ξούθου τέ φησι παῖδά μ' ἐκπεφυκέναι;

Κρ. πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε

1535αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλωι

δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.

Ιων ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται;

ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.

Κρ. ἄκουε δή νυν ἅμ' ἐσῆλθεν, ὦ τέκνον·

1540εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ

δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος

οὐκ ἔσχες ἄν ποτ' οὔτε παγκλήρους δόμους

οὔτ' ὄνομα πατρός. πῶς γάρ, οὗ γ' ἐγὼ γάμους

ἔκρυπτον αὐτὴ καί σ' ἀπέκτεινον λάθραι;

1545ὁ δ' ὠφελῶν σε προστίθησ' ἄλλωι πατρί.

Ιων οὐχ ὧδε φαύλως αὔτ' ἐγὼ μετέρχομαι,

ἀλλ' ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους

εἴτ' εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.

ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς

1550ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;

φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων

ὁρῶμεν, εἰ μὴ καιρός ἐσθ' ἡμᾶς ὁρᾶν.

ΑΘΗΝΑ

μὴ φεύγετ'· οὐ γὰρ πολεμίαν με φεύγετε

ἀλλ' ἔν τ' Ἀθήναις κἀνθάδ' οὖσαν εὐμενῆ.

1555ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς

Παλλάς, δρόμωι σπεύσασ' Ἀπόλλωνος πάρα,

ὃς ἐς μὲν ὄψιν σφῶιν μολεῖν οὐκ ἠξίου,

μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόληι,

ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·

1560ὡς ἥδε τίκτει σ' ἐξ Ἀπόλλωνος πατρός,

δίδωσι δ' οἷς ἔδωκεν, οὐ φύσασί σε,

ἀλλ' ὡς κομίζηι 'ς οἶκον εὐγενέστατον.

ἐπεὶ δ' ἀνεώιχθη πρᾶγμα μηνυθὲν τόδε,

θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων

1565καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.

ἔμελλε δ' αὐτὰ διασιωπήσας ἄναξ

ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σοὶ

σέ θ' ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.

ἀλλ' ὡς περαίνω πρᾶγμα καὶ χρησμοὺς θεοῦ,

1570ἐφ' οἷσιν ἔζευξ' ἅρματ', εἰσακούσατον.

λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα

χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς

ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς

δίκαιος ἄρχειν τῆς ἐμῆς ὅδε χθονός,

1575ἔσται δ' ἀν' Ἑλλάδ' εὐκλεής. οἱ τοῦδε γὰρ

παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς

ἐπώνυμοι γῆς κἀπιφυλίων χθονὸς

λαῶν ἔσονται, σκόπελον οἳ ναίουσ' ἐμόν.

Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος

‹                                    ›

1580Ὅπλητες Ἀργαδῆς τ', ἐμῆς ‹τ'› ἀπ' αἰγίδος

ἓν φῦλον ἕξουσ' Αἰγικορῆς. οἱ τῶνδε δ' αὖ

παῖδες γενόμενοι σὺν χρόνωι πεπρωμένωι

Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις

χέρσους τε παράλους, ὃ σθένος τἠμῆι χθονὶ

1585δίδωσιν· ἀντίπορθμα δ' ἠπείροιν δυοῖν

πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς

Εὐρωπίας τε· τοῦδε δ' ὀνόματος χάριν

Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.

Ξούθωι δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,

1590Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται

πόλις κατ' αἶαν Πελοπίαν· ὁ δεύτερος

Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας

τύραννος ἔσται, κἀπισημανθήσεται

κείνου κεκλῆσθαι λαὸς ὄνομ' ἐπώνυμον.

1595καλῶς δ' Ἀπόλλων πάντ' ἔπραξε· πρῶτα μὲν

ἄνοσον λοχεύει σ', ὥστε μὴ γνῶναι φίλους·

ἐπεὶ δ' ἔτικτες τόνδε παῖδα κἀπέθου

ἐν σπαργάνοισιν, ἁρπάσαντ' ἐς ἀγκάλας

Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,

1600ἔθρεψέ τ' οὐδ' εἴασεν ἐκπνεῦσαι βίον.

νῦν οὖν σιώπα παῖς ὅδ' ὡς πέφυκε σός,

ἵν' ἡ δόκησις Ξοῦθον ἡδέως ἔχηι

σύ τ' αὖ τὰ σαυτῆς ἀγάθ' ἔχουσ' ἴηις, γύναι.

καὶ χαίρετ'· ἐκ γὰρ τῆσδ' ἀναψυχῆς πόνων

1605εὐδαίμον' ὑμῖν πότμον ἐξαγγέλλομαι.

Ιων ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίαι

σοὺς λόγους ἐδεξάμεσθα, πείθομαι δ' εἶναι πατρὸς

Λοξίου καὶ τῆσδε· καὶ πρὶν τοῦτο δ' οὐκ ἄπιστον ἦν.

Κρ. τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,

1610οὕνεχ' οὗ ποτ' ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.

αἵδε δ' εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,

δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας

ἡδέως ἐκκριμνάμεσθα καὶ προσεννέπω πύλας.

Αθ. ἤινεσ' οὕνεκ' εὐλογεῖς θεὸν μεταβαλοῦσ' ἀεί που†

1615χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ' οὐκ ἀσθενῆ.

Κρ. ὦ τέκνον, στείχωμεν οἴκους. Αθ. στείχεθ', ἕψομαι

δ' ἐγώ.

Ιων ἀξία γ' ἡμῶν ὁδουρός. ‹Κρ.› καὶ φιλοῦσά γε πτόλιν.

Αθ. ἐς θρόνους δ' ἵζου παλαιούς. Ιων ἄξιον τὸ κτῆμά μοι.

1620Χο. ὦ Διὸς Λητοῦς τ' Ἄπολλον, χαῖρ'· ὅτωι δ' ἐλαύνεται

συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·

ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,

οἱ κακοὶ δ', ὥσπερ πεφύκασ', οὔποτ' εὖ πράξειαν ἄν.