ΟΙΔΙΠΟΥΣ
Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ' ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
Πόλις δ' ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ' ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ' ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
Ἀλλ', ὦ γεραιέ, φράζ', ἐπεὶ πρέπων ἔφυς
10πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
ΙΕΡΕΥΣ
Ἀλλ', ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ' ᾐθέων
λεκτοί· τὸ δ' ἄλλο φῦλον ἐξεστεμμένον
20ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ' Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει, κἀνακουφίσαι κάρα
βυθῶν ἔτ' οὐχ οἵα τε φοινίου σάλου,
25φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ' ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ' ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ' οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ'
30Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
Θεοῖσι μέν νυν οὐκ ἰσούμενός σ' ἐγὼ
οὐδ' οἵδε παῖδες ἑζόμεσθ' ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,
35ὅς γ' ἐξέλυσας ἄστυ καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ' ὑφ' ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ' ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ' ἡμὶν ὀρθῶσαι βίον.
40Νῦν τ', ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν' εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ' ἀπ' ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ἴθ', ὦ βροτῶν ἄριστ', ἀνόρθωσον πόλιν·
ἴθ', εὐλαβήθηθ'· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50στάντες τ' ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ' ἀσφαλείᾳ τήνδ' ἀνόρθωσον πόλιν.
Ὄρνιθι γὰρ καὶ τὴν τότ' αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ·
ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς,
55ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
ΟΙ. ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ' ἱμείροντες· εὖ γὰρ οἶδ' ὅτι
60νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν' ἔρχεται
μόνον καθ' αὑτόν, κοὐδέν' ἄλλον, ἡ δ' ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ' ὁμοῦ στένει.
65Ὥστ' οὐχ ὕπνῳ γ' εὕδοντά μ' ἐξεγείρετε·
ἀλλ' ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ' ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ' εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
70Κρέοντ', ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ', ὡς πύθοιθ' ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
Καί μ' ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
75ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
Ὅταν δ' ἵκηται, τηνικαῦτ' ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ' ὅσ' ἂν δηλοῖ θεός.
ΙΕ. Ἀλλ' εἰς καλὸν σύ τ' εἶπας οἵδε τ' ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
80ΟΙ. Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.
ΙΕ. Ἀλλ' εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ' εἷρπε παγκάρπου δάφνης.
ΟΙ. Τάχ' εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
85Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίν' ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
ΚΡΕΩΝ
Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ', εἰ τύχοι
κατ' ὀρθὸν ἐξελθόντα, πάντ' ἂν εὐτυχεῖν.
ΟΙ. Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90οὔτ' οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
ΚΡ. Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
ΟΙ. Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
95ΚΡ. Λέγοιμ' ἂν οἷ' ἤκουσα τοῦ θεοῦ πάρα.
Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ' ἐλαύνειν μηδ' ἀνήκεστον τρέφειν.
ΟΙ. Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
100ΚΡ. Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν
λύοντας, ὡς τόδ' αἷμα χειμάζον πόλιν.
ΟΙ. Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
ΚΡ. Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ' ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ' ἀπευθύνειν πόλιν.
105ΟΙ. Ἔξοιδ' ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
ΚΡ. Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
ΟΙ. Οἱ δ' εἰσὶ ποῦ γῆς; ποῦ τόδ' εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
110ΚΡ. Ἐν τῇδ' ἔφασκε γῇ· τὸ δὲ ζητούμενον
ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον.
ΟΙ. Πότερα δ' ἐν οἴκοις, ἢ 'ν ἀγροῖς ὁ Λάϊος,
ἢ γῆς ἐπ' ἄλλης τῷδε συμπίπτει φόνῳ;
ΚΡ. Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν
115πρὸς οἶκον οὐκέθ' ἵκεθ', ὡς ἀπεστάλη.
ΟΙ. Οὐδ' ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ' ὅτου τις ἐκμαθὼν ἐχρήσατ' ἄν;
ΚΡ. Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ' εἰδὼς φράσαι.
120ΟΙ. Τὸ ποῖον; Ἓν γὰρ πόλλ' ἂν ἐξεύροι μαθεῖν,
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
ΚΡ. Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
ΟΙ. Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125ἐπράσσετ' ἐνθένδ', ἐς τόδ' ἂν τόλμης ἔβη;
ΚΡ. Δοκοῦντα ταῦτ' ἦν· Λαΐου δ' ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
ΟΙ. Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ' ἐξειδέναι;
130ΚΡ. Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
ΟΙ. Ἀλλ' ἐξ ὑπαρχῆς αὖθις αὔτ' ἐγὼ φανῶ·
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,
πρὸς τοῦ θανότος τήνδ' ἔθεσθ' ἐπιστροφήν·
135ὥστ' ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον,
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ' ἅμα.
Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ' αὐτὸς αὑτοῦ τοῦτ' ἀποσκεδῶ μύσος.
Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ' ἂν
140κἄμ' ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι·
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
Ἀλλ' ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ' ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ' ἀθροιζέτω,
145ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς
σὺν τῷ θεῷ φανούμεθ' ἢ πεπτωκότες.
ΙΕ. Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ' ἔβημεν ὧν ὅδ' ἐξαγγέλλεται.
Φοῖβος δ' ὁ πέμψας τάσδε μαντείας ἅμα
150σωτήρ θ' ἵκοιτο καὶ νόσου παυστήριος.
ΧΟΡΟΣ
Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε Str. 1.
τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα,
δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
ἢ περιτελλομέναις ὥραις πάλιν
ἐξανύσεις χρέος·
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος,
ἄμβροτε Φάμα.
Πρῶτά σε κεκλόμενος, θύγατερ Διός, Ant. 1.
ἄμβροτ' Ἀθάνα,
160γαιάοχόν τ' ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντ' ἀγορᾶς θρόνον
εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰώ,
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
165ὀρνυμένας πόλει
ἠνύσατ' ἐκτοπίαν φλόγα πήματος,
ἔλθετε καὶ νῦν.
Ὦ πόποι, ἀνάριθμα γὰρ φέρω Str. 2.
πήματα· νοσεῖ δέ μοι πρόπας
170στόλος, οὐδ' ἔνι φροντίδος ἔγχος
ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175ἄλλον δ' ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
Ὧν πόλις ἀνάριθμος ὄλλυται· Ant. 2.
180νηλέα δὲ γένεθλα πρὸς πέδῳ
θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δ' ἄλοχοι πολιαί τ' ἔπι ματέρες
ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι
185λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι.
Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος·
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
Ἄρεά τε τὸν μαλερόν, ὃς Str. 3.
νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατος ἀντιάζων,
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἄπουρον, εἴτ' ἐς μέγαν
195θάλαμον Ἀμφιτρίτας,
εἴτ' ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,
τοῦτ' ἐπ' ἦμαρ ἔρχεται·
200τόν, ὦ ‹τᾶν› πυρφόρων
ἀστραπᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.
Λύκει' ἄναξ, τά τε σὰ χρυ- Ant. 3.
σοστρόφων ἀπ' ἀγκυλῶν
205βέλεα θέλοιμ' ἂν ἀδάματ' ἐνδατεῖσθαι
ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς
Λύκι' ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210τᾶσδ' ἐπώνυμον γᾶς,
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον
πελασθῆναι φλέγοντ'
ἀγλαῶπι ˉ ˘ ˉ
215πεύκᾳ 'πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
ΟΙ. Αἰτεῖς· ἃ δ' αἰτεῖς, τἄμ' ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ' ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν.
Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ' ἐξερῶ,
220ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον·
νῦν δ', ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
"Ὅστις ποθ' ὑμῶν Λάϊον τὸν Λαβδάκου
225κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ' ὑπεξέλοι
αὐτὸς καθ' αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ' ἄπεισιν ἀσφαλής.
230Εἰ δ' αὖ τις ἄλλον οἶδεν ἢ 'ξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ 'γὼ χἠ χάρις προσκείσεται.
Εἰ δ' αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
235ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
Τὸν ἄνδρ' ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ' ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω
μήτ' εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ' ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν·
ὠθεῖν δ' ἀπ' οἴκων πάντας, ὡς μιάσματος
τοῦδ' ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245τῷ τ' ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
κατεύχομαι δὲ τὸν δεδρακότ', εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ', οἴκοισιν εἰ ξυνέστιος
250ἐν τοῖς ἐμοῖς γένοιτ' ἐμοῦ ξυνειδότος,
παθεῖν ἅπερ τοῖσδ' ἀρτίως ἠρασάμην.
Ὑμῖν δὲ ταῦτα πάντ' ἐπισκήπτω τελεῖν,
ὑπέρ τ' ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ' ἀκάρπως κἀθέως ἐφθαρμένης."
255Οὐδ' εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ' ἀρίστου βασιλέως ὀλωλότος,
ἀλλ' ἐξερευνᾶν· νῦν δ' ἐπεὶ κυρῶ τ' ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260ἔχων δὲ λέκτρα καὶ γυναῖχ' ὁμόσπορον
κοινῶν τε παίδων κοίν' ἄν, εἰ κείνῳ γένος
μὴ 'δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα ‑
νῦν δ' ἐς τὸ κείνου κρᾶτ' ἐνήλαθ' ἡ τύχη·
ἀνθ' ὧν ἐγὼ τάδ', ὡσπερεὶ τοὐμοῦ πατρός,
265ὑπερμαχοῦμαι, κἀπὶ πάντ' ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ' Ἀγήνορος·
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270μήτ' ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά,
μήτ' οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ' ἐχθίονι.
Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις
τάδ' ἔστ' ἀρέσκονθ' ἥ τε σύμμαχος Δίκη
275χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
ΧΟ. Ὥσπερ μ' ἀραῖον ἔλαβες, ὧδ', ἄναξ, ἐρῶ·
οὔτ' ἔκτανον γὰρ οὔτε τὸν κτανόντ' ἔχω
δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ' εἰπεῖν, ὅστις εἴργασταί ποτε.
280ΟΙ. Δίκαι' ἔλεξας· ἀλλ' ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδ' ἂν εἷς δύναιτ' ἀνήρ.
ΧΟ. Τὰ δεύτερ' ἐκ τῶνδ' ἂν λέγοιμ' ἅ μοι δοκεῖ.
ΟΙ. Εἰ καὶ τρίτ' ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
ΧΟ. Ἄνακτ' ἄνακτι ταὔθ' ὁρῶντ' ἐπίσταμαι
285μάλιστα Φοίβῳ Τειρεσίαν, παρ' οὗ τις ἂν
σκοπῶν τάδ', ὦναξ, ἐκμάθοι σαφέστατα.
ΟΙ. Ἀλλ' οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ' ἐπραξάμην·
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται.
290ΧΟ. Καὶ μὴν τά γ' ἄλλα κωφὰ καὶ παλαί' ἔπη.
ΟΙ. Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
ΧΟ. Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
ΟΙ. Ἤκουσα κἀγώ· τὸν δ' ἰδόντ' οὐδεὶς ὁρᾷ.
ΧΟ. Ἀλλ' εἴ τι μὲν δὴ δείματός γ' ἔχει μέρος,
295τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ' ἀράς.
ΟΙ. Ὧι μή 'στι δρῶντι τάρβος, οὐδ' ἔπος φοβεῖ.
ΧΟ. Ἀλλ' οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ' ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
300ΟΙ. Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τ' οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ' ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ', ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
310Σὺ δ' οὖν φθονήσας μήτ' ἀπ' οἰωνῶν φάτιν,
μήτ' εἴ τιν' ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ' ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος·
ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ' ὠφελεῖν ἀφ' ὧν
315ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων.
ΤΕΙΡΕΣΙΑΣ
Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ'· οὐ γὰρ ἂν δεῦρ' ἱκόμην.
ΟΙ. Τί δ' ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
320ΤΕ. Ἄφες μ' ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
ΟΙ. Οὔτ' ἔννομ' εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ' ἥ σ' ἔθρεψε, τήνδ' ἀποστερῶν φάτιν.
ΤΕ. Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ' ἰὸν
325πρὸς καιρόν· ὡς οὖν μηδ' ἐγὼ ταὐτὸν πάθω ‑
ΟΙ. Μή, πρὸς θεῶν, φρονῶν γ' ἀποστραφῇς ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ' ἱκτήριοι.
ΤΕ. Πάντες γὰρ οὐ φρονεῖτ'· ἐγὼ δ' οὐ μή ποτε
τἄμ', ὡς ἂν εἴπω μὴ τὰ σ', ἐκφήνω κακά.
330ΟΙ. Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ' ἐννοεῖς
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
ΤΕ. Ἐγὼ οὔτ' ἐμαυτὸν οὔτε σ' ἀλγυνῶ· τί ταῦτ'
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
ΟΙ. Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335φύσιν σύ γ' ὀργάνειας, ἐξερεῖς ποτε,
ἀλλ' ὧδ' ἄτεγκτος κἀτελεύτητος φανῇ;
ΤΕ. Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ' ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλ' ἐμὲ ψέγεις.
ΟΙ. Τίς γὰρ τοιαῦτ' ἂν οὐκ ἂν ὀργίζοιτ' ἔπη
340κλύων ἃ νῦν σὺ τήνδ' ἀτιμάζεις πόλιν;
ΤΕ. Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
ΟΙ. Οὐκοῦν ἅ γ' ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
ΤΕ. Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ', εἰ θέλεις,
θυμοῦ δι' ὀργῆς ἥτις ἀγριωτάτη.
345ΟΙ. Καὶ μὴν παρήσω γ' οὐδέν, ὡς ὀργῆς ἔχω,
ἅπερ ξυνίημ'. Ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ', ὅσον
μὴ χερσὶ καίνων· εἰ δ' ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ' ἔφην εἶναι μόνου.
350ΤΕ. Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ' ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ' ἐμέ,
ὡς ὄντι γῆς τῆσδ' ἀνοσίῳ μιάστορι.
ΟΙ. Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
ΤΕ. Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
ΟΙ. Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
ΤΕ. Πρὸς σοῦ· σὺ γάρ μ' ἄκοντα προὐτρέψω λέγειν.
ΟΙ. Ποῖον λόγον; λέγ' αὖθις, ὡς μᾶλλον μάθω.
360ΤΕ. Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ 'κπειρᾷ λέγειν;
ΟΙ. Οὐχ ὥστε γ' εἰπεῖν γνωστόν· ἀλλ' αὖθις φράσον.
ΤΕ. Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
ΟΙ. Ἀλλ' οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
ΤΕ. Εἴπω τι δῆτα κἄλλ', ἵν' ὀργίζῃ πλέον;
365ΟΙ. Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
ΤΕ. Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις
αἴσχισθ' ὁμιλοῦντ', οὐδ' ὁρᾶν ἵν' εἶ κακοῦ.
ΟΙ. Ἦ καὶ γεγηθὼς ταῦτ' ἀεὶ λέξειν δοκεῖς;
ΤΕ. Εἴπερ τί γ' ἔστι τῆς ἀληθείας σθένος.
370ΟΙ. Ἀλλ' ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ' οὐκ ἔστ', ἐπεὶ
τυφλὸς τά τ' ὦτα τόν τε νοῦν τά τ' ὄμματ' εἶ.
ΤΕ. Σὺ δ' ἄθλιός γε ταῦτ' ὀνειδίζων ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ' ὀνειδιεῖ τάχα.
ΟΙ. Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ' ἐμὲ
375μήτ' ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ' ἄν.
ΤΕ. Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων ᾧ τάδ' ἐκπρᾶξαι μέλει.
ΟΙ. Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
ΤΕ. Κρέων δέ σοι πῆμ' οὐδέν, ἀλλ' αὐτὸς σὺ σοί.
380ΟΙ. Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ
ὅσος παρ' ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ' ἀρχῆς οὕνεχ', ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μ' ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ' ἔφυ τυφλός.
390Ἐπεί, φέρ' εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐχ, ὅθ' ἡ ῥαψῳδὸς ἐνθάδ' ἦν κύων,
ηὔδας τι τοῖσδ' ἀστοῖσιν ἐκλυτήριον;
Καίτοι τό γ' αἴνιγμ' οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395ἣν οὔτ' ἀπ' οἰωνῶν σὺ προὐφάνης ἔχων
οὔτ' ἐκ θεῶν του γνωτόν· ἀλλ' ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ' ἀπ' οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἁγηλατήσειν· εἰ δὲ μὴ 'δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
ΧΟ. Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ' ἔπη
405ὀργῇ λελέχθαι καὶ τὰ σ', Οἰδίπου, δοκεῖ.
Δεῖ δ' οὐ τοιούτων, ἀλλ' ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ' ἄριστα λύσομεν, τόδε σκοπεῖν.
ΤΕ. Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσ' ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ·
410οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι.
Λέγω δ', ἐπειδὴ καὶ τυφλόν μ' ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν' εἶ κακοῦ,
οὐδ' ἔνθα ναίεις, οὐδ' ὅτων οἰκεῖς μέτα.
415Ἆρ' οἶσθ' ἀφ' ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω.
Καί σ' ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ' ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ', ἔπειτα δὲ σκότον.
420Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις
ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών;
Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν
425ἅ σ' ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
ΟΙ. Ἦ ταῦτα δῆτ' ἀνεκτὰ πρὸς τούτου κλύειν;
430Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
ἄψορρος οἴκων τῶνδ' ἀποστραφεὶς ἄπει;
ΤΕ. Οὐδ' ἱκόμην ἔγωγ' ἄν, εἰ σὺ μὴ 'κάλεις.
ΟΙ. Οὐ γάρ τί σ' ᾔδη μῶρα φωνήσοντ', ἐπεὶ
σχολῇ σ' ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
435ΤΕ. Ἡμεῖς τοιοίδ' ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δ' οἵ σ' ἔφυσαν, ἔμφρονες.
ΟΙ. Ποίοισι; μεῖνον· τίς δέ μ' ἐκφύει βροτῶν;
ΤΕ. Ἥδ' ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
ΟΙ. Ὡς πάντ' ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
440ΤΕ. Οὔκουν σὺ ταῦτ' ἄριστος εὑρίσκειν ἔφυς;
ΟΙ. Τοιαῦτ' ὀνείδιζ' οἷς ἔμ' εὑρήσεις μέγαν.
ΤΕ. Αὕτη γε μέντοι σ' ἡ τύχη διώλεσεν.
ΟΙ. Ἀλλ' εἰ πόλιν τήνδ' ἐξέσωσ' οὔ μοι μέλει.
ΤΕ. Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
445ΟΙ. Κομιζέτω δῆθ'· ὡς παρὼν σύ γ' ἐμποδὼν
ὀχλεῖς, συθείς τ' ἂν οὐκ ἂν ἀλγύναις πλέον.
ΤΕ. Εἰπὼν ἄπειμ' ὧν οὕνεκ' ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθ' ὅπου μ' ὀλεῖς.
Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι
450ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ' ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ' ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ' ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς μ' ἐψευσμένον,
φάσκειν ἔμ' ἤδη μαντικῇ μηδὲν φρονεῖν.
ΧΟ. Τίς ὅντιν' ἁ θεσπιέπει-
α Δελφὶς εἶπε πέτρα Str. 1.
465ἄρρητ' ἀρρήτων τελέσαν-
τα φοινίαισι χερσίν;
Ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν·
ἔνοπλος γὰρ ἐπ' αὐτὸν ἐπενθρῴσκει
470πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δ' ἅμ' ἕπονται
Κῆρες ἀναπλάκητοι.
Ἔλαμψε γὰρ τοῦ νιφόεν-
τος ἀρτίως φανεῖσα Ant. 1.
475φάμα Παρνασσοῦ τὸν ἄδη-
λον ἄνδρα πάντ' ἰχνεύειν·
φοιτᾷ γὰρ ὑπ' ἀγρίαν
ὕλαν ἀνά τ' ἄντρα καὶ
πέτρας ἅτε ταῦρος,
μέλεος μελέῳ ποδὶ χηρεύων,
480τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα· τὰ δ' αἰεὶ
ζῶντα περιποτᾶται.
Δεινὰ μὲν οὖν, δεινὰ ταράσ- Str. 2.
σει σοφὸς οἰωνοθέτας,
485οὔτε δοκοῦντ' οὔτ' ἀποφάσ-
κονθ'· ὅ τι λέξω δ' ἀπορῶ·
πέτομαι δ' ἐλπίσιν οὔτ' ἐν-
θάδ' ὁρῶν οὔτ' ὀπίσω.
Τί γὰρ ἢ Λαβδακίδαις
490ἢ τῷ Πολύβου νεῖκος ἔ-
κειτ'; Οὔτε πάροιθέν ποτ' ἔ-
γωγ' οὔτε τανῦν πω
ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ ˉ ˘ ˘ ˉ
ἐπὶ τὰν ἐπίδαμον
495φάτιν εἶμ' Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων.
Ἀλλ' ὁ μὲν οὖν Ζεὺς ὅ τ' Ἀπόλ- Ant. 2.
λων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ' ὅτι μάν-
500τις πλέον ἢ 'γὼ φέρεται,
κρίσις οὐκ ἔστιν ἀληθής·
σοφίᾳ δ' ἂν σοφίαν
παραμείψειεν ἀνήρ·
ἄλλ' οὔποτ' ἔγωγ' ἄν, πρὶν ἴ-
505δοιμ' ὀρθὸν ἔπος, μεμφομέ-
νων ἂν καταφαίην.
Φανερὰ γὰρ ἐπ' αὐτῷ πτερόεσσ' ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη
510βασάνῳ θ' ἁδύπολις· τῷ ἀπ' ἐμᾶς
φρενὸς οὔποτ' ὀφλήσει κακίαν.
ΚΡ. Ἄνδρες πολῖται, δείν' ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515πάρειμ' ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ' ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ' ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν
520ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλ' ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
ΧΟ. Ἀλλ' ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ' ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
525ΚΡ. Τοὔπος δ' ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
ΧΟ. Ηὐδᾶτο μὲν τάδ', οἶδα δ' οὐ γνώμῃ τίνι.
ΚΡ. Ἐξ ὀμμάτων δ' ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
530ΧΟ. Οὐκ οἶδ'· ἃ γὰρ δρῶσ' οἱ κρατοῦντες οὐχ ὁρῶ.
Αὐτὸς δ' ὅδ' ἤδη δωμάτων ἔξω περᾷ.
ΟΙ. Οὗτος σύ, πῶς δεῦρ' ἦλθες; ἢ τοσόνδ' ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535λῃστής τ' ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
Φέρ' εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν' ἔν μοι ταῦτ' ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε
δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών;
540Ἆρ' οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ' ἁλίσκεται;
ΚΡ. Οἶσθ' ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ' ἀντάκουσον, κᾆτα κρῖν' αὐτὸς μαθών.
545ΟΙ. Λέγειν σὺ δεινός, μανθάνειν δ' ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ' εὕρηκ' ἐμοί.
ΚΡ. Τοῦτ' αὐτὸ νῦν μου πρῶτ' ἄκουσον ὡς ἐρῶ.
ΟΙ. Τοῦτ' αὐτὸ μή μοι φράζ' ὅπως οὐκ εἶ κακός.
ΚΡ. Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
ΟΙ. Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
ΚΡ. Ξύμφημί σοι ταῦτ' ἔνδικ' εἰρῆσθαι· τὸ δὲ
πάθημ' ὁποῖον φῂς παθεῖν δίδασκέ με.
555ΟΙ. Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ' ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
ΚΡ. Καὶ νῦν ἔθ' αὑτός εἰμι τῷ βουλεύματι.
ΟΙ. Πόσον τιν' ἤδη δῆθ' ὁ Λάϊος χρόνον ‑
ΚΡ. Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
560ΟΙ. ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
ΚΡ. Μακροὶ παλαιοί τ' ἂν μετρηθεῖεν χρόνοι.
ΟΙ. Τότ' οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
ΚΡ. Σοφός γ' ὁμοίως κἀξ ἴσου τιμώμενος.
ΟΙ. Ἐμνήσατ' οὖν ἐμοῦ τι τῷ τότ' ἐν χρόνῳ;
565ΚΡ. Οὔκουν ἐμοῦ γ' ἑστῶτος οὐδαμοῦ πέλας.
ΟΙ. Ἀλλ' οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε;
ΚΡ. Παρέσχομεν, πῶς δ' οὐχί; κοὐκ ἐκύρσαμεν.
ΟΙ. Πῶς οὖν τόθ' οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
ΚΡ. Οὐκ οἶδ'· ἐφ' οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
570ΟΙ. Τοσόνδε γ' οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν ‑
ΚΡ. Ποῖον τόδ'; εἰ γὰρ οἶδά γ', οὐκ ἀρνήσομαι.
ΟΙ. ὁθούνεκ', εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς
οὐκ ἄν ποτ' εἶπεν Λαΐου διαφθοράς.
ΚΡ. Εἰ μὲν λέγει τάδ', αὐτὸς οἶσθ'· ἐγὼ δὲ σοῦ
575μαθεῖν δικαιῶ ταὔθ' ἅπερ κἀμοῦ σὺ νῦν.
ΟΙ. Ἐκμάνθαν'· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
ΚΡ. Τί δῆτ'; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
ΟΙ. Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
ΚΡ. Ἄρχεις δ' ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
580ΟΙ. Ἃν ᾖ θέλουσα πάντ' ἐμοῦ κομίζεται.
ΚΡ. Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
ΟΙ. Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος.
ΚΡ. Οὔκ, εἰ διδοίης γ' ὡς ἔχω σαυτῷ λόγον.
Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν' ἂν δοκεῖς
585ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντ', εἰ τά γ' αὔθ' ἕξει κράτη.
Ἐγὼ μὲν οὖν οὔτ' αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ' ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ' ἄνευ φόβου φέρω·
εἰ δ' αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
Πῶς δῆτ' ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595ὥστ' ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ' ἔνι.
Πῶς δῆτ' ἐγὼ κεῖν' ἂν λάβοιμ' ἀφεὶς τάδε;
600οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
Ἀλλ' οὔτ' ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν,
οὔτ' ἂν μετ' ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
Καὶ τῶνδ' ἔλεγχον, τοῦτο μὲν Πυθώδ' ἰών,
πεύθου τὰ χρησθέντ' εἰ σαφῶς ἤγγειλά σοι·
605τοῦτ' ἄλλ', ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μ' ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δὲ, τῇ τ' ἐμῇ καὶ σῇ, λαβών,
γνώμῃ δ' ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ' αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
Ἀλλ' ἐν χρόνῳ γνώσῃ τάδ' ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
ΧΟ. Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
ΟΙ. Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν.
620Εἰ δ' ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμέν' ἔσται, τἀμὰ δ' ἡμαρτημένα.
ΚΡ. Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
ΟΙ. Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ΚΡ. Ὅταν προδείξῃς ‹γ'› οἷόν ἐστι τὸ φθονεῖν.
625ΟΙ. Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
ΚΡ. Οὐ γὰρ φρονοῦντά σ' εὖ βλέπω.
ΟΙ. Τὸ γοῦν ἐμόν.
ΚΡ. Ἀλλ' ἐξ ἴσου δεῖ κἀμόν.
ΟΙ. Ἀλλ' ἔφυς κακός.
ΚΡ. Εἰ δὲ ξυνίης μηδέν;
ΟΙ. Ἀρκτέον γ' ὅμως.
ΚΡ. Οὔτοι κακῶς γ' ἄρχοντος.
ΟΙ. Ὢ πόλις, πόλις.
630ΚΡ. Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ.
ΧΟ. Παύσασθ', ἄνακτες· καιρίαν δ' ὑμῖν ὁρῶ
τήνδ' ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ' ἧς
τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών.
ΙΟΚΑΣΤΗ
Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635γλώσσης ἐπήρασθ', οὐδ' ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
Οὐκ εἶ σύ τ' οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ' οἴσετε;
ΚΡ. Ὅμαιμε, δεινά μ' Οἰδίπους, ὁ σὸς πόσις,
640δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν,
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
ΟΙ. Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
ΚΡ. Μὴ νῦν ὀναίμην, ἀλλ' ἀραῖος, εἴ σέ τι
645δέδρακ', ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
ΙΟ. Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδ' ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ' οἳ πάρεισί σοι.
ΧΟ. Πιθοῦ θελήσας φρονήσας τ', ἄναξ, λίσσομαι. Str.
ΟΙ. Τί σοι θέλεις δῆτ' εἰκάθω;
ΧΟ. Τὸν οὔτε πρὶν νήπιον νῦν τ' ἐν ὅρ-
κῳ μέγαν καταίδεσαι.
ΟΙ. Οἶσθ' οὖν ἃ χρῄζεις;
655ΧΟ. Οἶδα.
ΟΙ. Φράζε δὴ τί φῄς.
ΧΟ. Τὸν ἐναγῆ φίλον μήποτ' ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ ‹σ'› ἄτιμον βαλεῖν.
ΟΙ. Εὖ νυν ἐπίστω, ταῦθ' ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς.
660ΧΟ. Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ' ἔχω.
665Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνουσα τρύχει
ψυχάν, τάδ' εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
ΟΙ. Ὁ δ' οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670ἢ γῆς ἄτιμον τῆσδ' ἀπωσθῆναι βίᾳ·
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ', ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ' ἔνθ' ἂν ᾖ στυγήσεται.
ΚΡ. Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ', ὅταν
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
ΟΙ. Οὔκουν μ' ἐάσεις κἀκτὸς εἶ;
ΚΡ. Πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ' ἴσος.
ΧΟ. Γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ' ἔσω; Ant.
680ΙΟ. Μαθοῦσά γ' ἥτις ἡ τύχη.
ΧΟ. Δόκησις ἀγνὼς λόγων ἦλθε, δά-
πτει δὲ καὶ τὸ μὴ 'νδικον.
ΙΟ. Ἀμφοῖν ἀπ' αὐτοῖν;
ΧΟ. Ναίχι.
ΙΟ. Καὶ τίς ἦν λόγος;
685ΧΟ. Ἅλις ἔμοιγ' ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθ' ἔληξεν, αὐτοῦ μένειν.
ΟΙ. Ὁρᾷς ἵν' ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
ΧΟ. Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
690ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ' ἄν, εἴ σε νοσφίζομαι,
ὅς γ' ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἁλοῦσαν
695ˉ ˉ κατ' ὀρθὸν οὔρισας·
τανῦν δ' εὔπομπος, εἰ δύνᾳ, γενοῦ.
ΙΟ. Πρὸς θεῶν δίδαξον κἄμ', ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
700ΟΙ. Ἐρῶ ‑ σὲ γὰρ τῶνδ' ἐς πλέον, γύναι, σέβω ‑
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
ΙΟ. Λέγ', εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
ΟΙ. Φονέα μέ φησι Λαΐου καθεστάναι.
ΙΟ. Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
705ΟΙ. Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γ' εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
ΙΟ. Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ 'πάκουσον καὶ μάθ' οὕνεκ' ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης·
710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα·
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ', οὐκ ἐρῶ
Φοίβου γ' ἀπ' αὐτοῦ, τῶν δ' ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν
ὅστις γένοιτ' ἐμοῦ τε κἀκείνου πάρα.
715Καὶ τὸν μέν, ὥσπερ γ' ἡ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσ' ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος.
720Κἀνταῦθ' Ἀπόλλων οὔτ' ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρός, οὔτε Λάϊον,
τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν.
Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
ΟΙ. Οἷόν μ' ἀκούσαντ' ἀτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
ΙΟ. Ποίας μερίμνης τοῦθ' ὑποστραφεὶς λέγεις;
ΟΙ. Ἔδοξ' ἀκοῦσαι σοῦ τόδ', ὡς ὁ Λάϊος
730κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
ΙΟ. Ηὐδᾶτο γὰρ ταῦτ' οὐδέ πω λήξαντ' ἔχει.
ΟΙ. Καὶ ποῦ 'σθ' ὁ χῶρος οὗτος, οὗ τόδ' ἦν πάθος;
ΙΟ. Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ' ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
735ΟΙ. Καὶ τίς χρόνος τοῖσδ' ἐστὶν οὑξεληλυθώς;
ΙΟ. Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ' ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτ' ἐκηρύχθη πόλει.
ΟΙ. Ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
ΙΟ. Τί δ' ἐστί σοι τοῦτ', Οἰδίπους, ἐνθύμιον;
740ΟΙ. Μήπω μ' ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
τίν' εἶχε φράζε, τίνα δ' ἀκμὴν ἥβης ἔχων.
ΙΟ. Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
ΟΙ. Οἴμοι τάλας· ἔοικ' ἐμαυτὸν εἰς ἀρὰς
745δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
ΙΟ. Πῶς φῄς; ὀκνῶ τοι πρὸς σ' ἀποσκοποῦσ', ἄναξ.
ΟΙ. Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ.
Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
ΙΟ. Καὶ μὴν ὀκνῶ μέν, ἃ δ' ἂν ἔρῃ μαθοῦσ' ἐρῶ.
750ΟΙ. Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷ' ἀνὴρ ἀρχηγέτης;
ΙΟ. Πέντ' ἦσαν οἱ ξύμπαντες, ἐν δ' αὐτοῖσιν ἦν
κῆρυξ· ἀπήνη δ' ἦγε Λάϊον μία.
ΟΙ. Αἰαῖ, τάδ' ἤδη διαφανῆ. Τίς ἦν ποτε
755ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
ΙΟ. Οἰκεύς τις, ὅσπερ ἵκετ' ἐκσωθεὶς μόνος.
ΟΙ. Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
ΙΟ. Οὐ δῆτ'· ἀφ' οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ' εἶδ' ἔχοντα Λάϊόν τ' ὀλωλότα,
760ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ' ἄποπτος ἄστεως.
Κἄπεμψ' ἐγώ νιν· ἄξιος γὰρ οἷ' ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
765ΟΙ. Πῶς ἂν μόλοι δῆθ' ἡμὶν ἐν τάχει πάλιν;
ΙΟ. Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ' ἐφίεσαι;
ΟΙ. Δέδοικ' ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ' ἄγαν
εἰρημέν' ᾖ μοι, δι' ἅ νιν εἰσιδεῖν θέλω.
ΙΟ. Ἀλλ' ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770κἀγὼ τά γ' ἐν σοὶ δυσφόρως ἔχοντ', ἄναξ.
ΟΙ. Κοὐ μὴ στερηθῇς γ' ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ' ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ' ἰών;
Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ' ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ' ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
Ἀνὴρ γὰρ ἐν δείπνοις μ' ὑπερπλησθεὶς μέθῃ
780καλεῖ παρ' οἴνῳ πλαστὸς ὡς εἴην πατρί.
Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ' ἰὼν πέλας
μητρὸς πατρός τ' ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ'
ἔκνιζέ μ' αἰεὶ τοῦθ'· ὑφεῖρπε γὰρ πολύ.
Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ' ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ' ἀθλίῳ
790καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ'
ἄτλητον ἀνθρώποισι δηλώσοιμ' ὁρᾶν,
φονεὺς δ' ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
Κἀγὼ 'πακούσας ταῦτα τὴν Κορινθίαν
795ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα
ἔφευγον, ἔνθα μήποτ' ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
Στείχων δ' ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς
ὅτ' ἦ κελεύθου τῆσδ' ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ' ὅ θ' ἡγεμὼν
805αὐτός θ' ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι' ὀργῆς· καί μ' ὁ πρέσβυς ὡς ὁρᾷ
ὄχον παραστείχοντα, τηρήσας μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810Οὐ μὴν ἴσην γ' ἔτεισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐῳ τι συγγενές,
815τίς τοῦδέ γ' ἀνδρὸς νῦν ἔτ' ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ' ἀνήρ;
ᾧ μὴ ξένων ἔξεστι μηδ' ἀστῶν τινα
δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ' ἀπ' οἴκων. Καὶ τάδ' οὔτις ἄλλος ἦν
820ἢ 'γὼ 'π' ἐμαυτῷ τάσδ' ἀρὰς ὁ προστιθείς.
Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν
χραίνω, δι' ὧνπερ ὤλετ'. Ἆρ' ἔφυν κακός;
ἆρ' οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825μήτ' ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν,
Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.
Ἆρ' οὐκ ἀπ' ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ' ἀνδρὶ τῷδ' ἂν ὀρθοίη λόγον;
830Μὴ δῆτα, μὴ δῆτ', ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ' ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ' ἰδεῖν
κηλῖδ' ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
ΧΟ. Ἡμῖν μέν, ὦναξ, ταῦτ' ὀκνήρ'· ἕως δ' ἂν οὖν
835πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ' ἐλπίδα.
ΟΙ. Καὶ μὴν τοσοῦτόν γ' ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον.
ΙΟ. Πεφασμένου δὲ τίς ποθ' ἡ προθυμία;
ΟΙ. Ἐγὼ διδάξω σ'· ἢν γὰρ εὑρεθῇ λέγων
840σοὶ ταὔτ', ἔγωγ' ἂν ἐκπεφευγοίην πάθος.
ΙΟ. Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
ΟΙ. Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ 'κτανον·
845οὐ γὰρ γένοιτ' ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δ' ἄνδρ' ἕν' οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ' ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
ΙΟ. Ἀλλ' ὡς φανέν γε τοὔπος ὧδ' ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ' ἐκβαλεῖν πάλιν·
850πόλις γὰρ ἤκουσ', οὐκ ἐγὼ μόνη, τάδε.
Εἰ δ' οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ', ὦναξ, τόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855Καίτοι νιν οὐ κεῖνός γ' ὁ δύστηνός ποτε
κατέκταν', ἀλλ' αὐτὸς πάροιθεν ὤλετο.
Ὥστ' οὐχὶ μαντείας γ' ἂν οὔτε τῇδ' ἐγὼ
βλέψαιμ' ἂν οὕνεκ' οὔτε τῇδ' ἂν ὕστερον.
ΟΙ. Καλῶς νομίζεις. Ἀλλ' ὅμως τὸν ἐργάτην
860πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ' ἀφῇς.
ΙΟ. Πέμψω ταχύνασ'· ἀλλ' ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμ' ἂν ὧν οὔ σοι φίλον.
ΧΟ. Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν Str. 1.
εὔσεπτον ἁγνείαν λόγων
865ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται
ὑψίποδες, οὐρανίαν
δι' αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ μόνος, οὐδέ νιν
θνατὰ φύσις ἀνέρων
ἔτικτεν, οὐδὲ μήποτε λά-
870θα κατακοιμάσῃ·
μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει.
Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ Ant. 1.
πολλῶν ὑπερπλησθῇ μάταν
875ἃ μὴ 'πίκαιρα μηδὲ συμφέροντα,
ἀκρότατα γεῖσ' ἀναβᾶσ'
‹ἄφαρ› ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ' οὐ ποδὶ χρησίμῳ
χρῆται. Τὸ καλῶς δ' ἔχον
πόλει πάλαισμα μήποτε λῦ-
880σαι θεὸν αἰτοῦμαι·
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
Εἰ δέ τις ὑπέροπτα χερ- Str. 2.
σὶν ἢ λόγῳ πορεύεται,
885Δίκας ἀφόβητος οὐδὲ
δαιμόνων ἕδη σέβων,
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
890καὶ τῶν ἀσέπτων ἔρξεται,
ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων.
Τίς ἔτι ποτ' ἐν τοῖσδ' ἀνὴρ θυμοῦ βέλη
εὔξεται ψυχᾶς ἀμύνειν;
895Εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
τί δεῖ με χορεύειν;
Οὐκέτι τὸν ἄθικτον εἶ- Ant. 2.
μι γᾶς ἐπ' ὀμφαλὸν σέβων,
οὐδ' ἐς τὸν Ἀβαῖσι ναόν,
οὐδὲ τὰν Ὀλυμπίαν,
900εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
Ἀλλ', ὦ κρατύνων, εἴπερ ὄρθ' ἀκούεις,
Ζεῦ, πάντ' ἀνάσσων, μὴ λάθοι
905σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
Φθίνοντα γὰρ ‹τοῦ παλαιοῦ› Λαΐου
θέσφατ' ἐξαιροῦσιν ἤδη,
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
910ἔρρει δὲ τὰ θεῖα.
ΙΟ. Χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδ' ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915λύπαισι παντοίαισιν; οὐδ' ὁποῖ' ἀνὴρ
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ' ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ.
Ὅτ' οὖν παραινοῦσ' οὐδὲν ἐς πλέον ποῶ,
πρὸς σ', ὦ Λύκει' Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
ὅπως λύσιν τιν' ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
ΑΓΓΕΛΟΣ
Ἆρ' ἂν παρ' ὑμῶν, ὦ ξένοι, μάθοιμ' ὅπου
925τὰ τοῦ τυράννου δώματ' ἐστὶν Οἰδίπου;
μάλιστα δ' αὐτὸν εἴπατ', εἰ κάτισθ', ὅπου.
ΧΟ. Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
ΑΓ. Ἀλλ' ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
930γένοιτ', ἐκείνου γ' οὖσα παντελὴς δάμαρ.
ΙΟ. Αὕτως δὲ καὶ σύ γ', ὦ ξέν'· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας οὕνεκ'. Ἀλλὰ φράζ' ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
ΑΓ. Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
935ΙΟ. Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ' ἀφιγμένος;
ΑΓ. Ἐκ τῆς Κορίνθου. Τὸ δ' ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν ‑ πῶς δ' οὐκ ἄν; ‑ ἀσχάλλοις δ' ἴσως.
ΙΟ. Τί δ' ἔστι; ποίαν δύναμιν ὧδ' ἔχει διπλῆν;
ΑΓ. Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ' ἐκεῖ.
ΙΟ. Τί δ'; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
ΑΓ. Οὐ δῆτ', ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
ΙΟ. Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος;
ΑΓ. Εἰ δὲ μὴ
λέγω γ' ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν.
945Ὦ πρόσπολ', οὐχὶ δεσπότῃ τάδ' ὡς τάχος
μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα,
ἵν' ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρ' ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ' ὕπο.
950ΟΙ. Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μ' ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
ΙΟ. Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν' ἵν' ἥκει τοῦ θεοῦ μαντεύματα.
ΟΙ. Οὗτος δὲ τίς ποτ' ἐστί, καὶ τί μοι λέγει;
955ΙΟ. Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτ' ὄντα Πόλυβον, ἀλλ' ὀλωλότα.
ΟΙ. Τί φῄς, ξέν'; αὐτός μοι σὺ σημήνας γενοῦ.
ΑΓ. Εἰ τοῦτο πρῶτον δεῖ μ' ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ' ἐκεῖνον θανάσιμον βεβηκότα.
960ΟΙ. Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ;
ΑΓ. Σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή.
ΟΙ. Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
ΑΓ. Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
ΟΙ. Φεῦ φεῦ, τί δῆτ' ἄν, ὦ γύναι, σκοποῖτό τις
965τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω
κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς, ἐγὼ δ' ὅδ' ἐνθάδε
ἄψαυστος ἔγχους ‑ εἴ τι μὴ τὠμῷ πόθῳ
970κατέφθιθ'· οὕτω δ' ἂν θανὼν εἴη 'ξ ἐμοῦ.
Τὰ δ' οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ' Ἅιδῃ Πόλυβος ἄξι' οὐδενός.
ΙΟ. Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι;
ΟΙ. Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
975ΙΟ. Μὴ νῦν ἔτ' αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
ΟΙ. Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ;
ΙΟ. Τί δ' ἂν φοβοῖτ' ἄνθρωπος, ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δ' ἐστὶν οὐδενὸς σαφής;
εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980Σὺ δ' εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ' ὅτῳ
παρ' οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
ΟΙ. Καλῶς ἅπαντα ταῦτ' ἂν ἐξείρητό σοι,
985εἰ μὴ 'κύρει ζῶσ' ἡ τεκοῦσα· νῦν δ' ἐπεὶ
ζῇ, πᾶσ' ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
ΙΟ. Καὶ μὴν μέγας ‹γ'› ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
ΟΙ. Μέγας, ξυνίημ'· ἀλλὰ τῆς ζώσης φόβος.
ΑΓ. Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ' ὕπερ;
990ΟΙ. Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
ΑΓ. Τί δ' ἔστ' ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
ΟΙ. Θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
ΑΓ. Ἦ ῥητόν; ἢ οὐ‹χὶ› θεμιτὸν ἄλλον εἰδέναι;
ΟΙ. Μάλιστά γ'· εἶπε γάρ με Λοξίας ποτὲ
995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
Ὧν οὕνεχ' ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ'· εὐτυχῶς μέν, ἀλλ' ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ' ἥδιστον βλέπειν.
1000ΑΓ. Ἦ γὰρ τάδ' ὀκνῶν κεῖθεν ἦσθ' ἀπόπτολις;
ΟΙ. Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
ΑΓ. Τί δῆτ' ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ', ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
ΟΙ. Καὶ μὴν χάριν γ' ἂν ἀξίαν λάβοις ἐμοῦ.
1005ΑΓ. Καὶ μὴν μάλιστα τοῦτ' ἀφικόμην, ὅπως
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
ΟΙ. Ἀλλ' οὔποτ' εἶμι τοῖς φυτεύσασιν γ' ὁμοῦ.
ΑΓ. Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
ΟΙ. Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με.
1010ΑΓ. Εἰ τῶνδε φεύγεις οὕνεκ' εἰς οἴκους μολεῖν ‑
ΟΙ. Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
ΑΓ. Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
ΟΙ. Τοῦτ' αὐτό, πρέσβυ· τοῦτό μ' εἰσαεὶ φοβεῖ.
ΑΓ. Ἆρ' οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
1015ΟΙ. Πῶς δ' οὐχί, παῖς γ' εἰ τῶνδε γεννητῶν ἔφυν;
ΑΓ. Ὁθούνεκ' ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
ΟΙ. Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
ΑΓ. Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ' ἴσον.
ΟΙ. Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
1020ΑΓ. Ἀλλ' οὔ σ' ἐγείνατ' οὔτ' ἐκεῖνος οὔτ' ἐγώ.
ΟΙ. Ἀλλ' ἀντὶ τοῦ δὴ παῖδά μ' ὠνομάζετο;
ΑΓ. Δῶρόν ποτ', ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
ΟΙ. Κᾆθ' ὧδ' ἀπ' ἄλλης χειρὸς ἔστερξεν μέγα;
ΑΓ. Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ' ἀπαιδία.
1025ΟΙ. Σὺ δ' ἐμπολήσας, ἢ τυχών μ' αὐτῷ δίδως;
ΑΓ. Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
ΟΙ. Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
ΑΓ. Ἐνταῦθ' ὀρείοις ποιμνίοις ἐπεστάτουν.
ΟΙ. Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
1030ΑΓ. Σοῦ δ', ὦ τέκνον, σωτήρ γε τῷ τότ' ἐν χρόνῳ.
ΟΙ. Τί δ' ἄλγος ἴσχοντ' ἐν κακοῖς με λαμβάνεις;
ΑΓ. Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά.
ΟΙ. Οἴμοι, τί τοῦτ' ἀρχαῖον ἐννέπεις κακόν;
ΑΓ. Λύω σ' ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
1035ΟΙ. Δεινόν γ' ὄνειδος σπαργάνων ἀνειλόμην.
ΑΓ. Ὥστ' ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
ΟΙ. Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
ΑΓ. Οὐκ οἶδ'· ὁ δοὺς δὲ ταῦτ' ἐμοῦ λῷον φρονεῖ.
ΟΙ. Ἦ γὰρ παρ' ἄλλου μ' ἔλαβες οὐδ' αὐτὸς τυχών;
1040ΑΓ. Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
ΟΙ. Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;
ΑΓ. Τῶν Λαΐου δήπου τις ὠνομάζετο.
ΟΙ. Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
ΑΓ. Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
1045ΟΙ. Ἦ κἄστ' ἔτι ζῶν οὗτος, ὥστ' ἰδεῖν ἐμέ;
ΑΓ. Ὑμεῖς γ' ἄριστ' εἰδεῖτ' ἂν οὑπιχώριοι.
ΟΙ. Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρ' ὃν ἐννέπει,
εἴτ' οὖν ἐπ' ἀγρῶν εἴτε κἀνθάδ' εἰσιδών;
1050σημήναθ', ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.
ΧΟ. Οἶμαι μὲν οὐδέν' ἄλλον ἢ τὸν ἐξ ἀγρῶν
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ' ἂν τάδ' οὐχ ἥκιστ' ἂν Ἰοκάστη λέγοι.
ΟΙ. Γύναι, νοεῖς ἐκεῖνον ὅντιν' ἀρτίως
1055μολεῖν ἐφιέμεσθα τόν θ' οὗτος λέγει ‑
ΙΟ. Τί δ' ὅντιν' εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
ΟΙ. Οὐκ ἂν γένοιτο τοῦθ', ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτ' οὐ φανῶ τοὐμὸν γένος.
1060ΙΟ. Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
κήδῃ, ματεύσῃς τοῦθ'· ἅλις νοσοῦσ' ἐγώ.
ΟΙ. Θάρσει· σὺ μὲν γὰρ οὐδ' ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή.
ΙΟ. Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
1065ΟΙ. Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ' ἐκμαθεῖν σαφῶς.
ΙΟ. Καὶ μὴν φρονοῦσά γ' εὖ τὰ λῷστά σοι λέγω.
ΟΙ. Τὰ λῷστα τοίνυν ταῦτά μ' ἀλγύνει πάλαι.
ΙΟ. Ὦ δύσποτμ', εἴθε μήποτε γνοίης ὃς εἶ.
ΟΙ. Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070ταύτην δ' ἐᾶτε πλουσίῳ χαίρειν γένει.
ΙΟ. Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ' ἔχω
μόνον προσειπεῖν, ἄλλο δ' οὔποθ' ὕστερον.
ΧΟ. Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ' ἀγρίας
ᾄξασα λύπης ἡ γυνή; δέδοιχ' ὅπως
1075μὴ 'κ τῆς σιωπῆς τῆσδ' ἀναρρήξει κακά.
ΟΙ. Ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ' ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ' ἰδεῖν βουλήσομαι.
Αὕτη δ' ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080Ἐγὼ δ' ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι.
Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
Τοιόσδε δ' ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ' ἔτι
1085ποτ' ἄλλος, ὥστε μὴ 'κμαθεῖν τοὐμὸν γένος.
ΧΟ. Εἴπερ ἐγὼ μάντις εἰμὶ Str.
καὶ κατὰ γνώμαν ἴδρις,
οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
1090οὐκ ἔσῃ τὰν αὔριον
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου
καὶ τροφὸν καὶ ματέρ' αὔξειν,
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπίηρα φέροντα
1095τοῖς ἐμοῖς τυράννοις.
Ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ' ἀρέστ' εἴη.
Τίς σε, τέκνον, τίς σ' ἔτικτε Ant.
τῶν μακραιώνων ἄρα
1100Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ',
ἢ σέ γ' εὐνάτειρά τις
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ' ὁ Κυλλάνας ἀνάσσων,
1105εἴθ' ὁ Βακχεῖος θεὸς ναίων ἐπ' ἄκρων ὀρέων εὕ-
ρημα δέξατ' ἔκ του
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
1110ΟΙ. Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ' ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
1115ἔγνωκ' ἐμαυτοῦ· τῇ δ' ἐπιστήμῃ σύ μου
προὔχοις τάχ' ἄν που, τὸν βοτῆρ' ἰδὼν πάρος.
ΧΟ. Ἔγνωκα γάρ, σάφ' ἴσθι· Λαΐου γὰρ ἦν,
εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ.
ΟΙ. Σὲ πρῶτ' ἐρωτῶ, τὸν Κορίνθιον ξένον·
1120ἦ τόνδε φράζεις;
ΑΓ. Τοῦτον, ὅνπερ εἰσορᾷς.
ΟΙ. Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ' ἄν σ' ἐρωτῶ. Λαΐου ποτ' ἦσθα σύ;
ΘΕΡΑΠΩΝ
Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ' οἴκοι τραφείς.
ΟΙ. Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα;
1125ΘΕ. Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
ΟΙ. Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν;
ΘΕ. Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
ΟΙ. Τὸν ἄνδρα τόνδ' οὖν οἶσθα τῇδέ που μαθών;
ΘΕ. Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;
1130ΟΙ. Τόνδ' ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως;
ΘΕ. Οὐχ ὥστε γ' εἰπεῖν ἐν τάχει μνήμης ὕπο.
ΑΓ. Κοὐδέν γε θαῦμα, δέσποτ'· ἀλλ' ἐγὼ σαφῶς
ἀγνῶτ' ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ' ὅτι
κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον
1135ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ' ἑνὶ
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα δ' ἤδη τἀμά τ' εἰς ἔπαυλ' ἐγὼ
ἤλαυνον οὗτός τ' εἰς τὰ Λαΐου σταθμά.
1140Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον;
ΘΕ. Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
ΑΓ. Φέρ' εἰπὲ νῦν, τότ' οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
ΘΕ. Τί δ' ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
1145ΑΓ. Ὅδ' ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ' ἦν νέος.
ΘΕ. Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ;
ΟΙ. Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ', ἐπεὶ τὰ σὰ
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ' ἔπη.
ΘΕ. Τί δ', ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
1150ΟΙ. Οὐκ ἐννέπων τὸν παῖδ' ὃν οὗτος ἱστορεῖ.
ΘΕ. Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ' ἄλλως πονεῖ.
ΟΙ. Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ' ἐρεῖς.
ΘΕ. Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ' αἰκίσῃ.
ΟΙ. Οὐχ ὡς τάχος τις τοῦδ' ἀποστρέψει χέρας;
1155ΘΕ. Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
ΟΙ. Τὸν παῖδ' ἔδωκας τῷδ' ὃν οὗτος ἱστορεῖ;
ΘΕ. Ἔδωκ'· ὀλέσθαι δ' ὤφελον τῇδ' ἡμέρᾳ.
ΟΙ. Ἀλλ' εἰς τόδ' ἥξεις μὴ λέγων γε τοὔνδικον.
ΘΕ. Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
1160ΟΙ. Ἁνὴρ ὅδ', ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
ΘΕ. Οὐ δῆτ' ἔγωγ', ἀλλ' εἶπον ὡς δοίην πάλαι.
ΟΙ. Πόθεν λαβών; οἰκεῖον ἢ 'ξ ἄλλου τινός;
ΘΕ. Ἐμὸν μὲν οὐκ ἔγωγ', ἐδεξάμην δέ του.
ΟΙ. Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
1165ΘΕ. Μὴ πρὸς θεῶν, μή, δέσποθ', ἱστόρει πλέον.
ΟΙ. Ὄλωλας, εἴ σε ταῦτ' ἐρήσομαι πάλιν.
ΘΕ. Τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
ΟΙ. Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς;
ΘΕ. Οἴμοι, πρὸς αὐτῷ γ' εἰμὶ τῷ δεινῷ λέγειν.
1170ΟΙ. Κἄγωγ' ἀκούειν· ἀλλ' ὅμως ἀκουστέον.
ΘΕ. Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ'· ἡ δ' ἔσω
κάλλιστ' ἂν εἴποι σὴ γυνὴ τάδ' ὡς ἔχει.
ΟΙ. Ἦ γὰρ δίδωσιν ἥδε σοι;
ΘΕ. Μάλιστ', ἄναξ.
ΟΙ. Ὡς πρὸς τί χρείας;
ΘΕ. Ὡς ἀναλώσαιμί νιν.
1175ΟΙ. Τεκοῦσα τλήμων;
ΘΕ. Θεσφάτων γ' ὄκνῳ κακῶν.
ΟΙ. Ποίων;
ΘΕ. Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.
ΟΙ. Πῶς δῆτ' ἀφῆκας τῷ γέροντι τῷδε σύ;
ΘΕ. Κατοικτίσας, ὦ δέσποθ', ὡς ἄλλην χθόνα
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
1180κάκ' εἰς μέγιστ' ἔσωσεν· εἰ γὰρ οὗτος εἶ
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
ΟΙ. Ἰοὺ ἰού· τὰ πάντ' ἂν ἐξήκοι σαφῆ.
Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ' ἀφ' ὧν οὐ χρῆν, ξὺν οἷς τ'
1185οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ' οὐκ ἔδει κτανών.
ΧΟ. Ἰὼ γενεαὶ βροτῶν, Str. 1.
ὡς ὑμᾶς ἴσα καὶ τὸ μη-
δὲν ζώσας ἐναριθμῶ.
Τίς γάρ, τίς ἀνὴρ πλέον
1190τᾶς εὐδαιμονίας φέρει
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ' ἀποκλῖναι;
Τὸν σόν τοι παράδειγμ' ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ
τλᾶμον Οἰδιπόδα, βροτῶν
1195οὐδὲν μακαρίζω·
ὅστις καθ' ὑπερβολὰν Ant. 1.
τοξεύσας ἐκράτησε τοῦ
πάντ' εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον
1200χρησμῳδόν, θανάτων δ' ἐμᾷ
χώρᾳ πύργος ἀνέστα·
ἐξ οὗ καὶ βασιλεὺς καλῇ
ἐμὸς καὶ τὰ μέγιστ' ἐτι-
μάθης ταῖς μεγάλαισιν ἐν
Θήβαισ‹ιν› ἀνάσσων.
Τανῦν δ' ἀκούειν τίς ἀθλιώτερος; Str. 2.
1205τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις
ξύνοικος ἀλλαγᾷ βίου;
Ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ᾧ μέγας λιμὴν αὑτὸς ἤρκεσεν
1210παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν,
πῶς ποτε πῶς ποθ' αἱ πατρῷ-
αί σ' ἄλοκες φέρειν, τάλας,
σῖγ' ἐδυνάθησαν ἐς τοσόνδε;
Ἐφηῦρέ σ' ἄκονθ' ὁ πάνθ' ὁρῶν χρόνος· Ant. 2.
δικάζει τὸν ἄγαμον γάμον πάλαι
1215τεκνοῦντα καὶ τεκνούμενον.
Ἰώ, Λαΐειον ‹ὦ› τέκνον·
εἴθε σ' εἴθ' ἐ‹γὼ› μήποτ' εἰδόμαν·
δύρομαι γὰρ ὡς περίαλλ' ἰα‹κ›χέων
ἐκ στομάτων. Τὸ δ' ὀρθὸν εἰ-
1220πεῖν, ἀνέπνευσά τ' ἐκ σέθεν
καὶ κατεκοίμησα τοὐμὸν ὄμμα.
ΕΞΑΓΓΕΛΟΣ
Ὦ γῆς μέγιστα τῆσδ' ἀεὶ τιμώμενοι,
οἷ' ἔργ' ἀκούσεσθ', οἷα δ' εἰσόψεσθ', ὅσον δ'
1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
Οἶμαι γὰρ οὔτ' ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ' αὐτίκ' εἰς τὸ φῶς φανεῖ κακὰ
1230ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν
μάλιστα λυποῦσ' αἳ φανῶσ' αὐθαίρετοι.
ΧΟ. Λείπει μὲν οὐδ' ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ
βαρύστον' εἶναι· πρὸς δ' ἐκείνοισιν τί φῄς;
ΕΞ. Ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
ΧΟ. Ὦ δυστάλαινα, πρὸς τίνος ποτ' αἰτίας;
ΕΞ. Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ' ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
Ὅμως δ', ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
1240πεύσῃ τὰ κείνης ἀθλίας παθήματα.
Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ' ἔσω
θυρῶνος, ἵετ' εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ' ἀμφιδεξίοις ἀκμαῖς.
Πύλας δ' ὅπως εἰσῆλθ' ἐπιρράξασ' ἔσω,
1245κάλει τὸν ἤδη Λάϊον πάλαι νεκρόν,
μνήμην παλαιῶν σπερμάτων ἔχουσ', ὑφ' ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν·
γοᾶτο δ' εὐνάς, ἔνθα δύστηνος διπλοῦς
1250ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν' ἐκ τέκνων τέκοι.
Χὤπως μὲν ἐκ τῶνδ' οὐκέτ' οἶδ' ἀπόλλυται·
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ' οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ' εἰς ἐκεῖνον περιπολοῦντ' ἐλεύσσομεν·
1255φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
γυναῖκά τ' οὐ γυναῖκα, μητρῴαν δ' ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
Λυσσῶντι δ' αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
1260Δεινὸν δ' ἀΰσας, ὡς ὑφηγητοῦ τινος
πύλαις διπλαῖς ἐνήλατ', ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ' ἐσείδομεν,
πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ
1265ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας,
χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ
ἔκειθ' ὁ τλήμων, δεινὰ δ' ἦν τἀνθένδ' ὁρᾶν.
Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
περόνας ἀπ' αὐτῆς, αἷσιν ἐξεστέλλετο,
1270ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,
αὐδῶν τοιαῦθ', ὁθούνεκ' οὐκ ὄψοιντό νιν
οὔθ' οἷ' ἔπασχεν οὔθ' ὁποῖ' ἔδρα κακά,
ἀλλ' ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ', οὓς δ' ἔχρῃζεν οὐ γνωσοίατο.
1275Τοιαῦτ' ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ
ἤρασσ' ἐπαίρων βλέφαρα· φοίνιαι δ' ὁμοῦ
γλῆναι γένει' ἔτεγγον, οὐδ' ἀνίεσαν
φόνου μυδώσας σταγόνας, ἀλλ' ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἵματός τ' ἐτέγγετο.
1280Τάδ' ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά,
ἀλλ' ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
Ὁ πρὶν παλαιὸς δ' ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
1285ὅσ' ἐστὶ πάντων ὀνόματ', οὐδέν ἐστ' ἀπόν.
ΧΟ. Νῦν δ' ἔσθ' ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ;
ΕΞ. Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητρὸς ‑ αὐδῶν ἀνόσι' οὐδὲ ῥητά μοι,
1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ' ἔτι
μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο.
Ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
1295διοίγεται· θέαμα δ' εἰσόψει τάχα
τοιοῦτον οἷον καὶ στυγοῦντ' ἐποικτίσαι.
ΧΟ. Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
ὦ δεινότατον πάντων ὅσ' ἐγὼ
προσέκυρσ' ἤδη· τίς σ', ὦ τλῆμον,
1300προσέβη μανία; τίς ὁ πηδήσας
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
Φεῦ φεῦ, δύσταν'· ἀλλ' οὐδ' ἐσιδεῖν
δύναμαί σε, θέλων πόλλ' ἀνερέσθαι,
1305πολλὰ πυθέσθαι, πολλὰ δ' ἀθρῆσαι·
τοίαν φρίκην παρέχεις μοι.
ΟΙ. Αἰαῖ, αἰαῖ, δύστανος ἐγώ,
ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι
1310φθογγὰ διαπωτᾶται φοράδην;
ἰὼ δαῖμον, ἵν' ἐξήλου.
ΧΟ. Ἐς δεινὸν οὐδ' ἀκουστὸν οὐδ' ἐπόψιμον.
ΟΙ. Ἰὼ σκότου Str. 1.
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
1315ἀδάματόν τε καὶ δυσούριστόν ‹μοι›.
Οἴμοι,
οἴμοι μάλ' αὖθις· οἷον εἰσέδυ μ' ἅμα
κέντρων τε τῶνδ' οἴστρημα καὶ μνήμη κακῶν.
ΧΟ. Καὶ θαῦμά γ' οὐδὲν ἐν τοσοῖσδε πήμασιν
1320διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
ΟΙ. Ἰὼ φίλος, Ant. 1.
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
Φεῦ φεῦ,
1325οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
ΧΟ. Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ' ἐπῆρε δαιμόνων;
ΟΙ. Ἀπόλλων τάδ' ἦν, Ἀπόλλων, φίλοι, Str. 2.
1330ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ' ἐμὰ πάθεα.
Ἔπαισε δ' αὐτόχειρ νιν οὔ-
τις, ἀλλ' ἐγὼ τλάμων.
Τί γὰρ ἔδει μ' ὁρᾶν,
1335ὅτῳ γ' ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
ΧΟ. Ἦν ταῦθ' ὅπωσπερ καὶ σὺ φής.
ΟΙ. Τί δῆτ' ἐμοὶ βλεπτὸν ἦν
στερκτόν; ἢ προσήγορον
ἔτ' ἔστ' ἀκούειν ἡδονᾷ, φίλοι;
1340Ἀπάγετ' ἐκτόπιον ὅτι τάχιστά με,
ἀπάγετ', ὦ φίλοι, τὸν ὄλεθρον μέγαν,
τὸν καταρατότατον,
1345ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν.
ΧΟ. Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὥς σ' ἠθέλησα μηδαμὰ γνῶναί ποτ' ἄν.
ΟΙ. Ὄλοιθ' ὅστις ἦν ὃς ἀγρίας πέδας Ant. 2.
1350νομάδος ἐπὶ πόας ἔλαβέ μ' ἀπό τε φόνου
ἔρυτο κἀνέσωσεν, οὐ-
δὲν εἰς χάριν πράσσων.
Τότε γὰρ ἂν θανὼν
1355οὐκ ἦν φίλοισιν οὐδ' ἐμοὶ τοσόνδ' ἄχος.
ΧΟ. Θέλοντι κἀμοὶ τοῦτ' ἂν ἦν.
ΟΙ. Οὔκουν πατρός γ' ἂν φονεὺς
ἦλθον, οὐδὲ νυμφίος
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
1360Νῦν δ' ἄθεος μέν εἰμ', ἀνοσίων δὲ παῖς,
ὁμογενὴς δ' ἀφ' ὧν αὐτὸς ἔφυν τάλας.
Εἰ δέ τι πρεσβύτερον
1365ἔτι κακοῦ κακόν, τοῦτ' ἔλαχ' Οἰδίπους.
ΧΟ. Οὐκ οἶδ' ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς.
κρείσσων γὰρ ἦσθα μηκέτ' ὢν ἢ ζῶν τυφλός.
ΟΙ. Ὡς μὲν τάδ' οὐχ ὧδ' ἔστ' ἄριστ' εἰργασμένα,
1370μή μ' ἐκδίδασκε, μηδὲ συμβούλευ' ἔτι.
Ἐγὼ γὰρ οὐκ οἶδ' ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ' ἂν προσεῖδον εἰς Ἅιδου μολών,
οὐδ' αὖ τάλαιναν μητέρ', οἷν ἐμοὶ δυοῖν
ἔργ' ἐστὶ κρείσσον' ἀγχόνης εἰργασμένα.
1375Ἀλλ' ἡ τέκνων δῆτ' ὄψις ἦν ἐφίμερος,
βλαστοῦσ' ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
Οὐ δῆτα τοῖς γ' ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ' ἄστυ γ', οὐδὲ πύργος, οὐδὲ δαιμόνων
ἀγάλμαθ' ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
1380κάλλιστ' ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
ἀπεστέρησ' ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ' ἄναγνον καὶ γένους τοῦ Λαΐου.
Τοιάνδ' ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
1385ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
Ἥκιστά γ'· ἀλλ' εἰ τῆς ἀκουούσης ἔτ' ἦν
πηγῆς δι' ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν' ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
1390τὴν φροντίδ' ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
Ἰὼ Κιθαιρών, τί μ' ἐδέχου; τί μ' οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395λόγῳ παλαιὰ δώμαθ', οἷον ἆρά με
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
νῦν γὰρ κακός τ' ὢν κἀκ κακῶν εὑρίσκομαι.
Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη,
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
1400αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
ἐπίετε πατρός, ἆρά μου μέμνησθ' ὅτι
οἷ' ἔργα δράσας ὑμὶν εἶτα δεῦρ' ἰὼν
ὁποῖ' ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι,
ἐφύσαθ' ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε
πατέρας, ἀδελφούς, παῖδας, αἷμ' ἐμφύλιον,
νύμφας γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ' ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
Ἀλλ', οὐ γὰρ αὐδᾶν ἔσθ' ἃ μηδὲ δρᾶν καλόν,
1410ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που
καλύψατ', ἢ φονεύσατ', ἢ θαλάσσιον
ἐκρίψατ', ἔνθα μήποτ' εἰσόψεσθ' ἔτι.
Ἴτ', ἀξιώσατ' ἀνδρὸς ἀθλίου θιγεῖν·
πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
1415οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.
ΧΟ. Ἀλλ' ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ' ὅδε
Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.
ΟΙ. Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ' ἔπος;
1420τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ
πάρος πρὸς αὐτὸν πάντ' ἐφεύρημαι κακός.
ΚΡ. Οὔθ' ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,
οὔθ' ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
Ἀλλ' εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ' ἔτι
1425γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα
αἰδεῖσθ' ἄνακτος Ἡλίου, τοιόνδ' ἄγος
ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
μήτ' ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
Ἀλλ' ὡς τάχιστ' ἐς οἶκον ἐσκομίζετε·
1430τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ' ὁρᾶν
μόνοις τ' ἀκούειν εὐσεβῶς ἔχει κακά.
ΟΙ. Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ' ἀπέσπασας,
ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ' ἐμέ,
πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ' ἐμοῦ, φράσω.
1435ΚΡ. Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;
ΟΙ. Ῥῖψόν με γῆς ἐκ τῆσδ' ὅσον τάχισθ', ὅπου
θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.
ΚΡ. Ἔδρασ' ἄν, εὖ τοῦτ' ἴσθ', ἄν, εἰ μὴ τοῦ θεοῦ
πρώτιστ' ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον.
1440ΟΙ. Ἀλλ' ἥ γ' ἐκείνου πᾶσ' ἐδηλώθη φάτις,
τὸν πατροφόντην, τὸν ἀσεβῆ μ' ἀπολλύναι.
ΚΡ. Οὕτως ἐλέχθη ταῦθ'· ὅμως δ', ἵν' ἕσταμεν
χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον.
ΟΙ. Οὕτως ἄρ' ἀνδρὸς ἀθλίου πεύσεσθ' ὕπερ;
1445ΚΡ. Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.
ΟΙ. Καὶ σοί γ' ἐπισκήπτω τε καὶ προστρέψομαι·
τῆς μὲν κατ' οἴκους αὐτὸς ὃν θέλεις τάφον
θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
ἐμοῦ δὲ μήποτ' ἀξιωθήτω τόδε
1450πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν·
ἀλλ' ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ τ' ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν' ἐξ ἐκείνων οἵ μ' ἀπωλλύτην, θάνω.
1455Καίτοι τοσοῦτόν γ' οἶδα, μήτε μ' ἂν νόσον
μήτ' ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
θνῄσκων ἐσώθην, μὴ 'πί τῳ δεινῷ κακῷ.
Ἀλλ' ἡ μὲν ἡμῶν μοῖρ' ὅποιπερ εἶσ' ἴτω·
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
1460προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ
σπάνιν ποτὲ σχεῖν, ἔνθ' ἂν ὦσι, τοῦ βίου·
ταῖν δ' ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
αἷν οὔποθ' ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ' ἄνευ τοῦδ' ἀνδρός, ἀλλ' ὅσων ἐγὼ
1465ψαύοιμι, πάντων τῶνδ' ἀεὶ μετειχέτην·
αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί μ' ἔασον κἀποκλαύσασθαι κακά.
Ἴθ', ὦναξ,
ἴθ', ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
1470δοκοῖμ' ἔχειν σφᾶς, ὥσπερ ἡνίκ' ἔβλεπον.
Τί φημί;
οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν
δακρυρροούντοιν, καί μ' ἐποικτίρας Κρέων
ἔπεμψέ μοι τὰ φίλτατ' ἐγγόνοιν ἐμοῖν;
1475λέγω τι;
ΚΡ. Λέγεις· ἐγὼ γάρ εἰμ' ὁ πορσύνας τάδε,
γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ' εἶχεν πάλαι.
ΟΙ. Ἀλλ' εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
δαίμων ἄμεινον ἢ 'μὲ φρουρήσας τύχοι.
1480Ὦ τέκνα, ποῦ ποτ' ἐστέ; δεῦρ' ἴτ', ἔλθετε
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ' ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν', οὔθ' ὁρῶν οὔθ' ἱστορῶν,
1485πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω,
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
Ποίας γὰρ ἀστῶν ἥξετ' εἰς ὁμιλίας,
1490ποίας δ' ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
πρὸς οἶκον ἵξεσθ' ἀντὶ τῆς θεωρίας;
Ἀλλ' ἡνίκ' ἂν δὴ πρὸς γάμων ἥκητ' ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
τοιαῦτ' ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς
1495γονεῦσιν ἔσται σφῷν θ' ὁμοῦ δηλήματα;
Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ' ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500Τοιαῦτ' ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ;
οὐκ ἔστιν οὐδείς, ὦ τέκν', ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
Ὦ παῖ Μενοικέως, ἀλλ' ἐπεὶ μόνος πατὴρ
ταύταιν λέλειψαι, νὼ γάρ, ὣ 'φυτεύσαμεν,
1505ὀλώλαμεν δύ' ὄντε, μή σφε περιίδῃς
πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,
μηδ' ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
Ἀλλ' οἴκτισόν σφας, ὧδε τηλικάσδ' ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
Σφῷν δ', ὦ τέκν', εἰ μὲν εἰχέτην ἤδη φρένας,
πόλλ' ἂν παρῄνουν· νῦν δὲ τοῦτ' εὔχεσθέ μοι
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
1515ΚΡ. Ἅλις ἵν' ἐξήκεις δακρύων· ἀλλ' ἴθι στέγης ἔσω.
ΟΙ. Πειστέον, κεἰ μηδὲν ἡδύ.
ΚΡ. Πάντα γὰρ καιρῷ καλά.
ΟΙ. Οἶσθ' ἐφ' οἷς οὖν εἶμι;
ΚΡ. Λέξεις, καὶ τότ' εἴσομαι κλύων.
ΟΙ. Γῆς μ' ὅπως πέμψεις ἄποικον.
ΚΡ. Τοῦ θεοῦ μ' αἰτεῖς δόσιν.
ΟΙ. Ἀλλὰ θεοῖς γ' ἔχθιστος ἥκω.
ΚΡ. Τοιγαροῦν τεύξῃ τάχα.
1520ΟΙ. Φῂς τάδ' οὖν;
ΚΡ. Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
ΟΙ. Ἄπαγέ νύν μ' ἐντεῦθεν ἤδη.
ΚΡ. Στεῖχέ νυν, τέκνων δ' ἀφοῦ.
ΟΙ. Μηδαμῶς ταύτας γ' ἕλῃ μου.
ΚΡ. Πάντα μὴ βούλου κρατεῖν·
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
ΧΟ. Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ', Οἰδίπους ὅδε,
1525ὃς τὰ κλείν' αἰνίγματ' ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν,
ὥστε θνητὸν ὄντ' ἐκείνην τὴν τελευταίαν ἰδεῖν
ἡμέραν ἐπισκοποῦντα μηδέν' ὀλβίζειν, πρὶν ἂν
1530τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.