- Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς,
νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,
ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ
ὡς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ
τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.
- ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου.
ἀλλὰ χοροῦ ψαύοντι Φάρῳ παρὰ γείτονι νήσῳ
στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω.
εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,
μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ
φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,
ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης
ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ
βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
νεκταρέης, βυθίῃ δὲ παρ' Εἰδοθέῃ καὶ Ὁμήρῳ
φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.
εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ
ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,
γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
- ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.
- Σιδονίης ποτὲ ταῦρος ἐπ' ᾐόνος ὑψίκερως Ζεὺς
ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῷ,
βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς
κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρῃ,
δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου
ἢ λοφιῇ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην.
καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης,
Τρίτων δ' ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ
ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. ἀκροβαφῆ δὲ
ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
πηδάλιον κέρας εἶχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
καὶ δολόεις Βορέης γαμίῃ δεδονημένος αὔρῃ
φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ
ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.
ὡς δ' ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ,
νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
ἡμιφανὴς πεφόρητο δι' ὕδατος ὑγρὸς ὁδίτης,
κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
ὣς ὅγε †ταῦρον ἄειρε. τιταινομένοιο δὲ ταύρου
βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ
καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων
Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης
εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.
καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ
οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
οὐρανίης ὤδινεν ἀπ' αὔλακος ἔγκυον ὕδωρ.
καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
κούρη φόρτος ἔην καὶ ναυτίλος· εἰσορόων δὲ
μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης
τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·
- ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
νήχεται ἀτρυγέτοιο δι' ὕδατος ἀγρονόμος βοῦς;
μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;
παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη
ἄζυγα ταῦρον ἔχουσα μετ' αἰθέρα πόντον ὁδεύει;
ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;
οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς
ἔλλαχεν ‑ ἰχθυόεν γὰρ ἔχει δέμας ‑, ἀντὶ δὲ γυμνῆς
ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ
γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,
καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης
γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,
χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.
ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς
βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ
ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·
αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου,
ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.
ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς,
ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ' ὑδατόεις παρακοίτης
χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;
- τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,
καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·
- κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,
εἰ βόες εἰσαΐουσιν· 'ἀμείλιχε, φείδεο κούρης.'
εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι
Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ
ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.
μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
δέξο με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,
μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.
- ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·
Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.
ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν
Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ
Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς ἀρούρης
ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,
ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.
- ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων
ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου
Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοπτε Βοώτην,
ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δ' ὑπὸ κυκλάδι νύσσῃ
πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
εἴρυσεν Ἠριγένειαν, ἐρυκομένοιο δὲ ταύρου
ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·
καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
Ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.
οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ
ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·
καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
καὶ διδύμους ἐπὶ πόντον ἀπ' αἰθέρος Ἰχθύας ἕλκων
Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.
ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου.
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης,
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·
καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ
πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
αὐερύσας στατὸν ἵππον ὑποβρυχίῃ παρὰ φάτνῃ
οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·
πολλάκι δ' ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.
οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·
μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.
- ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι,
καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλῳ
εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ
αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ
ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
ἀντιπόρους δ' ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ' ἠχῇ
οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῷ
πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ λαγωοῦ
θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.
καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ,
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.
σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῶν
λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
Τοξευτὴρ βέλος ἧκεν· Ἁμαξαίῳ δ' ἐνὶ κύκλῳ
μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
γείτων δ' Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·
γούνατι δ' εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
- Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
εἰς σκοπέλους μετένασσε, μετ' αἰθέρα πόντον ἱμάσσων·
νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
φαίνετο γυμνωθεῖσα δι' ὕδατος ἄβροχος ὀσφύς,
καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου,
Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
ἀκλύστοις λαγόνεσσιν ἐμυκήσαντο δὲ φῶκαι,
καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·
καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,
καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.
πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ
ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.
καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ
νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας·
μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.
- καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ·
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.
ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
ἀστεροπὴ δ' ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
ὡς δ' ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
οἰστρηθεὶς δ' ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων,
καὶ λόφον ᾐώρησεν, ἐπ' ἀμφοτέρων δέ οἱ ὤμων
ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων
μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.
- ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς
ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν·
- Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
'τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.'
ὡς νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.
Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ
ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.
Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,
μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ
ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;
ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.
- ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·
καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
- καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος
νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων
φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων
σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.
- ὣς ὁ μὲν ἐστήρικτο κατ' οὐρανόν. οὐδὲ Τυφωεὺς
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας
φοιταλέῳ μαστῆρι δι' οὔρεος ἤντετο Κάδμῳ
πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
πλέξας δ' ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῷ
πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·
- Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς.
αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
ἐς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ
σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων·
Καδμείης δ' ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς,
ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.
- ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,
ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
οἰδαλέῃ φύσημα παρηΐδι λεπτὸν ἰάλλων.
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ
ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ' ἄντρου
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ
ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
- αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
σῶν δ' ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.
στήσω δ', ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων
πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.
βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος οὐράνιον γὰρ
ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ·
οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ
πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·
στήσω δ' ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,
ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ
ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.
οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.
καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.
ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.
οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,
σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
μολπῆς δ' ἄξια δῶρα παρ' ἀστεροφεγγέι κύκλῳ
στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ
οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.
σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·
εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.
εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
δώσω σοι τόδε δῶρον. ἐγὼ δ' ἐς Ὄλυμπον ὁδεύσω
οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.
- εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
ἀλλ' ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης
νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης
τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·
- βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ
υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθ' εὕρω
νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,
Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.
ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ
μοῦνον ἔα κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης
δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.
Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος
θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.
- ἔννεπε· καὶ χαροπῇσιν ἐπ' ὀφρύσι νεῦσε Τυφωεύς,
καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,
νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.
- καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·
καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,
Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ
λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων
ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς.
θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ
ἁβρὸν ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν
οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.