ΠΑΙΔΑΓΩΓΟΣ
Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν' ἔξεστί σοι
παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ' ἀεί.
Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δ', Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ' ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἷ δ' ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
10πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ' ἐς ἥβης πατρὶ τιμωρὸν φόνου.
15Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον,
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ' ὀρνίθων σαφῆ,
μέλαινά τ' ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20Πρὶν οὖν τιν' ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ' ἴμεν
ἵν' οὐκέτ' ὀκνεῖν καιρός, ἀλλ' ἔργων ἀκμή.
ΟΡΕΣΤΗΣ
Ὦ φίλτατ' ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς·
25ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλ' ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ' ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ.
Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ,
30ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
Ἐγὼ γὰρ ἡνίχ' ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ' ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
35χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος ὧν πεύσῃ τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
Ὅτ' οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ
40δόμων ἔσω τῶνδ', ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ·
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσ', οὐδ' ὑποπτεύσουσιν ὧδ' ἠνθισμένον·
λόγῳ δὲ χρῶ τοιῷδ', ὅτι ξένος μὲν εἶ
45Φωκεὺς παρ' ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ
μέγιστος αὐτοῖς τυγχάνει δορυξένων·
ἄγγελλε δ', ὅρκον προστιθείς, ὁθούνεκα
τέθνηκ' Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
50δίφρων κυλισθείς· ὧδ' ὁ μῦθος ἑστάτω.
Ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες, εἶτ' ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55ὃ καὶ σὺ θάμνοις οἶσθά μοι κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέροιμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
Τί γάρ με λυπεῖ τοῦθ', ὅταν λόγῳ θανὼν
60ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
δοκῶ μὲν οὐδὲν ῥῆμα σὺν κέρδει κακόν·
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνῄσκοντας· εἶθ', ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
65ὣς κἄμ' ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότ' ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
Ἀλλ', ὦ πατρῴα γῆ θεοί τ' ἐγχώριοι,
δέξασθέ μ' εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ', ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μ' ἄτιμον τῆσδ' ἀποστείλητε γῆς,
ἀλλ' ἀρχέπλουτον καὶ καταστάτην δόμων·
Εἴρηκα μέν νυν ταῦτα· σοὶ δ' ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος·
75νὼ δ' ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσι
μέγιστος ἔργου παντός ἐστ' ἐπιστάτης.
ΗΛ. Ἰώ μοί μοι δύστηνος.
ΠΑ. Καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
80ΟΡ. Ἆρ' ἐστὶν ἡ δύστηνος Ἠλέκτρα; θέλεις
μείνωμεν αὐτοῦ κἀνακούσωμεν γόων;
ΠΑ. Ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
πειρώμεθ' ἔρδειν, κἀπὸ τῶνδ' ἀρχηγετεῖν
πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
85νίκην τ' ἐφ' ἡμῖν καὶ κράτος τῶν δρωμένων.
ΗΛΕΚΤΡΑ
Ὦ φάος ἁγνὸν
καὶ γῆς ἰσόμοιρ' ἀήρ, ὥς μοι
πολλὰς μὲν θρήνων ᾠδάς,
πολλὰς δ' ἀντήρεις ᾔσθου
90στέρνων πλαγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσασ' εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
95πατέρ', ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος Ἄρης οὐκ ἐξένισεν,
μήτηρ δ' ἡμὴ χὠ κοινολεχὴς
Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,
σχίζουσι κάρα φονίῳ πελέκει·
100κοὐδεὶς τούτων οἶκτος ἀπ' ἄλλης
ἢ 'μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
ἀδίκως οἰκτρῶς τε θανόντος.
Ἀλλ' οὐ μὲν δὴ
λήξω θρήνων στυγερῶν τε γόων,
105ἔστ' ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ' ἦμαρ,
μὴ οὐ τεκνολέτειρ' ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν·
110ὦ δῶμ' Ἀΐδου καὶ Περσεφόνης,
ὦ χθόνι' Ἑρμῆ καὶ πότνι' Ἀρά,
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ',
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
115ἔλθετ', ἀρήξατε, τείσασθε πατρὸς
φόνον ἡμετέρου,
καί μοι τὸν ἐμὸν πέμψατ' ἀδελφόν·
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
120λύπης ἀντίρροπον ἄχθος.
ΧΟΡΟΣ
Ὦ παῖ, παῖ δυστανοτάτας Str. 1.
Ἠλέκτρα ματρός, τίν' ἀεὶ
τάκεις ὧδ' ἀκόρεστον οἰμωγὰν
τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
125ματρὸς ἁλόντ' ἀπάταις Ἀγαμέμνονα
κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
ὄλοιτ', εἴ μοι θέμις τάδ' αὐδᾶν.
ΗΛ. Ὦ γενέθλα γενναίων,
ἥκετ' ἐμῶν καμάτων παραμύθιον·
130οἶδά τε καὶ ξυνίημι τάδ', οὔ τί με
φυγγάνει· οὐδ' ἐθέλω προλιπεῖν τόδε,
μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ' ἄθλιον.
Ἀλλ', ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
135ἐᾶτέ μ' ὧδ' ἀλύειν,
αἰαῖ, ἱκνοῦμαι.
ΧΟ. Ἀλλ' οὔτοι τόν γ' ἐξ Ἀΐδα Ant. 1.
παγκοίνου λίμνας πατέρ' ἀν-
στάσεις οὔτε γόοισιν οὔτ' ἄνταις.
140Ἀλλ' ἀπὸ τῶν μετρίων ἐπ' ἀμήχανον
ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι
ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν·
τί μοι τῶν δυσφόρων ἐφίῃ;
145ΗΛ. Νήπιος ὃς τῶν οἰκτρῶς
οἰχομένων γονέων ἐπιλάθεται·
ἀλλ' ἐμέ γ' ἁ στονόεσσ' ἄραρεν φρένας,
ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
150Ἰὼ παντλάμων Νιόβα, σὲ δ' ἔγωγε νέμω θεόν,
ἅτ' ἐν τάφῳ πετραίῳ,
αἰαῖ, δακρύεις.
ΧΟ. Οὔτοι σοὶ μούνᾳ, τέκνον, Str. 2.
ἄχος ἐφάνη βροτῶν,
155πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
κρυπτᾷ τ' ἀχέων ἐν ἥβᾳ
160ὄλβιος, ὃν ἁ κλεινὰ
γᾶ ποτε Μυκηναίων
δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
λήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
ΗΛ. Ὅν γ' ἐγὼ ἀκάματα προσμένουσ', ἄτεκνος,
165τάλαιν', ἀνύμφευτος, αἰὲν οἰχνῶ,
δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
ὧν τ' ἔπαθ' ὧν τ' ἐδάη· τί γὰρ οὐκ ἐμοὶ
170ἔρχεται ἀγγελίας ἀπατώμενον;
ἀεὶ μὲν γὰρ ποθεῖ,
ποθῶν δ' οὐκ ἀξιοῖ φανῆναι.
ΧΟ. Θάρσει μοι, θάρσει, τέκνον· Ant. 2.
ἔτι μέγας οὐρανῷ
175Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα,
μήθ' οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ' ἐπιλάθου.
Χρόνος γὰρ εὐμαρὴς θεός·
180οὔτε γὰρ ὁ τὰν Κρῖσαν
βούνομον ἔχων ἀκτὰν
παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος,
οὔθ' ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
185ΗΛ. Ἀλλ' ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
βίοτος ἀνέλπιστος, οὐδ' ἔτ' ἀρκῶ·
ἅτις ἄνευ τοκέων κατατάκομαι,
ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
ἀλλ' ἁπερεί τις ἔποικος ἀναξία
190οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
ἀεικεῖ σὺν στολᾷ,
κεναῖς δ' ἀμφίσταμαι τραπέζαις.
ΧΟ. Οἰκτρὰ μὲν νόστοις αὐδά, Str. 3.
οἰκτρὰ δ' ἐν κοίταις πατρῴαις,
195ὅτε οἱ παγχάλκων ἀνταία
γενύων ὡρμάθη πλαγά.
Δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
δεινὰν δεινῶς προφυτεύσαντες
μορφάν, εἴτ' οὖν θεὸς εἴτε βροτῶν
200ἦν ὁ ταῦτα πράσσων.
ΗΛ. Ὦ πασᾶν κείνα πλέον ἁμέρα
ἐλθοῦσ' ἐχθίστα δή μοι·
ὦ νύξ, ὦ δείπνων ἀρρήτων
ἔκπαγλ' ἄχθη·
205τοὺς ἐμὸς ἴδε πατὴρ
θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
αἳ τὸν ἐμὸν εἷλον βίον
πρόδοτον, αἵ μ' ἀπώλεσαν·
οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
210ποίνιμα πάθεα παθεῖν πόροι,
μηδέ ποτ' ἀγλαΐας ἀποναίατο
τοιάδ' ἀνύσαντες ἔργα.
ΧΟ. Φράζου μὴ πόρσω φωνεῖν· Ant. 3.
οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215τὰ παρόντ' οἰκείας εἰς ἄτας
ἐμπίπτεις οὕτως αἰκῶς;
Πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
σᾷ δυσθύμῳ τίκτουσ' αἰεὶ
ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
220οὐκ ἐριστὰ πλάθειν.
ΗΛ. Δεινοῖς ἠναγκάσθην, δεινοῖς·
ἔξοιδ', οὐ λάθει μ' ὀργά.
Ἀλλ' ‑ ἐν γὰρ δεινοῖς οὐ σχήσω
ταύτας ἄτας,
225ὄφρα με βίος ἔχῃ·
τίνι γάρ ποτ' ἄν, ὦ φιλία γενέθλα,
πρόσφορον ἀκούσαιμ' ἔπος,
τίνι φρονοῦντι καίρια;
ἄνετέ μ', ἄνετε, παράγοροι·
230τάδε γὰρ ἄλυτα κεκλήσεται·
οὐδέ ποτ' ἐκ καμάτων ἀποπαύσομαι
ἀνάριθμος ὧδε θρήνων.
ΧΟ. Ἀλλ' οὖν εὐνοίᾳ γ' αὐδῶ, Epode.
μάτηρ ὡσεί τις πιστά,
235μὴ τίκτειν σ' ἄταν ἄταις.
ΗΛ. Καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
ἐν τίνι τοῦτ' ἔβλαστ' ἀνθρώπων;
Μήτ' εἴην ἔντιμος τούτοις,
240μήτ', εἴ τῳ πρόσκειμαι χρηστῷ,
ξυνναίοιμ' εὔκηλος, γονέων
ἐκτίμους ἴσχουσα πτέρυγας
ὀξυτόνων γόων.
Εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
245κείσεται τάλας, οἱ δὲ μὴ πάλιν
δώσουσ' ἀντιφόνους δίκας,
ἔρροι τ' ἂν αἰδὼς ἁπάν-
250των τ' εὐσέβεια θνατῶν.
ΧΟ. Ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ' ἅμα
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ' ἅμα.
ΗΛ. Αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν·
ἀλλ' ἡ βία γὰρ ταῦτ' ἀναγκάζει με δρᾶν,
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
πατρῷ' ὁρῶσα πήματ', οὐ δρῴη τάδ' ἄν,
ἁγὼ κατ' ἦμαρ καὶ κατ' εὐφρόνην ἀεὶ
260θάλλοντα μᾶλλον ἢ καταφθίνονθ' ὁρῶ;
ᾗ πρῶτα μὲν τὰ μητρὸς ἥ μ' ἐγείνατο
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ' ἄρχομαι, κἀκ τῶνδέ μοι
265λαβεῖν θ' ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
Ἔπειτα ποίας ἡμέρας δοκεῖς μ' ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ' ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δ' ἐσθήματα
φοροῦντ' ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
270σπένδοντα λοιβὰς ἔνθ' ἐκεῖνον ὤλεσεν;
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ' εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην.
275Ἣ δ' ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστ', Ἐρινὺν οὔτιν' ἐκφοβουμένη·
ἀλλ' ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσ' ἐκείνην ἡμέραν ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμην' ἱερὰ τοῖς σωτηρίοις.
Ἐγὼ δ' ὁρῶσ' ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτ' ἐπωνομασμένην
285αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδ' ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
Αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδ' ἐξονειδίζει κακά·
"Ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290τέθνηκεν; ἄλλος δ' οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σ' ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί."
Τάδ' ἐξυβρίζει, πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντ' Ὀρέστην, τηνικαῦτα δ' ἐμμανὴς
295βοᾷ παραστᾶσ'· "Οὐ σύ μοι τῶνδ' αἰτία;
οὐ σὸν τόδ' ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασ' Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
ἀλλ' ἴσθι τοι τείσουσά γ' ἀξίαν δίκην."
Τοιαῦθ' ὑλακτεῖ, σὺν δ' ἐποτρύνει πέλας
300ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών,
ὁ πάντ' ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
Ἐγὼ δ', Ὀρέστην τῶνδε προσμένουσ' ἀεὶ
παυστῆρ' ἐφήξειν, ἡ τάλαιν' ἀπόλλυμαι·
305μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
Ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
οὔτ' εὐσεβεῖν πάρεστιν· ἀλλ' ἐν τοῖς κακοῖς
πολλή 'στ' ἀνάγκη κἀπιτηδεύειν κακά.
310ΧΟ. Φέρ' εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
λέγεις τάδ' ἡμῖν, ἢ βεβῶτος ἐκ δόμων;
ΗΛ. Ἦ κάρτα· μὴ δόκει μ' ἄν, εἴπερ ἦν πέλας,
θυραῖον οἰχνεῖν· νῦν δ' ἀγροῖσι τυγχάνει.
ΧΟ. Ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ' ἔχει.
ΗΛ. Ὡς νῦν ἀπόντος ἱστόρει τί σοι φίλον.
ΧΟ. Καὶ δή σ' ἐρωτῶ. Τοῦ κασιγνήτου τί φῄς,
ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
ΗΛ. Φησίν γε· φάσκων δ' οὐδὲν ὧν λέγει ποεῖ.
320ΧΟ. Φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ' ἀνὴρ πράσσων μέγα.
ΗΛ. Καὶ μὴν ἔγωγ' ἔσωσ' ἐκεῖνον οὐκ ὄκνῳ.
ΧΟ. Θάρσει· πέφυκεν ἐσθλὸς ὥστ' ἀρκεῖν φίλοις.
ΗΛ. Πέποιθ', ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
ΧΟ. Μὴ νῦν ἔτ' εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον, ἐκ πατρὸς ταὐτοῦ φύσιν,
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
ΧΡΥΣΟΘΕΜΙΣ
Τίν' αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
330κοὐδ' ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
Καίτοι τοσοῦτόν γ' οἶδα κἀμαυτὴν ὅτι
ἀλγῶ 'πὶ τοῖς παροῦσιν· ὥστ' ἄν, εἰ σθένος
λάβοιμι, δηλώσαιμ' ἂν οἷ' αὐτοῖς φρονῶ·
335νῦν δ' ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
τοιαῦτα δ' ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
Καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ 'γὼ λέγω,
ἀλλ' ᾗ σὺ κρίνεις· εἰ δ' ἐλευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων ἐστὶ πάντ' ἀκουστέα·
ΗΛ. Δεινόν γέ σ' οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς
κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
Ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
κείνης διδακτὰ κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345Ἔπειθ' ἑλοῦ γε θάτερ', ἢ φρονεῖν κακῶς,
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν·
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις·
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
Ἐπεὶ δίδαξον, ἢ μάθ' ἐξ ἐμοῦ, τί μοι
κέρδος γένοιτ' ἂν τῶνδε ληξάσῃ γόων.
Οὐ ζῶ; κακῶς μέν, οἶδ', ἐπαρκούντως δ' ἐμοί·
355λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
τιμὰς προσάπτειν, εἴ τις ἔστ' ἐκεῖ χάρις.
Σὺ δ' ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
Ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ', οὐδ' εἴ μοι τὰ σὰ
360μέλλοι τις οἴσειν δῶρ', ἐφ' οἷσι νῦν χλιδᾷς,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
τράπεζα κείσθω καὶ περιρρείτω βίος·
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον
βόσκημα· τῆς σῆς δ' οὐκ ἐρῶ τιμῆς τυχεῖν,
365οὐδ' ἂν σύ, σώφρων γ' οὖσα. Νῦν δ' ἐξὸν πατρὸς
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
τῆς μητρός· οὕτω γὰρ φανῇ πλείστοις κακή,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
ΧΟ. Μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
370ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ΧΡ. Ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
τῶν τῆσδε μύθων· οὐδ' ἂν ἐμνήσθην ποτέ,
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375ἤκουσ', ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ΗΛ. Φέρ' εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ' ἔτι.
ΧΡ. Ἀλλ' ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ' ἐγώ·
μέλλουσι γάρ σ', εἰ τῶνδε μὴ λήξεις γόων,
380ἐνταῦθα πέμψειν ἔνθα μήποθ' ἡλίου
φέγγος προσόψει, ζῶσα δ' ἐν κατηρεφεῖ
στέγῃ χθονὸς τῆσδ' ἐκτὸς ὑμνήσεις κακά.
Πρὸς ταῦτα φράζου καί με μή ποθ' ὕστερον
παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
385ΗΛ. Ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
ΧΡ. Μάλισθ'· ὅταν περ οἴκαδ' Αἴγισθος μόλῃ.
ΗΛ. Ἀλλ' ἐξίκοιτο τοῦδέ γ' οὕνεκ' ἐν τάχει.
ΧΡ. Τίν', ὦ τάλαινα, τόνδ' ἐπηράσω λόγον;
ΗΛ. Ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
390ΧΡ. Ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ' εἶ φρενῶν;
ΗΛ. Ὅπως ἀφ' ὑμῶν ὡς προσώτατ' ἐκφύγω.
ΧΡ. Βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
ΗΛ. Καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
ΧΡ. Ἀλλ' ἦν ἄν, εἰ σύ γ' εὖ φρονεῖν ἠπίστασο.
395ΗΛ. Μή μ' ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
ΧΡ. Ἀλλ' οὐ διδάσκω· τοῖς κρατοῦσι δ' εἰκαθεῖν.
ΗΛ. Σὺ ταῦτα θώπευ'· οὐκ ἐμοὺς τρόπους λέγεις.
ΧΡ. Καλόν γε μέντοι μὴ 'ξ ἀβουλίας πεσεῖν.
ΗΛ. Πεσούμεθ', εἰ χρή, πατρὶ τιμωρούμενοι.
400ΧΡ. Πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
ΗΛ. Ταῦτ' ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
ΧΡ. Σὺ δ' οὐχὶ πείσῃ καὶ συναινέσεις ἐμοί;
ΗΛ. Οὐ δῆτα· μή πω νοῦ τοσόνδ' εἴην κενή.
ΧΡ. Χωρήσομαι τἄρ' οἷπερ ἐστάλην ὁδοῦ.
405ΗΛ. Ποῖ δ' ἐμπορεύῃ; τῷ φέρεις τάδ' ἔμπυρα;
ΧΡ. Μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
ΗΛ. Πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
ΧΡ. Ὃν ἔκταν' αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
ΗΛ. Ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ' ἤρεσεν;
410ΧΡ. Ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί.
ΗΛ. Ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ' ἀλλὰ νῦν.
ΧΡ. Ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
ΗΛ. Εἴ μοι λέγεις τὴν ὄψιν, εἴποιμ' ἂν τότε.
ΧΡ. Ἀλλ' οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
415ΗΛ. Λέγ' ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
ΧΡ. Λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
ἐλθόντος ἐς φῶς· εἶτα τόνδ' ἐφέστιον
420πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
αὐτός, τανῦν δ' Αἴγισθος· ἐκ δὲ τοῦδ' ἄνω
βλαστεῖν βρύοντα θαλλὸν ᾧ κατάσκιον
πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
Τοιαῦτά του παρόντος, ἡνίχ' Ἡλίῳ
425δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου·
πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
πέμπει μ' ἐκείνη τοῦδε τοῦ φόβου χάριν.
Πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
ἐμοὶ πιθέσθαι μηδ' ἀβουλίᾳ πεσεῖν·
430εἰ γάρ μ' ἀπώσῃ, σὺν κακῷ μέτει πάλιν.
ΗΛ. Ἀλλ', ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
οὐδ' ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
κτερίσματ' οὐδὲ λουτρὰ προσφέρειν πατρί·
435ἀλλ' ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
κρύψον νιν, ἔνθα μή ποτ' εἰς εὐνὴν πατρὸς
τούτων πρόσεισι μηδέν· ἀλλ' ὅταν θάνῃ,
κειμήλι' αὐτῇ ταῦτα σῳζέσθω κάτω.
Ἀρχὴν δ' ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
440πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
οὐκ ἄν ποθ', ὅν γ' ἔκτεινε, τῷδ' ἐπέστεφε.
Σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
γέρα τάδ' οὑν τάφοισι δέξεσθαι νέκυς,
ὑφ' ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς
445ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
κηλῖδας ἐξέμαξεν· ἆρα μὴ δοκεῖς
λυτήρι' αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
Οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δέ,
τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
450κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ', ἀλλ' ὅμως
ἅχω, δὸς αὐτῷ τήνδε λιπαρῆ τρίχα
καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον·
αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
455καὶ παῖδ' Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
ἐχθροῖσιν αὐτοῦ ζῶντ' ἐπεμβῆναι ποδί,
ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
χερσὶ στέφωμεν ἢ τανῦν δωρούμεθα.
Οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
460πέμψαι τάδ' αὐτῇ δυσπρόσοπτ' ὀνείρατα.
Ὅμως δ', ἀδελφή, σοί θ' ὑπούργησον τάδε
ἐμοί τ' ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
πάντων ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
ΧΟ. Πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
465εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
ΧΡ. Δράσω· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον
δυοῖν ἐρίζειν, ἀλλ' ἐπισπεύδειν τὸ δρᾶν.
Πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
σιγὴ παρ' ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
470ὡς εἰ τάδ' ἡ τεκοῦσα πεύσεται, πικρὰν
δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
ΧΟ. Εἰ μὴ 'γὼ παράφρων μάντις ἔφυν καὶ γνώ- Str.
475μας λειπομένα σοφᾶς,
εἶσιν ἁ πρόμαντις,
Δίκα δίκαια φερομένα χεροῖν κράτη·
μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
Ὕπεστί μοι θράσος,
480ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων.
Οὐ γάρ ποτ' ἀμναστεῖ γ' ὁ φύσας Ἑλλάνων ἄναξ,
485οὐδ' ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
Ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δει- Ant.
490νοῖς κρυπτομένα λόχοις
χαλκόπους Ἐρινύς.
Ἄλεκτρ', ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
γάμων ἁμιλλήμαθ' οἷσιν οὐ θέμις.
495Πρὸ τῶνδέ τοί μ' ἔχει
μήποτε μήποθ' ἡμὶν ἀψεγὲς πελᾶν τέρας
τοῖς δρῶσι καὶ συνδρῶσιν. Ἤ τοι μαντεῖαι βροτῶν
500οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ' ἐν θεσφάτοις,
εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
Ὦ Πέλοπος ἁ πρόσθεν πολύπονος ἱππεία, Epode.
ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ.
Εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη,
510παγχρύσων δίφρων
δυστάνοις αἰκίαις
πρόρριζος ἐκριφθείς, οὔ τί πω
515ἔλειπεν ἐκ τοῦδ' οἴκους πολύπονος αἰκία.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
Ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφῃ.
Οὐ γὰρ πάρεστ' Αἴγισθος, ὅς σ' ἐπεῖχ' ἀεὶ
μή τοι θυραίαν γ' οὖσαν αἰσχύνειν φίλους·
νῦν δ', ὡς ἄπεστ' ἐκεῖνος, οὐδὲν ἐντρέπῃ
520ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ
ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά.
Ἐγὼ δ' ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
525Πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ' ἀεὶ
ὡς ἐξ ἐμοῦ τέθνηκεν· ἐξ ἐμοῦ, καλῶς
ἔξοιδα· τῶνδ' ἄρνησις οὐκ ἔνεστί μοι·
ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
ᾗ χρῆν σ' ἀρήγειν, εἰ φρονοῦσ' ἐτύγχανες·
530ἐπεὶ πατὴρ οὗτος σὸς ὃν θρηνεῖς ἀεὶ
τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
λύπης, ὅτ' ἔσπειρ', ὥσπερ ἡ τίκτουσ' ἐγώ.
Εἶεν, δίδαξον δή με τοῦ χάριν τίνων
535ἔθυσεν αὐτήν. Πότερον Ἀργείων ἐρεῖς;
ἀλλ' οὐ μετῆν αὐτοῖσι τήν γ' ἐμὴν κτανεῖν,
ἀλλ' ἀντ' ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
τἄμ' οὐκ ἔμελλεν τῶνδέ μοι δώσειν δίκην;
Πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
540οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
καὶ μητρὸς ὄντας ἧς ὁ πλοῦς ὅδ' ἦν χάριν;
Ἢ τῶν ἐμῶν Ἅιδης τιν' ἵμερον τέκνων
ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
Ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
545παίδων πόθος παρεῖτο, Μενέλεω δ' ἐνῆν;
Οὐ ταῦτ' ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
φαίη δ' ἂν ἡ θανοῦσά γ', εἰ φωνὴν λάβοι.
Ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
550δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
ΗΛ. Ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ' ὡς ἄρξασά τι
λυπηρὸν εἶτα σοῦ τάδ' ἐξήκουσ' ὕπο·
ἀλλ' ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ' ὕπερ
555λέξαιμ' ἂν ὀρθῶς τῆς κασιγνήτης θ' ὁμοῦ.
ΚΛ. Καὶ μὴν ἐφίημ'· εἰ δέ μ' ὧδ' ἀεὶ λόγους
ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
ΗΛ. Καὶ δὴ λέγω σοι. Πατέρα φῂς κτεῖναι· τίς ἂν
τούτου λόγος γένοιτ' ἂν αἰσχίων ἔτι,
560εἴτ' οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
ὡς οὐ δίκῃ γ' ἔκτεινας, ἀλλά σ' ἔσπασεν
πειθὼ κακοῦ πρὸς ἀνδρὸς ᾧ τανῦν ξύνει.
Ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν τίνος
ποινὰς τὰ πολλὰ πνεύματ' ἔσχ' ἐν Αὐλίδι·
565ἢ 'γὼ φράσω; κείνης γὰρ οὐ θέμις μαθεῖν.
Πατήρ ποθ' οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
παίζων κατ' ἄλσος ἐξεκίνησεν ποδοῖν
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
570Κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
κατεῖχ' Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
Ὧδ' ἦν τὰ κείνης θύματ'· οὐ γὰρ ἦν λύσις
ἄλλη στρατῷ πρὸς οἶκον οὐδ' ἐς Ἴλιον.
575Ἀνθ' ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
Εἰ δ' οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
ἐπωφελῆσαι ταῦτ' ἔδρα, τούτου θανεῖν
χρῆν αὐτὸν οὕνεκ' ἐκ σέθεν; ποίῳ νόμῳ;
580Ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς·
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ' ἄλλου, σύ τοι
πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
Ἀλλ' εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης·
585εἰ γὰρ θέλεις, δίδαξον ἀνθ' ὅτου τανῦν
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ μεθ' οὗ
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
590κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ' ἔχεις.
Πῶς ταῦτ' ἐπαινέσαιμ' ἄν; ἢ καὶ τοῦτ' ἐρεῖς,
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
Αἰσχρῶς δ', ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
595Ἀλλ' οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
κακοστομοῦμεν. Καί σ' ἔγωγε δεσπότιν
ἢ μητέρ' οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
600πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου.
Ὁ δ' ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ὀρέστης, δυστυχῆ τρίβει βίον·
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω· καὶ τόδ', εἴπερ ἔσθενον,
605ἔδρων ἄν, εὖ τοῦτ' ἴσθι. Τοῦδέ γ' οὕνεκα
κήρυσσέ μ' εἰς ἅπαντας, εἴτε χρὴ κακήν,
εἴτε στόμαργον, εἴτ' ἀναιδείας πλέαν·
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
610ΧΟ. Ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
ξύνεστι, τοῦδε φροντίδ' οὐκέτ' εἰσορῶ.
ΚΛ. Ποίας δ' ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
615χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
ΗΛ. Εὖ νῦν ἐπίστω τῶνδέ μ' αἰσχύνην ἔχειν,
κεἰ μὴ δοκῶ σοι· μανθάνω δ' ὁθούνεκα
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
Ἀλλ' ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620ἔργ' ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ' ἐκδιδάσκεται.
ΚΛ. Ὦ θρέμμ' ἀναιδές, ἦ σ' ἐγὼ καὶ τἄμ' ἔπη
καὶ τἄργα τἀμὰ πόλλ' ἄγαν λέγειν ποεῖ.
ΗΛ. Σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
625τοὔργον, τὰ δ' ἔργα τοὺς λόγους εὑρίσκεται.
ΚΛ. Ἀλλ' οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
τοῦδ' οὐκ ἀλύξεις, εὖτ' ἂν Αἴγισθος μόλῃ.
ΗΛ. Ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρῃ, μεθεῖσά μοι
λέγειν ἃ χρῄζοιμ', οὐδ' ἐπίστασαι κλύειν.
630ΚΛ. Οὔκουν ἐάσεις οὐδ' ὑπ' εὐφήμου βοῆς
θῦσαί μ', ἐπειδὴ σοί γ' ἐφῆκα πᾶν λέγειν;
ΗΛ. Ἐῶ, κελεύω, θῦε· μηδ' ἐπαιτιῶ
τοὐμὸν στόμ', ὡς οὐκ ἂν πέρα λέξαιμ' ἔτι.
ΚΛ. Ἔπαιρε δὴ σὺ θύμαθ' ἡ παροῦσά μοι
635πάγκαρπ', ἄνακτι τῷδ' ὅπως λυτηρίους
εὐχὰς ἀνάσχω δειμάτων ἃ νῦν ἔχω.
Κλύοις ἂν ἤδη Φοῖβε προστατήριε,
κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
640πρὸς φῶς, παρούσης τῆσδε πλησίας ἐμοί,
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν·
ἀλλ' ὧδ' ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
Ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
645δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει' ἄναξ,
εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
εἰ δ' ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.
Καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
650ἀλλ' ὧδέ μ' αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
δόμους Ἀτρειδῶν σκῆπτρά τ' ἀμφέπειν τάδε,
φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
655Ταῦτ', ὦ Λύκει' Ἄπολλον, ἵλεως κλύων
δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα·
τὰ δ' ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
ἐπαξιῶ σε δαίμον' ὄντ' ἐξειδέναι·
τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ' ὁρᾶν.
660ΠΑ. Ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματ' Αἰγίσθου τάδε;
ΧΟ. Τάδ' ἐστίν, ὦ ξέν'· αὐτὸς εἴκασας καλῶς.
ΠΑ. Ἦ καὶ δάμαρτα τήνδ' ἐπεικάζων κυρῶ
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
665ΧΟ. Μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
ΠΑ. Ὦ χαῖρ', ἄνασσα· σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρ' ἀνδρὸς Αἰγίσθῳ θ' ὁμοῦ.
ΚΛ. Ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σ' ἀπέστειλεν βροτῶν.
670ΠΑ. Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
ΚΛ. Τὸ ποῖον, ὦ ξέν'; εἰπέ· παρὰ φίλου γὰρ ὢν
ἀνδρὸς, σάφ' οἶδα, προσφιλεῖς λέξεις λόγους.
ΠΑ. Τέθνηκ' Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
ΗΛ. Οἲ 'γὼ τάλαιν', ὄλωλα τῇδ' ἐν ἡμέρᾳ.
675ΚΛ. Τί φῄς, τί φῄς, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
ΠΑ. Θανόντ' Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
ΗΛ. Ἀπωλόμην δύστηνος, οὐδέν εἰμ' ἔτι.
ΚΛ. Σὺ μὲν τὰ σαυτῆς πρᾶσσ'· ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ· τῷ τρόπῳ διόλλυται;
680ΠΑ. Κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
Κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
πρόσχημ' ἀγῶνος, Δελφικῶν ἄθλων χάριν,
ὅτ' ᾔσθετ' ἀνδρὸς ὀρθίων κηρυγμάτων
δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
685εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
δρόμου δ' ἰσώσας τῇ φύσει τὰ τέρματα,
νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
Χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
οὐκ οἶδα τοιοῦδ' ἀνδρὸς ἔργα καὶ κράτη·
690ἓν δ' ἴσθ' ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
†δρόμων, διαύλων, πένταθλ' ἃ νομίζεται ,
τούτων ἐνεγκὼν πάντα τἀπινίκια,
ὠλβίζετ', Ἀργεῖος μὲν ἀνακαλούμενος,
ὄνομα δ' Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
695Ἀγαμέμνονος στράτευμ' ἀγείραντός ποτε.
Καὶ ταῦτα μὲν τοιαῦθ'· ὅταν δέ τις θεῶν
βλάπτῃ, δύναιτ' ἂν οὐδ' ἂν ἰσχύων φυγεῖν.
Κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ' ἱππικῶν
ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
700εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
Εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
Λίβυες, ζυγωτῶν ἁρμάτων ἐπιστάται·
κἀκεῖνος ἐν τούτοισι θεσσαλὰς ἔχων
ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
705ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
ὁ δ' ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
Στάντες δ' ὅθ' αὐτοὺς οἱ τεταγμένοι βραβῆς
710κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ' ἅμα
ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
κτύπου κροτητῶν ἁρμάτων· κόνις δ' ἄνω
715φορεῖθ'· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
χνόας τις αὐτῶν καὶ φρυάγμαθ' ἱππικά.
Ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
720Κεῖνος δ' ὑπ' αὐτὴν ἐσχάτην στήλην ἔχων
ἔχριμπτ' ἀεὶ σύριγγα, δεξιὸν δ' ἀνεὶς
σειραῖον ἵππον, εἶργε τὸν προσκείμενον.
Καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
ἔπειτα δ' Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
725πῶλοι βίᾳ φέρουσιν, ἐκ δ' ὑποστροφῆς,
τελοῦντες ἕκτον ἕβδομόν τ' ἤδη δρόμον,
μέτωπα συμπαίουσι βαρκαίοις ὄχοις·
κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
ἔθραυε κἀνέπιπτε, πᾶν δ' ἐπίμπλατο
730ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
Γνοὺς δ' οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
ἔξω παρασπᾷ κἀνοκωχεύει παρεὶς
κλύδων' ἔφιππον ἐν μέσῳ κυκώμενον.
Ἤλαυνε δ' ἔσχατος μέν, ὑστέρας ἔχων
735πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
ὅπως δ' ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
ὀξὺν δι' ὤτων κέλαδον ἐνσείσας θοαῖς
πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
ἠλαυνέτην, τότ' ἄλλος, ἄλλοθ' ἅτερος
740κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
Καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
ὠρθοῦθ' ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
ἔπειτα, λύων ἡνίαν ἀριστερὰν
κάμπτοντος ἵππου, λανθάνει στήλην ἄκραν
745παίσας· ἔθραυσε δ' ἄξονος μέσας χνόας,
κἀξ ἀντύγων ὤλισθε· σὺν δ' ἑλίσσεται
τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
Στρατὸς δ' ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
750δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
οἷ' ἔργα δράσας οἷα λαγχάνει κακά,
φορούμενος πρὸς οὖδας, ἄλλοτ' οὐρανῷ
σκέλη προφαίνων, ἔστε νιν διφρηλάται,
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
γνῶναι φίλων ἰδόντ' ἂν ἄθλιον δέμας.
Καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
760ὅπως πατρῴας τύμβον ἐκλάχοι χθονός.
Τοιαῦτά σοι ταῦτ' ἐστίν, ὡς μὲν ἐν λόγοις
ἀλγεινά, τοῖς δ' ἰδοῦσιν, οἵπερ εἴδομεν,
μέγιστα πάντων ὧν ὄπωπ' ἐγὼ κακῶν.
ΧΟ. Φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
ΚΛ. Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω
ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ' ἔχει,
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
ΠΑ. Τί δ' ὧδ' ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
770ΚΛ. Δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
ΠΑ. Μάτην ἄρ' ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
ΚΛ. Οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις;
εἴ μοι θανόντος πίστ' ἔχων τεκμήρια
775προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
ἀπεξενοῦτο· καί μ', ἐπεὶ τῆσδε χθονὸς
ἐξῆλθεν, οὐκέτ' εἶδεν· ἐγκαλῶν δέ μοι
φόνους πατρῴους δείν' ἐπηπείλει τελεῖν·
780ὥστ' οὔτε νυκτὸς ὕπνον οὔτ' ἐξ ἡμέρας
ἐμὲ στεγάζειν ἡδύν, ἀλλ' ὁ προστατῶν
χρόνος διῆγέ μ' αἰὲν ὡς θανουμένην.
Νῦν δ' ‑ ἡμέρᾳ γὰρ τῇδ' ἀπήλλαγμαι φόβου
πρὸς τῆσδ' ἐκείνου θ'· ἥδε γὰρ μείζων βλάβη
785ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ' ἀεὶ
ψυχῆς ἄκρατον αἷμα ‑ νῦν δ' ἕκηλά που
τῶν τῆσδ' ἀπειλῶν οὕνεχ' ἡμερεύσομεν.
ΗΛ. Οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ' ὧδ' ἔχων
790πρὸς τῆσδ' ὑβρίζῃ μητρός· ἆρ' ἔχει καλῶς;
ΚΛ. Οὔτοι σύ· κεῖνος δ', ὡς ἔχει, καλῶς ἔχει.
ΗΛ. Ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
ΚΛ. Ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
ΗΛ. Ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
795ΚΛ. Οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
ΗΛ. Πεπαύμεθ' ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
ΚΛ. Πολλῶν ἂν ἥκοις, ὦ ξέν', ἄξιος τυχεῖν,
εἰ τήνδ' ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
ΠΑ. Οὐκοῦν ἀποστείχοιμ' ἄν, εἰ τάδ' εὖ κυρεῖ.
800ΚΛ. Ἥκιστ'· ἐπείπερ οὔτ' ἐμοῦ καταξίως
πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
Ἀλλ' εἴσιθ' εἴσω· τήνδε δ' ἔκτοθεν βοᾶν
ἔα τά θ' αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
ΗΛ. Ἆρ' ὑμίν, ὡς ἀλγοῦσα κὠδυνωμένη,
805δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
τὸν υἱὸν ἡ δύστηνος ὧδ' ὀλωλότα,
ἀλλ' ἐγγελῶσα φροῦδος; Ὢ τάλαιν' ἐγώ·
Ὀρέστα φίλταθ', ὥς μ' ἀπώλεσας θανών.
Ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχῃ φρενὸς
810αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
κἀμοῦ ταλαίνης. Νῦν δὲ ποῖ με χρὴ μολεῖν;
μόνη γάρ εἰμι, σοῦ τ' ἀπεστερημένη
καὶ πατρός· ἤδη δεῖ με δουλεύειν πάλιν
815ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοί,
φονεῦσι πατρός· ἆρά μοι καλῶς ἔχει;
Ἀλλ' οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
ξύνοικος εἴσειμ', ἀλλὰ τῇδε πρὸς πύλῃ
παρεῖσ' ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
820Πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
λύπη δ', ἐὰν ζῶ· τοῦ βίου δ' οὐδεὶς πόθος.
ΧΟ. Ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων Ἅ- Str. 1.
825λιος, εἰ ταῦτ' ἐφορῶν-
τες κρύπτουσιν ἕκηλοι;
ΗΛ. Ἒ ἔ, αἰαῖ. ΧΟ. Ὦ παῖ, τί δακρύεις;
830ΗΛ. Φεῦ. ΧΟ. Μηδὲν μέγ' ἀΰσῃς.
ΗΛ. Ἀπολεῖς. ΧΟ. Πῶς;
ΗΛ. Εἰ τῶν φανερῶς οἰχομέ-
νων εἰς Ἀΐδαν ἐλπίδ' ὑπ-
835οίσεις, κατ' ἐμοῦ τακομέ-
νας μᾶλλον ἐπεμβάσῃ.
ΧΟ. Οἶδα γὰρ ἄνακτ' Ἀμφιάρεων χρυσοδέτοις ἕρ- Ant. 1.
κεσι κρυφθέντα γυναι-
840κῶν· καὶ νῦν ὑπὸ γαίας ‑
ΗΛ. Ἒ ἔ, ἰώ. ΧΟ. πάμψυχος ἀνάσσει.
ΗΛ. Φεῦ. ΧΟ. Φεῦ δῆτ'· ὀλοὰ γὰρ ‑
845ΗΛ. ἐδάμη. ΧΟ. Ναί.
ΗΛ. Οἶδ' οἶδ'· ἐφάνη γὰρ μελέ-
τωρ ἀμφὶ τὸν ἐν πένθει· ἐ-
μοὶ δ' οὔτις ἔτ' ἔσθ'· ὃς γὰρ ἔτ'
ἦν, φροῦδος ἀναρπασθείς.
ΧΟ. Δειλαία δειλαίων κυρεῖς. Str. 2.
850ΗΛ. Κἀγὼ τοῦδ' ἴστωρ, ὑπερίστωρ,
πανσύρτῳ παμμήνῳ πολλῶν
δεινῶν ‹τε› στυγνῶν τ' ἀχθῶν.
ΧΟ. Εἴδομεν ἃ θροεῖς.
ΗΛ. Μή μέ νυν μηκέτι
855παραγάγῃς, ἵν' οὐ ‑ ΧΟ. Τί φῄς;
ΗΛ. πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
εὐπατριδᾶν τ' ἀρωγαί.
860ΧΟ. Πᾶσι θνατοῖς ἔφυ μόρος. Ant. 2.
ΗΛ. Ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
οὕτως, ὡς κείνῳ δυστάνῳ,
τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
ΧΟ. Ἄσκοπος ἁ λώβα.
865ΗΛ. Πῶς γὰρ οὔκ; εἰ ξένος
ἄτερ ἐμᾶν χερῶν ‑ ΧΟ. Παπαῖ.
ΗΛ. κέκευθεν, οὔτε του τάφου ἀντιάσας
870οὔτε γόων παρ' ἡμῶν.
ΧΡ. Ὑφ' ἡδονῆς τοι, φιλτάτη, διώκομαι
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν.
875ΗΛ. Πόθεν δ' ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ' ἰδεῖν;
ΧΡ. Πάρεστ' Ὀρέστης ἡμίν, ἴσθι τοῦτ' ἐμοῦ
κλύουσ', ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
ΗΛ. Ἀλλ' ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
880σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
ΧΡ. Μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ' οὐχ ὕβριν
λέγω τάδ', ἀλλ' ἐκεῖνον ὡς παρόντα νῷν.
ΗΛ. Οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
τόνδ' εἰσακούσασ' ὧδε πιστεύεις ἄγαν;
885ΧΡ. Ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
σημεῖ' ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
ΗΛ. Τίν', ὦ τάλαιν', ἰδοῦσα πίστιν; ἐς τί μοι
βλέψασα θάλπῃ τῷδ' ἀνηκέστῳ πυρί;
ΧΡ. Πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
890τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μώραν λέγῃς.
ΗΛ. Σὺ δ' οὖν λέγ', εἴ σοι τῷ λόγῳ τις ἡδονή.
ΧΡ. Καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
Ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895πηγὰς γάλακτος, καὶ περιστεφῆ κύκλῳ
πάντων ὅσ' ἔστιν ἀνθέων θήκην πατρός·
ἰδοῦσα δ' ἔσχον θαῦμα, καὶ περισκοπῶ
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
Ὡς δ' ἐν γαλήνῃ πάντ' ἐδερκόμην τόπον,
900τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ' ὁρῶ
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
κεὐθὺς τάλαιν' ὡς εἶδον, ἐμπαίει τί μοι
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
πάντων Ὀρέστου τοῦθ' ὁρᾶν τεκμήριον·
905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
χαρᾷ δὲ πίμπλημ' εὐθὺς ὄμμα δακρύων.
Καὶ νῦν θ' ὁμοίως καὶ τότ' ἐξεπίσταμαι
μή του τόδ' ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
τῷ γὰρ προσήκει πλήν γ' ἐμοῦ καὶ σοῦ τόδε;
910Κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ' ἐπίσταμαι,
οὐδ' αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
ἔξεστ' ἀκλαύτῳ τῆσδ' ἀποστῆναι στέγης·
ἄλλ' οὐδὲ μὲν δὴ μητρὸς οὔθ' ὁ νοῦς φιλεῖ
τοιαῦτα πράσσειν οὔτε δρῶσ' ἐλάνθανεν·
915ἀλλ' ἔστ' Ὀρέστου ταῦτα τἀπιτίμια.
Ἀλλ', ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ·
νῷν ἦν τὰ πρόσθε στυγνός; ἡ δὲ νῦν ἴσως
πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
920ΗΛ. Φεῦ τῆς ἀνοίας, ὥς σ' ἐποικτίρω πάλαι.
ΧΡ. Τί δ' ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
ΗΛ. Οὐκ οἶσθ' ὅποι γῆς οὐδ' ὅποι γνώμης φέρῃ.
ΧΡ. Πῶς δ' οὐκ ἐγὼ κάτοιδ' ἅ γ' εἶδον ἐμφανῶς;
ΗΛ. Τέθνηκεν, ὦ τάλαινα· τἀκείνου δέ σοι
925σωτήρι' ἔρρει· μηδὲν ἐς κεῖνόν γ' ὅρα.
ΧΡ. Οἴμοι τάλαινα· τοῦ τάδ' ἤκουσας βροτῶν;
ΗΛ. Τοῦ πλησίον παρόντος ἡνίκ' ὤλλυτο.
ΧΡ. Καὶ ποῦ 'στιν οὗτος; θαῦμά τοί μ' ὑπέρχεται.
ΗΛ. Κατ' οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
930ΧΡ. Οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ' ἦν
τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
ΗΛ. Οἶμαι μάλιστ' ἔγωγε τοῦ τεθνηκότος
μνημεῖ' Ὀρέστου ταῦτα προσθεῖναί τινα.
ΧΡ. Ὢ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους
935τοιούσδ' ἔχουσ' ἔσπευδον, οὐκ εἰδυῖ' ἄρα
ἵν' ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ' ἱκόμην,
τά τ' ὄντα πρόσθεν ἄλλα θ' εὑρίσκω κακά.
ΗΛ. Οὕτως ἔχει σοι ταῦτ'· ἐὰν δέ μοι πίθῃ,
τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
940ΧΡ. Ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
ΗΛ. Οὐκ ἔσθ' ὅ γ' εἶπον· οὐ γὰρ ὧδ' ἄφρων ἔφυν.
ΧΡ. Τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
ΗΛ. Τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
ΧΡ. Ἀλλ' εἴ τις ὠφέλειά γ', οὐκ ἀπώσομαι.
945ΗΛ. Ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
ΧΡ. Ὁρῶ· ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
ΗΛ. Ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
Παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
ὡς οὔτις ἡμῖν ἐστιν, ἀλλ' Ἅιδης λαβὼν
950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον·
ἐγὼ δ', ἕως μὲν τὸν κασίγνητον βίῳ
θάλλοντ' ἔτ' εἰσήκουον, εἶχον ἐλπίδας
φόνου ποτ' αὐτὸν πράκτορ' ἵξεσθαι πατρός·
νῦν δ', ἡνίκ' οὐκέτ' ἔστιν, εἰς σὲ δὴ βλέπω,
955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
ξὺν τῇδ' ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν,
Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ' ἔτι.
Ποῖ γὰρ μενεῖς ῥᾴθυμος ἐς τίν' ἐλπίδων
βλέψασ' ἔτ' ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δ' ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
Καὶ τῶνδε μέντοι μηκέτ' ἐλπίσῃς ὅπως
τεύξῃ ποτ'· οὐ γὰρ ὧδ' ἄβουλός ἐστ' ἀνὴρ
965Αἴγισθος, ὥστε σόν ποτ' ἢ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
Ἀλλ' ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσῃ τοῦ κασιγνήτου θ' ἅμα·
970ἔπειτα δ', ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλῇ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξῃ· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
Λόγῳ γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ' ἐμοί;
975Τίς γάρ ποτ' ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδ' ἐπαίνοις οὐχὶ δεξιώσεται;
"Ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτέ,
980ψυχῆς ἀφειδήσαντε, προὐστήτην φόνου·
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν·
τώδ' ἔν θ' ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκ' ἀνδρείας χρεών."
Τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
985ζώσαιν θανούσαιν θ' ὥστε μὴ 'κλιπεῖν κλέος.
Ἀλλ', ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμν' ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ' ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
990ΧΟ. Ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
ΧΡ. Καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
ἐτύγχαν' αὕτη μὴ κακῶν, ἐσῴζετ' ἂν
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
995Ποῖ γάρ ποτ' ἐμβλέψασα τοιοῦτον θράσος
αὐτή θ' ὁπλίζῃ κἄμ' ὑπηρετεῖν καλεῖς;
Οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ' ἀνὴρ ἔφυς,
σθένεις δ' ἔλασσον τῶν ἐναντίων χερί.
Δαίμων δὲ τοῖς μὲν εὐτυχὴς καθ' ἡμέραν,
1000ἡμῖν δ' ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
Τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
Ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθ', εἴ τις τούσδ' ἀκούσεται λόγους.
1005Λύει γὰρ ἡμᾶς οὐδὲν οὐδ' ἐπωφελεῖ
βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν·
οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ' ὅταν θανεῖν
χρῄζων τις εἶτα μηδὲ τοῦτ' ἔχῃ λαβεῖν.
Ἀλλ' ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
1010ἡμᾶς τ' ὀλέσθαι κἀξερημῶσαι γένος,
κατάσχες ὀργήν. Καὶ τὰ μὲν λελεγμένα
ἄρρητ' ἐγώ σοι κἀτελῆ φυλάξομαι,
αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
1015ΧΟ. Πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ.
ΗΛ. Ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ'
ᾔδειν σ' ἀπορρίψουσαν ἁπηγγελλόμην.
Ἀλλ' αὐτόχειρί μοι μόνῃ τε δραστέον
1020τοὔργον τόδ'· οὐ γὰρ δὴ κενόν γ' ἀφήσομεν.
ΧΡ. Φεῦ·
εἴθ' ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
θνῄσκοντος εἶναι· πάντα γ' ἂν κατειργάσω.
ΗΛ. Ἀλλ' ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
ΧΡ. Ἄσκει τοιαύτη νοῦν δι' αἰῶνος μένειν.
1025ΗΛ. Ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
ΧΡ. Εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
ΗΛ. Ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
ΧΡ. Ἀνέξομαι κλύουσα χὤταν ‹μ'› εὖ λέγῃς.
ΗΛ. Ἀλλ' οὔ ποτ' ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
1030ΧΡ. Μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
ΗΛ. Ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
ΧΡ. Ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
ΗΛ. Ἐλθοῦσα μητρὶ ταῦτα πάντ' ἔξειπε σῇ.
ΧΡ. Οὐδ' αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ' ἐγώ.
1035ΗΛ. Ἀλλ' οὖν ἐπίστω γ' οἷ μ' ἀτιμίας ἄγεις.
ΧΡ. Ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
ΗΛ. Τῷ σῷ δικαίῳ δῆτ' ἐπισπέσθαι με δεῖ;
ΧΡ. Ὅταν γὰρ εὖ φρονῇς, τόθ' ἡγήσῃ σὺ νῷν.
ΗΛ. Ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
1040ΧΡ. Εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
ΗΛ. Τί δ'; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
ΧΡ. Ἀλλ' ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
ΗΛ. Τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
ΧΡ. Ἀλλ' εἰ ποήσεις ταῦτ', ἐπαινέσεις ἐμέ.
1045ΗΛ. Καὶ μὴν ποήσω γ', οὐδὲν ἐκπλαγεῖσά σε.
ΧΡ. Καὶ τοῦτ' ἀληθές, οὐδὲ βουλεύσῃ πάλιν;
ΗΛ. Βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
ΧΡ. Φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
ΗΛ. Πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
1050ΧΡ. Ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ' ἔπη
τολμᾷς ἐπαινεῖν οὔτ' ἐγὼ τοὺς σοὺς τρόπους.
ΗΛ. Ἀλλ' εἴσιθ'· οὔ σοι μὴ μεθέψομαί ποτε,
οὐδ' ἢν σφόδρ' ἱμείρουσα τυγχάνῃς· ἐπεὶ
πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
1055ΧΡ. Ἀλλ' εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι
φρονεῖν, φρόνει τοιαῦθ'· ὅταν γὰρ ἐν κακοῖς
ἤδη βεβήκῃς, τἄμ' ἐπαινέσεις ἔπη.
ΧΟ. Τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰω- Str. 1.
νοὺς ἐσορώμενοι τροφᾶς
1060κηδομένους ἀφ' ὧν τε βλά-
στωσιν ἀφ' ὧν τ' ὄνασιν εὕ-
ρωσι, τάδ' οὐκ ἐπ' ἴσας τελοῦμεν;
Ἀλλ' οὐ τὰν Διὸς ἀστραπὰν
καὶ τὰν οὐρανίαν Θέμιν,
1065δαρὸν οὐκ ἀπόνητοι.
Ὦ χθονία βροτοῖσι Φά-
μα, κατά μοι βόασον οἰκ-
τρὰν ὄπα τοῖς ἔνερθ' Ἀτρεί-
δαις, ἀχόρευτα φέρουσ' ὀνείδη·
1070ὅτι σφιν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ- Ant. 1.
ται τὰ δὲ πρὸς τέκνων διπλῆ
φύλοπις οὐκέτ' ἐξισοῦ-
ται φιλοτασίῳ διαί-
τᾳ· πρόδοτος δὲ μόνα σαλεύει
1075Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς
δειλαία στενάχουσ', ὅπως
ἁ πάνδυρτος ἀηδών,
οὔτε τι τοῦ θανεῖν προμη-
θὴς τό τε μὴ βλέπειν ἑτοί-
1080μα, διδύμαν ἑλοῦσ' ἐρι-
νύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;
Οὐδεὶς τῶν ἀγαθῶν ζῶν κακῶς Str. 2.
εὔκλειαν αἰσχῦναι θέλει
1085νώνυμος, ὦ παῖ, παῖ·
ὡς καὶ σὺ πάγκλαυτον αἰ-
ῶνα κοινὸν εἵλου,
τὸ μὴ καλὸν καθοπλίσα-
σα δύο φέρειν ‹ἐν› ἑνὶ λόγῳ,
σοφά τ' ἀρίστα τε παῖς κεκλῆσθαι.
1090Ζῴης μοι καθύπερθεν χερὶ Ant. 2.
πλούτῳ τε τῶν ἐχθρῶν, ὅσον
νῦν ὑπόχειρ ναίεις·
ἐπεί σ' ἐφεύρηκα μοί-
ρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
1095βεβῶσαν, ἃ δὲ μέγιστ' ἔβλασ-
τε νόμιμα, τῶνδε φερομέναν
ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
ΟΡ. Ἆρ', ὦ γυναῖκες, ὀρθά τ' εἰσηκούσαμεν
ὀρθῶς θ' ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
1100ΧΟ. Τί δ' ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
ΟΡ. Αἴγισθον ἔνθ' ᾤκηκεν ἱστορῶ πάλαι.
ΧΟ. Ἀλλ' εὖ θ' ἱκάνεις χὠ φράσας ἀζήμιος.
ΟΡ. Τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
1105ΧΟ. Ἥδ', εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
ΟΡ. Ἴθ', ὦ γύναι, δήλωσον εἰσελθοῦσ' ὅτι
Φωκῆς ματεύουσ' ἄνδρες Αἴγισθόν τινες.
ΗΛ. Οἴμοι τάλαιν', οὐ δή ποθ' ἧς ἠκούσαμεν
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
1110ΟΡ. Οὐκ οἶδα τὴν σὴν κληδόν'· ἀλλά μοι γέρων
ἐφεῖτ' Ὀρέστου Στροφίος ἀγγεῖλαι πέρι.
ΗΛ. Τί δ' ἔστιν, ὦ ξέν'; ὥς μ' ὑπέρχεται φόβος.
ΟΡ. Φέροντες αὐτοῦ σμικρὰ λείψαν' ἐν βραχεῖ
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
1115ΗΛ. Οἲ 'γὼ τάλαινα, τοῦτ' ἐκεῖν', ἤδη σαφὲς
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
ΟΡ. Εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
τόδ' ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
ΗΛ. Ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
1120κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
ΟΡ. Δόθ' ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
ἐν δυσμενείᾳ γ' οὖσ' ἐπαιτεῖται τόδε,
1125ἀλλ' ἢ φίλων τις, ἢ πρὸς αἵματος φύσιν.
ΗΛ. Ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
ψυχῆς Ὀρέστου λοιπόν, ὡς ‹σ'› ἀπ' ἐλπίδων
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
Νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
1130δόμων δέ σ', ὦ παῖ, λαμπρὸν ἐξέπεμψ' ἐγώ·
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθ' ἡμέρᾳ,
1135τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
Νῦν δ' ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου σῆς κασιγνήτης δίχα·
κοὔτ' ἐν φίλαισι χερσὶν ἡ τάλαιν' ἐγὼ
λουτροῖς σ' ἐκόσμησ', οὔτε παμφλέκτου πυρὸς
1140ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος·
ἀλλ' ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
Οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
ἀνωφελήτου, τὴν ἐγὼ θάμ' ἀμφὶ σοὶ
1145πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε
μητρὸς σύ γ' ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
οὔθ' οἱ κατ' οἶκον ἦσαν, ἀλλ' ἐγὼ τροφός·
ἐγὼ δ' ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
Νῦν δ' ἐκλέλοιπε ταῦτ' ἐν ἡμέρᾳ μιᾷ
1150θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας
θύελλ' ὅπως βέβηκας· οἴχεται πατήρ·
τέθνηκ' ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών·
γελῶσι δ' ἐχθροί· μαίνεται δ' ὑφ' ἡδονῆς
μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
1155φήμας λάθρᾳ προὔπεμπες ὡς φανούμενος
τιμωρὸς αὐτός. Ἀλλὰ ταῦθ' ὁ δυστυχὴς
δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
ὅς σ' ὧδέ μοι προὔπεμψεν, ἀντὶ φιλτάτης
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
1160Οἴμοι μοι.
Ὦ δέμας οἰκτρόν. Φεῦ, φεῦ.
Ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθ', ὥς μ' ἀπώλεσας·
ἀπώλεσας δῆτ', ὦ κασίγνητον κάρα.
1165Τοιγὰρ σὺ δέξαι μ' ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν· καὶ γάρ, ἡνίκ' ἦσθ' ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου·
1170τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
ΧΟ. Θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει·
θνητὸς δ' Ὀρέστης· ὥστε μὴ λίαν στένε·
πᾶσιν γὰρ ἡμῖν τοῦτ' ὀφείλεται παθεῖν.
ΟΡ. Φεῦ φεῦ· τί λέξω; ποῖ λόγων ἀμηχανῶν
1175ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
ΗΛ. Τί δ' ἔσχες ἄλγος; πρὸς τί τοῦτ' εἰπὼν κυρεῖς;
ΟΡ. Ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
ΗΛ. Τόδ' ἔστ' ἐκεῖνο, καὶ μάλ' ἀθλίως ἔχον.
ΟΡ. Οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
1180ΗΛ. Οὐ δή ποτ', ὦ ξέν', ἀμφ' ἐμοὶ στένεις τάδε;
ΟΡ. Ὦ σῶμ' ἀτίμως κἀθέως ἐφθαρμένον.
ΗΛ. Οὔτοι ποτ' ἄλλην ἢ 'μὲ δυσφημεῖς, ξένε.
ΟΡ. Φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς.
ΗΛ. Τί μοί ποτ', ὦ ξέν', ὧδ' ἐπισκοπῶν στένεις;
1185ΟΡ. Ὅσ' οὐκ ἄρ' ᾔδειν τῶν ἐμῶν ἐγὼ κακῶν.
ΗΛ. Ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
ΟΡ. Ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
ΗΛ. Καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
ΟΡ. Καὶ πῶς γένοιτ' ἂν τῶνδ' ἔτ' ἐχθίω βλέπειν;
1190ΗΛ. Ὁθούνεκ' εἰμὶ τοῖς φονεῦσι σύντροφος.
ΟΡ. Τοῖς τοῦ; πόθεν τοῦτ' ἐξεσήμηνας κακόν;
ΗΛ. Τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
ΟΡ. Τίς γάρ σ' ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
ΗΛ. Μήτηρ καλεῖται, μητρὶ δ' οὐδὲν ἐξισοῖ.
1195ΟΡ. Τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
ΗΛ. Καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
ΟΡ. Οὐδ' οὑπαρήξων οὐδ' ὁ κωλύσων πάρα;
ΗΛ. Οὐ δῆθ'· ὃς ἦν γάρ μοι, σὺ προὔθηκας σποδόν.
ΟΡ. Ὦ δύσποτμ', ὡς ὁρῶν σ' ἐποικτίρω πάλαι.
1200ΗΛ. Μόνος βροτῶν νυν ἴσθ' ἐποικτίρας ποτέ.
ΟΡ. Μόνος γὰρ ἥκω τοῖσι σοῖς ἀλγῶν κακοῖς.
ΗΛ. Οὐ δή ποθ' ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
ΟΡ. Ἐγὼ φράσαιμ' ἄν, εἰ τὸ τῶνδ' εὔνουν πάρα.
ΗΛ. Ἀλλ' ἔστιν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
1205ΟΡ. Μέθες τόδ' ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
ΗΛ. Μὴ δῆτα πρὸς θεῶν τοῦτό μ' ἐργάσῃ, ξένε.
ΟΡ. Πείθου λέγοντι κοὐχ ἁμαρτήσῃ ποτέ.
ΗΛ. Μή, πρὸς γενείου, μὴ 'ξέλῃ τὰ φίλτατα.
ΟΡ. Οὔ φημ' ἐάσειν.
ΗΛ. Ὢ τάλαιν' ἐγὼ σέθεν,
1210Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
ΟΡ. Εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
ΗΛ. Πῶς τὸν θανόντ' ἀδελφὸν οὐ δίκῃ στένω;
ΟΡ. Οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
ΗΛ. Οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
1215ΟΡ. Ἄτιμος οὐδενὸς σύ· τοῦτο δ' οὐχὶ σόν.
ΗΛ. Εἴπερ γ' Ὀρέστου σῶμα βαστάζω τόδε.
ΟΡ. Ἀλλ' οὐκ Ὀρέστου, πλὴν λόγῳ γ' ἠσκημένον.
ΗΛ. Ποῦ δ' ἔστ' ἐκείνου τοῦ ταλαιπώρου τάφος;
ΟΡ. Οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
1220ΗΛ. Πῶς εἶπας, ὦ παῖ;
ΟΡ. Ψεῦδος οὐδὲν ὧν λέγω.
ΗΛ. Ἦ ζῇ γὰρ ἁνήρ;
ΟΡ. Εἴπερ ἔμψυχός γ' ἐγώ.
ΗΛ. ἦ γὰρ σὺ κεῖνος;
ΟΡ. Τήνδε προσβλέψασά μου
σφραγῖδα πατρὸς ἔκμαθ' εἰ σαφῆ λέγω.
ΗΛ. Ὦ φίλτατον φῶς.
ΟΡ. Φίλτατον, ξυμμαρτυρῶ.
1225ΗΛ. Ὦ φθέγμ', ἀφίκου;
ΟΡ. Μηκέτ' ἄλλοθεν πύθῃ
ΗΛ. Ἔχω σε χερσίν;
ΟΡ. Ὡς τὰ λοίπ' ἔχοις ἀεί.
ΗΛ. Ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,
ὁρᾶτ' Ὀρέστην τόνδε, μηχαναῖσι μὲν
θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
1230ΧΟ. Ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι
γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
ΗΛ. Ἰὼ γοναί, Str.
γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
ἐμόλετ' ἀρτίως,
1235ἐφεύρετ', ἤλθετ', εἴδεθ' οὓς ἐχρῄζετε.
ΟΡ. Πάρεσμεν· ἀλλὰ σῖγ' ἔχουσα πρόσμενε.
ΗΛ. Τί δ' ἔστιν;
ΟΡ. Σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
ΗΛ. Οὐ τὰν Ἄρτεμιν τὰν αἰὲν ἀδμήταν,
1240τόδε μὲν οὔ ποτ' ἀξιώσω τρέσαι
περισσὸν ἄχθος ἔνδον
γυναικῶν ὂν αἰεί.
ΟΡ. Ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
ἔνεστιν· εὖ δ' ἔξοισθα πειραθεῖσά που.
1245ΗΛ. Ὀτοτοτοτοῖ τοτοῖ,
ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
οὐδέ ποτε λησόμενον ἁμέτερον
1250οἷον ἔφυ κακόν.
ΟΡ. Ἔξοιδα καὶ ταῦτ'· ἀλλ' ὅταν παρουσία
φράζῃ, τότ' ἔργων τῶνδε μεμνῆσθαι χρεών.
ΗΛ. Ὁ πᾶς ἐμοί, Ant.
ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν
1255τάδε δίκᾳ χρόνος·
μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
ΟΡ. Ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.
ΗΛ. Τί δρῶσα;
ΟΡ. Οὗ μή 'στι καιρός, μὴ μακρὰν βούλου λέγειν.
1260ΗΛ. Τίς οὖν ἀξίαν σοῦ γε πεφηνότος
μεταβάλοιτ' ἂν ὧδε σιγὰν λόγων;
ἐπεί σε νῦν ἀφράστως
ἀέλπτως τ' ἐσεῖδον.
ΟΡ. Τότ' εἶδες, ὅτε θεοί μ' ˘ ˉ ˘ ˉ ˘ ˉ
˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ὤτρυναν μολεῖν.
1265ΗΛ. Ἔφρασας ὑπερτέραν
τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν
ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον
1270αὐτὸ τίθημ' ἐγώ.
ΟΡ. Τὰ μέν σ' ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ
δέδοικα λίαν ἡδονῇ νικωμένην.
ΗΛ. Ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν Epode.
ἐπαξιώσας ὧδέ μοι φανῆναι,
1275μή τί με, πολύπονον ὧδ' ἰδὼν ‑
ΟΡ. Τί μὴ ποήσω;
ΗΛ. μή μ' ἀποστερήσῃς
τῶν σῶν προσώπων ἡδονὰν μεθέσθαι.
ΟΡ. Ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
ΗΛ. Ξυναινεῖς;
1280ΟΡ. Τί μὴν οὔ;
ΗΛ. Ὦ φίλ', ἔκλυον ἃν ἐγὼ οὐδ' ἂν ἤλπισ' αὐδάν·
ἔσχον ὀργὰν ἄναυδον
οὐδὲ σὺν βοᾷ κλύουσ' ἁ τάλαινα.
1285Νῦν δ' ἔχω σε· προὐφάνης δὲ
φιλτάταν ἔχων πρόσοψιν,
ἇς ἐγὼ οὐδ' ἂν ἐν κακοῖς λαθοίμαν.
ΟΡ. Τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με
1290μήθ' ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
ἀντλεῖ, τὰ δ' ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·
χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
Ἃ δ' ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
σήμαιν', ὅπου φανέντες ἢ κεκρυμμένοι
1295γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
Οὕτω δ' ὅπως μήτηρ σε μὴ 'πιγνώσεται
φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·
ἀλλ' ὡς ἐπ' ἄτῃ τῇ μάτην λελεγμένῃ
στέναζ'· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
1300χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
ΗΛ. Ἀλλ', ὦ κασίγνηθ' ὧδ' ὅπως καὶ σοὶ φίλον,
καὶ τοὐμὸν ἔσται τῇδ'· ἐπεὶ τὰς ἡδονὰς
πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην.
Κοὐδ' ἄν σε λυπήσασα δεξαίμην βραχὺ
1305αὐτὴ μέγ' εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς
ὑπηρετοίμην τῷ παρόντι δαίμονι.
Ἀλλ' οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
ὁθούνεκ' Αἴγισθος μὲν οὐ κατὰ στέγας,
μήτηρ δ' ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ' ὡς
1310γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα·
μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
κἀπεί σ' ἐσεῖδον, οὔ ποτ' ἐκλήξω χαρᾶς
δακρυρροοῦσα. Πῶς γὰρ ἂν λήξαιμ' ἐγώ,
ἥτις μιᾷ σε τῇδ' ὁδῷ θανόντα τε
1315καὶ ζῶντ' ἐσεῖδον; εἴργασαι δέ μ' ἄσκοπα,
ὥστ', εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ' ἂν
τέρας νομίζειν αὐτό, πιστεύειν δ' ὁρᾶν.
Ὅτ' οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδὸν,
ἄρχ' αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
1320οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς
ἔσωσ' ἐμαυτήν, ἢ καλῶς ἀπωλόμην.
ΟΡ. Σιγᾶν ἐπῄνεσ'· ὡς ἐπ' ἐξόδῳ κλύω
τῶν ἔνδοθεν χωροῦντος.
ΗΛ. Εἴσιτ', ὦ ξένοι,
ἄλλως τε καὶ φέροντες οἷ' ἂν οὔτε τις
1325δόμων ἀπώσαιτ' οὔτ' ἂν ἡσθείη λαβών.
ΠΑ. Ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
πότερα παρ' οὐδὲν τοῦ βίου κήδεσθ' ἔτι;
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενὴς,
ὅτ' οὐ παρ' αὐτοῖς, ἀλλ' ἐν αὐτοῖσιν κακοῖς
1330τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
Ἀλλ' εἰ σταθμοῖσι τοῖσδε μὴ 'κύρουν ἐγὼ
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
τὰ δρώμεν' ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
νῦν δ' εὐλάβειαν τῶνδε προὐθέμην ἐγώ.
1335Καὶ νῦν, ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς,
εἴσω παρέλθεθ'· ὡς τὸ μὲν μέλλειν κακὸν
ἐν τοῖς τοιούτοις ἔστ', ἀπηλλάχθαι δ' ἀκμή.
ΟΡ. Πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
1340ΠΑ. Καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
ΟΡ. Ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
ΠΑ. Εἷς τῶν ἐν Ἅιδου μάνθαν' ἐνθάδ' ὢν ἀνήρ.
ΟΡ. Χαίρουσιν ἐν τούτοισιν; ἢ τίνες λόγοι;
ΠΑ. Τελουμένων εἴποιμ' ἄν· ὡς δὲ νῦν ἔχει,
1345καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
ΗΛ. Τίς οὗτός ἐστ', ἀδελφέ; πρὸς θεῶν, φράσον.
ΟΡ. Οὐχὶ ξυνίης;
ΗΛ. Οὐδέ γ' ἐς θυμὸν φέρω.
ΟΡ. Οὐκ οἶσθ' ὅτῳ μ' ἔδωκας ἐς χέρας ποτέ;
ΗΛ. Ποίῳ; τί φωνεῖς;
ΟΡ. Οὗ τὸ Φωκέων πέδον
1350ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
ΗΛ. Ἦ κεῖνος οὗτος ὅν ποτ' ἐκ πολλῶν ἐγὼ
μόνον προσεῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
ΟΡ. Ὅδ' ἐστί· μή μ' ἔλεγχε πλείοσιν λόγοις.
ΗΛ. Ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
1355Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ
ὃς τόνδε κἄμ' ἔσωσας ἐκ πολλῶν πόνων;
Ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ' ἔχων
ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
ξυνών μ' ἔληθες οὐδ' ἔφαινες, ἀλλά με
1360λόγοις ἀπώλλυς, ἔργ' ἔχων ἥδιστ' ἐμοί;
Χαῖρ', ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·
χαῖρ'· ἴσθι δ' ὡς μάλιστά σ' ἀνθρώπων ἐγὼ
ἤχθηρα κἀφίλησ' ἐν ἡμέρᾳ μιᾷ.
ΠΑ. Ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους,
1365πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ' ἴσαι
αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
Σφῷν δ' ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμήστρα μόνη,
νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ' ἐφέξετον,
1370φροντίζεθ' ὡς τούτοις τε καὶ σοφωτέροις
ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
ΟΡ. Οὐκ ἂν μακρῶν ἔθ' ἡμὶν οὐδὲν ἂν λόγων,
Πυλάδη, τόδ' εἴη τοὔργον, ἀλλ' ὅσον τάχος
χωρεῖν ἔσω, πατρῷα προσκύσανθ' ἕδη
1375θεῶν, ὅσοι‹περ› πρόπυλα ναίουσιν τάδε.
ΗΛ. Ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε,
ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
ἀφ' ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί.
Νῦν δ', ὦ Λύκει' Ἄπολλον, ἐξ οἵων ἔχω
1380αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων
ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια
τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
ΧΟ. Ἴδεθ' ὅπου προνέμεται Str.
1385τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης·
βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
μετάδρομοι κακῶν πανουργημάτων
ἄφυκτοι κύνες·
ὥστ' οὐ μακρὰν ἔτ' ἀμμενεῖ
1390τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
Παράγεται γὰρ ἐνέρων Ant.
δολιόπους ἀρωγὸς εἴσω στέγας,
ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
νεακόνητον αἷμα χειροῖν ἔχων·
1395ὁ Μαίας δὲ παῖς
Ἑρμῆς σφ' ἄγει δόλον σκότῳ
κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ' ἀμμένει.
ΗΛ. Ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
1400ΧΟ. Πῶς δή; τί νῦν πράσσουσιν;
ΗΛ. Ἡ μὲν ἐς τάφον
λέβητα κοσμεῖ, τὼ δ' ἐφέστατον πέλας.
ΧΟ. Σὺ δ' ἐκτὸς ᾖξας πρὸς τί;
ΗΛ. Φρουρήσουσ' ὅπως
Αἴγισθος ‹αὖθις› μὴ λάθῃ μολὼν ἔσω.
ΚΛ. Αἰαῖ. Ἰὼ στέγαι
1405φίλων ἔρημοι, τῶν δ' ἀπολλύντων πλέαι.
ΗΛ. Βοᾷ τις ἔνδον· οὐκ ἀκούετ', ὦ φίλαι;
ΧΟ. Ἤκουσ' ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. Str.
ΚΛ. Οἴμοι τάλαιν'· Αἴγισθε, ποῦ ποτ' ὢν κυρεῖς;
ΗΛ. Ἰδοὺ μάλ' αὖ θροεῖ τις.
1410ΚΛ. Ὦ τέκνον, τέκνον,
οἴκτιρε τὴν τεκοῦσαν.
ΗΛ. Ἀλλ' οὐκ ἐκ σέθεν
ᾠκτίρεθ' οὗτος οὔθ' ὁ γεννήσας πατήρ.
ΧΟ. Ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
μοῖρα καθαμερία φθίνει, φθίνει.
1415ΚΛ. Ὤμοι πέπληγμαι.
ΗΛ. Παῖσον, εἰ σθένεις, διπλῆν.
ΚΛ. Ὤμοι μάλ' αὖθις.
ΗΛ. Εἰ γὰρ Αἰγίσθῳ θ' ὁμοῦ.
ΧΟ. Τελοῦσ' ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι·
1420παλίρρυτον γὰρ αἷμ' ὑπεξαιροῦσι τῶν
κτανόντων οἱ πάλαι θανόντες.
ΧΟ. Καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδ' ἔχω ψέγειν.
ΗΛ. Ὀρέστα, πῶς κυρεῖ‹τε›;
ΟΡ. Τἀν δόμοισι μὲν
1425καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
ΗΛ. Τέθνηκεν ἡ τάλαινα;
ΟΡ. Μηκέτ' ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμ' ἀτιμάσει ποτέ.
ΗΛ. ˘ ˉ ˘ ˉ ˘ ˉ
˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΟΡ. ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΧΟ. Παύσασθε. Λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. Ant.
ΟΡ. ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
1430ΗΛ. Ὦ παῖδες, οὐκ ἄψορρον;
ΟΡ. Εἰσορᾶτέ που
τὸν ἄνδρ'; ἐφ' ἡμῖν οὗτος;
ΗΛ. Ἐκ προαστίου
χωρεῖ γεγηθὼς ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ΧΟ. Βᾶτε κατ' ἀντιθύρων ὅσον τάχιστα,
νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ' ὡς πάλιν.
1435ΟΡ. Θάρσει, τελοῦμεν.
ΗΛ. Ἧι νοεῖς ἔπειγέ νυν.
ΟΡ. Καὶ δὴ βέβηκα.
ΗΛ. Τἀνθάδ' ἂν μέλοιτ' ἐμοί.
ΧΟ. Δι' ὠτὸς ἂν παῦρά γ' ὡς ἠπίως ἐννέπειν
1440πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
ΑΙΓΙΣΘΟΣ
Τίς οἶδεν ὑμῶν ποῦ ποθ' οἱ Φωκῆς ξένοι
οὕς φασ' Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
λελοιπόθ' ἱππικοῖσιν ἐν ναυαγίοις;
1445Σέ τοι, σὲ κρίνω, ναὶ σὲ τὴν ἐν τῷ πάρος
χρόνῳ θρασεῖαν· ὡς μάλιστά σοι μέλειν
οἶμαι, μάλιστα δ' ἂν κατειδυῖαν φράσαι.
ΗΛ. Ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
ἔξωθεν εἴην τῶν ἐμῶν γε φιλτάτων.
1450ΑΙ. Ποῦ δῆτ' ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
ΗΛ. Ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
ΑΙ. Ἦ καὶ θανόντ' ἤγγειλαν ὡς ἐτητύμως;
ΗΛ. Οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
ΑΙ. Πάρεστ' ἄρ' ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
1455ΗΛ. Πάρεστι δῆτα καὶ μάλ' ἄζηλος θέα.
ΑΙ. Ἦ πολλὰ χαίρειν μ' εἶπας οὐκ εἰωθότως.
ΗΛ. Χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε.
ΑΙ. Σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας
πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ' ὁρᾶν,
1460ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
ἐξῄρετ' ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
στόμια δέχηται τἀμά, μηδὲ πρὸς βίαν
ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
ΗΛ. Καὶ δὴ τελεῖται τἀπ' ἐμοῦ· τῷ γὰρ χρόνῳ
1465νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
ΑΙ. Ὦ Ζεῦ, δέδορκα φάσμ' ἄνευ φθόνου μὲν οὐ
πεπτωκός· εἰ δ' ἔπεστι νέμεσις, οὐ λέγω.
Χαλᾶτε πᾶν κάλυμμ' ἀπ' ὀφθαλμῶν, ὅπως
τὸ συγγενές γε κἀπ' ἐμοῦ θρήνων τύχῃ.
1470ΟΡ. Αὐτὸς σὺ βάσταζ'· οὐκ ἐμὸν τόδ', ἀλλὰ σόν,
τὸ ταῦθ' ὁρᾶν τε καὶ προσηγορεῖν φίλους.
ΑΙ. Ἀλλ' εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
εἴ που κατ' οἶκόν μοι Κλυταιμήστρα, κάλει.
ΟΡ. Αὕτη πέλας σοῦ· μηκέτ' ἄλλοσε σκόπει.
1475ΑΙ. Οἴμοι, τί λεύσσω;
ΟΡ. Τίνα φοβῇ; τίν' ἀγνοεῖς;
ΑΙ. Τίνων ποτ' ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις
πέπτωχ' ὁ τλήμων;
ΟΡ. Οὐ γὰρ αἰσθάνῃ πάλαι
ζῶν τοῖς θανοῦσιν οὕνεκ' ἀνταυδᾷς ἴσα;
ΑΙ. Οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ' ὅπως
1480ὅδ' οὐκ Ὀρέστης ἔσθ' ὁ προσφωνῶν ἐμέ.
ΟΡ. Καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι;
ΑΙ. Ὄλωλα δὴ δείλαιος. Ἀλλά μοι πάρες
κἂν σμικρὸν εἰπεῖν.
ΗΛ. Μὴ πέρα λέγειν ἔα,
πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.
1485Τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
θνῄσκειν ὁ μέλλων τοῦ χρόνου κέρδος φέροι;
Ἀλλ' ὡς τάχιστα κτεῖνε, καὶ κτανὼν πρόθες
ταφεῦσιν ὧν τόνδ' εἰκός ἐστι τυγχάνειν,
ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ' ἂν κακῶν
1490μόνον γένοιτο τῶν πάλαι λυτήριον.
ΟΡ. Χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ
νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
ΑΙ. Τί δ' ἐς δόμους ἄγεις με; πῶς, τόδ' εἰ καλὸν
τοὔργον, σκότου δεῖ, κοὐ πρόχειρος εἶ κτανεῖν;
1495ΟΡ. Μὴ τάσσε· χώρει δ' ἔνθαπερ κατέκτανες
πατέρα τὸν ἀμόν, ὡς ‹ἂν› ἐν ταὐτῷ θάνῃς.
ΑΙ. Ἦ πᾶσ' ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν
τά τ' ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
ΟΡ. Τὰ γοῦν σ'· ἐγώ σοι μάντις εἰμὶ τῶνδ' ἄκρος.
1500ΑΙ. Ἀλλ' οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
ΟΡ. Πόλλ' ἀντιφωνεῖς, ἡ δ' ὁδὸς βραδύνεται·
ἀλλ' ἕρφ'.
ΑΙ. Ὑφηγοῦ.
ΟΡ. Σοὶ βαδιστέον πάρος.
ΑΙ. Ἦ μὴ φύγω σε;
ΟΡ. Μὴ μὲν οὖν καθ' ἡδονὴν
θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.
1505Χρῆν δ' εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,
ὅστις πέρα πράσσειν γε τῶν νόμων θέλει,
κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
ΧΟ. Ὦ σπέρμ' Ἀτρέως, ὡς πολλὰ παθὸν
δι' ἐλευθερίας μόλις ἐξῆλθες
1510τῇ νῦν ὁρμῇ τελεωθέν.