ΚΟΡΗ
τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
ΔΑΦΝΙΣ
μᾶλλον ἑκοῖσ' Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα.
ΚΟ. μὴ καυχῶ, σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
ΔΑ. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
ΚΟ. τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
ΔΑ. πλύνεις χείλεα σεῖο; δίδου πάλιν, ὄφρα φιλάσω.
ΚΟ. καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
ΔΑ. μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.
ΚΟ. εἰ δέ τι γηράσκω τόδε που μέλι καὶ γάλα πίνω.
ΔΑ. ἁ σταφυλὶς σταφὶς ἔσται· ὃ νῦν ῥόδον, αὖον ὀλεῖται.
ΚΟ. μὴ 'πιβάλῃς τὴν χεῖρα. καὶ εἰσέτι; χεῖλος ἀμύξω.
ΔΑ. δεῦρ' ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
ΚΟ. οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.
ΔΑ. δεῦρ' ὑπὸ τὰς πτελέας ἵν' ἐμᾶς σύριγγος ἀκούσῃς.
ΚΟ. τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει.
ΔΑ. φεῦ φεῦ, τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε, κώρα.
ΚΟ. χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
ΔΑ. μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄλλυτον ἔνθῃς.
ΚΟ. βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
ΔΑ. οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
ΚΟ. φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείραις.
ΔΑ. δειμαίνω μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
ΚΟ. πολλοί μ' ἐμνώοντο, νόῳ δ' ἐμῷ οὔτις ἕαδε.
ΔΑ. εἷς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ' ἱκάνω.
ΚΟ. καὶ τί, φίλος, ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
ΔΑ. οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
ΚΟ. ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
ΔΑ. μᾶλλον ἀεὶ κρατέουσι. τίνα τρομέουσι γυναῖκες;
ΚΟ. ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰληθυίης.
ΔΑ. ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
ΚΟ. ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
ΔΑ. ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι ἥβας.
ΚΟ. καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
ΔΑ. πᾶσαν τὴν ἀγέλαν, πάντ' ἄλσεα καὶ νομὸν ἑξεῖς.
ΚΟ. ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
ΔΑ. οὐ μαὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.
ΚΟ. τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
ΔΑ. τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
ΚΟ. πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;
ΔΑ. αἰνήσει σέο λέκτρον ἐπὴν ἐμὸν οὔνομ' ἀκούσῃ.
ΚΟ. οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
ΔΑ. Δάφνις ἐγώ, Λυκίδας δὲ πατήρ, μήτηρ δὲ Νομαίη.
ΚΟ. ἐξ εὐηγενέων· ἀλλ' οὐ σέθεν εἰμὶ χερείων.
ΔΑ. οἶδ'· Ἀκροτίμη ἐσσί, πατὴρ δέ τοί ἐστι Μενάλκας.
ΚΟ. δεῖξον ἐμοὶ τεὸν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὖλις.
ΔΑ. δεῦρ' ἴδε πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
ΚΟ. αἶγες ἐμαί, βόσκεσθε· τὰ βουκόλω ἔργα νοήσω.
ΔΑ. ταῦροι, καλὰ νέμεσθ', ἵνα παρθένῳ ἄλσεα δείξω.
ΚΟ. τί ῥέζεις, σατυρίσκε; τί δ' ἔνδοθεν ἅψαο μαζῶν;
ΔΑ. μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω.
ΚΟ. ναρκῶ, ναὶ τὸν Πᾶνα. τεὴν πάλιν ἔξελε χεῖρα.
ΔΑ. θάρσει, κῶρα φίλα. τί μοι ἔτρεμες; ὡς μάλα δειλά.
ΚΟ. βάλλεις εἰς ἀμάραν με καὶ εἵματα καλὰ μιαίνεις.
ΔΑ. ἀλλ' ὑπὸ σοὺς πέπλους ἁπαλὸν νάκος ἠνίδε βάλλω.
ΚΟ. φεῦ φεῦ, καὶ τὰν μίτραν ἀπέσχισας. ἐς τί δ' ἔλυσας;
ΔΑ. τᾷ Παφίᾳ πράτιστον ἐγὼ τόδε δῶρον ὀπάζω.
ΚΟ. μίμνε, τάλαν· τάχα τίς τοι ἐπέρχεται· ἦχον ἀκούω.
ΔΑ. ἀλλήλαις λαλέουσι τεὸν γάμον αἱ κυπάρισσοι.
ΚΟ. ἀμπεχόνην ποίησας ἐμὴν ῥάκος· εἰμὶ δὲ γυμνά.
ΔΑ. ἄλλην ἀμπεχόνην τῆς σῆς τοι μείζονα δώσω.
ΚΟ. φῄς μοι πάντα δόμεν· τάχα δ' ὕστερον οὐδ' ἅλα δοίης.
ΔΑ. αἴθ' αὐτὰν δυνάμαν καὶ τὰν ψυχὰν ἐπιβάλλειν.
ΚΟ. Ἄρτεμι, μὴ νεμέσα σέο ῥήμασιν οὐκέτι πιστῇ.
ΔΑ. ῥέξω πόρτιν Ἔρωτι καὶ αὐτᾷ βοῦν Ἀφροδίτᾳ.
ΚΟ. παρθένος ἔνθα βέβηκα, γυνὴ δ' εἰς οἶκον ἀφέρπω.
ΔΑ. ἀλλὰ γυνὴ μήτηρ τεκέων τροφός, οὐκέτι κώρα.
Ὣς οἳ μὲν χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
ἀλλήλοις ψιθύριζον. ἀνίστατο φώριος εὐνή.
χἢ μὲν ἀνεγρομένη πάλιν ἔστιχε μᾶλα νομεύειν
ὄμμασιν αἰδομένοις, κραδίη δέ οἱ ἔνδον ἰάνθη·
ὃς δ' ἐπὶ ταυρείας ἀγέλας κεχαρημένος εὐνᾶς
ἤιεν. . . . . . . .
Δέχνυσο τὰν σύριγγα τεὰν πάλιν, ὄλβιε ποιμάν·
τῶν δ' αὖ ποιμναγῶν ἑτέρην σκεψώμεθα μολπάν.