2501 141 1 0 0 0 V d. C. Epica Nonnus XLI Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 1

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ - XLI

- Ἄρτι μὲν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων

πήξας ἀγλαόκαρπον ἐνὶ χθονὶ βότρυν ὀπώρης

οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης·

καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ

ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας

ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.

καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης

ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ

κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ.

- ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ

ὕμνον Ἀμυμώνης Λιβανηΐδες εἴπατε Μοῦσαι

καὶ βυθίου Κρονίδαο καὶ εὐθύρσοιο Λυαίου

ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ.

- ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,

ποντοπαγής, εὔνησος, ἐύχλοος, οὗ ῥάχις ἰσθμοῦ

στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης

κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν·

ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου

Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις

ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,

εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων ...

καὶ δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης

Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,

καί τις ἐφ' ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,

ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,

σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.

ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει

στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης

πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,

πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·

καὶ βυθίης ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ

ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης

δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,

εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,

ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς

μηκεδανῷ κενεῶνι Βορήιος ἕλκεται αὐλών.

ἀμφὶ δὲ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης

εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ

εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων

καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις

δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.

δοχμώσας δὲ ῥέεθρον ἐπ' ᾐόνι πόντος ἀράσσει

ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ

Ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων

συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,

ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ

φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων

ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.

σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.

- ἐνθάδε φῶτες ἔναιον ὁμήλικες Ἠριγενείης,

οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ

ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,

ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ

ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ

σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ὠδὶς

ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,

οἷς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ

Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ

γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,

νέρθε δράκων, καὶ ὕπερθεν ἀπ' ἰξύος ἄχρι καρήνου

ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·

οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε γαίης

αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·

ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ

πρωτοφανὴς χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.

καὶ Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,

ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης

ὀκριόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ,

καὶ λίθον Εἰλείθυιαν ἔχων βεβριθότι φόρτῳ,

θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,

χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων

στήθεϊ παφλάζοντι μογοστόκον ἔσπασεν ὕδωρ,

λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων

δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,

πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα·

Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὐ τότε πυκνῷ

θερμὸν ἀνασχίσσασα νέφος βητάρμονι παλμῷ

ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ

Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί·

οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ

βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.

ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ

πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·

οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,

οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης

χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,

Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν,

οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ

Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη

πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη,

καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ

Ἠελίου νεοφεγγὲς ἀμεργομένη σέλας αἴγλης

καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,

πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,

καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην.

καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου

πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι

ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην

Οὐρανίης ὤδινεν ἀπ' αὔλακος ἔγκυον ὕδωρ,

ὁππότε νόσφι γάμων ἀρόσας ῥόον ἄρσενι λύθρῳ

αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ σπόρος ἀφρῷ,

καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ

στικτὸς ἱμάς, στεφανηδὸν ἐπ' ἰξύι κύκλον ἑλίξας,

αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.

καὶ θεὸς ἰχνεύουσα δι' ὕδατος ἄψοφον ἀκτὴν

οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ

Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν

ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·

καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ

πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου

χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ

νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ

σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,

καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης

ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ·

καὶ Βερόης ἐπέβαινε· ποδῶν δ' ἐπίβαθρα θεαίνης

ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.

πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου

αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης

ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ' ἐνὶ κόλπῳ

ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,

πέτρη δ' ἀφριόωσα θυώδεος ἔγκυος οἴνου

πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ

ληναίαις λιβάδεσσι, καὶ ἄρκιον ὄμβρον ἐέρσης

ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ,

αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων

ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.

καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,

ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,

ἀρτιφανὴς ὤδινεν ἐπ' ὀφρύσι γείτονος ὅρμου·

καὶ πάις ὠκυπόδης, τόπον ἄρσενα ποσσὶ τινάξας,

γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,

μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,

θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ

δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.

καὶ ταχὺς αἰγλήεντι θορὼν ἐπὶ μητρὸς ἀγοστῷ

ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,

στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς

ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς

ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ

οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.

- ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,

πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,

ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,

ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,

Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον Ἰοχεαίρης,

Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,

Ὀρχομενὸς Χαρίτων, Λιβανηΐδος ἄστρον ἀρούρης,

Τηθύος ἰσοέτηρος, ὁμόχρονος Ὠκεανοῖο,

ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ

Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,

ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ

ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ.

- ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττι μιν αὐτὴ

ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης

Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·

καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης

φόρτον ἐλαφρίζειν· φθάμενος δέ μιν ὠκέι ταρσῷ,

ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,

εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,

καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου

στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην

ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,

θεσμὰ Σόλωνος ἔχουσα· παρεζομένῃ δὲ λοχείῃ

λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ

Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου

παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες

υἱέας ὠδίνουσιν ἐπ' εὐκύκλοιο βοείης·

καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ,

ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης.

καὶ βρέφος εἰς φάος ἦλθεν· ἐχυτλώσαντο δὲ κούρην

τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,

ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·

τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν

Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου

ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·

χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης

σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,

μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,

ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,

ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν·

θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης

σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.

- καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες

θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων

χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,

ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,

καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ

ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,

καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ

πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,

ὠρυγῆς δ' ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ

ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,

καί τις ἐνὶ ξυλόχοισι λιπὼν κεμαδοσσόον ἄγρην,

ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ

ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,

καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,

ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,

πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης

πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,

ἡμιτελὲς μύκημα νέων πέμπουσα γενείων,

καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων·

καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ

ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,

τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.

πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,

πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν

τερπωλήν, ἅτε μάντις, ἐπεὶ συὸς εἰκόνι μορφῆς

Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων

ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.

- καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν

δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη

παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,

ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ·

παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων

χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης

Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης

δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,

κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ·

εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ

Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ

ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ

Πιερικαὶ δονέουσιν ἐπ' ᾐόνι Φοιβάδες αὖραι·

κοῦραι δ' ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο

ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις

ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.

καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ

χρύσεον οἷά περ ὅρμον ἐπ' αὐχένι θήκατο κούρης.

- καὶ Βερόη βλάστησεν ὁμόδρομος Ἰοχεαίρῃ,

δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος·

καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης

καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου

χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ

ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ

κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.

Ἀσσυρίην δ' ἑτέρην δεδοκημένος ἄζυγα κούρην

Ζεὺς πάλιν ἐπτοίητο, καὶ ἤθελεν εἶδος ἀμεῖψαι·

καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ

ἀκροβαφὴς πεφόρητο δι' ὕδατος ἴχνος ἐρέσσων,

κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,

εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων

Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ

νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,

μὴ βοὸς ἰσοτύποιο δι' αἰθέρος εἰκόνα τεύχων

ποντοπόρων στήσειε νεώτερον ἄστρον ἐρώτων·

καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις

γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης

ὑσμίνην γαμίην πεφυλαγμένος Ἐννοσιγαίου.

- τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη

λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,

ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ

καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν·

Ἀσσυρίης δ' ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης

ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες ἐρώτων,

φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει

ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη

πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης

πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.

οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης

τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ

κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.

ἣν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,

ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,

καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην

φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,

ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης

στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη

Κυκλώπων κανόνεσσι, καὶ ὡς Νοτίῳ παρὰ Νείλῳ

Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη·

καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,

ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον ἐρώτων.

φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν

δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,

γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένη δὲ

ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ

εἰς δόμον Ἁρμονίης παμμήτορος, ὁππόθι νύμφη

εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου

αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου

ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις·

καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου

δμωΐδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων

Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,

καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,

καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,

καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ

Ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.

- κεῖθι Χάρις προθοροῦσα, συνέμπορος Ἀφρογενείῃ,

Εὔρου κόψε θύρετρον Ἑώιον· ἐνδόμυχος δὲ

Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος

ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ

Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου

ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.

ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης

κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος

πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ

οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,

συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·

καὶ ποταμοὺς ποίκιλλεν, ἐπ' ἀνδρομέῳ δὲ μετώπῳ

ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών·

καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος

ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.

ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ

ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.

καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος

θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·

καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ

φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,

δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου

τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.

καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης

Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου

Κύπριν ὀπιπεύουσα κατηφέα μάρτυρι μορφῇ

παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·

- ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,

ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς

ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι ...

- ... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,

ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,

εἰπέ· τίνι πτολίων βασιληΐδος ὄργανα φωνῆς

λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;

ὅττι πολυχρονίοιο πόθου δεδονημένον ἰῷ

Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων

εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν

Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων

μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,

ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει

θεσμὰ Δίκης. ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου

ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ

ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς

κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.

ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ

Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ

πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,

Παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον, ἔννομος Ἑρμῆς

τοῦτο γέρας μοι †ἔοικε, βιαζομένους ἵνα μούνη

ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.

- ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·

- γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·

ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,

καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.

πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·

δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει

Στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·

οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ

ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ

τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·

πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·

καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·

ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα Φαίνων.

τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου

γράμματι φοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.

ἀλλ', ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,

πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·

εἴτ' οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,

Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἴτε καὶ αὐτὴ

Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἴτε τις ἄλλη,

οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,

τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.

- εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου·

καὶ μόγις ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης

θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη

ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ·

πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,

νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται

υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,

Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων ...

τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ' ὅτε δαίμων

θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,

δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ

ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης

μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει

Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,

δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,

Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,

καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκὰς ἀλήτης

μέτρα δυωδεκάμηνα καὶ Ἠελίοιο πορείην,

μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,

καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας

γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης

τριπλόα, καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας

Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς,

θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ

συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.

καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης

πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων·

καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου

τοῖον ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·

- σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,

Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς

κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,

ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν

φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·

πρὶν γὰρ ἀτασθαλίη πτολιπόρθιος οὔ ποτε λήξει

εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει

Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη

γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν

ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.

- καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,

εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ

υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,

καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ

πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,

γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ

καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ

ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,

οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·

- ἐλπὶς ὅλου βιότοιο, παραίφασις Ἀφρογενείης,

νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·

ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης

δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο

Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει

ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,

Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.

τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,

ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι

ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ

οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·

ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο τιταίνων

θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ

πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,

ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων

δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·

δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ

Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω

ἄστεος ἐσσομένου μνημήιον, ὄφρα κεν εἴης

καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.