8864 988 0 9 4 647 388 a. C. Commedia Aristophanes Plutus Coulon, V., Paris, Les Belles Lettres, 1930 Rist. 1963 235

ARISTOPHANES - Plutus

ΚΑΡΙΩΝ

Ὡς ἀργαλέον πρᾶγμ' ἐστίν, ὦ Ζεῦ καὶ θεοί,

δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.

Ἢν γὰρ τὰ βέλτισθ' ὁ θεράπων λέξας τύχῃ,

δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,

   5μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.

Τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον

κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.

Καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ,

ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,

  10μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι

ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς

μελαγχολῶντ' ἀπέπεμψέ μου τὸν δεσπότην,

ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,

τοὐναντίον δρῶν ἢ προσῆκ' αὐτῷ ποεῖν.

  15Οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,

οὗτος δ' ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,

καὶ ταῦτ' ἀποκρινόμενος τὸ παράπαν οὐδὲ γρῦ.

Ἐγὼ μὲν οὖν οὐκ ἔσθ' ὅπως σιγήσομαι,

ἢν μὴ φράσῃς ὅ τι τῷδ' ἀκολουθοῦμέν ποτε,

  20ὦ δέσποτ', ἀλλά σοι παρέξω πράγματα.

Οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.

ΧΡΕΜΥΛΟΣ

Μὰ Δί' ἀλλ' ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,

ἵνα μᾶλλον ἀλγῇς.

ΚΑ.               Λῆρος· οὐ γὰρ παύσομαι

πρὶν ἂν φράσῃς μοι τίς ποτ' ἐστὶν οὑτοσί.

  25Εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.

ΧΡ. Ἀλλ' οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν

πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.

Ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ

κακῶς ἔπραττον καὶ πένης ἦν.

ΚΑ.                        Οἶδά τοι.

  30ΧΡ. Ἕτεροι δ' ἐπλούτουν. ἱερόσυλοι, ῥήτορες

καὶ συκοφάνται καὶ πονηροί.

ΚΑ.                       Πείθομαι.

ΧΡ. Ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,

τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν

ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,

  35τὸν δ' υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,

πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους

εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,

ὡς τῷ βίῳ τοῦτ' αὐτὸ νομίσας ξυμφέρειν.

ΚΑ. "Τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;"

  40ΧΡ. Πεύσει. Σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι ταδί·

ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,

ἐκέλευε τούτου μὴ μεθίεσθαί μ' ἔτι,

πείθειν δ' ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.

ΚΑ. Καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;

ΧΡ.                       Τουτῳί.

  45ΚΑ. Εἶτ' οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ

φράζουσαν, ὦ σκαιότατέ, σοι σαφέστατα

ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;

ΧΡ. Τῷ τοῦτο κρίνεις;

ΚΑ.               Δῆλον ὁτιὴ καὶ τυφλῷ

γνῶναι δοκεῖ τοῦθ', ὡς σφόδρ' ἐστὶ συμφέρον

  50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν γένει.

ΧΡ. Οὐκ ἔσθ' ὅπως ὁ χρησμὸς εἰς τοῦτο ῥέπει,

ἀλλ' εἰς ἕτερόν τι μεῖζον. Ἢν δ' ἡμῖν φράσῃ

ὅστις ποτ' ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν

καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,

  55πυθοίμεθ' ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.

ΚΑ. Ἄγε δή, σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,

ἢ τἀπὶ τούτοις δρῶ; Λέγειν χρὴ ταχὺ πάνυ.

ΠΛΟΥΤΟΣ

Ἐγὼ μὲν οἰμώζειν λέγω σοι.

ΚΑ.                       Μανθάνεις

ὅς φησιν εἶναι;

ΧΡ.             Σοὶ λέγει τοῦτ', οὐκ ἐμοί·

  60σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.

Ἀλλ' εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,

ἐμοὶ φράσον.

ΠΛ.           Κλάειν ἔγωγέ σοι λέγω.

ΚΑ. Δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.

ΧΡ. Οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.

  65ΚΑ. Εἰ μὴ φράσεις γάρ, ἀπό σ' ὀλῶ κακὸν κακῶς.

ΠΛ. Ὦ τᾶν, ἀπαλλάχθητον ἀπ' ἐμοῦ.

ΧΡ.                         Πώμαλα.

ΚΑ. Καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ', ὦ δέσποτα.

Ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.

Ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν' αὐτὸν καταλιπὼν

  70ἄπειμ', ἵν' ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.

ΧΡ. Ἀλλ' αἶρε ταχέως.

ΠΛ.               Μηδαμῶς.

ΧΡ.                      Οὔκουν ἐρεῖς;

ΠΛ. Ἀλλ' ἢν πύθησθέ μ' ὅστις εἴμ', εὖ οἶδ' ὅτι

κακόν τί μ' ἐργάσεσθε κοὐκ ἀφήσετον.

ΧΡ. Νὴ τοὺς θεοὺς ἡμεῖς γ', ἐὰν βούλῃ γε σύ.

  75ΠΛ. Μέθεσθέ νύν μου πρῶτον.

ΧΡ.                    Ἤν, μεθίεμεν.

ΠΛ. Ἀκούετον δή· δεῖ γάρ, ὡς ἔοικέ, με

λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.

Ἐγὼ γάρ εἰμι Πλοῦτος.

ΚΑ.                   Ὦ μιαρώτατε

ἀνδρῶν ἁπάντων, εἶτ' ἐσίγας Πλοῦτος ὤν;

  80ΧΡ. Σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;

Ὦ Φοῖβ' Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες

καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;

ΠΛ.                               Ναί.

ΧΡ. Ἐκεῖνος αὐτός;

ΠΛ.             Αὐτότατος.

ΧΡ.                      Πόθεν οὖν, φράσον,

αὐχμῶν βαδίζεις;

ΠΛ.              Ἐκ Πατροκλέους ἔρχομαι,

  85ὃς οὐκ ἐλούσατ' ἐξ ὅτουπερ ἐγένετο.

ΧΡ. Τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.

ΠΛ. Ὁ Ζεύς με ταῦτ' ἔδρασεν ἀνθρώποις φθονῶν.

Ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ' ὅτι

ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους

  90μόνους βαδιοίμην· ὁ δέ μ' ἐποίησεν τυφλόν,

ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.

Οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

ΧΡ. Καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους

καὶ τοὺς δικαίους.

ΠΛ.                Ὁμολογῶ σοι.

ΧΡ.                          Φέρε, τί οὖν;

  95Εἰ πάλιν ἀναβλέψειας, ὥσπερ καὶ πρὸ τοῦ,

φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

ΠΛ.                        Φήμ' ἐγώ.

ΧΡ. Ὡς τοὺς δικαίους δ' ἂν βαδίζοις;

ΠΛ.                           Πάνυ μὲν οὖν·

πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.

ΚΑ. Καὶ θαῦμά γ' οὐδέν· οὐδ' ἐγὼ γὰρ ὁ βλέπων.

 100ΠΛ. Ἄφετόν με νῦν· ἴστον γὰρ ἤδη τἀπ' ἐμοῦ.

ΧΡ. Μὰ Δί', ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.

ΠΛ. Οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα

ἐμέλλετόν μοι;

ΧΡ.            Καὶ σύ γ', ἀντιβολῶ, πιθοῦ,

καὶ μή μ' ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ

 105ζητῶν ἔτ' ἄνδρα τοὺς τρόπους βελτίονα.

ΚΑ. Μὰ τὸν Δί', οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.

ΠΛ. Ταυτὶ λέγουσι πάντες· ἡνίκ' ἂν δέ μου

τύχωσ' ἀληθῶς καὶ γένωνται πλούσιοι,

ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.

 110ΧΡ. Ἔχει μὲν οὕτως, εἰσὶ δ' οὐ πάντες κακοί.

ΠΛ. Μὰ Δί', ἀλλ' ἁπαξάπαντες.

ΚΑ.                      Οἰμώξει μακρά.

ΧΡ. Σοὶ δ' ὡς ἂν εἰδῇς ὅσα, παρ' ἡμῖν ἢν μένῃς,

γενήσετ' ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.

Οἶμαι γάρ, οἶμαι ‑ ξὺν θεῷ δ' εἰρήσεται ‑

 115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας

βλέψαι ποήσας.

ΠΛ.            Μηδαμῶς τοῦτ' ἐργάσῃ·

οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.

ΧΡ.                           Τί φῄς;

ΚΑ. Ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.

ΠΛ. Ὁ Ζεὺς μὲν οὖν οἶδ' ὡς, τὰ τούτων μῶρ' ἔμ' εἰ

 120πύθοιτ', ἂν ἐπιτρίψειε.

ΧΡ.                    Νῦν δ' οὐ τοῦτο δρᾷ,

ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;

ΠΛ. Οὐκ οἶδ'· ἐγὼ δ' ἐκεῖνον ὀρρωδῶ πάνυ.

ΧΡ. Ἄληθες, ὦ δειλότατε πάντων δαιμόνων;

Οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα

 125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,

ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;

ΠΛ. Ἆ, μὴ λέγ', ὦ πόνηρε, ταῦτ'.

ΧΡ.                        Ἔχ' ἥσυχος.

Ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ

μεῖζον δυνάμενον.

ΠΛ.               Ἐμὲ σύ;

ΧΡ.                     Νὴ τὸν οὐρανόν.

 130Αὐτίκα γὰρ ‑ ἄρχει διὰ τί ὁ Ζεὺς τῶν θεῶν;

ΚΑ. Διὰ τἀργύριον· πλεῖστον γάρ ἐστ' αὐτῷ.

ΧΡ.                                Φέρε,

τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ';

ΚΑ.                             Ὁδί.

ΧΡ. Θύουσι δ' αὐτῷ διὰ τίν'; Οὐ διὰ τουτονί;

ΚΑ. Καὶ νὴ Δί' εὔχονταί γε πλουτεῖν ἄντικρυς.

 135ΧΡ. Οὔκουν ὅδ' ἐστὶν αἴτιος καὶ ῥᾳδίως

παύσειεν, εἰ βούλοιτο, ταῦτ' ἄν;

ΠΛ.                           Ὅτι τί δή;

ΧΡ. Ὅτι οὐδ' ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι

οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ' οὐδὲ ἕν,

μὴ βουλομένου σοῦ.

ΠΛ.                Πῶς;

ΧΡ.                   Ὅπως; οὐκ ἔσθ' ὅπως

 140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν

αὐτὸς διδῷς τἀργύριον, ὥστε τοῦ Διὸς

τὴν δύναμιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.

ΠΛ. Τί λέγεις; δι' ἐμὲ θύουσιν αὐτῷ;

ΧΡ.                           Φήμ' ἐγώ.

Καὶ νὴ Δί' εἴ τί γ' ἐστὶ λαμπρὸν καὶ καλὸν

 145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.

Ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ' ὑπήκοα.

ΚΑ. Ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον

δοῦλος γεγένημαι πρότερον ὢν ἐλεύθερος.

ΧΡ. Καὶ τάς γ' ἑταίρας φασὶ τὰς Κορινθίας,

 150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,

οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,

τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.

ΚΑ. Καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν

οὐ τῶν ἐραστῶν, ἀλλὰ τἀργυρίου χάριν.

 155ΧΡ. Οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ

αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.

ΚΑ.                            Τί δαί;

ΧΡ. Ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.

ΚΑ. Αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως

ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.

 160ΧΡ. Τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα

ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ' ηὑρημένα.

Ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος,

ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται,

ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών, ‑

 165ΚΑ. ὁ δὲ λωποδυτεῖ γε νὴ Δί', ὁ δὲ τοιχωρυχεῖ, ‑

ΧΡ. ὁ δὲ κναφεύει γ', ‑

ΚΑ.                 ὁ δέ γε πλύνει κῴδια, ‑

ΧΡ. ὁ δὲ βυρσοδεψεῖ γ' ‑

ΚΑ.                 ὁ δέ γε πωλεῖ κρόμμυα, ‑

ΧΡ. ὁ δ' ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.

ΠΛ. Οἴμοι τάλας, ταυτί μ' ἐλάνθανεν πάλαι.

 170ΚΑ. Μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;

Ἐκκλησία δ' οὐχὶ διὰ τοῦτον γίγνεται;

ΧΡ. Τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

ΚΑ. Τὸ δ' ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

Ὁ Πάμφιλος δ' οὐχὶ διὰ τοῦτον κλαύσεται;

 175ΧΡ. Ὁ βελονοπώλης δ' οὐχὶ μετὰ τοῦ Παμφίλου;

ΚΑ. Ἀγύρριος δ' οὐχὶ διὰ τοῦτον πέρδεται;

ΧΡ. Φιλέψιος δ' οὐχ ἕνεκα σοῦ μύθους λέγει;

Ἡ ξυμμαχία δ' οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

Ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

 180ΚΑ. Ὁ Τιμοθέου δὲ πύργος ‑

ΧΡ.                    ἐμπέσοι γέ σοι.

Τὰ δὲ πράγματ' οὐχὶ διὰ σὲ πάντα πράττεται;

Μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος

καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ' ὅτι.

ΚΑ. Κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,

 185ἐφ' οἷς ἂν οὗτος ἐπικαθέζηται μόνον.

ΠΛ. Ἐγὼ τοσαῦτα δυνατός εἰμ' εἷς ὢν ποεῖν;

ΧΡ. Καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·

ὥστ' οὐδὲ μεστός σου γέγον' οὐδεὶς πώποτε.

Τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή·

 190ἔρωτος, ‑

ΚΑ.         ἄρτων, ‑

ΧΡ.              μουσικῆς, ‑

ΚΑ.                        τραγημάτων, ‑

ΧΡ. τιμῆς, ‑

ΚΑ.        πλακούντων, ‑

ΧΡ.                    ἀνδραγαθίας, ‑

ΚΑ.                                ἰσχάδων, ‑

ΧΡ. φιλοτιμίας, ‑

ΚΑ.            μάζης, ‑

ΧΡ.                    στρατηγίας, ‑

ΚΑ.                               φακῆς, ‑

ΧΡ. σοῦ δ' ἐγένετ' οὐδεὶς μεστὸς οὐδεπώποτε.

Ἀλλ' ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,

 195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·

κἂν ταῦθ' ἁνύσηται, τετταράκοντα βούλεται,

ἢ οὔ φησιν εἶν' αὑτῷ βιωτὸν τὸν βίον.

ΠΛ. Εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·

πλὴν ἓν μόνον δέδοικα ‑

ΧΡ.                    Φράζε, τοῦ πέρι;

 200ΠΛ. ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε

ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

ΧΡ. Νὴ τὸν Δί', ἀλλὰ καὶ λέγουσι πάντες ὡς

δειλότατόν ἐσθ' ὁ πλοῦτος.

ΠΛ.                      Ἥκιστ', ἀλλά με

τοιχωρύχος τις διέβαλ'. Εἰσδὺς γάρ ποτε

 205οὐκ εἶχεν εἰς τὴν οἰκίαν οὐδὲν λαβεῖν,

εὑρὼν ἁπαξάπαντα κατακεκλεισμένα·

εἶτ' ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

ΧΡ. Μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ

ἀνὴρ πρόθυμος αὐτὸς εἰς τὰ πράγματα,

 210βλέποντ' ἀποδείξω σ' ὀξύτερον τοῦ Λυγκέως.

ΠΛ. Πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

ΧΡ. Ἔχω τιν' ἀγαθὴν ἐλπίδ' ἐξ ὧν εἶπέ μοι

ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

ΠΛ. Κἀκεῖνος οὖν ξύνοιδε ταῦτα;

ΧΡ.                       Φήμ' ἐγώ.

 215ΠΛ. Ὁρᾶτε ‑

ΧΡ.       Μὴ φρόντιζε μηδέν, ὦγαθέ.

Ἐγὼ γάρ, εὖ τοῦτ' ἴσθι, κἂν δῇ μ' ἀποθανεῖν,

αὐτὸς διαπράξω ταῦτα.

ΚΑ.                  Κἂν βούλῃ γ', ἐγώ.

ΧΡ. Πολλοὶ δ' ἔσονται χἄτεροι νῷν ξύμμαχοι,

ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

 220ΠΛ. Παπαῖ, πονηρούς γ' εἶπας ἡμῖν ξυμμάχους.

ΧΡ. Οὔκ, ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.

Ἀλλ' ἴθι σὺ μὲν ταχέως δραμών ‑

ΚΑ.                           Τί δρῶ; λέγε.

ΧΡ. τοὺς ξυγγεώργους κάλεσον, ‑ εὑρήσεις δ' ἴσως

ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, ‑

 225ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν

ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.

ΚΑ. Καὶ δὴ βαδίζω. Τουτοδὲ τὸ κρεᾴδιον

τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.

ΧΡ. Ἐμοὶ μελήσει τοῦτό γ'· ἀλλ' ἁνύσας τρέχε.

 230Σὺ δ', ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων,

εἴσω μετ' ἐμοῦ δεῦρ' εἴσιθ'· ἡ γὰρ οἰκία

αὕτη 'στὶν ἣν δεῖ χρημάτων σε τήμερον

μεστὴν ποῆσαι καὶ δικαίως κἀδίκως.

ΠΛ. Ἀλλ' ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς

 235εἰς οἰκίαν ἑκάστοτ' ἀλλοτρίαν πάνυ·

ἀγαθὸν γὰρ ἀπέλαυσ' οὐδὲν αὐτοῦ πώποτε.

Ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,

εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·

κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος

 240αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,

ἔξαρνός ἐστι μηδ' ἰδεῖν με πώποτε.

Ἢν δ' ὡς παραπλῆγ' ἄνθρωπον εἰσελθὼν τύχω,

πόρναισι καὶ κύβοισι παραβεβλημένος

γυμνὸς θύραζ' ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

 245ΧΡ. Μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.

Ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ' ἀεί·

χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ

πάλιν τ' ἀναλῶν, ἡνίκ' ἂν τούτου δέῃ.

Ἀλλ' εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι

 250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,

ὃν ἐγὼ φιλῶ μάλιστα μετὰ σέ.

ΠΛ.                        Πείθομαι.

ΧΡ. Τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

ΚΑ. Ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,

ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,

 255ἴτ', ἐγκονεῖτε, σπεύδεθ', ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,

ἀλλ' ἔστ' ἐπ' αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ' ἀμύνειν.

ΧΟΡΟΣ

Οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,

ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;

Σὺ δ' ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι

 260ὅτου χάριν μ' ὁ δεσπότης ὁ σὸς κέκληκε δεῦρο.

ΚΑ. Οὔκουν πάλαι δήπου λέγω; Σὺ δ' αὐτὸς οὐκ ἀκούεις.

Ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας

ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

ΧΟ. Ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ' ὅ φησιν;

 265ΚΑ. Ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν', ὦ πόνηροι,

ῥυπῶντα, κυφόν, ἄθλιον, ῥυσόν, μαδῶντα, νωδόν·

οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

ΧΟ. Ὦ χρυσὸν ἀγγείλας ἐπῶν, πῶς φῄς; πάλιν φράσον μοι.

Δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

 270ΚΑ. Πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ' ἔχοντα σωρόν.

ΧΟ. Μῶν ἀξιοῖς φενακίσας ἔπειτ' ἀπαλλαγῆναι

ἀζήμιος, καὶ ταῦτ' ἐμοῦ βακτηρίαν ἔχοντος;

ΚΑ. Πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον εἰς τὰ πάντα

ἡγεῖσθέ μ' εἶναι κοὐδὲν ἂν νομίζεθ' ὑγιὲς εἰπεῖν;

 275ΧΟ. Ὡς σεμνὸς οὑπίτριπτος. Αἱ κνῆμαι δέ σου βοῶσιν

ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

ΚΑ. Ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,

σὺ δ' οὐ βαδίζεις; Ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

ΧΟ. Διαρραγείης. Ὡς μόθων εἶ καὶ φύσει κόβαλος,

 280ὅστις φενακίζεις, φράσαι δ' οὔπω τέτληκας ἡμῖν,

οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως

δεῦρ' ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

ΚΑ. Ἀλλ' οὐκέτ' ἂν κρύψαιμι. Τὸν Πλοῦτον γάρ, ὦνδρες, ἥκει

 285ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποήσει.

ΧΟ. Ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

ΚΑ. Νὴ τοὺς θεούς, Μίδας μὲν οὖν, ἢν ὦτ' ὄνου λάβητε.

ΧΟ. Ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι

ὑφ' ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ' ἀληθῆ.

 

 290ΚΑ. Καὶ μὴν ἐγὼ βουλήσομαι ‑ θρεττανελο ‑ τὸν Κύκλωπα

μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων

ὑμᾶς ἄγειν. Ἀλλ' εἶα, τέκεα, θαμίν' ἐπαναβοῶντες

   βληχώμενοί τε προβατίων

   αἰγῶν τε κιναβρώντων μέλη

 295ἕπεσθ' ἀπεψωλημένοι· τράγοι δ' ἀκρατιεῖσθε.

ΧΟ. Ἡμεῖς δέ γ' αὖ ζητήσομεν ‑ θρεττανελο ‑ τὸν Κύκλωπα

βληχώμενοι σὲ τουτονὶ πινῶντα καταλαβόντες,

πήραν ἔχοντα λάχανά τ' ἄγρια δροσερά, κραιπαλῶντα

   ἡγούμενον τοῖς προβατίοις,

 300   εἰκῇ δὲ καταδαρθόντα που

μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.

 

ΚΑ. Ἐγὼ δὲ τὴν Κίρκην γε, τὴν τὰ φάρμακ' ἀνακυκῶσαν,

ἣ τοὺς ἑταίρους τοῦ ‑ Φιλωνίδου ποτ' ἐν Κορίνθῳ

   ἔπεισεν ὡς ὄντας κάπρους

 305μεμαγμένον σκῶρ ἐσθίειν, ‑ αὐτὴ δ' ἔματτεν αὐτοῖς, ‑

   μιμήσομαι πάντας τρόπους·

  ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας

     ἕπεσθε μητρί, χοῖροι.

ΧΟ. Οὐκοῦν σέ, τὴν Κίρκην γε, τὴν τὰ φάρμακ' ἀνακυκῶσαν

 310καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους

   λαβόντες ὑπὸ φιληδίας

τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,

   μινθώσομέν θ' ὥσπερ τράγου

τὴν ῥῖνα· σὺ δ' Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς·

 315     "Ἕπεσθε μητρί, χοῖροι."

 

ΚΑ. Ἀλλ' εἶά νυν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη

   ὑμεῖς ἐπ' ἄλλ' εἶδος τρέπεσθ',

   ἐγὼ δ' ἰὼν ἤδη λάθρᾳ

   βουλήσομαι τοῦ δεσπότου

 320   λαβών τιν' ἄρτον καὶ κρέας

μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.

 

             ‹ΧΟΡΟΥ›

ΧΡ. "Χαίρειν" μὲν ὑμᾶς ἐστιν, ὦνδρες δημόται,

ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·

"ἀσπάζομαι" δ' ὁτιὴ προθύμως ἥκετε

 325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.

Ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται

ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

ΧΟ. Θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μ' Ἄρη.

Δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα

 330ὠστιζόμεσθ' ἑκάστοτ' ἐν τἠκκλησίᾳ,

αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

ΧΡ. Καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ

προσιόντα· δῆλος δ' ἐστὶν ὅτι τοῦ πράγματος

ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

 

 335ΒΛΕΨΙΔΗΜΟΣ

Τί ἂν οὖν τὸ πρᾶγμ' εἴη; Πόθεν καὶ τίνι τρόπῳ

Χρεμύλος πεπλούτηκ' ἐξαπίνης; Οὐ πείθομαι.

Καίτοι λόγος γ' ἦν νὴ τὸν Ἡρακλέα πολὺς

ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,

ὡς ἐξαπίνης ἁνὴρ γεγένηται πλούσιος.

 340Ἔστιν δέ μοι τοῦτ' αὐτὸ θαυμάσιον, ὅπως

χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.

Οὔκουν ἐπιχώριόν γε πρᾶγμ' ἐργάζεται.

ΧΡ. Ἀλλ' οὐδὲν ἀποκρύψας ἐρῶ μὰ τοὺς θεούς.

Ὦ Βλεψίδημ', ἄμεινον ἢ χθὲς πράττομεν,

 345ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.

ΒΛ. Γέγονας δ' ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

ΧΡ. Ἔσομαι μὲν οὖν αὐτίκα μάλ', ἢν θεὸς θέλῃ.

Ἔνι γάρ τις, ἔνι κίνδυνος ἐν τῷ πράγματι.

ΒΛ. Ποῖός τις;

ΧΡ.          Οἷος ‑

ΒΛ.               Λέγ' ἁνύσας ὅ τι φῄς ποτε.

 350ΧΡ. ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·

ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

ΒΛ. Τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον

καί μ' οὐκ ἀρέσκει. Τό τε γὰρ ἐξαίφνης ἄγαν

οὕτως ὑπερπλουτεῖν τό τ' αὖ δεδοικέναι

 355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ' εἰργασμένου.

ΧΡ. Πῶς οὐδὲν ὑγιές;

ΒΛ.               Εἴ τι κεκλοφὼς νὴ Δία

ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον

παρὰ τοῦ θεοῦ, κἄπειτ' ἴσως σοι μεταμέλει.

ΧΡ. Ἄπολλον ἀποτρόπαιε, μὰ Δί' ἐγὼ μὲν οὔ.

 360ΒΛ. Παῦσαι φλυαρῶν, ὦγάθ'· οἶδα γὰρ σαφῶς.

ΧΡ. Σὺ μηδὲν εἰς ἔμ' ὑπονόει τοιουτονί.

ΒΛ. Φεῦ,

ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,

ἀλλ' εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

ΧΡ. Οὔ τοι μὰ τὴν Δήμητρ' ὑγιαίνειν μοι δοκεῖς.

 365ΒΛ. Ὡς πολὺ μεθέστηχ' ὧν πρότερον εἶχεν τρόπων.

ΧΡ. Μελαγχολᾷς, ὦνθρωπε, νὴ τὸν οὐρανόν.

ΒΛ. Ἀλλ' οὐδὲ τὸ βλέμμ' αὐτὸ κατὰ χώραν ἔχει,

ἀλλ' ἐστὶν ἐπιδηλοῦν τι πεπανουργηκότα.

ΧΡ. Σὺ μὲν οἶδ' ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος

 370ζητεῖς μεταλαβεῖν.

ΒΛ.                Μεταλαβεῖν ζητῶ; τίνος;

ΧΡ. Τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλ' ἑτέρως ἔχον.

ΒΛ. Μῶν οὐ κέκλοφας, ἀλλ' ἥρπακας;

ΧΡ.                          Κακοδαιμονᾷς.

ΒΛ. Ἀλλ' οὐδὲ μὴν ἀπεστέρηκάς γ' οὐδένα;

ΧΡ. Οὐ δῆτ' ἔγωγ'.

ΒΛ.             Ὦ Ἡράκλεις, φέρε, ποῖ τις ἂν

 375τράποιτο; Τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.

ΧΡ. Κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

ΒΛ. Ὦ τᾶν, ἐγώ σοι τοῦτ' ἀπὸ σμικροῦ πάνυ

ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,

τὸ στόμ' ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

 380ΧΡ. Καὶ μὴν φίλως γ' ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς

τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

ΒΛ. Ὁρῶ τιν' ἐπὶ τοῦ βήματος καθεδούμενον

ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων

καὶ τῆς γυναικός, κοὐ διοίσοντ' ἄντικρυς

 385τῶν Ἡρακλειδῶν οὐδ' ὁτιοῦν τῶν Παμφίλου.

ΧΡ. Οὔκ, ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους

[ἔγωγε καὶ τοὺς δικαίους καὶ σώφρονας]

ἀπαρτὶ πλουτῆσαι ποήσω.

ΒΛ.                    Τί σὺ λέγεις;

Οὕτω πάνυ πολλὰ κέκλοφας;

ΧΡ.                      Οἴμοι τῶν κακῶν,

 390ἀπολεῖς.

ΒΛ.        Σὺ μὲν οὖν σεαυτόν, ὥς γ' ἐμοὶ δοκεῖς.

ΧΡ. Οὐ δῆτ', ἐπεὶ τὸν Πλοῦτον, ὦ μόχθηρε σύ,

ἔχω.

ΒΛ.    Σὺ Πλοῦτον; ποῖον;

ΧΡ.                    Αὐτὸν τὸν θεόν.

ΒΛ. Καὶ ποῦ 'στιν;

ΧΡ.             Ἔνδον.

ΒΛ.                  Ποῦ;

ΧΡ.                      Παρ' ἐμοί.

ΒΛ.                               Παρὰ σοί;

ΧΡ.                                    Πάνυ.

ΒΛ. Οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;

ΧΡ.                             Νὴ τοὺς θεούς.

 395ΒΛ. Λέγεις ἀληθῆ;

ΧΡ.            Φημί.

ΒΛ.                 Πρὸς τῆς Ἑστίας;

ΧΡ. Νὴ τὸν Ποσειδῶ.

ΒΛ.              Τὸν θαλάττιον λέγεις;

ΧΡ. Εἰ δ' ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.

ΒΛ. Εἶτ' οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς, τοὺς φίλους;

ΧΡ. Οὐκ ἔστι πω τὰ πράγματ' ἐν τούτῳ.

ΒΛ.                            Τί φῄς;

 400Οὐ τῷ μεταδοῦναι;

ΧΡ.               Μὰ Δία· δεῖ γὰρ πρῶτα ‑

ΒΛ.                                   Τί;

ΧΡ. βλέψαι ποῆσαι νώ ‑

ΒΛ.                Τίνα βλέψαι; φράσον.

ΧΡ. τὸν Πλοῦτον, ὥσπερ πρότερον, ἑνί γέ τῳ τρόπῳ.

ΒΛ. Τυφλὸς γὰρ ὄντως ἐστί;

ΧΡ.                   Νὴ τὸν οὐρανόν.

ΒΛ. Οὐκ ἐτὸς ἄρ' ὡς ἔμ' ἦλθεν οὐδεπώποτε.

 405ΧΡ. Ἀλλ' ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.

ΒΛ. Οὔκουν ἰατρὸν εἰσαγαγεῖν ἐχρῆν τινά;

ΧΡ. Τίς δῆτ' ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;

Οὔτε γὰρ ὁ μισθὸς οὐδέν ἐστ' οὔθ' ἡ τέχνη.

ΒΛ. Σκοπῶμεν.

ΧΡ.         Ἀλλ' οὐκ ἔστιν.

ΒΛ.                      Οὐδ' ἐμοὶ δοκεῖ.

 410ΧΡ. Μὰ Δί', ἀλλ' ὅπερ πάλαι παρεσκευαζόμην

ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ

κράτιστόν ἐστι.

ΒΛ.             Πολὺ μὲν οὖν, νὴ τοὺς θεούς.

Μή νυν διάτριβ', ἀλλ' ἅνυε πράττων ἕν γέ τι.

ΧΡ. Καὶ δὴ βαδίζω.

ΒΛ.             Σπεῦδέ νυν.

ΧΡ.                      Τοῦτ' αὐτὸ δρῶ.

 415ΠΕΝΙΑ

Ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον

τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε,

ποῖ ποῖ τί φεύγετον; οὐ μενεῖτον;

ΒΛ.                            Ἡράκλεις.

ΠΕ. Ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·

τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,

 420ἀλλ' οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε

οὔτε θεὸς οὔτ' ἄνθρωπος. Ὥστ' ἀπολώλατον.

ΧΡ. Σὺ δ' εἶ τίς; Ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.

ΒΛ. Ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·

βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.

 425ΧΡ. Ἀλλ' οὐκ ἔχει γὰρ δᾷδας.

ΒΛ.                     Οὐκοῦν κλαύσεται.

ΠΕ. Οἴεσθε δ' εἶναι τίνα με;

ΧΡ.                     Πανδοκεύτριαν

ἢ λεκιθόπωλιν. Οὐ γὰρ ἂν τοσουτονὶ

ἐνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.

ΠΕ. Ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον

 430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;

ΧΡ. Οὔκουν ὑπόλοιπόν σοι τὸ βάραθρον γίγνεται;

Ἀλλ' ἥτις εἶ λέγειν σ' ἐχρῆν αὐτίκα μάλα.

ΠΕ. Ἣ σφὼ ποήσω τήμερον δοῦναι δίκην

ἀνθ' ὧν ἐμὲ ζητεῖτον ἐνθένδ' ἀφανίσαι.

 435ΒΛ. Ἆρ' ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,

ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;

ΠΕ. Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ' ἔτη.

ΒΛ. Ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;

ΧΡ. Οὗτος, τί δρᾶς; Ὦ δειλότατον σὺ θηρίον,

 440οὐ παραμενεῖς;

ΒΛ.            Ἥκιστα πάντων.

ΧΡ.                        Οὐ μενεῖς;

Ἀλλ' ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;

ΒΛ. Πενία γάρ ἐστιν, ὦ πόνηρ', ἧς οὐδαμοῦ

οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.

ΧΡ. Στῆθ', ἀντιβολῶ σε, στῆθι.

ΒΛ.                       Μὰ Δί' ἐγὼ μὲν οὔ.

 445ΧΡ. Καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ

ἔργων ἁπάντων ἐργασόμεθ', εἰ τὸν θεὸν

ἔρημον ἀπολιπόντε ποι φευξούμεθα

τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

ΒΛ. Ποίοισιν ὅπλοις ἢ δυνάμει πεποιθότε;

 450Ποῖον γὰρ οὐ θώρακα, ποίαν δ' ἀσπίδα

οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;

ΧΡ. Θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ' ὅτι

τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

ΠΕ. Γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε,

 455ἐπ' αὐτοφώρῳ δεινὰ δρῶντ' εἰλημμένω;

ΧΡ. Σὺ δ', ὦ κάκιστ' ἀπολουμένη, τί λοιδορεῖ

ἡμῖν προσελθοῦσ' οὐδ' ὁτιοῦν ἀδικουμένη;

ΠΕ. Οὐδὲν γάρ, ὢ πρὸς τῶν θεῶν, νομίζετε

ἀδικεῖν με τὸν Πλοῦτον ποεῖν πειρωμένω

 460βλέψαι πάλιν;

ΧΡ.            Τί οὖν ἀδικοῦμεν τοῦτό σε,

εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν

ἀγαθόν;

ΠΕ.       Τί δ' ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ';

ΧΡ.                                 Ὅ τι;

σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.

ΠΕ. Ἔμ' ἐκβαλόντες; Καὶ τί ἂν νομίζετε

 465κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώποις;

ΧΡ.                            Ὅ τι;

εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.

ΠΕ. Καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον

τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην

ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ

 470ὑμῖν δι' ἐμέ τε ζῶντας ὑμᾶς ... ‑ εἰ δὲ μή,

ποεῖτον ἤδη τοῦθ' ὅ τι ἂν ὑμῖν δοκῇ.

ΧΡ. Ταυτὶ σὺ τολμᾷς, ὦ μιαρωτάτη, λέγειν;

ΠΕ. Καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως

ἅπανθ' ἁμαρτάνοντά σ' ἀποδείξειν ἐγώ,

 475εἰ τοὺς δικαίους φῂς ποήσειν πλουσίους.

ΧΡ. Ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε;

ΠΕ. Οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.

ΧΡ. Καὶ τίς δύναιτ' ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ

τοιαῦτ' ἀκούων;

ΠΕ.             Ὅστις ἐστὶν εὖ φρονῶν.

 480ΧΡ. Τί δῆτά σοι τίμημ' ἐπιγράψω τῇ δίκῃ,

ἐὰν ἁλῷς;

ΠΕ.        Ὅ τι σοι δοκεῖ.

ΧΡ.                     Καλῶς λέγεις.

ΠΕ. Τὸ γὰρ αὔτ', ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.

ΧΡ. Ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;

ΒΛ. Ταύτῃ γε· νῷν δὲ δύ' ἀποχρήσουσιν μόνω.

 485ΠΕ. Οὐκ ἂν φθάνοιτε τοῦτο πράττοντες· τί γὰρ

ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

ΧΟ. Ἀλλ' ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ

ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ' ἐνδώσετε μηδέν.

ΧΡ. Φανερὸν μὲν ἔγωγ' οἶμαι γνῶναι τοῦτ' εἶναι πᾶσιν ὁμοίως,

 490ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,

τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.

Τοῦτ' οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν ὥστε γενέσθαι

βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.

Ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,

 495ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,

τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποήσει

πάντας χρηστοὺς ‑ καὶ πλουτοῦντας δήπου ‑ τά τε θεῖα σέβοντας.

Καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ' ἄμεινον;

ΒΛ. Οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γ' ἀνερώτα.

 500ΧΡ. Ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,

τίς ἂν οὐχ ἡγοῖτ' εἶναι μανίαν κακοδαιμονίαν τ' ἔτι μᾶλλον;

Πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,

ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δ' ὄντες πάνυ χρηστοὶ

πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.

 505Οὔκουν εἶναί φημ', εἰ παύσει ταύτην βλέψας ποθ' ὁ Πλοῦτος,

ὁδὸν ἥντιν' ἰὼν τοῖς ἀνθρώποις ἀγάθ' ἂν μείζω πορίσειεν.

ΠΕ. Ἀλλ', ὦ πάντων ῥᾷστ' ἀνθρώπων ἀναπεισθέντ' οὐχ ὑγιαίνειν

δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,

εἰ τοῦτο γένοιθ' ὃ ποθεῖθ' ὑμεῖς, οὔ φημ' ἂν λυσιτελεῖν σφῷν.

 510Εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ' ἴσον αὑτόν,

οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ' ἂν σοφίαν μελετῴη

οὐδείς· ἀμφοῖν δ' ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει

τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,

ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,

 515ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,

ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν τούτων πάντων ἀμελοῦσιν;

ΧΡ. Λῆρον ληρεῖς. Ταῦτα γὰρ ἡμῖν πάνθ' ὅσα νυνδὴ κατέλεξας

οἱ θεράποντες μοχθήσουσιν.

ΠΕ.               Πόθεν οὖν ἕξεις θεράποντας;

ΧΡ. Ὠνησόμεθ' ἀργυρίου δήπου.

ΠΕ.              Τίς δ' ἔσται πρῶτον ὁ πωλῶν,

 520ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;

ΧΡ.               Κερδαίνειν βουλόμενός τις

ἔμπορος ἥκων ἐκ Θετταλίας παρ' ἀπλήστων ἀνδραποδιστῶν.

ΠΕ. Ἀλλ' οὐδ' ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ' ἀνδραποδιστὴς

κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. Τίς γὰρ πλουτῶν ἐθελήσει

κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποῆσαι;

 525Ὥστ' αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν

ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

ΧΡ.                           Ἐς κεφαλὴν σοί.

ΠΕ. Ἔτι δ' οὐχ ἕξεις οὔτ' ἐν κλίνῃ καταδαρθεῖν, ‑ οὐ γὰρ ἔσονται, ‑

οὔτ' ἐν δάπισιν, ‑ τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος; ‑

Οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον,

 530οὔθ' ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.

Καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντα;

Παρ' ἐμοῦ δ' ἐστὶν ταῦτ' εὔπορα πάνθ' ὑμῖν ὧν δεῖσθον· ἐγὼ γὰρ

τὸν χειροτέχνην ὥσπερ δέσποιν' ἐπαναγκάζουσα κάθημαι

διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.

 535ΧΡ. Σὺ γὰρ ἂν πορίσαι τί δύναι' ἀγαθὸν πλὴν φῴδων ἐκ βαλανείου

καὶ παιδαρίων ὑποπεινώντων καὶ γραϊδίων κολοσυρτόν;

Φθειρῶν τ' ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι

ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,

ἐπεγείρουσαι καὶ φράζουσαι· "Πεινήσεις· ἀλλ' ἐπανίστω."

 540Πρὸς δέ γε τούτοις ἀνθ' ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης

στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·

καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου

λίθον εὐμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δ' ἀντὶ μὲν ἄρτων

μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ' ἰσχνῶν ῥαφανίδων,

 545ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας

πιθάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην· ἆρά γε πολλῶν

ἀγαθῶν πᾶσιν τοῖς ἀνθρώποις ἀποφαίνω σ' αἴτιον οὖσαν;

ΠΕ. Σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ' ἐπεκρούσω.

ΧΡ. Οὔκουν δήπου τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν;

 550ΠΕ. Ὑμεῖς γ' οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.

Ἀλλ' οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί', οὐδέ γε μέλλει.

Πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·

τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προσέχοντα,

περιγίγνεσθαι δ' αὐτῷ μηδέν, μὴ μέντοι μηδ' ἐπιλείπειν.

 555ΧΡ. Ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας,

εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.

ΠΕ. Σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,

οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας

καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. Παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες

 560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,

παρ' ἐμοὶ δ' ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.

ΧΡ. Ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.

ΠΕ. Περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω

ὅτι κοσμιότης οἰκεῖ μετ' ἐμοῦ, τοῦ Πλούτου δ' ἐστὶν ὑβρίζειν.

 565ΧΡ. Πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.

[ΒΛ.] [Νὴ τὸν Δί', εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστιν;]

ΠΕ. Σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν

ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,

πλουτήσαντες δ' ἀπὸ τῶν κοινῶν παραχρῆμ' ἄδικοι γεγένηνται,

 570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.

ΧΡ. Ἀλλ' οὐ ψεύδει τούτων γ' οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.

Ἀτὰρ οὐχ ἧττόν γ' οὐδὲν κλαύσει, ‑ μηδὲν ταύτῃ γε κομήσῃς, ‑

ὁτιὴ ζητεῖς τοῦτ' ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον

πενία πλούτου.

ΠΕ.     Καὶ σύ γ' ἐλέγξαι μ' οὔπω δύνασαι περὶ τούτου,

 575ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.

ΧΡ.                  Καὶ πῶς φεύγουσί σ' ἅπαντες;

ΠΕ. Ὅτι βελτίους αὐτοὺς ποιῶ. Σκέψασθαι δ' ἔστι μάλιστα

ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα

αὐτοῖς. Οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ' ἐστὶ δίκαιον.

ΧΡ. Τὸν Δία φήσεις ἆρ' οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·

 580κἀκεῖνος γὰρ τὸν πλοῦτον ἔχει.

ΒΛ.                  Ταύτην δ' ἡμῖν ἀποπέμπει.

ΠΕ. Ἀλλ', ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,

ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ' ἤδη φανερῶς σε διδάξω.

Εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα

ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι' ἔτους πέμπτου ξυναγείρει,

 585ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας

κοτίνου στεφάνῳ; Καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

ΧΡ. Οὔκουν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν πλοῦτον ἐκεῖνος;

Φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,

λήροις ἀναδῶν τοὺς νικῶντας τὸν πλοῦτον ἐᾷ παρ' ἑαυτῷ.

 590ΠΕ. Πολὺ τῆς πενίας πρᾶγμ' αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,

εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ' οὑτωσὶ καὶ φιλοκερδής.

ΧΡ. Ἀλλὰ σέ ‹γ'› ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

ΠΕ. Τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ' ἔστ' ἀγάθ' ὑμῖν

διὰ τὴν πενίαν.

ΧΡ.      Παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,

 595εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. Φησὶ γὰρ αὕτη

τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν' ἀποπέμπειν,

τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

  Ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς

  ἔτι μηδ' ὁτιοῦν.

 600  Οὐ γὰρ πείσεις, οὐδ' ἢν πείσῃς.

ΠΕ.   Ὦ πόλις Ἄργους, κλύεθ' οἷα λέγει.

ΧΡ.   Παύσωνα κάλει τὸν ξύσσιτον.

ΠΕ.   Τί πάθω τλήμων;

ΧΡ.   Ἔρρ' ἐς κόρακας θᾶττον ἀφ' ἡμῶν.

 605ΠΕ.   Εἶμι δὲ ποῖ γῆς;

ΧΡ.   Εἰς τὸν κύφων'· ἀλλ' οὐ μέλλειν

  χρῆν σ', ἀλλ' ἁνύειν.

ΠΕ.   Ἦ μὴν ὑμεῖς γ' ἔτι μ' ἐνταυθοῖ

  μεταπέμψεσθον.

 610ΧΡ.   Τότε νοστήσεις· νῦν δὲ φθείρου.

  Κρεῖττον γάρ μοι πλουτεῖν ἐστιν,

  σὲ δ' ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

ΒΛ.   Νὴ Δί' ἐγὼ γοῦν ἐθέλω πλουτῶν

  εὐωχεῖσθαι μετὰ τῶν παίδων

 615  τῆς τε γυναικός, καὶ λουσάμενος

  λιπαρὸς χωρῶν ἐκ βαλανείου

  τῶν χειροτεχνῶν

   καὶ τῆς πενίας καταπαρδεῖν.

ΧΡ. Αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.

 620Ἐγὼ δὲ καὶ σύ γ' ὡς τάχιστα τὸν θεὸν

ἐγκατακλινοῦντ' ἄγωμεν εἰς Ἀσκληπιοῦ.

ΒΛ. Καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ

ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποεῖν.

ΧΡ. Παῖ Καρίων, τὰ στρώματ' ἐκφέρειν ἐχρῆν

 625αὐτόν τ' ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,

καὶ τἄλλ' ὅσ' ἐστὶν ἔνδον εὐτρεπισμένα.

 

             ‹ΧΟΡΟΥ›

ΚΑ. Ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι

γέροντες ἄνδρες ἐπ' ὀλιγίστοις ἀλφίτοις,

ὡς εὐτυχεῖθ', ὡς μακαρίως πεπράγατε,

 630ἅλλοι θ' ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.

ΧΟ. Τί δ' ἐστίν, ὦ βέλτιστε, τῶν σαυτοῦ φίλων;

Φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

ΚΑ. Ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,

μᾶλλον δ' ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ

 635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,

Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

ΧΟ.   Λέγεις μοι χαράν, λέγεις μοι βοάν.

ΚΑ. Πάρεστι χαίρειν, ἤν τε βούλησθ' ἤν τε μή.

ΧΟ.   Ἀναβοάσομαι τὸν εὔπαιδα καὶ

 640  μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

 

ΓΥΝΗ

Τίς ἡ βοή ποτ' ἐστίν; Ἆρ' ἀγγέλλεται

χρηστόν τι; Τοῦτο γὰρ ποθοῦσ' ἐγὼ πάλαι

ἔνδον κάθημαι περιμένουσα τουτονί.

ΚΑ. Ταχέως, ταχέως φέρ' οἶνον, ὦ δέσποιν', ἵνα

 645καὐτὴ πίῃς, ‑ φιλεῖς δὲ δρῶσ' αὐτὸ σφόδρα, ‑

ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

ΓΥ. Καὶ ποῦ 'στιν;

ΚΑ.             Ἐν τοῖς λεγομένοις· εἴσει τάχα.

ΓΥ. Πέραινε τοίνυν ὅ τι λέγεις ἁνύσας ποτέ.

ΚΑ. Ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα

 650ἐκ τῶν ποδῶν εἰς τὴν κεφαλήν σοι πάντ' ἐρῶ.

ΓΥ. Μὴ δῆτ' ἔμοιγ' εἰς τὴν κεφαλήν.

ΚΑ.                           Μὴ τἀγαθὰ

ἃ νῦν γεγένηται;

ΓΥ.              Μὴ μὲν οὖν τὰ πράγματα.

ΚΑ. Ὡς γὰρ τάχιστ' ἀφικόμεθα πρὸς τὸν θεὸν

ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον,

 655νῦν δ' εἴ τιν' ἄλλον μακάριον κεὐδαίμονα,

πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,

ἔπειτ' ἐλοῦμεν.

ΓΥ.             Νὴ Δί' εὐδαίμων ἄρ' ἦν

ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

ΚΑ. Ἔπειτα πρὸς τὸ τέμενος ᾗμεν τοῦ θεοῦ.

 660Ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα

καθωσιώθη, πελανὸς Ἡφαίστου φλογί,

κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·

ἡμῶν δ' ἕκαστος στιβάδα παρεκαττύετο.

ΓΥ. Ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

 665ΚΑ. Εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,

κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·

ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα

ἔχοντες. Ὡς δὲ τοὺς λύχνους ἀποσβέσας

ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ

 670ὁ πρόπολος. εἰπών, ἤν τις αἴσθηται ψόφου,

σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.

Κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με

ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη

ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,

 675ἐφ' ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.

Ἔπειτ' ἀναβλέψας ὁρῶ τὸν ἱερέα

τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας

ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς. Μετὰ τοῦτο δὲ

περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,

 680εἴ που πόπανον εἴη τι καταλελειμμένον·

ἔπειτα ταῦθ' ἥγιζεν εἰς σάκταν τινά.

Κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος

ἐπὶ τὴν χύτραν τὴν τῆς ἀθάρης ἀνίσταμαι.

ΓΥ. Ταλάντατ' ἀνδρῶν, οὐκ ἐδεδοίκεις τὸν θεόν;

 685ΚΑ. Νὴ τοὺς θεοὺς ἔγωγε, μὴ φθάσειέ με

ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα.

Ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.

Τὸ γρᾴδιον δ' ὡς ᾔσθετο δή μου τὸν ψόφον,

τὴν χεῖρ' ὑπῆρε· κᾆτα συρίξας ἐγὼ

 690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.

Ἡ δ' εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,

κατέκειτό θ' αὑτὴν ἐντυλίξασ' ἡσυχῇ

ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.

Κἀγὼ τότ' ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·

 695ἔπειτ' ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην.

ΓΥ. Ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

ΚΑ.                       Οὐδέπω.

Μετὰ τοῦτο δ' ἤδη καὶ γέλοιον δῆτά τι

ἐπόησα. Προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ

ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.

 700ΓΥ. Ἦ πού σε διὰ τοῦτ' εὐθὺς ἐβδελύττετο.

ΚΑ. Οὔκ, ἀλλ' Ἰασὼ μέν τις ἀκολουθοῦσ' ἅμα

ὑπηρυθρίασε χἠ Πανάκει' ἀπεστράφη

τὴν ῥῖν' ἐπιλαβοῦσ'· οὐ λιβανωτὸν γὰρ βδέω.

ΓΥ. Αὐτὸς δ' ἐκεῖνος;

ΚΑ.               Οὐ μὰ Δί' οὐδ' ἐφρόντισεν.

 705ΓΥ. Λέγεις ἄγροικον ἄρα σύ γ' εἶναι τὸν θεόν;

ΚΑ. Μὰ Δί' οὐκ ἔγωγ', ἀλλὰ σκατοφάγον.

ΓΥ.                              Αἲ τάλαν.

ΚΑ. Μετὰ ταῦτ' ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην

δείσας, ἐκεῖνος δ' ἐν κύκλῳ τὰ νοσήματα

σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.

 710Ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον

παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

ΓΥ. Λίθινον;

ΚΑ.        Μὰ Δί' οὐ δῆτ', οὐχὶ τό γε κιβώτιον.

ΓΥ. Σὺ δὲ πῶς ἑώρας, ὦ κάκιστ' ἀπολούμενε,

ὃς ἐγκεκαλύφθαι φῄς;

ΚΑ.                 Διὰ τοῦ τριβωνίου·

 715ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.

Πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον

κατάπλαστον ἐνεχείρησε τρίβειν, ἐμβαλὼν

σκορόδων κεφαλὰς τρεῖς Τηνίων. Ἔπειτ' ἔφλα

ἐν τῇ θυείᾳ συμπαραμειγνύων ὀπὸν

 720καὶ σχῖνον· εἶτ' ὄξει διέμενος Σφηττίῳ

κατέπλασεν αὐτοῦ τὰ βλέφαρ' ἐκστρέψας, ἵνα

ὀδυνῷτο μᾶλλον. Ὁ δὲ κεκραγὼς καὶ βοῶν

ἔφευγ' ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·

"Ἐνταῦθά νυν κάθησο καταπεπλασμένος,

 725ἵν' ἐπομνύμενον παύσω σε τὰς ἐκκλησίας."

ΓΥ. Ὡς φιλόπολίς τίς ἐσθ' ὁ δαίμων καὶ σοφός.

ΚΑ. Μετὰ τοῦτο τῷ Πλούτῳ 'τι παρεκαθέζετο,

καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,

ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν

 730τὰ βλέφαρα περιέψησεν. Ἡ Πανάκεια δὲ

κατεπέτασ' αὐτοῦ τὴν κεφαλὴν φοινικίδι

καὶ πᾶν τὸ πρόσωπον· εἶθ' ὁ θεὸς ἐπόππυσεν.

Ἐξῃξάτην οὖν δύο δράκοντ' ἐκ τοῦ νεὼ

ὑπερφυεῖ τὸ μέγεθος.

ΓΥ.                 Ὦ φίλοι θεοί.

 735ΚΑ. Τούτω δ' ὑπὸ τὴν φοινικίδ' ὑποδύνθ' ἡσυχῇ

τὰ βλέφαρα περιέλειχον, ὥς γέ μοὐδόκει·

καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,

ὁ Πλοῦτος, ὦ δέσποιν', ἀνειστήκει βλέπων·

ἐγὼ δὲ τὼ χεῖρ' ἀνεκρότησ' ὑφ' ἡδονῆς

 740τὸν δεσπότην τ' ἤγειρον. Ὁ θεὸς δ' εὐθέως

ἠφάνισεν αὐτὸν οἵ τ' ὄφεις εἰς τὸν νεών.

Οἱ δ' ἐγκατακείμενοι παρ' αὐτῷ πῶς δοκεῖς

τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ' ὅλην

ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.

 745Ἐγὼ δ' ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,

ὅτι βλέπειν ἐπόησε τὸν Πλοῦτον ταχύ,

τὸν δὲ Νεοκλείδην μᾶλλον ἐπόησεν τυφλόν.

ΓΥ. Ὅσην ἔχεις τὴν δύναμιν, ὦναξ δέσποτα.

Ἀτὰρ φράσον μοι, ποῦ 'σθ' ὁ Πλοῦτος;

ΚΑ.                               Ἔρχεται.

 750Ἀλλ' ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.

Οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον

ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ

ἐδεξιοῦνθ' ἅπαντες ὑπὸ τῆς ἡδονῆς·

ὅσοι δ' ἐπλούτουν οὐσίαν τ' εἶχον συχνὴν

 755οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,

ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ' ἅμα.

Οἱ δ' ἠκολούθουν κατόπιν ἐστεφανωμένοι

γελῶντες, εὐφημοῦντες· ἐκτυπεῖτο δὲ

ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.

 760Ἀλλ' εἶ', ἁπαξάπαντες ἐξ ἑνὸς λόγου

ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·

οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,

ὡς ἄλφιτ' οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

ΓΥ. Νὴ τὴν Ἑκάτην, κἀγὼ δ' ἀναδῆσαι βούλομαι

 765εὐαγγέλιά σε κριβανιτῶν ὁρμαθῷ

τοιαῦτ' ἀπαγγείλαντα.

ΚΑ.                  Μή νυν μέλλ' ἔτι,

ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

ΓΥ. Φέρε νυν, ἰοῦσ' εἴσω κομίσω καταχύσματα

ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

 770ΚΑ. Ἐγὼ δ' ἀπαντῆσαί γ' ἐκείνοις βούλομαι.

              ΧΟΡΟΥ

ΠΛ. Καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,

ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον

χώραν τε πᾶσαν Κέκροπος ἥ μ' ἐδέξατο.

Αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,

 775οἵοις ἄρ' ἀνθρώποις ξυνὼν ἐλάνθανον,

τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας

ἔφευγον, εἰδὼς οὐδέν. Ὦ τλήμων ἐγώ,

ὡς οὔτ' ἐκεῖν' ἄρ' οὔτε ταῦτ' ὀρθῶς ἔδρων.

Ἀλλ' αὖ τὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ

 780δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι

ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

ΧΡ. Βάλλ' ἐς κόρακας. Ὡς χαλεπόν εἰσιν οἱ φίλοι

οἱ φαινόμενοι παραχρῆμ' ὅταν πράττῃ τις εὖ.

Νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,

 785ἐνδεικνύμενος ἕκαστος εὔνοιάν τινα.

Ἐμὲ γὰρ τίς οὐ προσεῖπε; Ποῖος οὐκ ὄχλος

περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

ΓΥ. Ὦ φίλτατ' ἀνδρῶν, καὶ σὺ καὶ σύ, χαίρετον.

Φέρε νυν, ‑ νόμος γάρ ἐστι, ‑ τὰ καταχύσματα

 790ταυτὶ καταχέω σου λαβοῦσα.

ΠΛ.                      Μηδαμῶς.

Ἐμοῦ γὰρ εἰσιόντος εἰς τὴν οἰκίαν

πρώτιστ' ἀναβλέψαντος οὐδὲν ἐκφέρειν

πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον εἰσφέρειν.

ΓΥ. Εἶτ' οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

 795ΠΛ. Ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος.

Ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.

Οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ

ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις

προβαλόντ', ἐπὶ τούτοις εἶτ' ἀναγκάζειν γελᾶν.

 800ΓΥ. Εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γ' οὑτοσὶ

ἀνίσταθ' ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

 

              ΧΟΡΟΥ

ΚΑ. Ὡς ἡδὺ πράττειν, ὦνδρές, ἐστ' εὐδαιμόνως,

καὶ ταῦτα μηδὲν ἐξενεγκόντ' οἴκοθεν.

Ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν

ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσιν.

 805bΟὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.

Ἡ μὲν σιπύη μεστή 'στι λευκῶν ἀλφίτων,

οἱ δ' ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.

Ἅπαντα δ' ἡμῖν ἀργυρίου καὶ χρυσίου

τὰ σκευάρια πλήρη 'στίν, ὥστε θαυμάσαι.

 810Τὸ φρέαρ δ' ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι

μύρου γέμουσι, τὸ δ' ὑπερῷον ἰσχάδων.

Ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα

χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς

τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ' ὁρᾶν.

 815Ὁ δ' ἰπνὸς γέγον' ἡμῖν ἐξαπίνης ἐλεφάντινος.

Στατῆρσι δ' οἱ θεράποντες ἀρτιάζομεν

χρυσοῖς· ἀποψώμεσθα δ' οὐ λίθοις ἔτι,

ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.

Καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ

 820ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος,

ἐμὲ δ' ἐξέπεμψεν ὁ καπνός· οὐχ οἷός τε γὰρ

ἔνδον μένειν ἦν· ἔδακνε γὰρ τὰ βλέφαρά μου.

ΔΙΚΑΙΟΣ

Ἕπου μετ' ἐμοῦ, παιδάριον, ἵνα πρὸς τὸν θεὸν

ἴωμεν.

ΚΑ.      Ἔα, τίς ἐσθ' ὁ προσιὼν οὑτοσί;

 825ΔΙ. Ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ' εὐτυχής.

ΚΑ. Δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

ΔΙ. Μάλιστ'.

ΚΑ.        Ἔπειτα τοῦ δέει;

ΔΙ.                      Πρὸς τὸν θεὸν

ἥκω. μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.

Ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς

 830λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,

εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

ΚΑ. Ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

ΔΙ. Κομιδῇ μὲν οὖν.

ΚΑ.              Οὐκοῦν μετὰ ταῦτ' ἦσθ' ἄθλιος.

ΔΙ. Κομιδῇ μὲν οὖν. Κἀγὼ μὲν ᾤμην οὓς τέως

 835εὐεργέτησα δεομένους ἕξειν φίλους

ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·

οἱ δ' ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ' ἔτι.

ΚΑ. Καὶ κατεγέλων γ' εὖ οἶδ' ὅτι.

ΔΙ.                         Κομιδῇ μὲν οὖν·

αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ' ἀπώλεσεν.

 840Ἀλλ' οὐχὶ νῦν. Ἀνθ' ὧν ἐγὼ πρὸς τὸν θεὸν

προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

ΚΑ. Τὸ τριβώνιον δὲ τί δύναται, πρὸς τῶν θεῶν,

ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

ΔΙ. Καὶ τοῦτ' ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

 845ΚΑ. Μῶν οὖν ἐμυήθης δῆτ' ἐν αὐτῷ τὰ μεγάλα;

ΔΙ. Οὔκ, ἀλλ' ἐνερρίγωσ' ἔτη τριακαίδεκα.

ΚΑ. Τὰ δ' ἐμβάδια;

ΔΙ.             Καὶ ταῦτα συνεχειμάζετο.

ΚΑ. Καὶ ταῦτ' ἀναθήσων ἔφερες οὖν;

ΔΙ.                          Νὴ τὸν Δία.

ΚΑ. Χαρίεντά γ' ἤκεις δῶρα τῷ θεῷ φέρων.

 850ΣΥΚΟΦΑΝΤΗΣ

Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,

καὶ τρισκακοδαίμων καὶ τετράκις καὶ πεντάκις

καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.

Οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

ΚΑ. Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,

 855τί ποτ' ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;

ΣΥ. Οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,

ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας

διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν

πάλιν αὖθις, ἤνπερ μὴ 'πιλίπωσιν αἱ δίκαι;

 860ΔΙ. Ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.

Προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,

ἔοικε δ' εἶναι τοῦ πονηροῦ κόμματος.

ΚΑ. Νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

ΣΥ. Ποῦ, ποῦ 'σθ' ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους

 865ὑποσχόμενος οὗτος ποήσειν εὐθέως,

εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; Ὁ δὲ

πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

ΚΑ. Καὶ τίνα δέδρακε δῆτα τοῦτ';

ΣΥ.                        Ἐμὲ τουτονί.

ΚΑ. Ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;

 870ΣΥ. Μὰ Δί', οὐ μὲν οὖν ἐσθ' ὑγιὲς ὑμῶν οὐδενός,

κοὐκ ἔσθ' ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

ΚΑ. Ὡς σοβαρός, ὦ Δάματερ, εἰσελήλυθεν

ὁ συκοφάντης. Δῆλον ὅτι βουλιμιᾷ.

ΣΥ. Σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·

 875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ' ἐκεῖ στρεβλούμενον

εἰπεῖν ἃ πεπανούργηκας.

ΚΑ.                    Οἰμώξἄρα σύ.

ΔΙ. Νὴ τὸν Δία τὸν σωτῆρα, πολλοῦ γ' ἄξιος

ἅπασι τοῖς Ἕλλησιν ὁ θεὸς οὗτος, εἰ

τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

 880ΣΥ. Οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;

Ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;

Ἐχθὲς δ' ἔχοντ' εἶδόν σ' ἐγὼ τριβώνιον.

ΔΙ. Οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος

τὸν δακτύλιον τονδὶ παρ' Εὐδάμου δραχμῆς.

 885ΚΑ. Ἀλλ' οὐδέν' ἔστι συκοφάντου δήγματος.

ΣΥ. Ἆρ' οὐχ ὕβρις ταῦτ' ἐστὶ πολλή; Σκώπτετον,

ὅ τι δὲ ποεῖτον ἐνθάδ' οὐκ εἰρήκατον.

Οὐκ ἐπ' ἀγαθῷ γὰρ ἐνθάδ' ἐστὸν οὐδενί.

ΚΑ. Μὰ τὸν Δί' οὔκουν τῷ γε σῷ, σάφ' ἴσθ' ὅτι.

 890ΣΥ. Ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

ΔΙ. Ὡς δὴ 'π' ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος

διαρραγείης ‑

ΚΑ.            μηδενός γ' ἐμπλήμενος.

ΣΥ. Ἀρνεῖσθον; Ἔνδον ἐστίν, ὦ μιαρωτάτω,

πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.

 895Υυ υυ υυ υυ υυ υυ.

ΚΑ. Κακόδαιμον, ὀσφραίνει τι;

ΔΙ.                      Τοῦ ψύχους γ' ἴσως.

[ἐπεὶ τοιοῦτόν γ' ἀμπέχεται τριβώνιον.]

ΣΥ. Ταῦτ' οὖν ἀνασχέτ' ἐστίν, ὦ Ζεῦ καὶ θεοί,

τούτους ὑβρίζειν εἰς ἔμ'; Οἴμ' ὡς ἄχθομαι

 900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

ΔΙ. Σὺ φιλόπολις καὶ χρηστός;

ΣΥ.                      Ὡς οὐδείς γ' ἀνήρ.

ΔΙ. Καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

ΣΥ.                             Τὸ τί;

ΔΙ. Γεωργὸς εἶ;

ΣΥ.           Μελαγχολᾶν μ' οὕτως οἴει;

ΔΙ. Ἀλλ' ἔμπορος;

ΣΥ.            Ναί, σκήπτομαί γ', ὅταν τύχω.

 905ΔΙ. Τί δαί; τέχνην τιν' ἔμαθες;

ΣΥ.                       Οὐ μὰ τὸν Δία.

ΔΙ. Πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

ΣΥ. Τῶν τῆς πόλεώς εἰμ' ἐπιμελητὴς πραγμάτων

καὶ τῶν ἰδίων πάντων.

ΔΙ.                  Σύ; τί μαθών;

ΣΥ.                             Βούλομαι.

ΔΙ. Πῶς οὖν ἂν εἴης χρηστός, ὦ τοιχωρύχε,

 910εἴ σοι προσῆκον μηδὲν εἶτ' ἀπεχθάνει;

ΣΥ. Οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν

εὐεργετεῖν, ὦ κέπφε, καθ' ὅσον ἂν σθένω;

ΔΙ. Εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

ΣΥ. Τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις

 915καὶ μὴ 'πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

ΔΙ. Οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις

ἄρχειν καθίστησιν;

ΣΥ.                Κατηγορεῖ δὲ τίς;

ΔΙ. Ὁ βουλόμενος.

ΣΥ.            Οὐκοῦν ἐκεῖνός εἰμ' ἐγώ.

Ὥστ' εἰς ἔμ' ἥκει τῆς πόλεως τὰ πράγματα.

 920ΔΙ. Νὴ Δία, πονηρόν γ' ἆρα προστάτην ἔχει.

Ἐκεῖνο δ' οὐ βούλοι' ἄν, ἡσυχίαν ἔχων

ζῆν ἀργός;

ΣΥ.         Ἀλλὰ προβατίου βίον λέγεις,

εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

ΔΙ. Οὐδ' ἂν μεταμάθοις;

ΣΥ.                 Οὐδ' ἂν εἰ δοίης γέ μοι

 925τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

ΚΑ. Κατάθου ταχέως θοἰμάτιον.

ΔΙ.                      Οὗτος, σοὶ λέγει.

ΚΑ. Ἔπειθ' ὑπόλυσαι.

ΔΙ.               Πάντα ταῦτα σοὶ λέγει.

ΣΥ. Καὶ μὴν προσελθέτω πρὸς ἔμ' ὑμῶν ἐνθαδὶ

ὁ βουλόμενος.

ΚΑ.            Οὐκοῦν ἐκεῖνός εἰμ' ἐγώ.

 930ΣΥ. Οἴμοι τάλας, ἀποδύομαι μεθ' ἡμέραν.

ΚΑ. Σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν;

ΣΥ. Ὁρᾷς ἃ ποιεῖ; Ταῦτ' ἐγὼ μαρτύρομαι.

ΚΑ. Ἀλλ' οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

ΣΥ. Οἴμοι, περιείλημμαι μόνος.

ΚΑ.                       Νυνὶ βοᾷς;

 935ΣΥ. Οἴμοι μάλ' αὖθις.

ΚΑ.               Δὸς σύ μοι τὸ τριβώνιον,

ἵν' ἀμφιέσω τὸν συκοφάντην τουτονί.

ΔΙ. Μὴ δῆθ'· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

ΚΑ. Ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται

ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;

 940Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

ΔΙ. Τοῖς δ' ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

ΚΑ. Καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα

ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

ΣΥ. Ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ

 945ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ

κἂν σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν

ἐγὼ ποήσω τήμερον δοῦναι δίκην,

ὁτιὴ καταλύει περιφανῶς εἷς ὢν μόνος

τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν

 950τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

ΔΙ. Καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν

ἔχων βαδίζεις, εἰς τὸ βαλανεῖον τρέχε·

ἔπειτ' ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.

Κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

 955ΚΑ. Ἀλλ' ὁ βαλανεὺς ἕλξει θύραζ' αὐτὸν λαβὼν

τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται

ὅτι ἔστ' ἐκείνου τοῦ πονηροῦ κόμματος.

Νὼ δ' εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

 

             ‹ΧΟΡΟΥ›

ΓΡΑΥΣ

Ἆρ', ὦ φίλοι γέροντες, ἐπὶ τὴν οἰκίαν

 960ἀφίγμεθ' ὄντως τοῦ νέου τούτου θεοῦ,

ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

ΧΟ. Ἀλλ' ἴσθ' ἐπ' αὐτὰς τὰς θύρας ἀφιγμένη,

ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.

ΓΡ. Φέρε νυν, ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

 965ΧΡ. Μὴ δῆτ'· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.

Ἀλλ' ὅ τι μάλιστ' ἐλήλυθας λέγειν σ' ἐχρῆν.

ΓΡ. Πέπονθα δεινὰ καὶ παράνομ', ὦ φίλτατε·

ἀφ' οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,

ἀβίωτον εἶναί μοι πεπόηκε τὸν βίον.

 970ΧΡ. Τί δ' ἐστίν; ἦ που καὶ σὺ συκοφάντρια

ἐν ταῖς γυναιξὶν ἦσθα;

ΓΡ.                   Μὰ Δί' ἐγὼ μὲν οὔ.

ΧΡ. Ἀλλ' οὐ λαχοῦσ' ἔπινες ἐν τῷ γράμματι;

ΓΡ. Σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

ΧΡ. Οὔκουν ἐρεῖς ἁνύσασα τὸν κνισμὸν τίνα;

 975ΓΡ. Ἄκουέ νυν. Ἦν μοί τι μειράκιον φίλον,

πενιχρὸν μέν, ἄλλως δ' εὐπρόσωπον καὶ καλὸν

καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,

ἅπαντ' ἐποίει κοσμίως μοι καὶ καλῶς·

ἐγὼ δ' ἐκείνῳ γ' αὖ τὰ πάνθ' ὑπηρέτουν.

 980ΧΡ. Τί δ' ἦν ὅ τι σου μάλιστ' ἐδεῖθ' ἑκάστοτε;

ΓΡ. Οὐ πολλά· καὶ γὰρ ἐκνομίως μ' ᾐσχύνετο.

Ἀλλ' ἀργυρίου δραχμὰς ἂν ᾔτησ' εἴκοσιν

εἰς ἱμάτιον, ὀκτὼ δ' ἂν εἰς ὑποδήματα·

καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον

 985ἐκέλευσεν ἂν τῇ μητρί θ' ἱματίδιον·

πυρῶν τ' ἂν ἐδεήθη μεδίμνων τεττάρων.

ΧΡ. Οὐ πολλὰ τοίνυν, μὰ τὸν Ἀπόλλω, ταῦτά γε

εἴρηκας· ἀλλὰ δῆλον ὅτι σ' ᾐσχύνετο.

ΓΡ. Καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας

 990αἰτεῖν μ' ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,

ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

ΧΡ. Λέγεις ἐρῶντ' ἄνθρωπον ἐκνομιώτατα.

ΓΡ. Ἀλλ' οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει

τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.

 995Ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ

καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα

ἐπόντα πεμψάσης ὑπειπούσης θ' ὅτι

εἰς ἑσπέραν ἥξοιμι ‑

ΧΡ.                 Τί ἔδρασ'; εἰπέ μοι.

ΓΡ. ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,

1000ἐφ' ᾧτ' ἐκεῖσε μηδέποτέ μ' ἐλθεῖν ἔτι,

καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι

"πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι."

ΧΡ. Δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν.

Ἔπειτα πλουτῶν οὐκέθ' ἥδεται φακῇ·

1005πρὸ τοῦ δ' ὑπὸ τῆς πενίας ἅπαντ' ἐπήσθιεν.

ΓΡ. Καὶ μὴν πρὸ τοῦ γ' ὁσημέραι, νὴ τὼ θεώ,

ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

ΧΡ. Ἐπ' ἐκφοράν;

ΓΡ.           Μὰ Δί', ἀλλὰ τῆς φωνῆς μόνον

ἐρῶν ἀκοῦσαι.

ΧΡ.            Τοῦ λαβεῖν μὲν οὖν χάριν.

1010ΓΡ. Καί, νὴ Δί', εἰ λυπουμένην γ' αἴσθοιτό με,

νηττάριον ἂν καὶ φάβιον ὑπεκορίζετο.

ΧΡ. Ἔπειτ' ἴσως ᾔτει σ' ἂν εἰς ὑποδήματα.

ΓΡ. Μυστηρίοις δὲ τοῖς μεγάλοισι, νὴ Δία,

ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,

1015ἐτυπτόμην διὰ τοῦθ' ὅλην τὴν ἡμέραν.

Οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

ΧΡ. Μόνος γὰρ ἥδεθ', ὡς ἔοικεν, ἐσθίων.

ΓΡ. Καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ' ἔφη, ‑

ΧΡ. ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

1020ΓΡ. ὄζειν τε τῆς χροιᾶς ἔφασκεν ἡδύ μου, ‑

ΧΡ. εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία.

ΓΡ. Τὸ βλέμμα θ' ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

ΧΡ. Οὐ σκαιὸς ἦν ἅνθρωπος, ἀλλ' ἠπίστατο

γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

1025ΓΡ. Ταῦτ' οὖν ὁ θεός, ὦ φίλ' ἄνερ, οὐκ ὀρθῶς ποεῖ,

φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

ΧΡ. Τί γὰρ ποήσῃ; Φράζε, καὶ πεπράξεται.

ΓΡ. Ἀναγκάσαι δίκαιόν ἐστι, νὴ Δία,

τὸν εὖ παθόνθ' ὑπ' ἐμοῦ πάλιν ‹μ'› ἀντ' εὖ ποεῖν.

1030Ἢ μηδ' ὁτιοῦν ‹μ'› ἀγαθὸν δίκαιόν ἐστ' ἔχειν;

ΧΡ. Οὔκουν καθ' ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

ΓΡ. Ἀλλ' οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

ΧΡ. Ὀρθῶς γε· νῦν δέ σ' οὐκέτι ζῆν οἴεται.

ΓΡ. Ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ', ὦ φίλτατε.

1035ΧΡ. Οὔκ, ἀλλὰ κατασέσηπας, ὥς γ' ἐμοὶ δοκεῖς.

ΓΡ. Διὰ δακτυλίου μὲν οὖν ἐμέ γ' ἂν διελκύσαις.

ΧΡ. Εἰ τυγχάνοι γ' ὁ δακτύλιος ὢν τηλία.

ΓΡ. Καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,

οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·

1040ἔοικε δ' ἐπὶ κῶμον βαδίζειν.

ΧΡ.                        Φαίνεται·

στεφάνους γέ τοι καὶ δᾷδ' ἔχων πορεύεται.

ΝΕΑΝΙΑΣ

Ἀσπάζομαι.

ΓΡ.          Τί φησιν;

ΝΕ.                  Ἀρχαία φίλη,

πολιὰ γεγένησαι ταχύ γε, νὴ τὸν οὐρανόν.

ΓΡ. Τάλαιν' ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

1045ΧΡ. Ἔοικε διὰ πολλοῦ χρόνου σ' ἑορακέναι.

ΓΡ. Ποίου χρόνου, ταλάνταθ', ὃς παρ' ἐμοὶ χθὲς ἦν;

ΧΡ. Τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·

μεθύων γάρ, ὡς ἔοικεν, ὀξύτερον βλέπει.

ΓΡ. Οὔκ, ἀλλ' ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

1050ΝΕ. Ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,

ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

ΓΡ. Ἆ ἆ,

τὴν δᾷδα μή μοι πρόσφερ'.

ΧΡ.                     Εὖ μέντοι λέγει.

Ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ βάλῃ,

ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

1055ΝΕ. Βούλει διὰ χρόνου πρός με παῖσαι;

ΓΡ.                            Ποῦ, τάλαν;

ΝΕ. Αὐτοῦ, λαβοῦσα κάρυα.

ΓΡ.                   Παιδιὰν τίνα;

ΝΕ. Πόσους ἔχεις ὀδόντας.

ΧΡ.                   Ἀλλὰ γνώσομαι

κἄγωγ'· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.

ΝΕ. Ἀπότεισον· ἕνα γὰρ γομφίον μόνον φορεῖ.

1060ΓΡ. Ταλάντατ' ἀνδρῶν, οὐχ ὑγιαίνειν μοι δοκεῖς,

πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

ΝΕ. Ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

ΧΡ. Οὐ δῆτ', ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει·

εἰ δ' ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,

1065ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.

ΓΡ. Γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

ΝΕ. Πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων

ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

ΓΡ. Μὰ τὴν Ἀφροδίτην, οὐκ ἐμοῦ γ', ὦ βδελυρὲ σύ.

1070ΧΡ. Μὰ τὴν Ἑκάτην, οὐ δῆτα· μαινοίμην γὰρ ἄν.

Ἀλλ', ὦ νεανίσκ', οὐκ ἐῶ τὴν μείρακα

μισεῖν σε ταύτην.

ΝΕ.               Ἀλλ' ἔγωγ' ὑπερφιλῶ.

ΧΡ. Καὶ μὴν κατηγορεῖ γέ σου.

ΝΕ.                      Τί κατηγορεῖ;

ΧΡ. Εἶναί σ' ὑβριστήν φησι καὶ λέγειν ὅτι

1075"πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι."

ΝΕ. Ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

ΧΡ.                           Τὸ τί;

ΝΕ. Αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν· ἐπεὶ

οὐκ ἄν ποτ' ἄλλῳ τοῦτ' ἐπέτρεπον ‹ἂν› ποεῖν.

Νῦν δ' ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

1080ΧΡ. Οἶδ', οἶδα τὸν νοῦν· οὐκέτ' ἀξιοῖς ἴσως

εἶναι μετ' αὐτῆς.

ΓΡ.               Ὁ δ' ἐπιτρέψων ἐστὶ τίς;

ΝΕ. Οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ

ὑπὸ μυρίων τε τῶνδε καὶ τρισχιλίων.

ΧΡ. Ὅμως δ' ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους

1085πίνειν, συνεκποτέ' ἐστί σοι καὶ τὴν τρύγα.

ΝΕ. Ἀλλ' ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

ΧΡ. Οὐκοῦν τρύγοιπος ταῦτα πάντ' ἰάσεται.

Ἀλλ' εἴσιθ' εἴσω.

ΝΕ.               Τῷ θεῷ γοῦν βούλομαι

ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ' οὓς ἔχω.

1090ΓΡ. Ἐγὼ δέ γ' αὐτῷ καὶ φράσαι τι βούλομαι.

ΝΕ. Ἐγὼ δέ γ' οὐκ εἴσειμι.

ΧΡ.                   Θάρρει, μὴ φοβοῦ·

οὐ γὰρ βιάσεται.

ΝΕ.              Πάνυ καλῶς τοίνυν λέγεις.

Ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

ΓΡ. Βάδιζ'· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

1095ΧΡ. Ὡς εὐτόνως, ὦ Ζεῦ βασιλεῦ, τὸ γρᾴδιον

ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

             ‹ΧΟΡΟΥ›

ΚΑ. Τίς ἔσθ' ὁ κόπτων τὴν θύραν; Τουτὶ τί ἦν;

Οὐδείς, ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον

φθεγγόμενον ἄλλως κλαυσιᾷ.

ΕΡΜΗΣ

                     Σέ τοι λέγω,

1100ὁ Καρίων, ἀνάμεινον.

ΚΑ.                  Οὗτος, εἰπέ μοι,

σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

ΕΡ. Μὰ Δί', ἀλλ' ἔμελλον· εἶτ' ἀνέῳξάς με φθάσας.

Ἀλλ' ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,

ἔπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,

1105ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,

ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

ΚΑ.                       Εἰπέ μοι,

τί δ' ἐστίν;

ΕΡ.           Ὁ Ζεὺς, ὦ πόνηρε, βούλεται

εἰς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον

ἁπαξάπαντας εἰς τὸ βάραθρον ἐμβαλεῖν.

1110ΚΑ. Ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.

Ἀτὰρ διὰ τί δὴ ταῦτ' ἐπιβουλεύει ποεῖν

ἡμᾶς;

ΕΡ.     Ὁτιὴ δεινότατα πάντων πραγμάτων

εἴργασθ'. Ἀφ' οὗ γὰρ ἤρξατ' ἐξ ἀρχῆς βλέπειν

ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,

1115οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ' οὐδὲ ἓν

ἡμῖν ἔτι θύει τοῖς θεοῖς.

ΚΑ.                     Μὰ Δί', οὐδέ γε

θύσει· κακῶς γὰρ ἐπεμελεῖσθ' ἡμῶν τότε.

ΕΡ. Καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,

ἐγὼ δ' ἀπόλωλα κἀπιτέτριμμαι.

ΚΑ.                        Σωφρονεῖς.

1120ΕΡ. Πρότερον γὰρ εἶχον ‹ἂν› παρὰ ταῖς καπηλίσιν

πάντ' ἀγάθ'· ἕωθεν εὐθύς, οἰνοῦτταν, μέλι,

ἰσχάδας, ὅσ' εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·

νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.

ΚΑ. Οὔκουν δικαίως, ὅστις ἐπόεις ζημίαν

1125ἐνίοτε τοιαῦτ' ἀγάθ' ἔχων;

ΕΡ.                      Οἴμοι τάλας,

οἴμοι πλακοῦντος τοῦ 'ν τετράδι πεπεμμένου.

ΚΑ. "Ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς."

ΕΡ. Οἴμοι δὲ κωλῆς ἧς ἐγὼ κατήσθιον ‑

ΚΑ. Ἀσκωλίαζ' ἐνταῦθα πρὸς τὴν αἰθρίαν.

1130ΕΡ. σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.

ΚΑ. Ὀδύνη σε περὶ τὰ σπλάγχν' ἔοικέ τις στρέφειν.

ΕΡ. Οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.

ΚΑ. Ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

ΕΡ. Ἆρ' ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;

1135ΚΑ. Εἴ του δέει γ' ὧν δυνατός εἰμί σ' ὠφελεῖν.

ΕΡ. Εἴ μοι πορίσας ἄρτον τιν' εὖ πεπεμμένον

δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν

ὧν θύεθ' ὑμεῖς ἔνδον.

ΚΑ.                  Ἀλλ' οὐκ ἐκφορά.

ΕΡ. Καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου

1140ὑφέλοι', ἐγώ σ' ἂν λανθάνειν ἐποίουν ἀεί.

ΚΑ. Ἐφ' ᾧτε μετέχειν καὐτός, ὦ τοιχωρύχε·

ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.

ΕΡ. Ἔπειτα τοῦτόν γ' αὐτὸς ἂν κατήσθιες.

ΚΑ. Οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,

1145ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.

ΕΡ. Μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.

Ἀλλὰ ξύνοικον, πρὸς θεῶν, δέξασθέ με.

ΚΑ. Ἔπειτ' ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;

ΕΡ. Τὰ γὰρ παρ' ὑμῖν ἐστι βελτίω πολύ.

1150ΚΑ. Τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;

ΕΡ. "Πατρὶς γάρ ἐστι πᾶσ' ἵν' ἂν πράττῃ τις εὖ."

ΚΑ. Τί δῆτ' ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ' ὤν;

ΕΡ. Παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.

ΚΑ. Στροφαῖον; ἀλλ' οὐκ ἔργον ἔστ' οὐδὲν στροφῶν.

1155ΕΡ. Ἀλλ' ἐμπολαῖον.

ΚΑ.              Ἀλλὰ πλουτοῦμεν. Τί οὖν

Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;

ΕΡ. Ἀλλὰ δόλιον τοίνυν.

ΚΑ.                 Δόλιον; ἥκιστά γε·

οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ' ἁπλῶν τρόπων.

ΕΡ. Ἀλλ' ἡγεμόνιον.

ΚΑ.              Ἀλλ' ὁ θεὸς ἤδη βλέπει.

1160Ὥσθ' ἡγεμόνος οὐδὲν δεησόμεσθ' ἔτι.

ΕΡ. Ἐναγώνιος τοίνυν ἔσομαι. Καὶ τί ἔτ' ἐρεῖς;

Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον,

ποεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.

ΚΑ. Ὡς ἀγαθόν ἐστ' ἐπωνυμίας πολλὰς ἔχειν.

1165Οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.

Οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ

σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

ΕΡ. Οὐκοῦν ἐπὶ τούτοις εἰσίω;

ΚΑ.                      Καὶ πλῦνέ γε

αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,

1170ἵν' εὐθέως διακονικὸς εἶναι δοκῇς.

ΙΕΡΕΥΣ

Τίς ἂν φράσειε ποῦ 'στὶ Χρεμύλος μοι σαφῶς;

ΧΡ. Τί δ' ἐστίν, ὦ βέλτιστε;

ΙΕ.                     Τί γὰρ ἄλλ' ἢ κακῶς;

Ἀφ' οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,

ἀπόλωλ' ὑπὸ λιμοῦ· καταφαγεῖν γὰρ οὐκ ἔχω,

1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.

ΧΡ. Ἡ δ' αἰτία τίς ἐστιν, ὢ πρὸς τῶν θεῶν;

ΙΕ. Θύειν ἔτ' οὐδεὶς ἀξιοῖ.

ΧΡ.                    Τίνος οὕνεκα;

ΙΕ. Ὅτι πάντες εἰσὶ πλούσιοι. Καίτοι τότε,

ὅτ' εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος

1180ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν

δίκην ἀποφυγών, ὁ δ' ἂν ἐκαλλιερεῖτό τις

κἀμέ γ' ἐκάλει τὸν ἱερέα· νῦν δ' οὐδὲ εἷς

θύει τὸ παράπαν οὐδὲν οὐδ' εἰσέρχεται,

πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μυρίοι.

1185ΧΡ. Οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;

ΙΕ. Τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ

χαίρειν ἐάσας ἐνθάδ' αὐτοῦ καταμένειν.

ΧΡ. Θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.

Ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,

1190αὐτόματος ἥκων.

ΙΕ.             Πάντ' ἀγαθὰ τοίνυν λέγεις.

ΧΡ. Ἱδρυσόμεθ' οὖν αὐτίκα μάλ' ‑ ἀλλὰ περίμενε ‑

τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος,

τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.

Ἀλλ' ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,

1195ἵν' ἔχων προηγῇ τῷ θεῷ σύ.

ΙΕ.                      Πάνυ μὲν οὖν

δρᾶν ταῦτα χρή.

ΧΡ.             Τὸν Πλοῦτον ἔξω τις κάλει.

ΓΡ. Ἐγὼ δὲ τί ποιῶ;

ΧΡ.              Τὰς χύτρας, αἷς τὸν θεὸν

ἱδρυσόμεθα, λαβοῦσ' ἐπὶ τῆς κεφαλῆς φέρε

σεμνῶς· ἔχουσα δ' ἦλθες αὐτὴ ποικίλα.

1200ΓΡ. Ὧν δ' οὕνεκ' ἦλθον;

ΧΡ.                 Πάντα σοι πεπράξεται.

Ἥξει γὰρ ὁ νεανίσκος ὥς σ' εἰς ἑσπέραν.

ΓΡ. Ἀλλ' εἴ γε μέντοι νὴ Δί' ἐγγυᾷ σύ μοι

ἥξειν ἐκεῖνον ὡς ἔμ', οἴσω τὰς χύτρας.

ΧΡ. Καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία

1205αὗται ποιοῦσι. Ταῖς μὲν ἄλλαις γὰρ χύτραις

ἡ γραῦς ἔπεστ' ἀνωτάτω, ταύτης δὲ νῦν

τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.

ΧΟ. Οὐκέτι τοίνυν εἰκὸς μέλλειν οὐδ' ἡμᾶς, ἀλλ' ἀναχωρεῖν

εἰς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.