2709 195 0 8 1 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari XV Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 6

Anthologia Graeca XV

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

ΣΥΜΜΙΚΤΑ

1

Ζωοτύπος τόλμησεν, ἃ μὴ θέμις, εἰκόνι γράψαι,

εὐεπίη δ' ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου

ἐγγὺς ἀληθείης γε· γραφὴ δ' ἐψεύσατο πάντα.

2

-

Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος

Μαρκιανὸς σκηπτοῦχος ὑπ' ἐννεσίῃσιν ὑπάρχου

Παλλαδίου θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος·

ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.

3

-

Ἑπτά με καὶ δέκα παῖδ' ἐτέων ἀκέραιον ἄχραντον

   Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.

4

-

Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον

   καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα,

ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν

   κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.

ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας

   μνᾶμα τόδ', ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.

5

ΑΛΛΟ

Οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς

   ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου

ἄστροις γειτονέοντα· φέρει δ' ὅσον οὔτινα τύμβος

   ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον,

τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,

   τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·

ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα

   Ἀτθὶς χἀ κόλποις ὀστέα δεξαμένα.

6

ΑΛΛΟ

Τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται

   παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,

ἀκτίνων ἀντωπόν· ὁ δ' ἥσυχος ἔνδοθι δαίμων

   κεῖται ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας

κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας

   ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον,

ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ' Ἀτθὶς

   πυρκαϊῇ, σέβεται δ' Ἑλλὰς ἅπασα πόλις.

7

ΑΛΛΟ

Ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας

   οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς·

οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο

   ῥυσάμενος δώροις Αὐσονίοιο Διός·

θνᾴσκω δ' Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ' ἐπὶ γαίας

   Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.

μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ

   παῖς ἐμός· ἁ δ' Ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.

8

ΑΛΛΟ

Εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων

   μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην·

καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,

   κηρύξει βίοτον πάντας ἐς ἠελίους·

αὐτὰρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος

   τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.

9

ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ

-

Πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα

νόσφι χόλου καὶ ἔρωτος· ὀιστεύεις δ' ἅτε Τεῦκρος,

ἀλλ' οὔ τοι νόθον ἦμαρ· ἔχεις δ' ἐρικυδέα μορφὴν

τὴν Ἀγαμεμνονέην, ἀλλ' οὐ φρένας οἶνος ὀρίνει·

ἐς πινυτὴν δ' Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐίσκω,

ἀλλὰ κακῶν ἀπάνευθε δόλων· Πυλίου δὲ γέροντος

ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,

πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.

10

ΑΛΛΟ

Μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε, πέτραι,

εἴπατε, κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις.

ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.

11

-

Εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος Ἀτρυτώνην

   δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·

μείζων δ' αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις

   παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων·

νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος

   χῶρος καρπογόνους δερκόμενος σκοπέλους·

ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς

   Ἀγλώχαρτος ἑῶν νειμάμενος κτεάνων,

κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατ' αἶαν

   πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.

12

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ' Ἐπικούρου

ἡδίστῃ κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.

τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;

οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,

οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος·

ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ

οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·

μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν,

Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·

ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,

μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ

ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.

ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.

13

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΣΙΚΕΛΟΥ

-

Εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης

δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο ‹Καλλιοπείης›,

πόρρω στῆθ' ἀπ' ἐμεῖο καὶ ἄλλοθι δίζεο ἕδρην·

κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιίστορας ἄνδρας.

14

ΘΕΟΦΑΝΟΥΣ

-

Καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,

ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δ' ἀνταπερύκεις;

οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,

ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν

Καλλιόπης τ' ἀίδρεις καὶ ἀπευθέες Ἡραίστοιο,

πᾶσι σοφοῖς τ' ἀσόφοις τε δορήιον ἔμμεναι ἕδρην.

15

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΡΟΔΙΟΥ

-

Κωνσταντῖνος Ἰωάννου ἠδ' Εὐδοκίης με

τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος

ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα

καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος·

οὗ Ἀλέξανδρος ἀδελφὸς ἰδ' υἱὸς Κωνσταντῖνος

[σκῆπτρα Βυζαντιάδος συμμεθέπουσι Ῥώμης]

σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.

16

ΤΟΥ ΑΥΤΟΥ

-

Ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει

τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι·

ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος·

τὸ δ' ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος,

ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε,

τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει

καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.

17

ΤΟΥ ΑΥΤΟΥ

Εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,

ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,

ἵν' ἐγράφης φωστῆρσιν ὡς φωτὸς πύλη·

ἀλλ' οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις·

ἃ δ' οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,

τούτοις παρ' ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.

18

-

Ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι

   ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου·

ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας,

   ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.

19

-

Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην·

μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς

ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον

ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων·

τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας

πάντες κατηνέχθησαν εἰς Ἅιδου δόμους,

νεκροὶ δ' ἔκειντο περὶ νεκροῖς πεπτωκότες·

νυμφὼν δὲ σεμνὸς ἐκ ῥόδων πεπλεγμένος

ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

20

‹ΠΑΛΛΑΔΑ›

Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον

αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·

λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.

21

ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ

Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,

μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,

οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,

ἀλλ' οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους

οὔνομ' Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον

κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος,

ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ

ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου,

ὃς σβέσεν ἀνορέαν ἰσαυδέα

παπποφόνου Τυρίας τ' ‹ἐξήλασεν›,

ᾧ τόδε τυφλοφόρων ἐρατὸν

πᾶμα Πάρις θέτο Σιμιχίδας.

ψυχὰν ᾇ, βροτοβάμων,

στήτας οἶστρε Σαέττας,

κλωποπάτωρ, ἀπάτωρ,

λαρνακόγυιε, χαρεὶς

ἁδὺ μελίσδοις

ἔλλοπι κούρᾳ

Καλλιόπᾳ

νηλεύστῳ.

22

‹ΣΙΜΙΟΥ› Ο ΠΕΛΕΚΥΣ

Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ

ὤπασ' Ἐπειὸς πέλεκυν, τῷ ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος,

   τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν

   Δαρδανιδᾶν χρυσοβαφεῖς τ' ἐστυφέλιξ' ἐκ θεμέθλων ἄνακτας,

   οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,

   ἀλλ' ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·

   νῦν δ' ἐς Ὁμήρειον ἔβα κέλευθον

   σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·

   τρὶς μάκαρ, ὃν σὺ θυμῷ

   ἵλαος ἀμφιδερχθῇς·

   ὅδ' ὄλβος

   ἀεὶ πνεῖ.

23

-

Εἰ λύπης κρατέειν ἐθέλεις,

τήνδε μάκαιραν ἀναπτύσσων

βίβλον ἐπέρχεο ἐνδυκέως,

ἧς ὕπο γνώμην ὀλβίστην

ῥεῖά κεν ὄψεαι ἐσσομένων,

ὄντων τ' ἠδὲ παροιχομένων

τερπωλήν τ' ἀνίην τε ‹λέγων›

καπνοῦ μηδὲν ἀρειοτέρην.

24

‹ΣΙΜΙΟΥ› ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ

Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ' Ἀκμονίδαν τ' ἄλλυδις ἑδράσαντα·

μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.

τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ' ἔκραιν' Ἀνάγκα,

πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς

ἑρπετά, πάνθ', ὅσ' ἕρπει

δι' αἴθρας.

Χάους δέ,

οὔτι γε Κύπριδος παῖς

ὠκυπέτας οὐδ' Ἄρεος καλεῦμαι·

οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ·

εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·

τῶν δ' ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.

25

‹ΒΗΣΑΝΤΙΝΟΥ› ΒΩΜΟΣ

   Ὀλὸς οὔ με λιβρὸς ἱρῶν

   Λιβάδεσσιν οἷα κάλχη

   Ὑποφοινίῃσι τέγγει·

Μαύλιες δ' ὕπερθε πέτρης Ναξίης θοούμεναι

Παμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύι

Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.

   Ἐς γὰρ βωμὸν ὁρῇς με μήτε γλούρου

   Πλίνθοις μήτ' Ἀλύβης παγέντα βώλοις,

   Οὐδ' ὃν Κυνθογενὴς ἔτευξε φύτλη

   Λαβόντε μηκάδων κέρα,

   Λισσαῖσιν ἀμφὶ δειράσιν

   Ὅσσαι νέμονται Κυνθίαις,

   Ἰσόρροπος πέλοιτό μοι·

   Σὺν οὐρανοῦ γὰρ ἐκγόνοις

   Εἰνάς μ' ἔτευξε γηγενής,

   Τάων ἀείζῳον τέχνην

   Ἔνευσε πάλμυς ἀφθίτων.

   Σὺ δ', ὦ πιὼν κρήνηθεν, ἣν

   Ἶνις κόλαψε Γοργόνος,

   Θύοις τ' ἐπισπένδοις τ' ἐμοὶ

   Ὑμηττιάδων πολὺ λαροτέρην

   Σπονδὴν ἄδην. ἴθι δὴ θαρσέων

   Ἐς ἐμὴν τεῦξιν· καθαρὸς γὰρ ἐγὼ

   Ἰὸν ἱέντων τεράων, οἷα κέκευθ' ἐκεῖνος,

Ἀμφὶ Νέαις Θρηικίαις ὃν σχεδόθεν Μυρίνης

Σοί, Τριπάτωρ, πορφυρέου φὼρ ἀνέθηκε κριοῦ.

26

ΔΩΣΙΑΔΑ ΒΩΜΟΣ

   Εἱμάρσενός με στήτας

   πόσις, μέροψ δίσαβος,

   τεῦξ', οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος

   Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,

   Χρύσας δ' ἀίτας, ἆμος ἑψάνδρα

   τὸν γυιόχαλκον οὖρον ἔρραισεν,

   ὃν ἁπάτωρ δίσευνος

   μόγησε ματρόριπτος·

   ἐμὸν δὲ τεῦγμ' ἀθρήσας

   Θεοκρίτοιο κτάντας

   τριεσπέροιο καύστας

   θώυξεν αἴν' ἰύξας·

   χάλεψε γάρ νιν ἰῷ

   σύργαστρος ἐκδυγήρας·

   τὸν δ' αἰλινεῦντ' ἐν ἀμφικλύστῳ

   Πανός τε ματρὸς εὐνέτας, φὼρ

δίζῳος, ἶνίς τ' ἀνδροβρῶτος Ἰλιορραιστᾶν

ἦρ' ἀρδίων ἐς Τευκρίδ' ἄγαγον τριπόρθητον.

27

ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ

   Κωτίλας

   ματέρος

   τῆ τόδ' ἄτριον νέον

   Δωρίας ἀηδόνος·

   πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς

   λίγειά μιν κάμ' ἶφι ματρὸς ὠδίς·

   τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ

   φῦλ' ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,

   ἄνωγε δ' ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ' ἀέξειν

   ἀριθμὸν εἰς ἄκραν δεκάδ' ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,

   θοῶς δ' ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν

   ἴχνει θενὼν ‹˘ ˉ ˘›ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,

   θοαῖς ἴσ' αἰόλαις νεβροῖς κῶλ' ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι·

   ταὶ δ' ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ' αἶψα μεθ' ἱμερόεντα μαζόν,

   πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ' ἀρθμίας ἴχνος τιθήνας·

   βλαχαὶ δ' οἰῶν πολυβότων ἀν' ὀρέων νομὸν ἔβαν τανυσφύρων τ' ἐς ἄντρα Νυμφᾶν·

   καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ' αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ

   ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ' εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·

κᾆτ' ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γ' ἄφαρ λάσιον νιφοβόλων ἀν' ὀρέων ἔσσυται ἄγκος·

ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς.

28

ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΤΡΑΥΛΟΥ

-

Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνὸς

μεσσόθι ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·

καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ

λύγδην ἱσταμένη καὶ παρθένος ἄλλος ἑταῖρος·

καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται

κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·

καί οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα

λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης

ὄξεϊ κιρνάμενος, πικρὸν δέπας, εἶδαρ ὀλέθρου.

ἀλλ' ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,

Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.

ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται

κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν;

ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.

29

ΙΓΝΑΤΙΟΥ

-

Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας

   ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας·

καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον,

   οἴμοι, ψυχῇ μου μακρὰ κολαζόμενος·

ἀλλά, κριτά (βροτός εἰμι, σὺ δ' ἄφθιτος ἠδ' ἐλεήμων),

   ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.

30

ΤΟΥ ΑΥΤΟΥ

-

Σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε

   κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου

τοῦδέ γ' ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ,

   ἠδ' ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα.

εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,

   ζήσας δ' αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.

31

ΤΟΥ ΑΥΤΟΥ

-

Ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης

   πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ·

καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν

   δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.

32

ΑΡΕΘΑ ΔΙΑΚΟΝΟΥ

-

Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος

   λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,

ἀλλά γ' ἄρ' ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων

   πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν·

θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,

   οὐδ' ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,

ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος

   ἄτλητον μαλερῷ τηκεδόνος δάμασε

πυρσῷ· τρεῖς πρὸς ἐείκοσ' ἐποιχομένην ἐνιαυτοὺς

   ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης

ἡμετέρης· ἔνθ' ὕφηνον γενετῆρες ἅπασι

   γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν

καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης

   μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

33

ΤΟΥ ΑΥΤΟΥ

-

Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,

τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον

‑ αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας

παρών ‑ , τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα

καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν

κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,

ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην

‑ ἀφ' ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν

μόνανδρον ἐκλάμποντα ‑ , τὴν παρρησίαν

Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος·

πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα

καλὸν φερούσης νουθέτημα τῷ βίῳ·

εἰ δ' οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον

αὕτη παρ' αὐτὸν τὸν τάφον τεθειμένη.

34

ΤΟΥ ΑΥΤΟΥ

-

Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν

   Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,

εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν·

   οὐδὲ γὰρ οὐδ' αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν

ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·

   ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου

ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν

   Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ' ἀφθορίης

λαμπάδ' ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·

   ἧς τόδε σῆμ' ὕπνου γνῶθι πολυχρονίου.

35

ΘΕΟΦΑΝΟΥΣ

Εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν

   ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.

36

ΚΟΜΗΤΑ

Ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας

   κύρβεις γηραλέας θῆκεν ἀειθαλέας.

37

ΤΟΥ ΑΥΤΟΥ

-

Σεῖο βίβλους μεγάθυμε Κομητὰς Ὅμηρε δύ' ἄρδην

   εὑρὼν γηραλέας τεύξατο ὁπλοτέρας·

γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας γε βροτοῖσι

   πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.

38

ΤΟΥ ΑΥΤΟΥ

-

Εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους

ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας,

στίξας διεσμίλευσα ταύτας ἐντέχνως

τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν,

γράψας δ' ἐκαινούργησα τὴν εὐχρηστίαν.

ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως

μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.

39

ΙΓΝΑΤΙΟΥ

Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς·

Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην

   γραμματικὴν λήθης κευθομένην πελάγει.

39b

Τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη

τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.

40

ΚΟΜΗΤΑ

Ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,

ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,

ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι·

Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο

οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.

ἀλλ' ἄνεω μὲν ἔκειτο μεμυκὼς χείλεα σιγῇ

σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,

ψυχὴ δ' ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,

ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,

ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις

αὐτοκασιγνήταις·

ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο

μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.

τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν

σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.

ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν,

τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·

ἀλλ' ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,

καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο

εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,

οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δ' ἦον ἁπάντων,

οὓς ἔκπαγλ' ἐφίλησ' ὡσεὶ θεοῦ υἷας ἐόντας,

ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ

καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν·

Ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,

κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,

ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

δεῦτ' ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,

σπεύσομεν ὅττι τάχιστ', ὄφρα κλέος ἄφθιτον ἴσχω·

ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.

τὸν δ' αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·

Ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.

εἶπον· ὃ δ' αὐτὸς ἔβαινε καὶ ἡγεμόνευε μαθηταῖς.

σπερχόμενοι δ' εἵποντο μετ' ἴχνια Παμμεδέοντος,

ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων

πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·

ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.

ἀλλ' ὅτε δή ῥ' ἱκάνοντο πολυκλαύστῳ ἐπὶ τύμβῳ,

καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν

Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·

Γουνούμεσθά σ', ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις,

Λάζαρον, ὃν φιλέεσκες· ἐν ἔγκασιν ἤλυθεν Ἅιδου·

εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς

οὔποτ' ἔτλη μεῖναι, ἐπεὶ ἦ πολὺ φέρτατος ἦσθα·

ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.

καὶ τότε δὴ ὕψιστος ἀμείβετο· Ποῦ ποτε κεῖται;

αἳ δ' ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην·

δὴ τότ' ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,

εἶπεν ἄρ'· Ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο.

αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,

καὶ τότε δὴ μέγ' ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ·

Λάζαρε, δεῦρ' ἴθι, κλῦθι ἐμεῖο καὶ ἔρχεο ἔξω.

ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,

λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν,

αὐτίκα δ' ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,

καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.

Ἐπιγράμματα ἐν τῷ ἱπποδρόμῳ Κωνσταντινουπόλεως.

41

ΑΔΗΛΟΝ

-

Χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε·

   ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη.

ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει,

   οἷς δύναται. τί δὲ σῆς ἄξιον ἱπποσύνης;

42

ΑΛΛΟ

Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,

   ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.

43

ΑΛΛΟ

Χρύσεον ἀντ' ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,

   οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.

κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας,

   γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.

ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ

   δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.

44

ΑΛΛΟ

-

Πορφύριον λήξαντα πόνων λύσαντά τε μίτρην

   καὶ πάρος ἀντ' ἀρετῆς χάλκεον ἑσταότα

τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.

   πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων

δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθλην,

   ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.

45

ΑΛΛΟ

-

Τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,

   ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους

αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ

   ἔστησαν κοινὴν ψῆφον ἐνεγκάμενοι.

γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον

   κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.

46

ΑΛΛΟ

-

Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δ' ἐπὶ δίφρων

   μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.

νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον

   χρώμασι καὶ πέπλοις συμμετέβαλλε τύχας·

ἥρμοσε δ' αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη

   χρύσεος ἀντ' ἀρετῆς, χάλκεος ἀντὶ πόνων.

47

ΑΛΛΟ

Τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,

Νίκη δ' ἐστεφάνωσεν ἀμοιβαδὸν ἄλλοτ' ἀπ' ἄλλου

χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.

πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους·

νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δ' ἔσχατος, ἄλλοτε μέσσος

πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.

48

ΑΛΛΟ

-

Ἶσον κυδαλίμοις Φαυστινιάδῃ τε καὶ αὐτῷ

   Φαυστίνῳ βασιλεὺς στῆσε παρ' ἀμφοτέροις

Οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας

   ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.

Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον,

   τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.

49

ΑΛΛΟ

Σοὶ καὶ ἀεθλεύοντι μόνῳ λήξαντί τ' ἀέθλων

   τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε,

δήμου ἀπ' ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν

   εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων.

παύσαο δ' ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος

   τοῖσδε σὺ μὲν νίκην, οἳ δ' ἄρα σοὶ τὸ γέρας.

50

ΑΛΛΟ

Ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν

   ὡς ἐλατὴρ τελέθων καὶ πολέμων πρόμαχος.

εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,

   καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης·

καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,

   τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.

51

ΑΡΧΙΟΥ

-

Χάλκεος, ἀλλ' ἄθρησον, ὅσον θράσος ἄνυσε κάπρου

   ὁ πλάστας ἔμπνουν θῆρα τυπωσάμενος

χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα

   βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,

ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος,

   εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.