11252 563 5 76 2486 0 VI-V a. C. Lirica corale Pindarus I Fragmenta Maehler, H. (post B. Snell), Leipzig, Teubner, 1975. 10

PINDARUS - Fragmenta

ΕΠΙΝΙΚΟΙ ΙΣΘΜΙΟΝΙΚΑΙΣ

fr. 1a

[     ]ν[.]ντιφ[

......].υπανια[

  10.]α̣[....].φερει λαιλ̣[α

χαν νᾶα κύματος ακ.[

εν ὀρθῷ δρόμῳ βαθ[

ἔσφα̣λ̣' ὅλῳ νόῳ

πτε[ρ]οε[......].μο[

  15κα̣ον̣υ.[

.]φιμε̣.[

.]οιρε[

φο[

...

fr. 1b

...

[   ].σ[][

[  ]

[ ]οι Νεμεα κ̣[

[ ].

   5[ ]ο̣λ̣αμ̣[

[ἀ]γλαο̣.[

...

fr. 1c

...

[].ε̣.[

[ ]ο̣ι̣..[

[]ε̣σα[

[]υμα.[

[ ]δ.[

...

ΚΑΣΜΥΛΩΙ ΡΟΔΙΩΙ ΠΥΚΤΗΙ

fr. 2

ὁ δ' ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν

τὰν Ἀγαμήδεϊ Τρεφωνίῳ θ' Ἑκαταβόλου

συμβουλίαν λαβών ...

Μ‹Ε›ΙΔ‹Ι›ΑΙ ΑΙΓΙΝΗΤΗΙ

fr. 4

κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων

fr. 6

Melicertes Ἀθαμαντιάδας, filius Ἰνοῦς.

fr. 5

Αἰολίδαν δὲ Σίσυφον κέλοντο

ᾧ παιδὶ τηλέφαντον ὄρσαι

γέρας φθιμένῳ Μελικέρτᾳ

]Ω̣Ι ΜΕΓΑΡΕΙ ΣΤΑΔΙΕΙ

fr. 6a

σύριγγες οι.[.]εσπ[...]π̣.τ̣[...]ξ̣.[

νὺξ μὲν ἦν, ὁ δ' Ἀ̣λ̣έ̣ξ[ανδρος (ll. ca. 20) ]νοπ̣α̣ι̣ς τ(ῶν)

θρεμμάτ(ων) κοι[μω]μ(έν)ων, ὁ δ' Ἑρμῆσ[

ἄκασκα

ν̣όμευε δ' ἐρισφαραγ[.....].ι πα̣τ̣[ρ

ἀλλ' ἦ μακ[ρ]ότερον καθετ.[ ].[ ].[

* * *

ἔμβολον

* * *

] Μ̣οῖσ', ἀνέγειρ' ἐμέ

χέρσον ἔσω

ἱέντ' ε.[

δοκήσεις οὐ πὰρ σκοπόν

  hεἴπερ τρ̣ιῶ̣ν̣ Ἰ̣σ̣θμ̣[οῖ], Νεμ‹έ›α‹ι δ›ὲ δυ[οῖν

Ἀλάτο̣[υ Λα]κεδα̣ιμ̣[ον

]λ̣έγοντι προβώμιον

εὑρίσκει χρυσει̣σεπεκ̣[

fr. 6b

]νδε τοι οἴκοθ̣ε̣ν̣

μάτηρ ἀκόντων

]ν γίνεται ˉˉ ὑπο̣δέξωνται

ἐπικράνοισι γὰρ ἂ̣ν̣ κιόνων

   eἀριστε̣ύ̣οντα γὰρ ἐν..υιαι̣.α̣σι.[

]ἄρδοντ' ἀοιδαῖς [

]γ̣ενναίων ἄωτος νεκτ̣α̣ρέας αι̣.[

].κα̣ρπὸν δ̣ρέποντε̣ς

φροντίδες

fr. 6c

‑ ‑ ΑΘ]Η̣Ν̣ΑΙΩΙ ΩΣΧΟΦ[ΟΡΙΚΟΝ

fr. 6d

ἔρυξαν

Χάρισι πάσαι[ς

κίνδυνος (Θησέως)

fr. 7

ὅστις δὴ τρόπος ἐξεκύλισέ νιν

fr. 8

τρία κρᾶτα

fr. 10

ἐλπίσιν ἀθανάταις ἁρμοῖ φέρονται

fr. 11

οὐ ψεῦδος ἐρίξω

fr. 12

ἐνίκασαν οἳ

fr. 13

ἵπποσ κρατησίπους

fr. 14

Ζεὺσ εὐρύζυγος

fr. 16

κρατησιβίαν χερσί

fr. 17

ἁρμασίδουπος

fr. 18

Ποσειδὼν ἐλασίχθων

frr. 19-20

ἀγὼν μνασιστέφανος et μναστὴρ στεφάνων

fr. 21

Ἀὼς λιτά

fr. 22

τόσσαι (ἐπιτυχεῖν) καλῶν

fr. 23

ἀμεύσεσθαι Νάξιον Τείσανδρον

fr. 24

ἀμευσιεπῆ φροντίδα

frr. 25-27

πέδοικος et πεδὰ στόμα φλέγει et πεδασχεῖν

ΥΜΝΟΙ

‹ΘΗΒΑΙΟΙΣ ΕΙΣ ΔΙΑ›

fr. 29

Α΄ Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν

ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν

ἢ τὰν κυανάμπυκα Θήβαν

   ἢ τὸ πάντολμον σθένος Ἡρακλέος

ἢ τὰν Διωνύσου πολυγαθέα τιμὰν

   ἢ γάμον λευκωλένου Ἁρμονίας

   ὑμνήσομεν;

* * *

fr. 32

μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου

* * *

fr. 30

πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν

χρυσέαισιν ἵπποις Ὠκεανοῦ παρὰ παγᾶν

Μοῖραι ποτὶ κλίμακα σεμνὰν

   ἆγον Οὐλύμπου λιπαρὰν καθ' ὁδόν

   5σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν·

   ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρ-

   πους τίκτεν ἀλαθέας Ὥρας.

* * *

fr. 33

ἄνα‹κτα› τὸν πάντων ὑπερ-

   βάλλοντα Χρόνον μακάρων

* * *

fr. 33a

‹ˉˉ˘˘ˉ κορύνανˉ›

  10   ˉ˘ˉˉ]τον χερὶ τανδιεραν

ˉˉ˘ˉˉ]κῶν, ἐπὶ δὲ στρατὸν ἄϊσ-

   ςˉ˘ˉˉ˘]ο̣ς οὔτε θαλασ-

   ςˉˉ˘˘ˉ˘˘]μοισιν

ˉˉ˘ˉ]ε̣.[......ˉ˘˘]τ̣η̣ρ̣

...

* * *

fr. 33b

ἐν χρόνῳ δ' ἔγεντ' Ἀπόλλων

* * *

fr. 33e

χαῖρ', ὦ θεοδμάτα, λιπαροπλοκάμου

παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος,

πόντου θύγατερ, χθονὸς εὐρεί-

   ας ἀκίνητον τέρας, ἅν τε βροτοί

   5Δᾶλον κικλῄσκοισιν, μάκαρες δ' ἐν Ὀλύμπῳ

   τηλέφαντον κυανέας χθονὸς ἄστρον.

* * *

fr. 33d

ἦν γὰρ τὸ πάροιθε φορητὰ

   κυμάτεσσιν παντοδαπῶν ἀνέμων

ῥιπαῖσιν· ἀλλ' ἁ Κοιογενὴς ὁπότ' ὠδί-

   νεσσι θυίοισ' ἀγχιτόκοις ἐπέβα

   5   νιν, δὴ τότε τέσσαρες ὀρθαί

πρέμνων ἀπώρουσαν χθονίων,

ἂν δ' ἐπικράνοις σχέθον

πέτραν ἀδαμαντοπέδιλοι

κίονες, ἔνθα τεκοῖ-

  10   σ' εὐδαίμον' ἐπόψατο γένναν.

.]..ισ[

...

* * *

fr. 34

ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξαν-

   θὰν Ἀθάναν

* * *

fr. 35

κείνων λυθέντες σαῖς ὑπὸ χερσίν, ἄναξ

* * *

* * *

fr. 35a

πλέον τι λαχών

* * *

fr. 35b

σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνη-

   σαν περισσῶς

* * *

fr. 35c

νόμων ἀκούοντες θεόδματον κέλαδον

ΕΙΣ ΑΜΜΩΝΑ

fr. 36

Ἄμμων Ὀλύμπου δέσποτα

ΕΙΣ ΠΕΡΣΕΦΟΝΗΝ

fr. 37

Πότνια θεσμοφόρε χρυσανίου

fr. 38

ἐν ἔργμασιν δὲ νικᾷ τύχα,

οὐ σθένος

fr. 39

Τύχα φερέπολις

frr. 40-41

Τύχα ἀπειθὴς et δίδυμον στρέφοισα πηδάλιον

fr. 42

...ἀλλοτρίοισιν μὴ προφαίνειν, τίς φέρεται

μόχθος ἄμμιν· τοῦτό γέ τοι ἐρέω·

καλῶν μὲν ὦν μοῖράν τε τερπνῶν

ἐς μέσον χρὴ παντὶ λαῷ

   5δεικνύναι· εἰ δέ τις ἀνθρώ-

   ποισι θεόσδοτος ἀτληκηκότας

προστύχῃ, ταύταν σκότει κρύπτειν ἔοικεν.

fr. 43

'ὦ τέκνον, ποντίου θηρὸς πετραίου

χρωτὶ μάλιστα νόον

προσφέρων πάσαις πολίεσσιν ὁμίλει·

τῷ παρεόντι δ' ἐπαινήσαις ἑκών

   5ἄλλοτ' ἀλλοῖα φρόνει.'

fr. 44

Ὠγυγιως†δὲ εὗρεν ΟΠΟΝΝΗ τη‹λ›εφανέσσι ΝΠΥΗΑ

fr. 45

ἀρχαιέστερον

fr. 46

ἄγριος ἔλαιος

fr. 47

ἐρίφων μεθομήρεον

fr. 49

Δαμοδίκα

ΕΙΣ ΑΠΟΛΛΩΝΑ ΠΤΩΙΟΝ

fr. 51a

προ[.]ινηθεὶς ἐπῇεν

γᾶν τε καὶ ‹ˉ ˉ› θάλασσαν

καὶ σκοπιαῖσιν [ἄκρ]αις ὀρέων ὕπερ ἔστα

καὶ μυχοὺς διζάσατο βαλλόμενος κρηπῖδας ἀλσέων.

* * *

fr. 51b

   καί ποτε τὸν τρικάρανον

Πτωΐου κευθμῶνα κατέσχεθε κοῦ[ρος]

fr. 51d

‹ˉ˘˘› ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα

...

fr. 51fa

ε.[

τ[

ου[

με[

   5εν[

βια[

γαρ[

μ'ε[

...

fr. 51fb

...

[  ]..ω̣[

[]νὰϊ..[

[]άρτ[.]μ̣[

[  ]...θ̣[

[     ]α̣.[

[    ]...[...].[

[     ]νὲ..ρὺ̣[

[    ].ιων

[    ]χρυσόπεζα[

  10[    ]τερῳ κελ[

[    ]σγαν καιρὸν̣[

[    ]ενδεδονημ[

[     ]α βοῦσ̣ ὑπ' οἴστρ̣[

fr. 51fc

...

[ ].ρ̣υω̣[.].

[ ]α̣ύαν

[  ]τροφος

[β]αθὺν δὲ δινη̣[

   5[  ]αιων οὐδέ μ[ιν

[]π̣ταν ού.[

[  ]

[  ]α γλέφαρα[

[    ]ὰ̣ικαγ̣έστ̣[

  10[       ].υσ[

...

ΠΑΙΑΝΕΣ

[ΘΗΒΑΙΟΙΣ ΕΙΣ ΙΣΜΗΝΙΟΝ]

fr. 52a

πρὶν ὀδυνηρὰ γήραος σ̣[.....μ]ο̣λεῖν,

πρίν τις εὐθυμίᾳ σκιαζέτω

νόημ' ἄκοτον ἐπὶ μέτρα, ἰδών

[]δύναμιν οἰκόθετον.

   5ἰ]ὴ ἰή, νῦν ὁ παντελὴς Ἐνιαυτός

Ὧρα[ί] τε Θεμίγονοι

πλάξ]ιππον ἄστυ Θήβας ἐπῆλθον

Ἀπόλ]λωνι δαῖτα φιλησιστέφανον ἄγοντες·

τὰ]ν δὲ λαῶν γενεὰν δαρὸν ἐρέπτοι

  10σώ]φρονος ἄνθεσιν εὐνομίας.

[ΑΒΔΗΡΙΤΑΙΣ]

fr. 52b

Α΄ Ναΐδ]ος Θρονίας Ἄβδηρε χαλκοθώραξ

Πος]ειδᾶνός τε παῖ,

σέθ]εν Ἰάονι τόνδε λαῷ

   παι]ᾶνα [δι]ώξω

   5Δηρηνὸν Ἀπόλλωνα πάρ τ' Ἀφρο[δίταν ˘ˉ

(desunt str. 5-7 cum antistropho 6vv. 7-226 col. 2)

[13 ll.].κ̣α̣[..]

   ..]α̣ τι̣να [τάνδε] ναίω

  25Θ[ρ]αϊκίαν γ[αῖ]αν ἀμπελό[ες]σάν τε καί

εὔκαρπον· μή μοι μέγας ἕρπων

κάμοι ἐξοπίσω χρόνος ἔμπεδος.

νεόπολίς εἰμι· ματρὸς

   δὲ ματέρ' ἐμᾶς ἔτεκον ἔμπαν

  30πολεμίῳ πυρὶ πλαγεῖ-

   σαν. εἰ δέ τις ἀρκέων φίλοις

ἐχθροῖσι τραχὺς ὑπαντιάζει,

μόχθος ἡσυχίαν φέρει

   καιρῷ καταβαίνων.

  35ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν

   δὲ μήποτε λείποι.

Β΄ ˉ˘ˉ˘˘ˉ] ἀλκαὶ δὲ τεῖχος ἀνδρῶν

ὕψιστον ἵσταται

˘ˉ˘]ρ̣α· μάρναμαι μὰν

  40   ˉ˘˘ δᾴοις·

ˉˉ˘Πος]ειδάν̣ιο̣[ν γ]ένος [ˉˉ˘ˉ

τῶν γὰρ ἀν̣τ̣ομένων

   ˘ˉ˘] φέρεσθαι

ˉˉ˘˘]ω̣ς ἑ̣κ̣ὰς

  45   ˉ˘ˉπο]τικύρσῃ

ˉˉ˘˘κα]ὶ μανίει

   ˉ˘ˉˉ]

ˉ˘ˉ˘˘ˉˉ˘λ]αὸν ἀστῶν

ˉˉ˘ˉ]

  50˘ˉ˘˘]ο̣ι· τὸ δ' εὐβου-

   λίᾳ τε καὶ α[ἰδ]οῖ

ἐ̣γ̣κείμενο[ν] αἰεὶ θάλλει μαλακαῖς ε[ὐ]δίαι[ς·]

κ̣αὶ τὸ μὲν διδότω

   θ̣ε̣ό̣ς· [ὁ δ]' ἐχθ̣ρ̣ὰ̣ νοήσαις

  55ἤδη φθόνο̣ς οἴχεται

   τῶν πάλαι προθανόντων·

χρὴ δ' ἄνδρα τοκεῦσι‹ν› φέρειν

   βαθ̣ύδοξον αἶσαν.

τοὶ σὺν πολέμῳ κτησάμ[ενοι

  60   χθόνα πολύδωρον, ὄλ[βον

ἐγκατέθηκαν πέραν Ἀ[θόω] Παιόνων

αἰχματᾶν [λαοὺς ἐλάσαντε]σ̣

ζαθέας τροφοῦ· ἀλλὰ [βαρεῖα μέν

ἐπέπεσε μοῖρα· τλάντ[ω]ν

  65   δ' ἔπειτα θεοὶ συνετέλεσσα[ν.

ὁ δὲ καλόν τι πονή[ς]αις

   εὐαγορίαισι φλέγει·

κείνοις δ' ὑπέρτατον ἦλθε φέγγος

ἄντα δ[υ]σμενέων Μελαμ-

  70   φύλλου προπάροιθεν.

ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν

   δὲ μήποτε λείποι.

Γ΄ 'ἀ]λλά μιν ποταμῷ σχεδὸν μολόντα φύρσει

βαιοῖς σὺν ἔντεσιν

  75ποτὶ πολὺν στρατόν'· ἐν δὲ μηνὸς

   πρῶτον τύχεν ἆμαρ·

ἄγγελλε δὲ φοινικόπεζα λόγον παρθένος

εὐμενὴς Ἑκάτα

   τὸν ἐθέλοντα γενέσθαι.

  80ν]ῦν δ' αὖ γ[λ]υκυμάχανο̣ν̣

(desunt str. vv. 7-9, cum antistropho 6vv. 81-946 col. 7)

  95[ˉˉ˘˘ˉˉ˘˘ˉ]

   ...˘.]ε καλέοντι μολπαί

Δᾶλο]ν ἀν' εὔοδμον ἀμφί τε Παρ[νας]σ̣ίαις

πέτ̣ρ̣αις ὑψηλαῖς θαμὰ Δ[ελφ]ῶν

λιπαρ]άμπυ̣[κε]σ̣ ἱστάμε̣ν̣αι χορόν

 100ταχύ]ποδα π̣[αρ]θ̣ένοι χα̣λ̣-

   κέᾳ] κ̣ελαδ[έον]τι γλυκὺν αὐδᾷ

τρόπ]ον· ἐμο̣[ὶ δ' ἐπ]έ̣[ω]ν̣ ἐσ̣[.]

   ...ε]ὐκλέα [......]ν̣ χά[ρ]ιν,

Ἄβδ]ηρε, καὶ στ[ρατὸν] ἱ̣ππ̣οχάρμαν

 105σᾷ] β̣ί̣ᾳ πολέ[μ]ῳ τελευ-

   ταί]ῳ προβι[β]άζοις.

ἰὴ ἰὲ Παιάν, ἰὴ ἰέ· Παιὰν

   δὲ μήποτε λείποι.

fr. 52c

[   10 ll.  ]ο̣ν ἀγλαο-

[   11 ll.    ]ναι Χάριτε[ς  ]

.[

ιει̣σ̣[..]οξ̣[

   5ἀγλαϊᾶν τ̣[

μα̣τ̣έρ̣[

ναὸν ο̣[

καὶ θυόε̣[ντα

βωμὸν [

  10ὀκτὼ κ[

ὑψόθεν [

ἀοιδαῖς ἐν εὐπλε[κέσσι ˉˉ μελι-

   γάρυϊ, τ̣[ὶ]ν δέ, χρυσο[

ὥριον ποτὶ χρόνον [

  15θεᾶς θ' ἑλικάμπυκ[ος

ἐλαύν[ε]ις ἀν' ἀμβροτ[

φαεννὸς αἰθήρ

(desunt. vv. 18-926 col. 10-14)

[    ]ν σθένος ἱεράν

[χαλκ]έ̣οπ' αὐλῶν ὀμφάν

  95[    ]λ̣ος

[    ]θυόντων

[    ]

[    ].

[    ]ο̣λατ[...]

 100[    ]τ̣ύπ̣τηι̣[.]

[    ]δα̣[.]ε̣ χορόν

[    ]

[ΚΕΙΟΙΣ ΕΙΣ ΔΗΛΟΝ]

fr. 52d

Α΄ ˘˘ˉ˘˘ˉ˘˘    ] Ἄρτεμιν·

ˉˉ˘ˉˉ˘˘         ]υσομαι

ˉˉ˘ˉˉ˘˘         ]ος αὐ̣δάν·

   ˘˘˘ˉˉ˘˘     γυν]αικῶν ἑδνώσεται

   5˘ˉ˘ˉˉ           ]ω̣δ' ἐπέων δυνατώτερον·

ˉˉˉ˘˘     ]α κατὰ πᾶσαν ὁδόν

   ˘˘ˉ˘ˉ  ἡ]σ̣υχίαν Κέῳ

   ˉ˘˘ˉ˘˘ˉ ]

   ˉ˘˘ˉˉ˘˘ˉ ]

  10   ˘˘ˉ˘˘ˉ˘˘ ]άλλεται

˘˘ˉ˘˘ˉ ]ν χρόνον ὀρνύει

ˉˉ˘ˉ    ] Δᾶλον ἀγακλέα

ˉˉ˘ˉˉ   ] Χάρισι· Κάρθαι-

   α μὲν ˘ˉˉ  ἐλα]χύνωτον στέρνον χθονός

  15˘ˉ˘ˉˉ      ]ν̣ιν Βαβυλῶνος ἀμείψομαι

ˉˉˉ˘˘ˉ        ]έχετα̣ι̣ πεδίων

˘˘ˉ˘ˉˉ˘˘ ]οι· θεῶν

   ˉ˘˘ˉ˘˘ˉ         ]

   ˉ˘˘ˉˉ˘˘         ]ρη·

  20   ˘˘ˉ˘˘ˉ˘˘       ]ν̣ ἰχθύσιν

ἤτοι καὶ ἐγὼ σ[κόπ]ελον ναίων δια-

   γινώσκομαι μὲν ἀρεταῖς ἀέθλων

Ἑλλανίσιν, γινώσκ[ο]μα̣[ι] δ̣ὲ καὶ

   μοῖσαν παρέχων̣ ἅλις·

  25[ε]ἰ καί τι Διω̣[νύς]ο̣υ ἄρο̣[υρ]α φέρει

βιόδωρον ἀμαχανίας ἄκος,

ἄνιππός εἰμι καὶ βουνομίας ἀδαέστεροσ̣·

ἀλλ' ὅ γε Μέλαμπος οὐκ ἤθελεν

λιπὼν πατρίδα μο[να]ρχε̣[ῖν] Ἄργει

  30θέμενος οἰ[ω]νοπόλον γέρας.

ἰὴ ἰή, ὢ ἰὲ Πα[ιάν.]

Β΄ τὸ δὲ οἴκοθεν̣ ἄ̣στυ κα̣[ὶ ˉ˘ˉ

καὶ συγγένει' ἀνδρὶ φ[˘ˉ˘ˉ

στέρξαι· ματ[αί]ων δὲ̣ [˘˘ˉˉ

  35   ἑκὰς ἐόντων· λόγο[ν ἄν]α̣κ̣τ̣ο̣ς Εὐξαν[τίου

{σ̣} ἐπαίνεσα̣ [Κρητ]ῶν μαιομένων ὃς ἀνα[ίνετο

αὐταρχεῖν, πολίων δ' ἑκατὸν πεδέχει[ν

μέρος ἕβδομον Πασιφ[ά]α̣ς ‹σὺν› υἱ-

   οῖ]σ̣ι· τέρας δ' ἑὸν εἶ-

  40   πέν σφι· 'τρέω τοι πόλεμον

   Διὸς Ἐννοσίδαν τε βαρ[ύ]κτυπον.

χθόνα τοί ποτε καὶ στρατὸν ἀθρόον

πέμψαν κεραυνῷ τριόδοντί τε

ἐς τὸν βαθὺν Τάρταρον ἐμὰν μα-

  45   τέρα λιπόντες καὶ ὅλον οἶκον εὐερκέα·

ἔπειτα πλούτου πειρῶν μακάρων τ' ἐπιχώριον

τεθμὸν π[ά]μπαν ἐρῆμον ἀπωσάμενος

μέγαν ἄλλοθι κλᾶρον ἔχω; λίαν

   μοι [δέο]ς ἔμπεδον εἴ-

  50   η κεν. ἔα, φρήν, κυπάρισ-

   σον, ἔα δὲ νομὸν Περιδάϊον.

ἐμοὶ δ' ὀλίγον δέδοται θά̣[μνου ˘˘,

   οὐ πενθέων δ' ἔλαχον, ‹οὐ› στασίων

(desunt 54-57)

[˘ˉ˘ˉ˘ˉ κεάρ̣ι̣ον () ἥρω ˘ˉ˘ˉ] πέρι

(desunt 59-61)

ἰὴ ἰή, ὢ ἰὲ Παιάν.

[ΑΘΗΝΑΙΟΙΣ() ΕΙΣ ΔΗΛΟΝ]

fr. 52e

Α΄ Ἰήϊε Δάλι' Ἄπολλον

(desunt vv. 2-15)

Γ΄ π̣α̣[˘˘ˉ˘˘ˉˉ

Δαλ[˘˘ˉ˘˘ˉ

   σὺν δ̣[˘˘ˉ˘˘ˉˉ

Δ΄ ἰήϊε Δάλι' Ἄπολλον

  20[ˉ˘˘ˉ˘˘ˉ]

[ˉ˘ˉˉˉ˘˘ˉ˘ ἐρίπναι]ς

(desunt vv. 22-34)

  35[ˉ˘˘ˉ˘˘ Εὔ-]

   βοιαν ἕλον καὶ ἔνασσαν·

Ζ΄ ἰήϊε Δάλι' Ἄπολλον·

καὶ σποράδας φερεμήλους

ἔκτισαν νάσους ἐρικυδέα τ' ἔσχον

  40Δᾶλον, ἐπεί σφιν Ἀπόλλων

δῶκεν ὁ χρυσοκόμας

   Ἀστερίας δέμας οἰκεῖν·

Η΄ ἰήϊε Δάλι' Ἄπολλον·

Λατόος ἔνθα με παῖδες

  45εὐμενεῖ δέξασθε νόῳ θεράποντα

ὑμέτερον κελαδεννᾷ

σὺν μελιγάρυϊ παι-

   ᾶνος ἀγακλέος ὀμφᾷ.

ΔΕΛΦΟΙΣ ΕΙΣ ΠΥΘΩ

fr. 52f

Α΄ Πρὸς Ὀλυμπίου Διός σε, χρυσέα

   κλυτόμαντι Πυθοῖ,

λίσσομαι Χαρίτεσ-

   σίν τε καὶ σὺν Ἀφροδίτᾳ,

   5ἐν ζαθέῳ με δέξαι χρόνῳ

ἀοίδιμον Πιερίδων προφάταν·

ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ

   ψόφον ἀϊὼν Κασταλίας

ὀρφανὸν ἀνδρῶν χορεύσιος ἦλθον

  10ἔταις ἀμαχανίαν ἀ̣[λ]έξων

   τεοῖσιν ἐμαῖς τε τιμ̣[α]ῖς·

ἤτορι δὲ φίλῳ παῖς ἅτε ματέρι κεδνᾷ

   πειθόμενος κατέβαν στεφάνων

   καὶ θαλιᾶν τροφὸν ἄλσος Ἀ-

  15   πόλλωνος, τόθι Λατοΐδαν

   θαμινὰ Δελφῶν κόραι

χθονὸς ὀμφαλὸν παρὰ σκιάεντα μελπ̣[ό]μεναι

ποδὶ κροτέο[ντι γᾶν θο]ῷ

(desunt 19-496str. 19-21, antistr., ep. 1-7)

  50καὶ πόθεν ἀθαν[άτων ἔρις ἄ]ρ̣ξατο.

   ταῦτα θεοῖσι [μ]έν

πιθεῖν σοφοὺ̣[ς] δυνατόν,

βροτοῖσιν δ' ἀμάχανο[ν εὑ]ρέμεν·

   ἀλλὰ παρθένοι γάρ, ἴσθ' ὅτ[ι], Μο[ῖ]σαι,

  55πάντα, κε[λαι]νεφεῖ σὺν

   πατρὶ Μναμοσ[ύν]ᾳ τε

   τοῦτον ἔσχετ[ε τεθ]μόν,

κλῦτε νῦν· ἔρα[ται] δέ μο[ι]

γλῶσσα μέλιτος ἄω̣τον γλυκὺν [˘˘ˉˉ

  60   ἀγῶνα Λοξία{ι} καταβάντ' εὐρὺν

   ἐν θεῶν ξενίᾳ.

Β΄ θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελ-

   λάδος, ἅν τε Δελφῶν

ἔθ[ν]ος εὔξατο λι-

  65   μοῦ θ̣[˘ˉ˘ˉ˘ˉˉ

ἐκδι̣[˘ˉ˘ˉˉ˘ˉ

φιλει[˘ˉˉ˘˘ˉ˘ˉ

Κρόν[ιε ˘˘˘ˉ˘˘ˉ

   πρύτα̣[νι ˘ˉˉ˘˘ˉ

  70τοὶ πα[˘ˉˉ˘ˉ˘˘ˉ

χρησ[τ]η̣[ρι ˉ˘˘ˉ˘ˉˉ

   Πυ]θωνόθ[εν ˉ˘ˉˉ

καί ποτε [˘˘ˉˉˉˉˉ

   παν θοὸ[ν ˉˉ˘˘ˉ

  75   δ' ἐς Τροΐα[ν ˉ˘˘

   ἤνεγκε[ν ˘˘ˉ θρασυμή-

   δεα πάϊς [ˉ˘ˉ

˘˘ˉ˘ˉ] ὃν ἐμ-

   βα[λ ˉˉ˘ˉ˘˘ˉ

Πάριος ἑ[καβόλος βροτη-

  80   σίῳ δέμαϊ θεός,

Ἰλίου δὲ θῆκεν ἄφαρ

ὀψιτέραν ἅλωσιν,

κυανοπλόκοιο παῖδα ποντίας

   Θέτιος βιατάν,

  85πιστὸν ἕρκος Ἀχαι-

   ῶν, θρασεῖ φόνῳ πεδάσαις·

ὅσσα τ' ἔριξε λευκωλένῳ

ἄκναμπτον Ἥρᾳ μένος ἀν[τ]ερείδων

ὅσα τε Πολιάδι. πρὸ πόνων

  90   δέ κε μεγάλων Δαρδανίαν

ἔπραθεν, εἰ μὴ φύλασσεν Ἀπό[λ]λ[ω]ν·

νέφεσσι δ' ἐν χ̣ρυσέοις Ὀλύμποι-

   ο καὶ κορυφα[ῖσι]ν ἵζων

μόρσιμ' ἀνα[λ]ύ̣εν Ζεὺς ὁ θεῶν σκοπὸς οὐ τόλ-

  95   μα· περὶ δ' ὑψικόμῳ [Ἑ]λένᾳ

   χρῆν ἄρα Πέργαμο̣ν̣ εὐρὺ[ν] ἀ̣-

   ιστῶσαι σέλας αἰθομένου

   πυρός· ἐπεὶ δ' ἄλκιμον

νέκυν [ἐ]ν̣ τά[φῳ] πολυστόνῳ θέντο Πηλεΐδαν̣,

 100ἁλὸς ἐπὶ κῦμα βάντες [ἦ]λ-

   θον ἄγγελο[ι] ὀπίσω

Σκυρόθεν Ν̣[ε]οπτόλεμο̣[ν

εὐρυβίαν ἄγοντες,

ὃς διέπερσεν Ἰλίου πόλ[ιν·

 105ἀλλ' οὔτε ματέρ' ἔπειτα κε̣δνάν

ἔϊδεν οὔτε πατρωΐαις ἐν ἀρού̣[ραις

ἵππους Μυρμιδόνων,

χαλκοκορυ[στ]ὰν [ὅ]μιλ̣ο̣ν ἐγε[ίρ]ων.

σχεδὸν δ[ὲ Το]μάρου Μολοσσίδα γαῖαν

 110ἐξίκετ' οὐδ' [ἀ]νέμους ἔ[λ]α̣[θ]εν

ο̣ὐδὲ τὸν̣ [ε]ὐ̣ρ̣υφαρέτραν ἑκαβόλον·

   ὤ̣[μο]σε [γὰρ θ]εός,

γέ[ρον]θ̣' ὅ̣[τι] Πρίαμον

π[ρ]ὸς ἑρκεῖον ἤναρε βωμὸν ἐ[π-

 115   εν]θορόντα, μή νιν εὔφρον' ἐς οἶ[κ]ον

μ̣ήτ' ἐπὶ γῆρας ἱξέ-

   μεν βίου· ἀμφιπόλοις δὲ

   κ]υριᾶν περὶ τιμᾶν

δηρι]αζόμενον κτάνεν

 120‹ἐν› τεμέ]νεϊ φίλῳ γᾶς παρ' ὀμφαλὸν εὐρύν.

   ‹ἰὴ› ἰῆτε νῦν, μέτρα π̣αιηό-

   ν]ων ἰῆτε, νέοι.

Γ΄ ὀνομακλύτα γ' ἔνεσσι Δωριεῖ

   μ[ε]δέοισα [πό]ντῳ

 125νᾶσος, [ὦ] Διὸς Ἑλ-

   λανίου φαεννὸν ἄστρον.

οὕνεκεν οὔ σε παιηόνων

ἄδορπον εὐνάξομεν, ἀλλ' ἀοιδᾶν

ῥόθια δεκομένα κατερεῖς,

 130   πόθεν ἔλαβες ναυπρύτανιν

δαίμονα καὶ τὰν θεμίξενον ἀρετ[άν.

ὁ πάντα τοι τά τε καὶ τὰ τεύχων

   σὸν ἐγγυάλιξεν ὄλβον

εὐρύο[πα] Κρόνου παῖς, ὑδάτ‹εσς›ι δ' ἐπ' Ἀσ[ω-

 135   ποῦ π[οτ' ἀ]πὸ προθύρων βαθύκολ-

   πον ἀν̣ε̣ρέψατο παρθένον

   Αἴγιναν· τότε χρύσεαι ἀ-

   έρος ἔκρυψαν κόμ̣[α]ι

ἐπιχώριον κατάσκιον νῶτον ὑμέτερον,

 140ἵνα λεχέων ἐπ' ἀμβρότων

   φ[ ˘ˉ˘˘˘˘ˉ ]·

αισ[ ˘ˉ˘ˉ˘˘   ]αι

Μυρ[μιδον ˉ˘ˉˉ    ]

τον[ ˘ˉ˘ˉ˘ σωφρο]νέστατον

 145   Διὸς [ˉ˘ˉˉ                ]

πεύ[ ˘ˉ˘˘ˉ               ]

   πο[ ˘ˉ˘ˉ˘ˉ            ]ον

πα[ ˘˘ˉ˘ˉˉ˘          ]ων·

ξε[ν ˉ˘ˉˉ˘˘            ]έμμεν ἁ̣λίῳ

 150κυ[ ˘˘˘˘˘ˉ˘          ]υ δε-

   ξ̣α̣[ ˘˘˘ˉˉ˘          ]τ̣ίᾳ

νο̣[ ˘˘ˉˉ                  ]εμον..ναιδων·

τρ[ ˉ˘ˉ˘˘             ]νοῖον ἃ σοί

   σε[ ˉ˘˘ˉ˘               ]ο̣ῦν οἵ

 155Ζη[ν ˘˘˘˘ˉ               ]πρὶν Στυγὸς ὅρκιο̣ν ἐξ εὔ-

   [ˉ˘˘ˉ˘˘ˉ                  ] δ̣ικάσαι

(desunt vv. 157-1686antistr. 9-13,ep. 1-5)

[                                 ]α̣ρ̣ο̣ι̣[

 170˘ˉ˘˘ˉˉ                ]κλυτὰς ἴδω ι̣[ˉ

ˉˉ˘ˉ˘˘ χα]λκοχάρμα̣ι̣[

ποινὰ ˘ˉ˘˘]δα κεχολωμένος

   ˉ˘˘ˉ˘]ω̣ι

˘ˉ˘ˉ]ξ̣[˘˘]ες

 175˘ˉ]ι̣ μυρία[ν φλ]ό̣γ' ὀπῶν τε δο̣-

   ..ˉ.κτ]ύποι ν[έμ]ειν ἀπείρονας ἀρετάς

Αἰακ]ι̣δᾶν· φ[ιλεῖ]τ̣ε

   ..ˉ.]ι̣ πόλιν πατρίαν, φί-

   λων] δ̣' ἐύφ̣[ρον]α̣ λαόν

 180..] γονε̣υ̣[]στεφάνοισι παν

εὐ]θαλέος ὑγιε[ίας] σκιάζετε· Μοισᾶν

   δ'] ἐ̣παβολέ̣οντ̣[ι] πολλάκι, Παιάν, δέ-

   ξ'] ἐννόμων θ̣[αλί]αν.

ΘΗΒΑΙΟΙΣ Ε̣[ΙΣ ΠΤΩΙΟΝ] ΠΡΟΣ Τ̣Α̣ [

fr. 52g

Α΄ Μαντευμ̣άτ̣[ω]ν τε θεσπεσίων δοτῆρα

καὶ τελεσσιε[πῆ]

θεοῦ ἄδυτον [.....]ον ἀγλαάν τ' ἐς αὐλάν

Ὠκεανοῖο̣ [                 ]υ Μελίας

   5Ἀπόλλωνί γ' [                    ].[

ὀρ‹ε›ιδρόμον τ̣[ε

σὺν ἀπιομ[ήδ]ει φιλ̣α̣[

   γα να̣‹ί›ειν το[.. ]ν̣δέλ.[

χέων ῥαθά[μιγ]γ̣α̣ πλ̣[

  10Χαρίτεσσί μοι ἄγχι θ[

γλυκὺν κατ' αὐλὸν αἰθερ[

ἰόντι τηλαυγέ' ἀγ κορυφὰν [

ἥρωα Τήνερον λέγομεν [

........]α ταύρων ε̣ι̣[

  15..........]ν προβωμ[

..........]οιτ.τ.μο[....]παρα̣[

..........κελ]ά̣δησαν αὐδάν·

......]αντεσι χρηστήριον

fort. huc trahenda:

[     ]αντεσι χρησ̣τήριον

[            ]αιδ'ε.[

[ ]δα[       ]εκρα[

[]ανέ[       ]τ' οὐρα̣[

[                 ].[

fr. 52ga

μιγεῖσ' α[

παῖδα· τ[

ὁ μέγιστ[ος

εὐαλάκ̣[ατον

   5ἰσόθε[ον ˉˉ ἐ-

   λαχύν[ωτον

νᾶσον̣ [

   ζ̣έμεν[

fr. 52gb

ν[

.[

χ̣αρμ[

πρῶτ[ο

   5δεκ[

σοφ[

μ̣[

τ̣[

fr. 52gc

ἁγνας αγι̣[

πεποταμ[

[ ]α̣πολ̣[

fr. 52gd

... ρ̣ο̣αιπ̣[

σέ τε καὶ ῥαδ[

fr. 52ge

]μικτος αλω-

]α̣ν ἵν' ἀγλαοχ̣α̣ί̣ταν

fr. 52gf

...

]τριαινα[

]εν Πτωιω[ι

]εν σοφ̣[

fr. 52gA

...

.... ].[

   γον ὁμ[

εν̣νικ[

   λυ̣πευ[            ...

ἐκ φρεν[ὸς             ]φ.εις

κλοπα[                 ]

Κλεὸς ἕκατι            ]

Π[     ]..[..]ΑΙΣ ΕΙΣ ΔΗΛΟ[Ν

fr. 52h

Ἄπολλο[ν ˉˉ˘˘ˉ             ]

   σὲ καὶ.[˘˘ˉ˘.       ]

ματ̣έ̣ρ[                          ]

παιαν[                   ].[.]ι̣[]

στεφ[                    ]εὐανθέος

ἔρνεσ[                   ]α̣..

μή μο[ι                  ]υ̣σ̣

ἀρχομ[                   ].ραν

ἥρωϊ[                    ]χ̣ων

  10κελαδήσαθ'   ὕμνους,

Ὁμήρου [δὲ μὴ τρι]π̣τὸν κατ' ἀμαξιτόν

ἰόντες, ἀ̣[λλ' ἀλ]λοτρίαις ἀν' ἵπποις,

ἐπεὶ αυ[     π]τανὸν ἅρμα

Μοισα[           ]μεν.

  15ἐ]πεύχο[μαι] δ' Οὐρανοῦ τ' εὐπέπλῳ θυγατρὶ

   Μναμ[ο]σύ[ν]ᾳ κόραισί τ' εὐ-

   μαχανίαν διδόμεν.

τ]υφλα̣[ὶ γὰ]ρ ἀνδρῶν φρένες,

ὅ]στις ἄνευθ' Ἑλικωνιάδων

  20βαθεῖαν ε..[..].ων ἐρευνᾷ σοφίας ὁδόν.

ἐμ̣ο̣ὶ̣ δ̣ὲ τοῦτο̣[ν δ]ι̣έδω-

   κ.ν] ἀθάνατ̣[ο]ν πόνον

[                                  ]

[             δέλτου             ]

(desunt vv. 25-31)

[                            ]....[.]..τ̣ο·

[           λέχο̣σ̣           ]π̣...έσθα[ι]

[                             ]

  35[˘ˉ˘ˉˉ˘ˉ          πατ]ρ̣ῴαν Ἑκ̣α̣έρ-

[γ ˉ˘˘ˉ˘ˉ˘ˉ          ]

[ˉ˘˘ˉ˘˘ˉ                  ]

ἔδο[ξ ˘ˉˉ˘ˉ      ]

α[˘˘ˉ˘˘ˉ˘˘    ]νους

  40δ̣[˘ˉ˘.(.)ˉ˘ˉˉ˘]ο̣ ἕσσατο

ΕΠ. [......]α[

   .]υνας· τί πείσομα[ι

ἦ̣ Διὸς οὐκ ἐθέλο[ισα

Κοίου θυγάτηρ π[

  45ἄπιστά μ[ο]ι δέδο[ι]κ̣α̣ κ̣α̣μ̣[

   δέ μιν ἐν πέλ̣[α]γ̣[ο]σ̣

ῥιφθεῖσαν εὐαγέα πέτραν φανῆναι[·

καλέ̣οντί μιν Ὀρτυγίαν ναῦται πάλαι.

πεφόρητο δ' ἐπ' Αἰγαῖον θαμά·

  50τᾶς ὁ κράτιστος

ἐράσσατο μιχθείς

τοξοφόρον τελέσαι γόνον

[

[

  55.[

α[

.[

fr. 52hA

[        inscriptio ?        ]

[                           ]

[                           ]

[                                    ]ι̣ων

   5[                                     ]

[                     ].[

[                     ]ον τέλος ἔςται

[                     ]υχᾳ· συ[..]θ̣μ̣ον

[                     ]περαίνοις

  10[                     ]ν ἀ̣πὸ καὶ πατρός· ὑμ-

        [ν                                 ]

fr. 52hAa

......]ε̣κ̣[

......]ι̣ντενει[

α̣π̣.σ̣σ̣ο̣ν̣ εἶχε ἀμφι̣γ̣ν̣[

ρ̣υ̣ παρθ[έ]νῳ [ς]ὺν πο̣μ̣[

   5χε̣ι̣ν̣ π̣ε.ν̣α̣σ̣ὴ.έ̣ϊ θ̣ή̣ρ̣ μ[

Κρό[ν]ιον δῶμ' ἀγλαο[

....]α̣ις ἐπ' Ἰσμην̣ί̣α̣ι̣[ς

....]ο̣λω[..]λ̣η̣τρ[

.....]μ̣.ντις αυρ̣[

  10.....]ε̣[.]τ̣ο̣υ μηδε̣[

.........]ν̣[.]τ̣α̣[.]ε[

......συ]μ̣φο̣ρο̣[

fr. 52hAb

[  ]μ[

[]μάτρω[

[ ]οστα[

fr. 52hAc

ν̣[.]ε̣σ̣[

ὦ βαθ̣υ̣δ[

ἰήϊε παῖ με[

δᾶμον Ἀθα[να

fr. 52hAd

[        ]α̣ι̣[

[ ]α̣σσ' ἀ̣μ̣φι̣[βέ]βακεν̣[

[Ἄ]π̣ολ̣λ̣ον

[ ]σ̣ε̣.ν̣ι̣α̣ι̣σ̣ ν̣εμε Λατο[

   5[  ]α̣λμ̣α̣ι̣

[ ]νων

[ ].ι̣νεπε..νε̣ι

[           ΕΙΣ ΠΥΘΩ]

fr. 52i

Ϡ ]ενο̣[

]μεσ̣[

(deest versus unus vel nullus)

.α̣σ̣[

ο̣μ̣[

   τιτ[

κα̣[

δ[

λοιι̣[   ca. 13 ll.   ].λ[.]ι̣[

σ̣ο̣[                    ]

  10   μεγ̣[    ca. 13 ll.    ]ο̣ν δ' ἔπος

κλιθελ̣[.]ε̣κ̣ο[.......]σφίσιν

μάλα πρᾶξον [δι]καίως·

κλυτοὶ μάντι[ες] Ἀπόλλωνος,

ἐ]γὼ μὲν ὑπὲρ χθονός

  15ὑ]π̣έρ τ' ὠκεανοῦ

Θέ̣μιδ̣ο̣σ[

desunt versus 17-50

.λ̣[

εχε[

δια̣[

   σκ̣ολ[

  55ὀξ̣υ[

χαμ̣[

ο̣τ̣ι̣[

.[                   δα-

   φν̣[α

  60.λ[

‹›π̣ετ̣[

Ἰυγ̣[γ

ναόν· τὸν μὲν Ὑπερβορ[έοις

ἄνεμος ζαμενὴς ἔμ‹ε›ιξ[

  65ὦ Μοῖσαι· το‹ῦ› δὲ παντέχ[νοις

Ἁφαίστου παλάμαις καὶ Ἀθά[νας

τίς ὁ ῥυθμὸς ἐφαίνετο;

χάλκεοι μὲν τοῖχοι χάλκ[εαί

   θ' ὑπὸ κίονες ἕστασαν,

  70χρύσεαι δ' ἓξ ὑπὲρ αἰετοῦ

ἄειδον Κηληδόνες.

ἀλλά μιν Κ̣ρόνο̣υ̣ π̣α̣ῖ̣[δες

κεραυνῷ χθόν' ἀνοιξάμ[ε]ν̣ο̣[ι

ἔκρυψαν τὸ [π]άντων ἔργων ἱερώτ[ατον

  75Γ΄ ΣΤΡ γλυκείας ὀπὸς ἀγασ̣[θ]έντες,

ὅτι ξένοι ἔφ[θ]‹ι›νον

ἄτερθεν τεκέων

ἀλόχων τε μελ[ί]φρονι αὐδ[ᾷ    θυ-

   μὸν ἀνακρίμναντες· επε̣[

  80λυσίμβροτον παρθενίᾳ κε̣[

ἀκηράτων δαίδαλμα [

ἐ̣νέθηκε δὲ Παλλὰς ἀμ[

φωνᾷ τά τ' ἐόντα τε κα[ὶ

   πρόσθεν γεγενημένα

  85......]ται Μναμοσύνα̣[

˘.  ]παντα σφιν ἔφρα[σ.ν

ΑΝΤ ˘ ]α̣ι̣ον δόλον ἀπνευ[ˉ˘

˘ˉ]. γὰρ ἐπῆν πόνος

˘ˉˉ]. ἀρετα[ ]

  90˘˘ˉ] καθαρὸν δ[.].[

˘˘. ]ουτ' ὀξύτατον[

ˉˉ˘].αινᾶς αδα[

[        ].ωπου· ἵναο[

˘˘ˉ     ]σαφὲς ευ.[

  95[             ]ν..[

ˉˉ˘     ]α̣γω.[

[             ].ει.[

[             ].ω.[

ΕΠ [             ]ασ.[

...

desunt vv. 100-111 2Ϡ24?2

ˉˉˉ˘˘ˉ ἐπὶ Θήβας

ξίφος ἑλκόμενον ˘

* * *

loco incerto inserendum e Π4`26 fr. 29

]ν ϊ

desunt vv. ca. 6 (i. e. pae. 8, 111-8a, 5?)

]ν·

fr. 52iA

Ϡ                       ]πας

[                     ]

[                     ]ις

* * *

[             ]ν̣ ταχὺ[ς

[             ]ν̣ πνευσ[

  10σπεύδοντ', ἔκλαγξέν ‹θ'› ἱερ̣[

δαιμόνιον κέαρ ὀλοαῖ-

   σι στοναχαῖς ἄφαρ,

καὶ τοιᾷδε κορυφᾷ σά-

   μαινεν λόγων· ὦ παναπ.[       εὐ-

  15   ρ[ύ]οπα Κρονίων τέλεισ σ̣[

π[ε]πρωμέναν πάθαν α[

   νικα Δαρδανίδαις Ἑκάβ[

..] ποτ' εἶδεν ὑπὸ σπλάγχ[νοις

φέροισα τόνδ' ἀνέρ'. ἔδοξ̣[ε γάρ

  20τεκεῖν πυρφόρον ἐρι[

Ἑκατόγχειρα, σκληρᾷ [

Ἴλιον πᾶσάν νιν ἐπὶ π[έδον

κατερεῖψαι· ἔειπε δὲ μ̣[

...].[.]ᾳ τέρας ὑπνα̣[λέον

  25.....]λ̣ε προμάθεια

fr. 52iAa

[α]νδρος ὅτ[

[  ]τ̣ρ̣ῃ κα̣[

[  ]ος οὐ λυτ[

[ὑ]περτάτᾳ ι̣[

[      ]'ου̣[

   5...

fr. 52iAb

[  ]

[  ].ανδ[

[  ]σπάρ[

[]αδιος· ι[

[  ].ε[

...

fr. 52iAc

...

πεμ[

.]δομ[

.].θυ[

...

fr. 52iAd

...

]αιν[

]ιππ[

]α̣σ̣[

]εμ̣[

]τον[

]απ̣[

]

...

[ΘΗΒΑΙΟΙΣ ΕΙΣ ΙΣΜΗΝΙΟΝ]

fr. 52k

Α΄ Ἀκτὶς ἀελίου, τί πολύσκοπε μήσεαι,

ὦ μᾶτερ ὀμμάτων, ἄστρον ὑπέρτατον

ἐν ἁμέρᾳ κλεπτόμενον; ‹τί δ'› ἔθηκας ἀμάχανον

ἰσχύν ‹τ'› ἀνδράσι καὶ σοφίας ὁδόν,

ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα;

ἐλαύνεις τι νεώτερον ἢ πάρος;

ἀλλά σε πρὸς Διός, ἱπποσόα θοάς,

ἱκετεύω, ἀπήμονα

εἰς ὄλβον τινὰ τράποιο Θήβαις,

  10ὦ πότνια, πάγκοινον τέρας

]ρα[ˉ˘˘ˉ˘˘ˉ˘˘ˉ˘ˉ]

[ˉˉ˘ˉ˘ˉˉ˘˘ˉ˘ˉ]

]ῶ̣νοσ̣ [ˉ ˉ], πολέμοιο δὲ σᾶμα φέρεις τινός,

ἢ καρποῦ φθίσιν, ἢ νιφετοῦ σθένος

  15ὑπέρφατον, ἢ στάσιν οὐλομέναν

ἢ πόντου κενεώσιας ἂμ πέδον,

ἢ παγετὸν χθονός, ἢ νότιον θέρος

ὕδατι ζακότῳ ῥέον,

  20ἢ γαῖαν κατακλύσαισα θήσεις

ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος;

ὀλοφύ‹ρομαι οὐ›δέν, ὅ τι πάντων μέτα πείσομαι

(desunt vv. 22-336ep.2-10, str. Β΄ 1-3)

Β΄ [ˉ˘ˉˉ˘˘ˉ˘˘ˉ˘˘δείματι]

  25ἐκράνθην ὑπὸ δαιμονίῳ τινί

  35λέχει πέλας ἀμβροσίῳ Μελίας

ἀγαυὸν καλάμῳ συνάγεν θρόον

μήδεσί τε φρενὸς ὑμ[ε]τ̣έραν χάριν.

λιτανεύω, ἑκαβόλε,

Μοισαίαις ἀν[α]τιθεὶς τέχνα[ι]σ̣ι̣

  40χρηστήριον.[.]π̣ω̣λον̣τ̣[..(.)]ι

ἐν ᾧ Τήνερον εὐρυβίαν θεμίτ̣[ων ˘ˉ

ἐξαίρετον προφάταν ἔτεκ[εν λέχει

κόρα μιγεῖσ' Ὠκεανοῦ Μελία σέο, Πύθι̣[ε.

τῷ] Κάδμου στρατὸν ἂν Ζεάθου πό[λιν,

  45ἀκερσεκόμα πάτερ, ἀνορέας

ἐπέτρεψας ἕκατι σαόφρονος.

καὶ γὰρ ὁ πόντιος Ὀρσ[ιτ]ρίαινά νιν

περίαλλα βροτῶν τίεν,

Εὐρίπου τε συνέτεινε χῶρον

(desunt reliqua)

fr. 52la

..]κε[

καὶ χ[

ἐνάτα̣[ εἰς ποταμόν τινα

Στυ[γὶ σύνδετον

βέν[

   5ἅπας σ̣τ̣[...δαϊ]ξομ̣[ένων

γναμπτ[

   ψαντες αι̣[

πατὴρ δεπ̣[

  10καὶ χρυσο[

ἁγήσεται· τ̣[

πολιάοχ[ο

ἀστοῖσι τε[

ξενοκαδ[

  15τακ[

εστα[

ἐμον τ̣[

τὶν μὲν̣[ πά]ρ̣ μιν μ̣[

ἐμὶν δὲ πὰ[ρ] κείνοι̣[ς

  20ζευχθεῖσα π̣[ρ]οβώμ[ιος

υἱὸν ἔτι τέξ[ε]ι̣· τὸν απ̣[

κλυτομάντι̣ες τῷ δ[

fr. 52lb

[          ]

[          ]

Εἰκάδιος ]

[          ]

   5[          ]

[          ]ν ὁμώνυμο[

[         ]ς

[        ]

[        ]

  10[          ]

[              ]ν

[ΝΑΞΙΟΙΣ ΕΙΣ ΔΗΛΟΝ]

fr. 52m

[     ]με[......  ]ωνιο[

...].οισιν ἐννέ[α Μοί]σ̣αις

.]αλαδαρτεμι.[..].ωϊονασ[

..]χος ἀμφέπο[ισ' ἄν]θεα τοια[ύτας

   5.]ὑ̣μνήσιος δρέπ̣ῃ· θαμὰ δ' ἔρ̣[χεται

Να]ξόθεν λιπαρο̣τ̣ρ̣όφων θυσί[α(ι)

μή]λων Χαρίτεσσι μίγδαν

Κύ]ν̣θιον παρὰ κρημνόν, ἔνθα [

κελαινεφέ' ἀργιβρένταν λέγο[ντι

  10Ζῆνα καθεζόμενον

κορυφαῖσιν ὕπερθε φυλάξα̣ι π̣[ρ]ονοί[ᾳ,

ἁνίκ' ἀγανόφρων

Κοίου θυγάτηρ λύετο τερπνᾶς

ὠδῖνος· ἔλαμψαν δ' ἀελίου δέμας ὅπω̣[ς

  15ἀγλαὸν ἐς φάος ἰόντες δίδυμοι

παῖδες, πολὺν̣ ῥ̣ό̣θ̣[ο]ν̣ ἵ̣εσαν ἀπὸ στομ[άτων

Ἐ]λείθυιά τε καὶ Λ̣ά̣[χ]ε̣σις· τε̣λέσ̣αι δ' ολ[

κα]τελάμβανον.[...]

..]εφθέγξαντο δ' ἐ̣γ̣χ̣ώ̣ριαι

  20ἀγ]λ̣αὸς ἃς ἀν̣' ἑρκε̣[.]...[

...].αραντοτ̣αρακτ̣α̣ινο̣ν̣τογ̣[.].[

......].[......].ι̣ φυ̣γον ἄνδρα[

[                  ]η̣ρεσορ.[...]

[                  ]...[

....

[                     ]φα.[

[                  ]α̣νευ.ει[   ]

[                  ]μολοι.α.[ ]πολλάκισ[

[                  ]ν̣α̣ι·    ]

[                  ]π.[       ]

[]                 ...        ]τιν

[]                                ].

...

fr. 52ma

...

[ ]ν̣ σ̣οφ[

]ε̣..νιαν π̣[

]ᾶγε προφα[

Λ]ατοϊδαιν̣[     ]ν·

   5.]εξια[...].[   ]

.]δ̣α̣π̣[...]λ̣ων̣.[

.]μοσω πο̣λ̣υσέπτ[

.]εινοτοιτεκεπ̣αλ̣[

.]π̣ροσοδοντ̣......[

  10..].ε χορὸν ὑπερτατ̣[

...]χαριν λ[.]...τ̣εκ[

..π]έμπει· μ.λ̣οι κα[

[ ]..ντας οἴγειν[

...

fr. 52mb

...

[].[

μᾶν[

υ̣μ̣.[

μα.[

   5ελπι[

εξειν[

ἅλα[

γ̣ον̣[

...

fr. 52mc

[]θ̣α̣ν̣[.].[

]ωρθ' ὑποκρ[

]ωσομεν γ̣[

]ἔθνος αιδ[

]μ̣εχρ[..].ε̣[

...

fr. 52md

...

]ινα..[

κ]ί̣θαριν τ[

]λ̣εμον π[

]ην̣ι̣με[

fr. 52me

...

[]κινδυν[

[]νεφελα.ε[

[ ].κατεργω[

[   ].....[

...

fr. 52na

ἥρωΐ τε βω[μὸν

τῳ τανδε[

   δωκεν· οπ̣[

π̣όντοιο [

   5Παλλάδα [

.]έπτοι τ[....()]ωσαι̣ λ̣ει̣π̣[

σὺν παντ[....()]ωτερον α[

ὕμνων ερ[...()]γ̣οριαις

θ̣άλλο[ν]τι [.....()]τ̣ῳ πρ̣οσ[

  10πολυ̣η̣ρ̣ατο[.......()]εκ̣α[

‹ΑΝΤΙΣΤΡ.› νῦν...α̣νθ̣[

νυμ̣φ̣α̣ν συ̣[

   θυοιαίγιδ' αμ[

ἱστάμεναι τελ[ca. 10 ll.]

  15   δων τανυα[....] σὺν κτύπῳ [(ˉˉ)˘ˉἀν-

   δησάμεναι πλ[ο]κάμους

μύρτων ὑπ̣[...] σφιν ἔγειρον [

αἰθέρι', ἑλικ[....] δὲ πορφυ-

   ρέᾳ σὺν κρόκ[ᾳ..]τ̣ι̣ν̣ ἀ̣εὶ πρ[

  20ευανπυ̣κιεν[.....]μῳ σελα̣[

ἐν δαιτί τε πα[......]ει μακαρ[

ἔνθεν μὲν ἀρ̣[.....]ατων Ὀλυ[μπ

   ταν πολέμου[.....]ν

σαμάντορι [

  25ἐν̣ χρ̣[

fr. 52nb

[]ς ἐχθρῶν ὁμιλήσειε[.]α̣-

[]ι̣ρατου πάτρας ἑκάς

[]λ̣έρασ[]

[   χ]ε̣ῖρας ἀραιάς

   5[    φ]έρτατος ἀνθρώπων φ[˘ˉ

[     ο]ὐκ αἰσχρὸν πάθοις

[      ]σις ἀνανύτοις εὗρεν

[      ]ιαν αἶσαν·

[      ]

  10[      ]υ̣θυ̣π̣ορήσαν[.]

[      ]θ̣[.]φ[..]ν προκ̣ρίνοι̣[

[               ]ση καλεῖν

[                ]ει τις ἄτερθεν [

[               ]κ̣ασ[...]

  15[               ]..δε θυμῷ

[               ]ενει κατεβα̣[

[              ]

[             ]

[            ]ω̣ν ὁπό̣τε

  20[            ]ύοντές νιν ἐκ

[            ]χ̣αν νέμειν

[            ]

[             ]σ̣αν

[              ]ων κύριοι

  25[              ]..

fr. 52nc

...

[    ]ι̣ν̣ τοία τις ἐμ[ˉˉ˘ˉ

[    ]σαι σταθει̣σαι̣[

[    ]ν̣

[].α̣ι̣ς ὀλολυγαῖς []

   5[].ἔμαθον δ' ὅ̣τι μ̣οῖραν̣ [ˉ˘ˉ

[]λ̣λᾳ ἐπλα[..].[.]παθα[

[]σ̣ ἕδραι θε̣[....]ι̣ον[

[]εσχοντολ̣[...].

[].ει καὶ νῦν τέρ̣ας δι̣[

  10[]γονουτουν ἀμπελ̣[

[]ι̣ατων οὐδ' Ἀχελωιο[

[]

[ ]ινᾶν μνᾶμ' ἔτι̣ τ̣ου[

[]οντεσσα̣μφ̣[...]γ̣[

  15[]ε̣δ' ἀμ̣φ[

[]εσποτ[

[ ]ι̣τ̣εμ̣[

[]ῳ ναε̣[

[ ].[

...

fr. 52nd

...

[  ]..σ̣υκο̣[

[ ]σ̣α τουτο̣[

[  ].εις πε[

[]κρυον· ὦναξ̣[

   5[  ]σ̣ ν̣ε̣ωτερο[

[      ]τεραν̣[

[      ]νη· κα[

[     ]ε· καὶ τα̣[

fr. 52ne

...

ἐ̣νν[

πατρ[

δεπ[

ἐν κλ̣[

θ̣[

...

fr. 52ng

...

[]σιωνε[

[]τ̣' Ἀχιλλῆα [

[    ]ν̣ ἐ̣σ̣τιν̣[

...

fr. 52o

...

]ρ̣δει

* * *

]χειν.

* * *

ο̣ὔ̣τ̣' ἐ̣χ̣θ̣ρὰ στάσις]

* * *

  15διὰ        ]

* * *

  20ἐν ἀοιδᾷ     ]

* * *

ἑ]ταίρους

...

desunt vv. non minus 3

δ[......]..υ πόλιν χ̣αλ̣κέ̣α̣[

θ̣[          ]σ̣ ϊ[...]ρ̣ό̣.[

[            ]ε̣ι̣.[].[.].[

.[          ].αθυ[

  30].λ̣α̣..α.[..].γ̣.[ ].[

εὐδοξίας δ' ἐπίχειρα δε[

   θε· λίγε̣ια μὲν Μοῖσ' ἀφα.[

   μων τελευταῖς ὀαρίζε[ι

λόγον τερπνῶν ἐπέων [

  35μνάσει δὲ καί τινα ναίο[ν-

   θ' ἑκὰς ἡρωΐδος

θεαρίας· βασανι-

   σθέντι δὲ χρυσῷ τέλοσ.[

γνώμας δὲ ταχείας συν[

  40σοφίᾳ γὰρ ἀείρεται πλει̣[

Α[Ι]ΓΙΝΗΤΑΙΣ ΕΙ[Σ] ΑΙΑΚΟΝ

fr. 52p

Α΄ Τῷδ' ἐν ἄματι τερπνῷ

ἵπποι μὲν ἀθάναται

Ποσειδᾶνος ἄγοντ' Αἰακ[ ,

Νηρεὺς δ' ὁ γέρων ἕπετα[ι·

   5πατὴρ δὲ Κρονίων μολ[

πρὸς ὄμμα βαλὼν χερὶ [

τράπεζαν θεῶν ἐπ' ἀμβ[ρο

ἵνα οἱ κέχυται πιεῖν νε̣[κταρ    ...

ἔρχεται δ' ἐνιαυτῷ              ]οτ[

  10ὑπερτάταν [..˘]ονα               ]εμ[

.[                              ].[

                                   ...

fr. 52pb

...

.[

..[

στ.[

ὑπέρ.[

   5κ..[.]ον.[

.[..]̣.ε[

...].άρον[

...].μ̣εν[

....]εεδ[

  10...]̣τ̣εν̣[

...

fr. 52q

...

....]ο̣νδ' ἐφ[

....]ν̣ ἄναξ Ἄπολλον

....]α μὲν γὰρ εὔχομαι

.....]θέλοντι δόμεν

   5....]ι̣ δύναμις ἀρκεῖ·

κατεκρίθης δὲ θνα-

   τοῖς ἀγανώτατος ἔμμεν

........]μα[.]νατ[...].οιναρ̣

...

fr. 52r

[   ].θενι.[

[    ]ν̣νυν̣ [

[    ]μόν' Ὀλ̣υμ[π

[  ].τον οὐ ῥητ[ὸ]ν̣[

[   ]λ̣υγιαις φυτευο[

[οὐ]ρανομάκ̣εα[

[  ]ν το̣ῦτο βαλλεμ̣[

[   ]ὰν βαθύ[.]λ.[

[              ]συ[

...

desunt vv. fere 12?

...

[             ]εω[

[             ]ωιγ̣[

[            ]ν ἀέ̣ρ̣ι̣[

[            ]̣τ̣ε̣ παιηόνων[

[            ]φ̣οριᾶν πεταλ̣[

........]ε̣[...]

Α]ΡΓΕΙΟΙΣ..[..]Σ ΗΛΕΚΤΡΥΩ̣[Ν...

fr. 52s

Α΄ Ἐν Τυν]δαριδᾶν ἱερῷ

τεμέ]νει πεφυτευμένον ἄ[λσος

ἀνδ]ρὶ σοφῷ παρέχει μέλοσ̣ [

....].ν' ἀμφὶ πόλιν φλεγε[

....]ν ὕμνων σέλας ἐξ ἀκαμα̣ν̣[το...

.....]ι̣[.]̣ μενος οὔ κεν ἐς ἀπλακ[

........]ερι[.]αρ̣δανίᾳ

[             ].ι οἷά ποτε Θήβᾳ

[             ]τε καὶ ἁν[ί]κα ναύλοχοι

  10[            ]ήλασαν [ἐ]ννύχιον κρυφα[

[            ]λεκ.[......]..[.]

fr. 52t

...

[]ν̣ον[

[].νον[

[].ιδετ[

[]

ΑΡΙΟΙΣ [ΕΙΣ...

[  ]επο̣[

   5[  ]..[

...

fr. 52u

...

[                         ]

[                        ]ω̣.μα.[

[   ].[                   ].

.[  ]ι̣τ̣[                ]..οντων βι.[

.[..]α[                  ]π̣' Ἀλκαΐδα.[

κ̣[.].χ̣.[                ]

ἐπαγο̣μ̣[... ... ... μορ]μορ̣ύξιας

..μ̣εν.[........].[.] δ[ι]ὰ θυρᾶν ἐπειδ[

ὄφιε̣ς θεόπομπ[οι      ]

...ζ..ἐπὶ βρέφος οὐρανίου Διός

  10.....].[.]νθ', ὁ δ' ἀντίον ἀνὰ κάρα τ' ἄειρ[ε

.....] χειρὶ μελέων ἄπο ποικίλον

σπά]ρ̣γανον ἔρριψεν ἑάν τ' ἔφανεν φ̣υ̣άν

....ὀμμ]άτων ἄπο σέλας ἐδίνασεν.

........] ἄπεπλος ἐκ λεχέ̣ω̣ν νεοτόκων

  15[        ]οθ̣[.]νόρουσε περὶ φόβῳ.

[           ].οἶκον Ἀμφιτρύωνος

[        δεί]μ̣ατι σχόμεναι φύγον

[           ].α πᾶσαι

[        ἀ]μφίπολ[οι] Κεφ[αλ]λαν[

  20[            ].α.[      ]ηρα̣[

[                       ]εσή[

[                        ]αν[

[                             ]..ς

...

fr. 52v

....].μο̣.[

....]ουρανι̣[

ἰὴ ἰὲ βασίλειαν Ὀλυ[μ]πίω[ν

νύμφαν ἀριστόπο[ς]ι̣ν

   5το̣ῦ̣τ̣' ἐναυ̣....[

λιπεῖν ὁτ̣...[

.]̣ξων τις εδα.[

..].ι.μακαρο̣..[

ἀλκὰν Ἀχελωΐου

  10κρανίον τοῦτο ζάθ̣ε̣[ον

ἰὴ ἰὲ βασίλειαν Ὀ̣λ̣υ̣μπίων

νύμφαν ἀριστό̣π̣ο[ς]ιν.

ἔσσεται γὰρ ἁδ̣υ̣[

ἀέναος ωσ̣ο.[

  15ἄστεϊ κτεάν̣[

ναύταις δ' α.[

σχ̣ήσει πολι.[ˉ˘ˉ

ἄνθρωπ[ο

ἰὴ ἰὲ βασίλειαν Ὀλυμπίων

  20νύμφαν ἀ̣ρ̣ι̣σ̣τ̣ό̣πο[ς]ιν

ἔτι δ' ἀνδρ..[.].[

τοῦτ.ν πο̣..[

...[

η.[

* * *

ἰὴ ἰὲ βασίλειαν Ὀλυμπίων

νύμφαν ἀριστόπο[σιν.

[   ]ατοδαμ[

fr. 52wa

[]

[]καί νιν ὀρ̣ει̣[

[        ]

[        ]ο̣τῳ τι

[        ]

* * *

fr. 52wb

[          ].ος ἵκοιθ' εδ[..]ν̣ έκα̣[

[          ].ειμοι τοτε ποικίλον

[          ]μον γλυκεῖ'

[          ὑ]μεναίῳ

   5[          ]ἀ̣μφιθαλεῖ

[        ]..βαμεν ἐξ Ὀλύμπου·

[   ]Κρ̣ονίου Πέλοπος. ἀϊὼν γὰρ̣[

[       ]ε̣ν οὐρανῷ

[        ]ν πάρα· τόν ποτε

  10[         ].τό̣ ο̣ἱ ἔτει θάνατο.[].[

[     ]ο̣ι̣εωτ[.]μηθέν̣.[

[      ].α.[         ]γ̣α.[

[      ].[..]ε̣[  ]..[.]ν̣ποτε̣[

[        ]μασ[]

  15[       ].νει̣μ' ἐρανιστ̣[

[πρό]θ̣υρον̣ ἑόν πό̣[.]σενα̣μ̣[

[     ]μ.νιε.φα[

fr. 52wc

...

α.[

τὲ.[

ο̣.[

.λ.[

   5[

Νέ̣ο̣[

σ̣τ̣[

.[

μ[

...

fr. 52wd-e

...

[    ].[

[ ].λ' ἆ[

[ ].ισ[

[      ].[

[ ].[.]θατ[

[ ]λ.[.]του̣[

[].ει̣τεμ[.].[.].[

[ ]ὼτον τοδε κ̣ά[

[  ].εσσιλυ.[.].αἰψ[

[]..δ' εἰς [Ἀ]χ̣έροντ̣α̣[

  10[ ].[..]...[    ]ε̣.[.]ξε[

[      ]ον βολ̣[

[     ].ᾳ κο̣.[

[    ]δωμαινα̣[

[        ]ω̣οιτοτ[

...

fr. 52wf

...

[                   ]α̣κουο̣[

[                     ]εσ̣φ[

[                   ]..ατ[

[                    ]ετοχ[

   5[            ]ανη· λα̣[..]υσ̣[

[]. ἐ̣π̣ει.[        ἀ]καμαν̣[τ]ομα̣χα̣[

[]μιν ἐπα[                    ]μνεν[

[                             ]̣[.]ν̣[

...

fr. 52wg

...

[]..τ[    ].ο̣λ̣[

[]ε̣ρπ̣[..].[..]λ̣.[.].[

[]ἀ̣ρηΐφιλον

[]λ̣εσσαμενα

[ ]πειρατο γλυκυ̣[

[  ].[.]̣φ..[.].αλλ̣[

[            ]γαρχ.[

[              ]ά.ει

[                ].[

...

fr. 52wh

[ ]αθανα[

[  ]ερα σε[

[ ]̣λον

[ ]εδοισ.[

[]α̣θεισεν[

ΑΙΓΙΝΗ[ΤΑΙΣ ΕΙΣ ‑ ‑

[]Α̣ἰ̣ακ[

...

fr. 52wi

[]ο δέρκεν ἐπόμοσσ[

[]ν̣έτι· τὰν παῖδα δε[

[]βρό̣ταν κἀγχερριθ[έτ..

[    ]εν[....]παρε[

...

‹ΕΙΣ ΔΙΑ ΔΩΔΩΝΑΙΟΝ›

fr. 57

Δωδωναῖε μεγασθενές

ἀριστότεχνα πάτερ

* * *

fr. 59

...

[              ]..εν̣..[   ]

[          ]πάτ̣ερ·

(τ)ο]θι    ].π' Ἐ̣λλῶν.χρο[

...........]ες ἑορτ[ά·] κατεβα[

...........]ν γεδα[..].(.)ν·[

[          ].ε̣υ μ̣αν̣[τ]ή̣ϊον[

[          ]πτυχὶ Τομά̣ρου[

.............]ς ἁμετέρας ἄπ[ο

.......φόρμι]γγι κοινω-

  10ς         ]ν πολυώνυμον·

ἔνθεν μὲν̣[τ]ρ̣ιπ̣όδεσ̣σ̣ί τε

καὶ θυσίαισ̣[   ]

...

* * *

fr. 60a

...

.]ι̣νδ̣.[

θυμον δ[

εἰ δέ μοι.[

γαῖαν τίμ[

   5Ζηνί γ̣ε πα[

Ἐ̣ν̣ν̣οσίδα[ι

....]ερτέρα̣[

....]οφοῖσ[

γ]νωτόν· ἲτ[

  10π]άρἑδρο̣ν̣[

ἀ]λλὰ γὰρ τ.[

..].ὰκραδι[

.]̣.μακ[

.].ν μητι̣[

  15[  ]ν..έβ̣[

...

fr. 60b col. 1

...

[    ]ν[

desunt vv. tres

   5[ ] ὑ̣π̣..[ ]

[]

[ ]

[ ]ώ̣ων στρατῷ

[  ]

  10[     ]..

[  ].ς·

[  ]τ̣ήριον

[  ]

[ ]

  15[]

fr. 60b col. 2

....

..[

α.[         ]μαι̣ ὀρ̣[.]

  10   θί[           ]γ̣ετ̣ρ̣[.]ν̣..[

πα[                    ].α̣[

ε̣.[                 ]..δὰνα[

υ[                ]ι̣σ̣κοπα̣ι χοραγ̣[

τυ.[             ]ε Κυνθίῳ πα[

  15νυ.[           ο]ὐ̣κ̣ ἐννέπει

fr. 62

τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοι

ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει;

οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν

βουλεύματ' ἐρευνάσει βροτέᾳ φρενί·

θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ.

‹ΘΗΒΑΙΟΙΣ ΤΡΙΠΟΔΗΦΟΡΙΚΟΝ ΕΙΣ ΙΣΜΗΝΙΟΝ›

fr. 66

Θηβαγενεῖς

fr. 67

Δώριον μέλος σεμνότατόν ἐστιν

fr. 70

πρόσθα μὲν ἲ̣ς Ἀχελωΐου τὸν ἀοιδότατον

Εὐρωπία κράνα Μέλ[α]ν̣[ό]ς τε {ποταμοῦ} ῥοαί

τρέφον κάλαμον

ΔΙΘΥΡΑΜΒΩΝ Α΄ et Β΄

[ΑΡΓΕΙΟΙΣ]

fr. 70a

[                   ]α̣π̣ο̣δανα̣[

[                  ]ν λεγόντων [

[               ]ι̣ον ἄνακτα [

[               ]λειβόμενον δ.[

   5[              ]υσε πατέρα Γοργόν̣[ων

[             Κυ]κλώπων· πτόλις α.[

[             ]ν ἐν Ἄργει μεγάλῳ..[

[      ]π̣οι ζυγέντες ἐρατᾷ δόμο̣ν̣

[      ]ντ̣' Ἄβαντος,

  10τοὺς ]λ̣εεν.

ΣΤΡ. [    εὐ]δαιμόνων βρομιάδι θο̣ί̣νᾳ πρέπει

[      ]κ̣ορυφάν

[        ]θέμεν· εὐάμπυκες

[     ἀέ]ξ̣ετ' ἔτι, Μοῖσαι, θάλος ἀοιδᾶν

  15[       ]γὰρ εὔχ̣ομαι. λέγοντι δὲ βροτοί

[        ]α φυγόντα νιν καὶ μέλαν ἕρκος ἅλμας

κορᾶν] Φόρκοιο, σύγγονον πατέρων,

[        ]ν

[                      ]π̣οντ' ἔμολον

  20[                       ].ιαν {ἑάν}

[                         ]ρ̣ωμενο̣ν̣·

[                                ]ι̣ον

[                                ]

[                                ]

  25ΑΝΤΙΣΤΡ. [                                ]εραν

(desunt vv. 3)

[                                ]ι̣ς

  30[                               ]ι̣σ̣

[                              ]α̣σιως

[                                ]

[                              ]τελεταῖς·

{κεν}                    ]ἑάν

  35[                               ].ναίατο

[                               ]μαν θάνατον [

[                               ]

[                               ]λ̣αις

ΕΠ. [                                  ]

Κ]Α̣Τ̣Α̣[ΒΑΣΙΣ] ΗΡΑΚΛΕ̣Ο̣Υ̣[Σ] Η ΚΕΡΒΕΡΟΣ

ΘΗΒΑΙΟΙΣ

fr. 70b

Α΄ Π̣ρὶν μὲν ἕρπε σχοινοτένειά τ' ἀοιδὰ

   δ̣ι̣θ̣υράμβων

καὶ τὸ σ̣ὰ̣ν κίβδηλον ἀνθρώποισιν ἀπὸ στομάτων,

διαπέπ̣[τ]α̣[νται.......]....[

   5   κλοισι νέαι̣ [....ε]ἰδότες

οἵαν Βρομίου̣ [τελε]τάν

καὶ παρὰ σκᾶ[πτ]ον Διὸς Οὐρανίδαι

ἐν μεγάροις ἵσταντι. σεμνᾷ μὲν κατάρχει

Ματέρι πὰρ μεγάλᾳ ῥόμβοι τυπάνων,

  10ἐν δὲ κέχλαδ[εν] κρόταλ' αἰθομένα τε

   δαῒς ὑπὸ ξανθαῖ̣σι πεύκαις·

ἐν δὲ Ναΐδων̣ ἐ̣ρίγδουποι στοναχαί

μανίαι τ' ἀλαλ̣αί τ' ὀρίνεται ῥιψαύχενι

σὺν κλόνῳ.

  15ἐν δ' ὁ παγκρατὴς κεραυνὸς ἀμπνέων

πῦρ κεκίν̣η̣[ται τό τ'] Ἐ̣ν̣υαλί̣ου

ἔγχος, ἀλκάεσσά [τ]ε̣ Παλλάδο[ς] αἰγίς

μυρίων φθογγάζεται κλαγγαῖς δρακόντων.

ῥίμφα δ' εἶσιν Ἄρτεμις οἰοπολὰς ζεύ-

  20   ξαισ' ἐν ὀργαῖς

Βακχίαις φῦλον λεόντων α[˘˘ˉ˘˘ˉ

ὁ δὲ κηλεῖται χορευοίσαισι κα[ὶ θη-

   ρῶν ἀγέλαις. ἐμὲ δ' ἐξαίρετο[ν

κάρυκα σοφῶν ἐπέων

  25Μοῖσ' ἀνέστασ' Ἑλλάδι κα[λ]λ̣[ιχόρῳ

εὐχόμενον βρισαρμάτοις ο̣[ˉ˘ Θήβαις,

ἔνθα ποθ' Ἁρμονίαν̣ [φ]ά̣μα γ̣α̣[μετάν

Κάδμον ὑψη[λαῖ]ς πραπίδεσ[σι λαχεῖν κεδ-

   νάν· Δ[ιὸ]ς δ' ἄκ[ουσεν ὀ]μφάν,

  30καὶ τέκ' εὔδοξο[ν παρ'] ἀνθρώπο[ις γενεάν.

Διόνυσ[.]̣ θ.[......]̣ τ̣[.]γ̣[

ματέ[ρ

πει̣.[

* * *

fr. 249b

Κέρβερος ‹ˉ› ἑκατογκεφάλας (vel ἑκατόγκρανος vel sim.)

* * *

fr. 81

ˉ˘ˉˉˉ σὲ δ' ἐγὼ παρά μιν

αἰνέω μέν, Γηρυόνα, τὸ δὲ μὴ Δί

φίλτερον σιγῷμι πάμπαν· ˉ˘ˉˉ :

fr. 70c

[             ]ναλ̣[

[             ]

[             ]ιτο μὲ̣ν̣ στάσις·

[            ]π̣όδα

   5[ ]κ̣ατε[.....]ον κυανοχίτων

[]τεὰν τε̣[λετ]ὰ̣ν̣ μελίζοι

[]πλόκον σ[τεφά]νων κισσίνων

[]κρόταφον []

[]εων̣ ἐλθὲ φίλαν δὴ πόλεα

  10[]ιόν τ̣ε σκόπελον γείτονα πρύτανιν̣[

[]α̣μ̣α̣ καὶ στρατιά

[]τ' ἀκναμπτεὶ κρέμασον

[]σ̣ τε χάρμας

[]π̣[....]ν̣τος αὐχὴν ῥύοιτο πα[

  15[       ]ω̣ν πέλοι

[       ]λ̣αν πόν̣ο̣ι̣ χορῶν [

[       ]ε̣ες τ' ἀοιδαί,

[        ]οιο φῦλον ω̣[

[   ]ε̣ πετάλοις ἠρ[ινοῖς

* * *

[        ]μιον ἱπ̣[π

[       ]τ̣ι ταμίασ[

[         ]ν στολ.[

  25[      ]λ̣θε̣[

[      ]υ̣[

fr. 70d

...

[               ]ν̣ος

[               ]

[                ]ῆ̣λθε]

[                 ]ήταν πιφαύσκων̣[

   5[                 ].α̣ρκει[.]

[                   ]

δ̣ι̣ορνύμενος        ]

[                   ]

[                 γ]ύ̣αλα̣ μι-

  10[                      ]α̣ι̣τοταυτο[

[          ]

[          ]ο̣μον[..]αντε

[          ]ωνφ.[...].νίαρ[

[  ]φ̣ύτευε{ν} ματρί

  15[  ].αν λέχεά τ' ἀνα[γ]κ̣αῖα δολ̣[

[]α̣ν·

[Κρ]ο̣νίων νεῦσεν ἀνά̣γκᾳ[

[    ]δολιχὰ δ' ὁδ[ὸ]σ̣ ἀθα̣νάτω[ν

[   ].νων

  20[   ].κορυφαί

[   π]ράγεσιν

[    ]ροτοι σπευδ[

[     ].ετοτ̣ε̣δ̣έ[

[           ]  [

  25[           ]..[

...

deest incertus numerus vv.

...

[                        ]ν̣..[

[                        ]

[                        ]σ̣ενε̣[

[                        ].ον

  30[                        ]

[                        ]ἀνέρ̣ρηξαν[

[                        ].

[                        ]ε

[                ]...[  ]ο̣ι̣α̣υ̣

  35...μ]έμηλεν πατρὸς νόῳ,

.....]σσέ νιν ὑπάτοισιν̣ βουλεύμασι‹ν›·

Ὀλυμ]π̣όθεν δέ οἱ χρυσόρραπιν ὦρσεν Ἑρμᾶν.[

καὶ π]ο̣λίοχον Γλαυ-

   κώπιδ]α̣· τὸ μὲ̣ν ἔλευσεν· ἴδον τ' ἄπ̣οπτα

  40.....].· ἦ γὰρ [α]ὐτῶν̣ μ̣ετ̣άσ̣τ̣ασι̣ν ἄκ̣ρ̣αν̣[

..θη]κ̣ε· πέτραι δ' [ἔφ]α̣[ν]θ̣εν ἀντ̣[ὶ] φωτῶν

....]ν̣ τ' ἔρωτος ἀνταμοιβὰν ἐδάσσατο̣[

στρα]τ̣άρχῳ·

....].ισε.[.....]οι

  45....]ον.[....].γένος τε δαιμο-

   ....]ι̣λτε[.....]ται· τὸ δὲ φυγεῖν

.....].να̣[....]ε̣τε παμπά[..]ν̣ καμοροι

fr. 70da

[  ].ο̣δ̣ος τετα[

[ κ]α̣ὶ̣ μάλ' ἐπισ[τα

[  ]Ἕκτορι χαλ[κ(ε)ο

[].ῶν ὕπερ· ὁ δα[

   5[ ]ἀκνάμπτο[

[  ]σ̣ταθεὶς ε.[

[   ῥ]οῖζον κ̣.[

[     ]  [

...

[           ]  [

  10[           ].χαι.[

[           ]ελεν[

[            ]

[             ]

ἑα.[       ]

  15[            ]ν

fr. 70db

...

ν̣[

ου[]τ' ἴσθ' ενειπ[

υ.[...]σ̣αν.[

π[...]εῖκοσ̣[

   5α..[

οὐκέτ' αὐτα̣[

κοτέσσατ' ἐπ̣[

πέλωρα βου[

φλόγα δερκομ̣[

  10πέσον· ἀτασ̣[θαλ

τί κέ τις ἐσχ̣[

..]ᾶ[.].' ἔκ.[

...

fr. 70dc

...

[      ].[...]ν[  ]

[]σ̣ι τε ῥόδ[ων]

[   ]ὑακινθ̣..ν̣ κρόκω[ν τ(ε)

[   ]τανερι̣[...]τ̣ι πά̣ντ̣α̣[

   5[   ]α̣τ[..]αρ..μενον

[  τ]ί̣να̣ π̣τ̣όλιν, τίν' ἐπ̣[

[   ].ε σ̣έο κλεόμενοι γε̣[

[   ]ξιον·

[   ]α̣πι̣.εν Βαβ̣υ[λων

  10[    ]εντ̣ι̣ χαίρ...[

[    ]πολὺσ̣ λ̣ό.[

[     ]ρελλη̣[

[     ]χομε.[

...

fr. 70dd

[]αι κείνῳ χρόνῳ· [

[]ν̣ ἑξεννο̣...μῳ τελ[

[].έντα̣[...]τηρ καὶ ε.[

[].σ.[

   5[            ]..[

...

fr. 70de

...

[]...[

δι]ωξιππ[

..]ατ̣επε.[

κἀ]ν̣δρῶν.[

δ̣[ο]ν̣εῦντι̣.[

λογίων

καιτρετάρ[

φθίτο μὲν γα̣[

fr. 70df

...

[]...[

[]ατᾶν[

[]

[]Καλυδών

[ ]αι χερμαδ[

[ ]τ' ἐς αὐτὸν [

[ ].χιον

[ ]α̣ν

[ μ]ίμν' ἀκάμ̣[

  10[      ].ω.[

[       ].αν[

[        ]..[

...

fr. 70dg

...

[    ]

[  ]

[  ]παυσεν·

[  ]

   5[  ]

[Κλ]ω̣θοῖ

[  ]

...

fr. 70dh

...

[  ]επο.[

[π]ολύπ̣[

[ ]αἶψα μετ[

[εὔδ]ενδροι δ[

[  γ]υάλων· κρε[

[   ]..αι

[    ]γ̣ανάενταχ[

[     ]ν· λεύσσει δ.[

[     ].̣ὼν

  10[     ]ίξεαι ὦ μα[

[  ]θαμὰ γὰρ οἴκοθ[εν

[  ]α κατὰ̣ [χ]θ̣όν' ε.[

[  ]πεδ[

[  ]̣..̣[

...

fr. 71

‹ΘΗΒΑΙΟΙΣ›

fr. 72

ˉ] ἀλόχῳ ποτὲ θωραχθεὶς ἔπεχ' ἀλλοτρίᾳ

Ὠαρίων

fr. 74

...τρεχέτω δὲ μετὰ Πληϊόναν, ἅμα δ' αὐτῷ κύων

(... λεοντοδάμας)

fr. 74

ΑΘΗΝΑΙΟΙΣ Α΄

ΑΘΗΝΑΙΟΙΣ (Β΄ cl. v. 8)

fr. 75

Δεῦτ' ἐν χορόν, Ὀλύμπιοι,

ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί,

πολύβατον οἵ τ' ἄστεος ὀμφαλὸν θυόεντ'

   ἐν ταῖς ἱεραῖς Ἀθάναις

οἰχνεῖτε πανδαίδαλόν τ' εὐκλέ' ἀγοράν·

ἰοδέτων λάχετε στεφάνων τᾶν τ' ἐαρι-

   δρόπων ἀοιδᾶν,

Διόθεν τέ με σὺν ἀγλαΐᾳ

ἴδετε πορευθέντ' ἀοιδᾶν δεύτερον

ἐπὶ τὸν κισσοδαῆ θεόν,

  10τὸν Βρόμιον, τὸν Ἐριβόαν τε βροτοὶ καλέομεν,

γόνον ὑπάτων μὲν πατέρων μελπόμεν‹οι›

γυναικῶν τε Καδμεϊᾶν {Σεμέλην}.

ἐναργέα τ' ἔμ' ὥτε μάντιν οὐ λανθάνει.

φοινικοεάνων ὁπότ' οἰχθέντος Ὡρᾶν θαλάμου

  15εὔοδμον ἐπάγοισιν ἔαρ φυτὰ νεκτάρεα.

τότε βάλλεται, τότ' ἐπ' ἀμβρόταν χθόν' ἐραταί

ἴων φόβαι, ῥόδα τε κόμαισι μείγνυται,

ἀχεῖ τ' ὀμφαὶ μελέων σὺν αὐλοῖς,

οἰχνεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.

* * *

fr. 83

ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον

ΑΘΗΝΑΙΟΙΣ (Γ΄ cl. fr. 74 et 75, 8 ?)

fr. 76

Ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀοίδιμοι,

Ἑλλάδος ἔρει-

   σμα, κλειναὶ Ἀθᾶναι, δαιμόνιον πτολίεθρον.

* * *

fr. 77

ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννάν

κρηπῖδ' ἐλευθερίας

fr. 78

Κλῦθ' Ἀλαλά, Πολέμου θύγατερ,

ἐγχέων προοίμιον, ᾇ θύεται

ἄνδρες ὑπὲρ πόλιος τὸν ἱρόθυτον θάνατον

fr. 80

[δέσπ]οιν[αν] Κυβέ[λαν] ματ[έρα]

fr. 82

τὰν λιπαρὰν μὲν Αἴγυπτον ἀγχίκρημνον

fr. 84

παλιναίρετα οἰκοδομήματα

fr. 85

λυθίραμμος

fr. 86

διθύραμβα

fr. 86a

θύσων διθύραμβον

ΠΡΟΣΟΔΙΑ

ΕΙΣ ΑΡΤΕΜΙΝ

fr. 89a

Τί κάλλιον ἀρχομένοισ(ιν) ἢ καταπαυομένοισιν

ἢ βαθύζωνόν τε Λατώ

καὶ θοᾶν ἵππων ἐλάτειραν ἀεῖσαι;

fr. 89b

ΑΙΓΙΝΗΤΑΙΣ ΕΙΣ ΑΦΑΙΑΝ

fr. 92

κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος

ἀμφίκειται

* * *

fr. 93

ἀλλ' οἶος ἄπλατον κεράϊζε θεῶν

Τυφῶνα πεντηκοντοκέφαλον ἀνάγκᾳ Ζεὺς πατήρ

ἐν Ἀρίμοις ποτέ.

fr. 94

μεμνᾴατο

ΠΑΡΘΕΝΕΙΑ

fr. 94a

[ˉˉ˘˘ˉ˘˘ˉ]

   ρ̣η̣[..]χ̣ο̣[                ]ε̣ο̣σ̣[

   αιτι[..]σαλ[.....].[....]

δ̣εῖ δεσ̣μὸς [...]οσ[....]θειδ̣ισερ[.]

.ω̣.ενᾳ κ[αρ]δίᾳ

   5   μάντις ὡς τελέσσω

ἱεραπόλος· τιμαὶ

   δὲ βροτοῖσι κεκριμέναι·

παντὶ δ' ἐπὶ φθόνος ἀνδρὶ κεῖται

ἀρετᾶς, ὁ δὲ μηδὲν ἔχων ὑπὸ σι-

  10   γᾷ μελαίνᾳ κάρα κέκρυπται.

φιλέων δ' ἂν εὐχοίμαν

   Κρονίδαις ἐπ' Αἰολάδᾳ {τε̣}

καὶ γένει εὐτυχίαν τετάσ̣θαι

ὁμαλὸν χρόνον· ἀθάναται δὲ βροτοῖς

  15   ἁμέραι, σῶμα δ' ἐστὶ θνατόν.

ἀλλ' ᾧτινι μὴ λιπότε-

   κνος σφαλῇ πάμπαν οἶκος βιαί-

   ᾳ δαμεὶς ἀνάγκᾳ,

ζώει κάματον προφυγὼν ἀνια-

  20   ρόν· τὸ γὰρ πρὶν γενέ-

   [σθαι ˘ˉ˘ˉˉ]

‹ΘΗΒΑΙΟΙΣ ΔΑΦΝΗΦΟΡΙΚΟΝ ΕΙΣ ΙΣΜΗΝΙΟΝ›

fr. 94b

Α΄ ˉ˘˘] χρυσ̣οπ̣[επλˉ˘ˉ

   ...]δωμ[...].λέσῃστ[....]με.[ˉ˘ˉ

ἥκε]ι γὰρ ὁ [Λοξ]ίας

   π]ρ̣[ό]φρω[ν] ἀθανάταν χάριν

   5Θήβαις ἐπιμ‹ε›ίξων.

ἀλλὰ ζωσαμένα τε πέπλον ὠκέως

   χερσίν τ' ἐν μαλακαῖσιν ὅρπακ' ἀγλ̣αόν

δάφνας ὀχέοισα πάν-

   δοξο̣ν Αἰολάδα σταθμόν

  10υἱοῦ τε Παγώνδα

ὑμνήσω στεφάνοισι θάλ-

   λοισα παρθένιον κάρα,

   σειρη̣να δὲ κόμπον

αὐλίσκ̣ων ὑπὸ λωτίνων

  15   μιμήσομ̣' ἀοιδαῖς

Β΄ κεῖνον, ὃς Ζεφύρου τε σιγάζει πνοὰς

   αἰψηράς, ὁπόταν τε χειμῶνος σθένει

φρίσσων Βορέας ἐπι-

   σ̣πέρ̣χ̣ησ' ὠκύαλον τε πόντου †

  20ῥ]ι̣πὰν̣ ἐτάραξε καὶ †

(desunt vv. aut 8 aut 23)

   ........]φεν̣[

  30.....]α̣σικμ[ι]ζ̣ωννα̣[

Γ΄ (Δ΄) πολ]λὰ μὲν [τ]ὰ πάροιθ̣[˘ˉˉ˘ˉ

   δ̣αιδάλλοισ' ἔπεσιν, τὰ δ' α̣[ˉ˘ˉ

Ζεὺς οἶδ', ἐμὲ δὲ πρέπει

   παρθενήϊα μὲν φρονεῖν

  35γλώσσᾳ τε λέγεσθαι·

ἀνδρὸς δ' οὔτε γυναικός, ὧν θάλεσσιν ἔγ-

   κειμαι, χρή μ[ε] λ̣α̣θεῖν ἀοιδὰν πρόσφορον.

πιστὰ δ' Ἀγασικλέει

   μάρτυς ἤλυθον ἐς χορόν

  40ἐσλοῖς τε γονεῦσιν

ἀμφὶ προξενίαισι· τί-

   μαθεν γὰρ τὰ πάλαι τὰ νῦν

   τ' ἀμφικτιόνεσσιν

ἵππων τ' ὠκυπόδων πο̣[λυ-

  45   γνώτοις ἐπὶ νίκαις,

Δ΄ (Ε΄) αἷς ἐν ἀϊόνεσσιν Ὀγχη[στοῦ κλυ]τ̣ᾶς,

   ταῖς δὲ ναὸν Ἰτωνίας α̣[.......]α

χαίταν στεφάνοις ἐκό-

   σμηθεν ἔν τε Πίσᾳ πε̣ριπ̣[

(desunt vv. aut 8 aut 23)

ῥ̣ί̣ζ̣ᾳ τ̣έ̣ [˘ˉˉ

σε]μνὸν αν[˘˘ˉ˘] Θ̣[ή-

  60   βαις] ἑπταπύλοισ‹ιν›.

Ε΄ (Ζ΄) ἐνῆκεν καὶ ἔπει̣τ̣[..........]λοσ̣

   τῶνδ' ἀνδρῶν ἕνε̣[κε]ν με̣ρί̣μ̣νας σώφρονος

ἐ̣χ̣θ̣ρὰν [ἔ]ρι̣ν οὐ παλίγ-

   γλωσσον, ἀλλὰ δίκας ὁ̣δούς

  65π[ις]τ̣ὰς ἐ̣φίλη[σε]ν.

Δαμαίνας π̣α[ῖ, ἐ]ν̣α̣[ισίμ]ῳ νῦν μοι ποδὶ

   στείχων ἁγ̣έο̣· [τ]ὶ̣ν γὰρ̣ ε̣[ὔ]φ̣ρων ἕ̣ψεται

πρώτα θυγάτηρ [ὁ]δοῦ

   δάφνας εὐπετάλου σχεδ[ό]ν

  70βαίνοισα πεδίλο̣ις,

Ἀνδαισιστρότα ἃν ἐπά-

   σκησ̣ε μήδε̣σ̣[ι.].[.].[.]ρ̣ο̣[ ]

   ἁ δ' ἔρ[γ]μ̣ασι̣ [ˉˉ

μυρίων ε[..........]α̣ις

  75   ζευξα[˘˘ˉˉ

Ϝ΄ (Η΄) μὴ νῦν νέκτα̣[ρ.........]νας ἐμᾶς

   διψῶντ' α[...........] π̣αρ' ἁλμυρόν

οἴχεσθον· ἐ̣[ˉ˘ˉ

(desunt vv. aut 10 aut 25)

]ο̣ια[

  90   αθα[˘˘ˉˉ

Ζ΄ (Ι΄) ὦ Ζ̣ε[ῦ ˉ˘˘ˉ˘ˉˉ˘ˉ

   σηρα[ˉ˘˘ˉ˘ˉˉ˘ˉ

αὔξει̣σ̣ [˘˘ˉ˘ˉ

   τ̣[ˉˉ˘˘ˉ˘ˉ

  95ˉˉ˘˘ˉˉ

ˉ˘˘ˉ˘ˉˉ˘ˉ

   ˉˉ˘˘ˉ˘ˉ]σ̣μυ̣[˘ˉ

ˉˉ˘˘ˉ˘ˉ     ]

ˉˉ˘˘ˉ˘ˉ]

 100ˉˉ˘˘ˉˉ     ]

ˉˉˉ˘˘ˉ     ]ντ[˘ˉ

   ˉˉ˘˘ˉ ]α̣δ̣αν

   ˉˉ˘˘ˉˉ  ]

ˉˉ˘˘ˉ       ].ιν αρ-

 105   ˉˉ˘˘ˉˉ]

Η΄ (ΙΑ΄) ˉ˘˘ˉ˘     ]νος τῖ' ἑστίαν

   ˉˉ˘˘ˉ˘ ἀ]γλαΐζεται

(desunt reliqua)

ΘΗΒΑΙΟΙΣ ΔΑΦΝΗΦΟΡΙΚΟΝ ‹ΕΙΣ ΙΣΜΗΝΙΟΝ›

fr. 94c

Ὁ Μοισαγέτας με καλεῖ χορεῦσαι

[Ἀ]π̣ό̣λ̣λων̣[

* * *

ἄγοις, ὦ κλυτά, θεράποντα, Λατοῖ

* * *

fr. 94d

ἀγοράζειν

ΚΕΧΩΡΙΣΜΕΝΑ ΤΩΝ ΠΑΡΘΕΝΕΙΩΝ

fr. 95

Ὦ Πάν, Ἀρκαδίας μεδέων

καὶ σεμνῶν ἀδύτων φύλαξ,

* * *

Ματρὸς μεγάλας ὀπαδέ,

σεμνᾶν Χαρίτων μέλημα

   5τερπνόν

fr. 96

ὦ μάκαρ, ὅν τε μεγάλας

θεοῦ κύνα παντοδαπόν

καλέοισιν Ὀλύμπιοι

fr. 97

τὸ σὸν αὐτοῦ μέλι γλάζεις

fr. 99

χορευτὰν τελεώτατον

ΔΑΦΝΗΦΟΡΙΚΟΝ ΕΙΣ ΓΑΛΑΞΙΟΝ

fr. 104b

προβάτων γὰρ ἐκ πάντων κελάρυξεν,

ὡς ἀπὸ κρανᾶν φέρτατον ὕδωρ,

θηλᾶν γάλα· τοὶ δ' ἐπίμπλαν ἐσσύμενοι πίθους·

ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις,

πέλλαι γὰρ ξύλιναι πίθοι ‹τε› πλῆσθεν ἅπαντες

ΥΠΟΡΧΗΜΑΤΑ

ΙΕΡΩΝΙ (ΕΙΣ ΠΥΘΙΑ)

fr. 105a

Σύνες ὅ τοι λέγω,

ζαθέων ἱερῶν ἐπώνυμε

πάτερ, κτίστορ Αἴτνας·

* * *

fr. 105b

νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται στρατῶν,

ὃς ἀμαξοφόρητον οἶκον οὐ πέπαται,

ἀκλεὴς ‹δ'› ἔβα.

fr. 106

Ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν

ἐπὶ θηρσὶ κύνα τρέχειν

πυκινώτατον ἑρπετόν·

Σκύριαι δ' ἐς ἄμελξιν γλάγεος αἶγες ἐξοχώταται·

ὅπλα δ' ἀπ' Ἄργεος, ἅρμα Θη-

   βαῖον, ἀλλ' ἀπὸ τᾶς ἀγλαοκάρπου

Σικελίας ὄχημα δαιδάλεον ματεύειν.

fr. 107a

Πελασγὸν ἵππον ἢ κύνα

Ἀμυκλάιαν ἀγωνίῳ

ἐλελιζόμενος ποδὶ μιμέο καμπύλον μέλος διώκων,

οἷ' ἀνὰ Δώτιον ἀνθεμόεν πεδί-

   ον πέταται θάνατον κεροέσσᾳ

   5εὑρέμεν ματεῖσ' ἐλάφῳ·

τὰν δ' ἐπ' αὐχένι στρέφοι-

   σαν {ἕτερον} κάρα πάντ' ἐπ' οἶμον ...

* * *

fr. 107b

ἐλαφρὸν ὄρχημ' οἶδα ποδῶν μειγνύμεν·

Κρῆτα μὲν καλέοντι τρόπον, τὸ δ' ὄργανον Μολοσσόν.

fr. 108a

θεοῦ δὲ δείξαντος ἀρχάν

ἕκαστον ἐν πρᾶγος, εὐθεῖα δή

κέλευθος ἀρετὰν ἑλεῖν,

τελευταί τε καλλίονες.

* * *

fr. 108b

θεῷ δὲ δυνατὸν μελαίνας

ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος,

κελαινεφέϊ δὲ σκότει

καλύψαι σέλας καθαρόν

   5ἁμέρας

ΘΗΒΑΙΟΙΣ

fr. 110

γλυκὺ δὲ πόλεμος ἀπείροισιν, ἐμπείρων δέ τις

ταρβεῖ προσιόντα νιν καρδίᾳ περισσῶς

* * *

fr. 109

τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ

τιθεὶς ἐρευνασάτω μεγαλάνορος Ἡσυχίας

   τὸ φαιδρὸν φάος,

στάσιν ἀπὸ πραπίδος ἐπίκοτον ἀνελών,

πενίας δότειραν, ἐχθρὰν κουροτρόφον

fr. 111

ἐνέπισε κεκραμέν' ἐν αἵματι, πολλὰ

   δ' ἕλκε' ἔμβαλλε    ].νωμῶν τραχὺ ῥόπαλον,

τέλος δ' ἀείραις   πρὸς στιβαρὰς ἐπάραξε

πλευράς,      αἰὼν δὲ δι' ὀστέων ἐρραίσθη

[            ].' αιμαπολ̣[

[           ]δ' ἐγκεφαλ.[

[            ]δε θυγατερ.[

[             ]ντις ἰδὼν δ[

...

fr. 111a

...

[      ]ηρ

[].ριπτομεν.[

[ ].ὅτ' ἦσαν

[  ]κορυφαί

[].εν̣δον̣..[

[].οιδ' ὅ̣τ̣' ἐστρα[τευ...

[]ἄωτος ἡρώω̣[ν

[]ντες ὀβρ[

[].οσε[

...

ΛΑΚΕΔΑΙΜΟΝΙΟΙΣ

fr. 112

Λάκαινα μὲν παρθένων ἀγέλα

fr. 113

Ὁμόλα vel Ὁμολώϊα

ΕΓΚΩΜΙΑ

ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

fr. 118

Βούλομαι παίδεσσιν Ἑλλάνων ....

* * *

fr. 119

ἂν δὲ Ῥόδον κατῴκισθεν ...,

ἔνθεν δ' ἀφορμαθέντες, ὑψηλὰν πόλιν ἀμφινέμονται,

πλεῖστα μὲν δῶρ' ἀθανάτοις ἀνέχοντες,

ἕσπετο δ' αἰενάου πλούτου νέφος.

ΑΛΕΞΑΝΔΡΩΙ ΑΜΥΝΤΑ

fr. 120

Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν,

παῖ θρασύμηδες Ἀμύντα

* * *

fr. 121

... πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι ...

...καλλίσταις ἀοιδαῖς.

τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει μόνον {ῥηθέν},

θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον ‹˘ˉ›

ΞΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩΙ

fr. 122

Α΄ Πολύξεναι νεάνιδες, ἀμφίπολοι

Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,

αἵ τε τᾶς χλωρᾶς λιβάνου ξανθὰ δάκρη

θυμιᾶτε, πολλάκι ματέρ' ἐρώτων

   οὐρανίαν πτάμεναι

νοήματι πρὸς Ἀφροδίταν,

Β΄ ὑμῖν ἄνευθ' ἐπαγορίας ἔπορεν,

ὦ παῖδες, ἐρατειναῖς ‹ἐν› εὐναῖς

μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.

σὺν δ' ἀνάγκᾳ πὰν καλόν ...

* * *

(Γ΄) ἀλλὰ θαυμάζω, τί με λέξοντι Ἰσθμοῦ

δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν

   εὑρόμενον σκολίου

ξυνάορον ξυναῖς γυναιξίν.

(Δ΄) διδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ

* * *

ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ' ἐς ἄλσος

φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυι-

ον Ξενοφῶν τελέαις

ἐπάγαγ' εὐχωλαῖς ἰανθείς.

ΘΕΟΞΕΝΩΙ ΤΕΝΕΔΙΩΙ

fr. 123

Χρῆν μὲν κατὰ καιρὸν ἐρώ-

   των δρέπεσθαι, θυμέ, σὺν ἁλικίᾳ·

τὰς δὲ Θεοξένου ἀκτῖνας πρὸς ὄσσων

μαρμαρυζοίσας δρακείς

ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος

ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν

ψυχρᾷ φλογί, πρὸς δ' Ἀφροδί-

   τας ἀτιμασθεὶς ἑλικογλεφάρου

ἢ περὶ χρήμασι μοχθίζει βιαίως

ἢ γυναικείῳ θράσει

  10ψυχρὰν†φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.

ἀλλ' ἐγὼ τᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ

ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ' ἂν ἴδω

παίδων νεόγυιον ἐς ἥβαν·

ἐν δ' ἄρα καὶ Τενέδῳ

Πειθώ τ' ἔναιεν καὶ Χάρις

  15υἱὸν Ἁγησίλα.

ΘΡΑΣΥΒΟΥΛΩΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

fr. 124a-B

Α΄ Ὦ Θρασύβουλ', ἐρατᾶν ὄχημ' ἀοιδᾶν

τοῦτό ‹τοι› πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη

συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ

Β΄ καὶ κυλίκεσσιν Ἀθαναίαισι κέντρον·

   5ἁνίκ' ἀνθρώπων καματώδεες οἴχονται μέριμναι

στηθέων ἔξω· πελάγει δ' ἐν πολυχρύσοιο πλούτου

Γ΄ πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν·

ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ' αὖ πλουτέοντες

* * *

Δ΄ ‹ˉ› ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες

fr. 124c

δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον

καίπερ πεδ' ἄφθονον βοράν

ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙΩΙ

fr. 124d

βαρβι[τί]ξ̣αι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ

fr. 125

τόν ῥα Τέρπανδρός ποθ' ὁ Λέσβιος εὗρεν

πρῶτος, ἐν δείπνοισι Λυδῶν

ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πακτίδος

* * *

fr. 126

μηδ' ἀμαύρου τέρψιν ἐν βίῳ· πολύ τοι

φέριστον ἀνδρὶ τερπνὸς αἰών.

fr. 127

Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι

χαρίζεσθαι κατὰ καιρόν·

μὴ πρεσβυτέραν ἀριθμοῦ

δίωκε, θυμέ, πρᾶξιν.

fr. 128

χάριτάς τ' Ἀφροδισίων ἐρώτων,

ὄφρα σὺν Χειμάρῳ μεθύων Ἀγαθωνίδᾳ

βάλω κότταβον

ΘΡΗΝΟΙ

fr. 128a

.[

.[

.[

ω[   ]α̣λμ̣[

   5.[    ]αῖ.[

χ̣[]ρ̣.[]τ̣α.[

..ρυ[..]ωσ[

ἴυγγα τ[ρ]ο̣χο̣[

γνωτὸν φ.[

fr. 128b

Θ̣ρασυδα[ι

ευθρονωι̣[

οὐκ ἂν παρ̣[

ὑμετεραι κ[

   5νῦν δεδ[

ταυτ[.].αρ.[

γλυ[κ]υπ̣ι̣κ̣.[

[        ]̣

...

desunt vv. 5 antistrophae, init. epodi

...

ο̣.[

εσ[

α[

   σ̣ασθα̣[

οξ̣υλ̣[

μεί[

δαυ[

fr. 128c

Ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαί

ὥ[ρ]ιαι παιάνιδες· ἐντὶ [δὲ καί]

θάλλοντος ἐκ κισσοῦ στεφάνων {ἐκ} Διο[νύσου

.[     ... ... .μ]αιόμεναι· τὸ δὲ κ̣ο̣ι̣[..]αν

τ̣ρεῖς [desunt ca. 15ll.] σ̣ώ̣μ̣α̣τ̣' ἀποφθιμένων·

ἁ μὲν ἀχέταν Λίνον αἴλινον ὕμνει,

ἁ δ' Ὑμέναιον, ‹ὃν› ἐν γάμοισι χροϊζόμενον

[Μοῖρα] σύμπρωτον λάβεν,

ἐσχάτοις ὕμνοισιν· ἁ δ' Ἰάλεμον ὠμοβόλῳ

  10νούσῳ {ὅτι} πεδαθέντα σθένος·

υἱὸν Οἰάγρου ‹δὲ›

Ὀρφέα χρυσάορα

fr. 128da

...

[                    ]α̣[].[  ].[

[                    Ἰ]νὼ δ' ἐκ πυ[ρ

[ἁρπά]ξαισα̣ [παῖδ' ἔρ]ρ{ε}ιψεν ε.[

[   ]ἀγλαοκ[όλπου] Δ̣ωρίδος

   5[ πε]ντήκο[ντα κο]ύραις

[   ]λ̣ελευθ[....]ν̣εων καια̣[

[   ]ε̣ρθενε[....]νθησεμεν̣[

[    ]ας· ἄλλο[τε δ' ἀλ]λοῖαι περι

[    ]εκαιαν̣[...ἀν]θ̣ρωπο̣ισ[

  10[          ἀ]θαν̣[ά]τ̣αισι πρ[

[           ]ς ἱκν̣ε̣ῖ̣ται οἰκο[

[          ]ν· πατ̣[ρ]ῶι' ἐπε̣ὶ

[   ]ν πολλο̣ῖς ἀκ̣[ο]ῦσαι·

[   ]ισσαι τε φιλοφ[ρ]ο̣σύναι

  15[  ἑ]ο̣ρταὶ ἔμπεδο̣[ν]

[   ]ν ὀρθαι τε̣ β[ουλ]α̣ι τοῦτον.[

[   ].ι̣ παλαιὸν [..] τοκεῦσιν̣[

[   ]κράνας ο̣[ὐ π]ρ̣ολε̣ί̣πει̣[

[   ὕ]δωρ· τότε . [Εὐ]β̣οίας επ[

  20[                     ]

...

fr. 128db

...

[  ].ελήτ̣..[

[ ]ν γένοσ.[

[]τεματ[

[ γ]λ̣υκὺν υ[

fr. 128ea

...

....]πολε[

ὄ]ρθιον ἰάλεμ[ον

κελαδήσατ

..]μμιαθα.[

   5....]καθ' ἁλικίαν[

....]ραν κατεχε[

....].τε νιν ποθ̣[

.....]ε[]ν̣οντω[

....].ν Ἀλευαδαν[

  10....].α θανοντο[

...

fr. 128eb

...

[        ]..[

[       ]μφιτ[

[ ..]..ενδεν̣[

[ ...]πεταλο.[

   5[ ..]κ̣αι τι πατ[

[ ὄ]ρ̣θιον ἰάλεμ[ον

[]κ̣ελαδήσατ.[

[ .].μμιαθα.[

[       ].[

...

fr. 128ec

...

]κ̣αι τωνο̣[

]π̣οτμοσ[

]αἰνοπα[θ

]α̣μεν μ[

.]δ' ἁλινα[

.]λειται.[

]Λ̣ευκοθ[εα

].ικέαδ.[

].ευσειτ̣[

...

fr. 128f

...

[         ]ομμ[

[           ]τωνε[

[    ]αρ̣[  ]τευοντι̣[

[          ]κλειτα.[

[         ]και Καστ[

[          ]αιαιαν[

[      ὁ δὲ χλωραῖς

[οἴχεται Καινεὺς

fr. 129

τοῖσι λάμπει μὲν μένος ἀελίου

τὰν ἐνθάδε νύκτα κάτω,

φοινικορόδοις ‹δ'› ἐνὶ λειμώνεσσι προάστιον αὐτῶν

καὶ λιβάνων σκιαρᾶν ‹             ›

   5καὶ χρυσοκάρποισιν βέβριθε ‹δενδρέοις›

καὶ τοὶ μὲν ἵπποις γυμνασίοισι ‹τεˉˉ›

   τοὶ δὲ πεσσοῖς

τοὶ δὲ φορμίγγεσσι τέρπονται, παρὰ δέ σφισιν

   εὐανθὴς ἅπας τέθαλεν ὄλβος·

  10ὀδμὰ δ' ἐρατὸν κατὰ χῶρον κίδναται

αἰεὶ..θύματα μειγνύντων πυρὶ τηλεφανεῖ

‹παντοῖα θεῶν ἐπὶ βωμοῖς›

[           ]ε̣οι μοῖρ' ἔνθα.[

[           ]δώροις βουθυ[

  15[           ]φ̣αν ἄλοχόν [

[            ]αν·

[            ]π̣ρ̣ὸς [Ὄ]λυμπον [

...

fr. 131a

ὄλβιοι δ' ἅπαντες αἴσᾳ λυσιπόνων τελετᾶν.

fr. 130

ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον

βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ

fr. 131b

σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,

ζωὸν δ' ἔτι λείπεται αἰῶνος εἴδω-

   λον· τὸ γάρ ἐστι μόνον

ἐκ θεῶν· εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑ-

   5   δόντεσσιν ἐν πολλοῖς ὀνείροις

δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.

fr. 133

οἷσι δὲ Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος

δέξεται, ἐς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ

ἀνδιδοῖ ψυχὰς πάλιν, ἐκ τᾶν βασιλῆες ἀγαυοί

καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι

ἄνδρες αὔξοντ'· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥροες ἁ-

   γνοὶ πρὸς ἀνθρώπων καλέονται

fr. 134

εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος

fr. 135

πέφνε δὲ τρεῖς καὶ δέκ' ἄνδρας·

τετράτῳ δ' αὐτὸς πεδάθη·

fr. 136

ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου

ΙΠΠΟΚΡΑΤΕΙ[] ΑΘΗΝΑΙΩΙ

fr. 137

ὄλβιος ὅστις ἰδὼν κεῖν' εἶσ' ὑπὸ χθόν'·

   οἶδε μὲν βίου τελευτάν,

οἶδεν δὲ διόσδοτον ἀρχάν

fr. 138

ἤτοι (ὑποτασσόμενον)

INCERTORVM LIBRORVM

fr. 140a

[          ]ποι

[          ]σιδε [..].

[          ]γ̣εν̣[.]ω̣ν̣

[          ]ον

   5[          ]φα

[          ]

[          ].

[          ]..

[          ]π̣α̣[....]

  10[          ].[...]

[          ]μ̣επ̣ερλ̣ι̣

[          ]ωι πολλόν

ἄλση ]ο̣ντ' ἐν

[           ]

  15[          ]α̣ν τρίχα

[          ]ι̣

...

[          ]α̣

...

[          ]ι̣

...

desunt non minus quam 23 versus (epodi 9-12 vel 15, strophae 1-19)

φ[ι]λ̣[.]ν̣ μ̣ι̣[ˉˉ

‹ΑΝΤΙΣΤΡ.› τοὶ πρόϊδ[ο]ν αἶσαν α̣[

  50   ζοι̣ τ̣ότ' ἀμφε̣.ο̣υτα̣τ̣.[

Ἡρακλ̣έης· ἁλίαι̣ [..]..[

ναῒ μολόντας [.]υ̣[..]π̣[.].[.].σ̣ο̣εν̣

   θο..οι φύγον ον̣[......].[.]...

πάντων γὰρ ὑπ[έ]ρβιος ανα̣.σ̣ε̣φα[

  55ψυχὰν κενεῶ[ν] εμ̣ε[.].ἔ̣ρυ̣κ̣ε̣ν̣..[

λαῶν ξενοδα[ΐ]κ̣τα βα̣σι̣λ̣ῆ̣[-]

   ος ἀτασθαλίᾳ κοτέω[ν] θαμά,

ἀρχαγέτᾳ τε [Δ]άλου

πίθετο παῦσέ̣ν̣ [τ'] ἔ̣ρ̣γ̣' ἀ̣ναι̣δῆ̣· ....

  60   γάρ σε λ̣[ι]γ̣υσφα̣ρ̣ά̣γων̣ κ̣λ̣υ̣τ̣ᾶ̣ν̣ ἀ̣υ-

   τά, Ἑκαβόλ̣ε̣, φορμίγγων.

μνάσθηθ' ὅτι τ̣οι ζαθέας

Πάρου ἐν γυάλοις ἕσσατο ἄ[ν]ακτι

βωμὸν πατρί τε Κρονίῳ τιμάεν-

  65   τι πέραν ἰσθμὸν διαβαίς,

ὅτε Λαομέδον-

   τι πεπρωμένοι̣' ἤ̣ρ̣χ̣ε̣τ̣ο̣

μόροιο κᾶρυξ.

‹ΕΠ› ἦν̣ γάρ τι̣ παλαίφατον [..]...ο̣ν̣

  70ἷκε συγγ̣ό̣νους

τρεῖς π̣[..].ε̣ω̣[.]ν̣ κ̣ε̣φα̣λ̣ὰ̣ν̣..ρ..τ̣αι̣[

ἐπιδ[..........]αι̣μ̣α[..].[....].[

...

αλμ̣α̣[

   τε μα̣χα [     ἡ-

  75   ρώων α[

λάχον κ[

   νον ἐγὼ [

ὀργίοις α[

αὐξα̣ν̣ε̣[

  80αἰο̣λ̣[

fr. 140b

Α΄ Ἰων[

ἀοιδ[ὰν κ]α̣ὶ ἁρμονίαν

αὐλ̣[οῖς ἐ]πεφράσ[ατο

τῶ[ν τε Λο]κρῶν τις, οἵ τ' ἀργίλοφον

   5πὰρ Ζεφυρίου κολώναν

ν[...ὑπὲ]ρ Αὐσονία[ς ἁλός

λι[......]ις ἀνθ.[

οἷον [ὄ]χημα λιγ[υ

   κες ὀ[.]όν παιηο̣[ν

  10Ἀπόλλωνί τε καὶ [

ἄρμενον. ἐγὼ μ[

παῦρα μελ[ι]ζομεν[

[γλώ]σσαργον ἀμφέπω[ν ἐρε-

   θίζομαι πρὸς ἀϋτά̣[ν

  15ἁλίου δελφῖνος ὑπόκρισιν,

τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει

αὐλῶν ἐκίνησ' ἐρατὸν μέλος.

fr. 140c

ἐπερχόμενόν τε μαλάσσοντες βίαιον

πόντον ὠκείας τ' ἀνέμων...ῥιπάς

fr. 140d

τί θεός; {ὅτι} τὸ πάν.

fr. 141

θεὸς ὁ πάντα τεύχων βροτοῖς

καὶ χάριν ἀοιδᾷ φυτεύει

fr. 143

κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι

πόνων τ' ἄπειροι, βαρυβόαν

πορθμὸν πεφευγότες Ἀχέροντος

fr. 144

Ἐλασίβροντα παῖ Ῥέας

fr. 146

πῦρ πνέοντος ἅ τε κεραυνοῦ

ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός

fr. 148

ὀρχήστ' ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρ' Ἄπολλον

fr. 150

μαντεύεο, Μοῖσα, προφατεύσω δ' ἐγώ

fr. 151

Μοῖσ' ἀνέηκέ με

fr. 152

μελισσοτεύκτων κηρίων ἐμὰ γλυκερώτερος ὀμφά

fr. 153

δενδρέων δὲ νομὸν Διώνυσος πολυγαθὴς αὐξάνοι,

ἁγνὸν φέγγος ὀπώρας

fr. 155

τί ἔρδων φίλος σοί τε, καρτερόβρεντα

Κρονίδα, φίλος δὲ Μοίσαις,

Εὐθυμίᾳ τε μέλων εἴην, τοῦτ' αἴτημί σε

fr. 156

ὁ ζαμενὴς δ' ὁ χοροιτύπος,

ὃν Μαλέας ὄρος ἔθρεψε, Ναΐδος ἀκοίτας

Σιληνός

fr. 157

ὦ τάλας ἐφάμερε, νήπια βάζεις

χρήματά μοι διακομπέων

fr. 158

ταῖς ἱεραῖσ‹ι› μελίσσαις τέρπεται

fr. 159

ἀνδρῶν δικαίων Χρόνος σωτὴρ ἄριστος

fr. 160

θανόντων δὲ καὶ {λόγοι} φίλοι προδόται.

fr. 161

οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται

fr. 162

πιτνάντες θοὰν κλίμακ' οὐρανὸν ἐς αἰπύν

* * *

fr. 163

ἀλλαλοφόνους ἐπάξαντο λόγχας ἐνὶ σφίσιν αὐτοῖς

fr. 164

φιλόμαχον γένος ἐκ Περσέος

fr. 252

   ἰσοδένδρου

fr. 165

τέκμαρ αἰῶνος θεόφραστον λαχοῖσα,

fr. 166

‹ἀνδρ›οδάμαν‹τα› δ' ἐπεὶ Φῆρες δάεν

ῥιπὰν μελιαδέος οἴνου,

ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν

ὤθεον, αὐτόματοι δ' ἐξ ἀργυρέων κεράτων

   5πίνοντες ἐπλάζοντο ...

fr. 168b

   'δοιὰ βοῶν

θερμὰ πρὸς ἀνθρακιὰν

στέψαν, πυρὶ δ' ὤπτων

σώματα· καὶ τότ' ἐγὼ

   5σαρκῶν τ' ἐνοπὰν ‹˘˘› ἠδ' ὀ-

   στέων στεναγμὸν βαρύν·

ἦν διακρῖναι ἰδόντα πολλὸς ἐν καιρῷ χρόνος'

fr. 169a

Α΄ Νόμος ὁ πάντων βασιλεύς

θνατῶν τε καὶ ἀθανάτων

ἄγει δικαιῶν τὸ βιαιότατον

ὑπερτάτᾳ χειρί. τεκμαίρομαι

   5ἔργοισιν Ἡρακλέος·

ἐπεὶ Γηρυόνα βόας

Κυκλώπειον ἐπὶ πρόθυρον Εὐρυςθ̣έος

ἀνατεί τε] καὶ ἀπριάτας ἔλασεν,

ˉ̣̣  ] Διομήδεος ἵππους.

  10ˉ̣ μ]ό̣ναρχον Κ[ι]κόνων

   παρὰ] Βιστονίδι λίμνᾳ

χαλκοθώρ]ακος Ἐνυαλίου

˘˘ˉ] ἔκπαγλον υἱόν

˘˘˘ ].ι̣αντ̣α μέγαν

  15ˉοὐ κό]ρῳ ἀλλ' ἀρετᾷ.

˘ˉ γ]ὰ̣ρ̣ ἁρπαζομένων τεθνάμεν

ˉ  ]μάτων ἢ κακὸν ἔμμεναι.

ˉˉ]εσελθὼν μέγα

˘ˉ ν]υ̣κτὶ βίας ὁδόν

  20[       ]ρε{ν}, λαβὼν δ' ἕν[α] φ̣ῶ̣[τ]α̣ πεδάσα̣[ις]

φά[τναις] ἐν λιθίναις βάλ[˘ˉ˘˘ˉ

ἵππο̣[ι            ]έν̣α̣ν φρέ[ν ˘ˉˉ

καί μ[ιν           ].ζον. ταχέως

   δ' ἀράβη̣[σε] δια[λ]εύκων

  25ὀστ̣έ[ων] δοῦπος ἐ[ρ]‹ε›ικομένων.

ὁ δ' ἄφ[αρ π]λεκτόν τε χαλκόν

ὑπερη̣[..].ε τραπεζαν

προβάτων ἁλυσιωτόν

δι' ἑρκ[έ]ων, τεῖρε δὲ στερ̣εῶ‹ς›

  30ἄλλαν [μ]ὲν σκέλος, ἄλλαν δὲ πᾶχ[υν,

τὰν δὲ πρυμνὸν κεφαλᾶς

ὀδ[ὰ]ξ α[ὐ]χένα φέροισαν.

.ρ̣.μι̣[ ] δ̣' ὅμως ε[ ]σ' ὑπα.[.].θυ.[ ]με

πικρο[τά]τ̣α̣ν̣ κ̣λάγεν ἀγγε[λία]ν̣

  35ζαμενε[      ]τυρανν[      ]

ποι]κίλ̣ω̣[ν ἐ]κ λεχέω̣[ν ἀπέ]δ̣{ε}ιλ[ος

[             ]ν καθε.[        ]ς ῥά.[

[             ]ιον κακ[         ]

[           ].ο̣ν̣ ἕ[            ]

...

  40.νατ[                   ]ν.[

Β΄ ἔμολε̣[.]αι παῖδα[˘ˉ        ]

Ἡρακλ[έ]ος εξα.[.].[.]ν̣ [  ]

τεταγμένον τουτά.[....]εκατ.[

Ἥρας ἐφετμαῖς· Σθενέλο[ι]ό μιν

  45υἱὸς κέ[λ]ευσε‹ν› μόνον

ἄνευ συ[μμ]αχίας ἴμεν.

καὶ Ἰόλαο[ς ἐ]ν ἑπταπύλοισι μένω̣[ν τε

Θήβαις] Ἀμφιτρύωνί τε σᾶμα χέω[ν

ˉ̣̣˘      ]μιᾷ δ' ἐπὶ θήκᾳ

  50[          ]ν καλλικέρας

[         ]άδις, οὕς οἱ

[           ]ου̣ στρατὸς οὐκ ἀέκ[ων

...].αθ̣[......]όντ̣[.]κ[..].ᾷ

[  ]φέ[..].[  ]ρμα.[    ]

  55[ ].ῳ προ̣[  ]λ̣ιμ[        ]ν

[ ].νεκα[                 ].πολ̣[

[  ]υρεκα[              ]α̣μον

[    ].οσ[                ]

[    ]υσ'ε[              ].ενον̣

  60[     ]ελ[                ].νδέμ̣[

[      ].[                ].έκ[

[                          ].[

...

fr. 170

πάντα θύειν ἑκατόν

fr. 171

κατὰ μὲν φίλα τέκν' ἔπεφνεν θάλλοντας ἥβᾳ

δώδεκ', αὐτὸν δὲ τρίτον ‹sc. Neleum?›

fr. 172

Πηλέος ἀντιθέου

μόχθοις νεότας ἐπέλαμψεν

μυρίοις· πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ

Τρώϊον ἂμ πεδίον,

   5καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθεν,

καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσαις

εἷλε Μήδειαν ἐν Κόλχων δόμοις

fr. 173

...

Σύριον εὐρυαίχμαν διεῖπον σ̣τρ̣α̣τ̣όν

[                      ]σ̣φαράγων

[                      ]αλαον ἀνδρὸς λ̣[

[                      ]ι̣ς

[                      ]ασίᾳ φρενί

[                      ]

[                     φ]αρέτραν ταν[

[                    ὑπ]εραίσιον

[                       ]ναι·

  10[                      ]α̣ισ̣· ου.[...]αρ

[                      ]

[                      ]πιχ.[....]

...

* * *

fr. 177

πεπρωμέναν {ε}θῆκε μοῖραν μετατραπεῖν

* * *

ἀνδροφθόρον, οὐδὲ σιγᾷ κατερρύη

* * *

τροχὸν μέλος, ‹τ›αὶ δὲ Χίρωνος ἐντολαί

* * *

αἴνιγμα παρθένοι' ἐξ ἀγριᾶν γνάθων.

* * *

  eἐν δασκίοισιν πατήρ, νηλεεῖ νόῳ δ'

* * *

δ' οὐδὲν προσαιτέων ἐφθεγξάμαν ἔπι

fr. 179

...ὑφαίνω δ' Ἀμυθαονίδαισιν ποικίλον

ἄνδημα

fr. 180

μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀχρεῖον λόγον·

ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί·

κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος

fr. 181

...ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται

fr. 182

ὢ πόποι, οἷ' ἀπατᾶται φροντὶς ἐπαμερίων

οὐκ ἰδυῖα

fr. 183

ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι

ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον

fr. 184

ὑπερμενὲς ἀκαμαντοχάρμαν Αἶαν

fr. 185

ἔστι δέ τοι χέκων †κακίει καπνός

fr. 187

ἥρωες αἰδοίαν ἐμείγνυντ' ἀμφὶ τράπεζαν θαμά

fr. 188

φθέγμα μὲν πάγκοινον ἔγνω-

   κας Πολυμνάστου Κολοφωνίου ἀνδρός·

fr. 189

πανδείμαντοι μὲν ὑπὲρ πόντιον Ἕλλας πόρον ἱερόν

fr. 190

ἁ Μ‹ε›ιδύλου δ' αὐτῷ γενεά

fr. 191

Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων

fr. 192

Δελφοὶ θεμίστων {ὕμνων} μάντιες

Ἀπολλωνίδαι

fr. 193

πενταετηρὶς ἑορτά

βουπομπός, ἐν ᾇ πρῶτον εὐ-

   νάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις

‹ΘΗΒΑΙΟΙΣ›

fr. 194

κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς·

εἶα τειχίζωμεν ἤδη ποικίλον

κόσμον αὐδάεντα λόγων

* * *

τὸ νέκταρ sc. mei carminis

καὶ πολυκλείταν περ ἐοῖσαν ὅμως

   5Θήβαν ἔτι μᾶλλον ἐπασκήσει θεῶν

καὶ κατ' ἀνθρώπων ἀγυιάς

fr. 195

Εὐάρματε χρυσοχίτων ἱερώτατον

ἄγαλμα, Θήβα

fr. 196

λιπαρᾶν τε Θηβᾶν μέγαν σκόπελον

fr. 198a

   οὔτοι με ξένον

οὐδ' ἀδαήμονα Μοισᾶν ἐπαίδευσαν κλυταί

Θῆβαι

fr. 198b

μελιγαθὲς ἀμβρόσιον ὕδωρ

Τιλφώσσας ἀπὸ καλλικράνου

fr. 199

ἔνθα βουλαὶ γερόντων

καὶ νέων ἀνδρῶν ἀριστεύοισιν αἰχμαί,

καὶ χοροὶ καὶ Μοῖσα καὶ Ἀγλαΐα

fr. 201

Αἰγυπτίαν Μένδητα, πὰρ κρημνὸν θαλάσσας

ἔσχατον Νείλου κέρας, αἰγιβάται

ὅθι τράγοι γυναιξὶ μίσγονται

fr. 202

λευκίππων Μυκηναίων προφᾶται

fr. 203

ἄνδρες θήν τινες ἀκκιζόμενοι {Σκύθαι}

νεκρὸν ἵππον στυγέοι-

   σι λόγῳ κείμενον ἐν φάει, κρυφᾷ δέ

σκολιαῖς γένυσσιν ἀνδέροντι πόδας ἠδὲ κεφαλάν

fr. 204

καὶ λιπαρῷ Σμυρναίων ἄστεϊ

fr. 205

Ϡ Ἀρχὰ μεγάλας ἀρετᾶς,

ὤνασσ' Ἀλάθεια, μὴ πταίσῃς ἐμάν

σύνθεσιν τραχεῖ ποτὶ ψεύδει

fr. 206

παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνέων

fr. 207

Ταρτάρου πυθμένα πτίξεις ἀφανοῦς

σφυρηλάτοις ἀνάγκαις

fr. 209

ἀτελῆ σοφίας καρπὸν δρέπ(ειν)

fr. 210

ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες·

ἱστᾶσιν ἄλγος ἐμφανές

fr. 210bis

fort. huc trahendum II4`30 fr. 3:

...

[     χαλεπώτ̣α̣τ̣οι

ἄγαν φιλοτιμίαν μ̣νώμενοι

ἐν πόλεσιν ἄνδ̣ρεσ̣·

...........].....[

........].[.]ν̣νε̣

[         ].μ̣ο̣ναν[

[           ]εχοιρα.[

...

fr. 211

κακόφρονά τ' ἄμφαν(εν) πραπίδων καρπόν

fr. 212

κενεοφρόνων ἑταῖρον ἀνδρῶν

fr. 213

πότερον δίκᾳ τεῖχος ὕψιον

ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει

ἐπιχθόνιον γένος ἀνδρῶν,

δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν

fr. 214

γλυκεῖά οἱ καρδίαν

ἀτάλλοισα γηροτρόφος συναορεῖ

Ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώ-

   μαν κυβερνᾷ

[ΘΗΒΑΙΟΙΣ]

fr. 215a

.].[...].[....]..[

ἄλλα δ' ἄλλοισιν νόμιμα, σφετέραν

   δ' αἰνεῖ δίκαν ἀνδρῶν ἕκαστος.

γ̣άϊ̣ο̣ν̣, ὦ τάν, μή με κερτόμ[ει γόνον.

ἔστι μοι

πατρίδ' ἀρχαίαν κτενὶ Πιερίδ[ων

ὥ]στε χαίταν παρθένου ξανθ̣[α ˘ ˉ (ˉ)

.]ν[..]εν γάρ, Ἄπολλον[

.....]ρα̣ι̣ τε καὶ ὑ[μν

  10.....]αι μελ̣[..]ων ἀγλαΐαισ[

.....]σκ[.]τονε̣[      ].[

.......]συνετοῖ̣[ς

[   ].τ[..]ψει̣ς· ἕπομ̣[αι

[  ].[.]̣[

...

fr. 215b col. 1

...

[   ].α̣..[

[   ]παντ..[

[   ].ας ἄλλο̣ι· .[.]δ.[

....].αν· ὁ δ̣' ἐ̣πρ̣άϋν̣[ε

   5[           ].σ.[.]τρα.[

[           ]

....]ν̣αιγιν χ̣θ̣όν', ά[.....χ]ά̣ριν

ἀμ]φέπων χρυ[σο]π[λόκοις εὔδ]ο̣ξ̣α Μ̣οίσαισ̣[

νέ]μομαι παρὰ [        ]

  10Παρ]νασ̣σίδι̣ [..].ο̣[.......ἀκρο]τ̣όμοι[ς]

πέ]τ̣ραισι Κ̣ι̣ρ̣ρα[             ]...ν̣ π̣εδίων

...]..ν εὐκάρπ̣[ου χθον]ὸ̣ς ὀ[μ]φ̣αλ̣ό̣ν· οὔθ' ἵ̣π̣[-

   ποισι]ν̣ ἀ̣γαλ̣λ̣όμ̣[ενος

....].[.]υ[..]μαν[ ]..[           ]..ω.[

  15[         ]..[.]αν̣.[ ]ε̣ρο̣[    ].θε..[

[             ]..̣[  ]..[    ]

[                 ]ν̣.α̣[         ]σόμενο[

[                ]..δ̣ο̣[         ]κτεανω[

[                  ].[              ]..τ̣.[

                     ...               ...

fr. 215b col. 2

...

[]ωμ̣[

[].ο̣.ρ̣ι̣δ̣ων[

[]ς καὶ λύ[.]ρα̣.[

[].ματ̣ων̣[

   5[].[

...

deesse videntur vv. 11

[   ]..[.]..[

[  ].ν φευγο̣[

[    ].ν.ν.[.]..[

[ ].ο̣.δ' ὑβρισαι αἱ[

[].μ.τα̣ νυκτὸ̣ς ὕ̣π.[

fr. 215c

...

[]Ἀ̣θάνας

[ ]μ̣εγίστων [

[  ]

[ ].βασιλη[

[  ]χθονος αἰχμα[

[ ]

[ ]ευξάμενοι

[          ].[]..[

...

fr. 217

γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος

fr. 219

οἱ δ' ἄφνει πεποίθασιν

fr. 220

   οὔτε τι μεμπτόν

οὔτ' ὦν μεταλλακτόν, ‹...› ὅσ' ἀγλαὰ χθών

πόντου τε ῥιπαὶ φέροισιν

fr. 221

‹ˉ˘› ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων

τιμαὶ καὶ στέφανοι,

τοὺς δ' ἐν πολυχρύσοις θαλάμοις βιοτά·

τέρπεται δὲ καί τις ἐπ' οἶδμ' ἅλιον

ναῒ θοᾷ διαστείβων

fr. 222

   Διὸς παῖς ὁ χρυσός·

κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει,

βροτεᾶν φρένα κράτιστον φρενῶν

fr. 223

χρυσέων βελέων ἐντὶ τραυματίαι

* * *

κῆρες ὀλβοθρέμμονες ... μεριμναμάτων ἀλεγεινῶν

* * *

θέλγητρ' ἁδονᾶς

fr. 224

ἴσον μὲν θεὸν ἄνδρα τε φίλον ‹θεῷ›

fr. 225

ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ,

πάρος μέλαιναν καρδίαν ἐστυφέλιξεν

fr. 226

οὔτις ἑκὼν κακὸν εὕρετο

fr. 227

...νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι

δόξαν εὑρίσκοντι· λάμπει δὲ χρόνῳ

ἔργα μετ' αἰθέρ' ‹ἀερ›θέντα

fr. 228

τιθεμένων ἀγώνων πρόφασις

...ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον

fr. 229

νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται·

οὐ φίλων ἐναντίον ἐλθεῖν

fr. 230

ἐπὶ λεπτῷ δενδρέῳ βαίνειν·

fr. 231

τόλμα τέ μιν ζαμενὴς καὶ σύνεσις πρόσκοπος ἐσάωσεν

fr. 232

τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδάρεον σχήσει τεῖχος

fr. 233

πιστὸν δ' ἀπίστοις οὐδέν

fr. 234

   ‹ˉ˘ ὑφ' ἅρμασιν ἵππος,

ἐν δ' ἀρότρῳ βοῦς· παρὰ ναῦν δ' ἰθύει τάχιστα δελφίς,

κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρή

τλάθυμον ἐξευρεῖν ‹˘...

fr. 236

φιλάνορα δ' οὐκ ἔλιπον βιοτάν

fr. 237

ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων

fr. 238

ἔνθα ποῖμναι κτιλεύονται κάπρων λεόντων τε

fr. 239

ἰαχεῖ βαρυφθεγκτᾶν ἀγέλαι λεόντων

fr. 240

μὴ σιγᾷ βρεχέσθω

fr. 241

ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ

fr. 242

ἁ μὲν πόλις Αἰακιδᾶν

fr. 243

φὰν δ' ἔμμεναι

Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος

fr. 244

χεῖρ' Ἀκιδαλίας

fr. 245

πρόφασιν βληχροῦ γενέσθαι νείκεος

fr. 246a

μελιρρόθων δ' ἕπεται πλόκαμοι

...

fr. 246b

διοίγετο σάρκες

fr. 248

δυσφόρων σχοινίον μεριμνᾶν

fr. 250a

Θόρυβος filius Ἀδικίας

fr. 255

‹Σ›κοπάδαι (i.e. Θετταλοί)

fr. 256

εἰσ Πύλας Γαδειρίδας ... ὑστάτας ἀφῖχθαι ... τὸν Ἡρακλέα.

fr. 259

πεντηκοντερέτμους ... τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι

fr. 260

...

   τιν ἐλεγχο[

κρυφίου δὲ λό[γου

ἀνίατον ει̣[

   λεν χαλεπα[

   5Ὀδυσεὺς δὲ π[

παιδὶ δικτυ̣[

κυριώτερο[      εἰς σοφίας λόγον

ἀθρέων ἀν[

τον[

  10διο[

μεσ̣[

αδυ̣[

φερον[

...

fr. 273

Αἰσωνίς

fr. 282

ἑκατοντορ‹ό›γυιον

fr. 287

Μοῖσαι ἀργύρεαι

fr. 288

μάλων χρυσῶν φύλαξ,

fr. 292

τᾶ‹ς› τε γᾶς ὑπένερθε ... οὐρανοῦ θ' ὕπερ

fr. 294

Ἀλέρας υἱὸν (sc. Tityum)

fr. 295

Ἀπέσαις ὄρος τῆς Νεμέασ

fr. 296

ἀράχνας (ἀρσενικῶς τὸ ζωύφιον)

fr. 297

διάβολος

fr. 299

ἐξεστακώς

fr. 300

ἐπέτειον

fr. 302

(νεφέλη vel ἀὴρ) ζοφώδης

fr. 303

εὔαν (θηλυκόν)

fr. 304

ἐχέτας (i. e. πλούσιοσ)

fr. 305

ἠλαιοῦντο

fr. 306

ἰχθὺν παιδοφάγον

fr. 307

Ἀφροδίτα ἰογλέφαρος

fr. 309

Κρηστωναῖος

fr. 310

μάρη (i. e. χείρ vel potius χεῖρεσ)

fr. 311

ξεινοδόκησέν τε δαίμων

fr. 313

ὀρεικτίτου συός

fr. 314

πέροδος (Nem. 11, 40), περιέναι

fr. 317

πρόβατον (sc. ὁ Πήγασοσ)

fr. 318

ῥερῖφθαι ἔπος

fr. 319

Σκοτίος

fr. 320

τουτάκι πεξαμένης ()

fr. 321

τετείχηται ()

fr. 325

ὑψικέρατα πέτραν (sc. Delum?)

fr. 326

Ὠκεανοῦ πέταλα κρᾶναι

fr. 327

χεράδει σποδέων

fr. 329

κατὰ χρυσόκερω λιβανωτοῦ

fr. 330

χρυ[σάορος] π̣αῖς

fr. 331

ἀλαθεῖς

fr. 332

αἲξ φριμάσσεται

DVBIA

[ΕΧΕΚΡΑΤΕΙ ΟΡΧΟΜΕΝΙΩΙ]

fr. 333a

...

...ο̣ν..

.ν̣ετεπεαι̣ρ̣ω̣[

.οσε.κ̣λ̣..θεμισ.[

   5Ἀ[π]όλλωνι μὲν θ̣[εῶν

ἀτὰρ̣ ἀνδρῶν Ἐχεκ̣[ρά]τε̣ι

παιδὶ Πυθαγγέλω

στεφάνωμα δαιτί̣κ̣λ̣υτ[ον

πόλιν ἐς Ὀρχομενῶ διώ-[

   ξιππον· ἔνθα ποτε.[

  10..]υ̣π̣.ε̣υ̣ρ̣υχμ̣α Χάρ̣ι̣τ̣[ας] π̣[

...]α̣σ̣σ̣ιας ἔτικτεν

...]ε̣ψονι̣τοδε παρθ̣ε̣[

...]σ' ἀγλαὸν μέλος

παρ]θενηΐας ὀπὸς εὐηρ[ατ

  15...]ο̣ντι γὰρ ανα

fr. 333b

χα με[γ]αλοσθεν̣[

τὸν ὕμν̣[ον

τομα̣χ[

τοδα̣.σ̣α[

   5γαυρ̣α̣[

ατ[

μο[

ε[

ρας· ει..αθ[

  10μνα· σ.θρι[

ση[

α̣λλο̣[

...

fr. 333d

...

[ ]φ̣[

[]εν·

[   ]

[          ]ο̣θ̣ων·

   5[    ]                                ...

[    ]ν                               δ[

[ ]α̣σ̣ι̣ν ἐπιφο-

[  ]                                  .[

[ἀν]εψιοῦ                             ν[

  10[  ]τ̣ο̣σ̣                               ο

[   ]ται κρατεῖν                      [

[  ].ρατει                            [

[    ]...διέπει·                      [][

[      ]..ε̣σ̣

  15[         ]ι̣νος·                      α[

[         ]..[  ]                     δυνα̣μ̣[

[    ]κ̣ι̣ο̣υ̣                            τ̣υ[

[  ]εχε̣ι φρενα̣μ̣...                    ποσα[

[  ]λασσων                            κρατ[

  20[  ]τ̣ι̣ φιλης                          ε[

[   ]ιπῃς                             θ̣ρ̣ασε[

[   ]αι πάννυχο̣σ̣                      δευτ[

[   ]σ̣                                ωνα[

[  ς]τ̣εφες·                           ν[

  25[  ]ἀρετάν τε νέμεις

[  ]ον                                τ[

[   ]μαι                               ()

[].[ ]δαιμον                           δ[

fr. 333e

]ο̣σε̣

]ευφρα̣[

]κ̣αμ̣[

]ρωτα̣[

   5]κορε[

].ανα[

]τεπ[

].ναι[

...

fr. 333f

...

]γ̣εν[

]ατιχν̣[

]γ̣μ̣α[

...

fr. 333g

...

[ ]οθ[

[]νη̣[

[Μελ]έαγρος [

[]νοτησ[

[]   [

[]   [

[ ]ω[

...

fr. 333h

...

]ενει[

]ταμιν[

]μενο[

...

fr. 334a

ου[

ε...λ̣ι̣μην̣ον[

ροαὶ δὲ Μοισαι ω̣[

πεδόθεν έφυν̣[

   5πότμοιο λιπα[

ανήνικο̣ντελε̣[

το βι̣ο̣τω‹ι› φάοσ̣[

νιφόεντα.σε[

Κρον{ε}ίων

  10Ζεὺς ἐρατὸν ε[

ἐπεὶ πά̣ν̣τ̣α̣.[

κευθεα̣[

νε̣[..]ο̣.[

με[

fr. 334b

[  ]αια̣[

[  ]

[  ]ω[

[  ]ι̣.το̣..[

   5[    ].ρ̣ν̣.[

[    ]ον..[

[].α̣σ̣.....νυ[

[]ο̣σ̣ χα̣δεῖν̣ α̣φ̣[

[]χειρὸς ἀκμᾷ

  10[]τεων [

[  ]ινελεων φέρων

[  ]..με̣.α̣ιασ̣

fr. 335

...

....].ελ̣[

....].σεπ̣[

.....]γει̣[

...]ε̣γ̣οι.[

   5..]μεπρωγ̣[

..]η̣τε ποθε[

ὀπαδὸν ωσ[

πατρὸς ἑοῖο̣[

θειόδαμον[

  10πέφνε Δρυ̣[

fr. 337

...

[           ]υσ[

[           ]φο[

[           ]ατ[

[   ].[    ]..[

   5[   ]ν̣ ἀμφιβαλ̣[

[   ]ως ὁ τάχι̣[στος

[]αρτοισ' υπτ̣[

[]ιστοισι το.[

[]αι τὸ δ' ἀλαθὲ[ς

  10[]κ̣ατέστα φάο̣σ̣[

[]υ̣ν μὲν θεο̣[

[]ερειν τερπ̣[

[]ι̣οκρατ[

[]ν εντελ[

  15[]μ̣οῖραν ἐχ[

[]ασου πο̣[

[        ]ο̣υ̣[

...

fr. 338

...

[  ]π̣ταλι[

[ ]ωνευω[...]..[

[]λοινον· ἐμμεν[

[ ]ένοι Δελφοὶ να̣δ̣[

   5[ τό τ]ε Παρνασσοῦ θέμε[θλον

[ ὕμν]οις τερφθὲν ἱαροῖσ[

[ πάντ' ]ἄματ' ἀγλαοῖς· ἰδίοισ[

[ ]ιναπολλο̣[..].[

[ ]ας· τοὶ δ' αὐτ[

  10[   ]ορφ[...]κ[

[ ]τ̣ον[

...

fr. 339

   νιν ‹  › κεῖνον [  ]πος ‹  › οὐδὲ

πελέκεις οὐδὲ Σειρήν

fr. 339a

πελεκυφ̣[ό]ρ̣ας ἵππος

fr. 340

μελικτὰς ὁδοιπόρους θαλάσσας

fr. 341

μνα‹μο›νόοι sc. Μοῦσαι

fr. 342

οὐκ ἄναλκις, ὡς τόσον ἀγῶνα δῦναι

fr. 346a

κ]ρέσσονα̣[.].[

σο]φὸν ἁγη[τ]ῆρα λ̣[

* * *

fr. 346b

[        ἐν και]ρῶι κτ̣εάν[ων

[            ]αμοσύνασ̣[

[            ]ϊ̣α λατερπ̣έ̣ι φι̣λο̣.[

[ ]Ἐλευσίνοθε Φερσεφόναι ματρ̣ί̣ τε χρυσοθρόνωι

   5θῆ[κέ τ' ἀστ]οῖσιν τελετάν, ἵν' ἐσεν[

[              ] διδύμαισ̣ εἶδον εὐμο[

[              ]α̣ραι

[              ]πορεν Ἡρακλέι πρώτω[ι

[              ]ν̣τι κέλευθον ἐπισπήσει̣.[

  10[      Ἀμφιτρυ]ω̣νιάδας ἄλοχος

[                ]αλλε γε μάν

[             αὐ]τίκα μιν φθιμένων

[                ]τ̣ρέφεται καὶ ὅσ' ἐν πόντωι̣ [

[                 ]μενος

  15[                   ]α μ[έγα]ν̣ Διὸς υἱόν

...

fr. 346c

[  ]...[

[  ] μιν ἀντιάσ̣[

[Με]λέαγρον ἄτερθ[ε

[  ]νας λευ

...

fr. 346d

...

εν̣[

θα[

θ̣.[

το̣[

   5φρ[

νυ[

ει̣[

...

fr. 346e

...

[  ]   [

[].ει..ι[

[  ]    [

[  ]υμνο̣[

[  ]ι̣σερε[

[  ]    [

...

fr. 347

Φρυγίας κοσμήτορα μάχας

fr. 348a

]εναλκανεοις φιλ[

fr. 348b

χορδαί

fr. 349

φοινικ.[     ].κοθωράκων χ̣[....] ὑπέροπλοι

π[       ]γνηταιγιαλ̣[.....]ο̣ντες

fr. 350

Δᾶλον ἀμφιρύταν

fr. 351

πόντον ἐρίβρομον

fr. 352

poetae  θρέμματα Μουσῶν

fr. 353

ἄμαχοί τινεσ εἰς σοφίαν

fr. 354

ἀνοῖξαι πίθον ὕμνων

fr. 355

ὁλκάδα μῦριοφόρον

fr. 356

Ηλιοσ  ἱππεύει πῦρσῷ

κατάκομος λάμποντι

fr. 357

   πολλοῖς μὲν ἐνάλου,

ὀρείοῦ δὲ πολλοῖς ἄγρας ἀκροθινίοις

ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν

fr. 358

στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς

fr. 359

ἐπαγορίαν ἔχει

fr. 52wk

...

[ ]τ̣.[...]ι̣α.[

[  ].ι̣τ̣..

[]οδα

[]α̣νους ὑπὸ θεσπεσι[

[ ]τας

[ ]μν.ν̣ τ' ἐπὶ ἐθνε̣[

[ ]

[ ]ον πέδον̣ [

[  ]α̣σαι δ̣..[

  10[  ]ο̣ναμ̣[

[ ]πόλιν[

[ ]ων

[ ]

[]τ̣εφθιμε[

  15[].ιναντ̣.[

[]αγονον

[]ο̣ταν

[ ]ι̣κ̣τεν[

[    ]ο̣σ̣[

...

fr. 94e

καὶ μω{ι}δῶν θηλυ[

fr. 124e

Ἀθαναία

fr. 169b

...

.(.)]εύγον̣[

εσσαν.[

Λατοίδ̣[α

εὗρε βιῶ[ι

   5ἀέλιον δ[

βαρυπε[νθ

χρυσο[

πασιφ[

παῖ̣ μ̣[

  10κωριδ[

ιοισ̣ισ.[

μη̣[

δε[

...