5395 386 2 28 0 0 IV d. C. Epica Quintus III Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 7

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ Γ΄

- Αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐυθρόνου Ἠριγενείης,

δὴ τότ' ἄρ' Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν

αἰχμηταὶ Πύλιοι μεγά‹λα› στενάχοντες ἄνακτα

καί μιν ταρχύσαντο παρ' ᾐόσιν Ἑλλησπόντου

πολλὰ μάλ' ἀχνύμενοι. Περὶ δ' ἔστενον ὄβριμοι υἷες

Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμπεχε πένθος

Νέστορι ἦρα φέροντας. Ὃ δ' οὐ μέγα δάμνατο θυμῷ·

ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος

θαρσαλέως καὶ μή τι κατηφιόωντ' ἀκάχησθαι.

- Πηλείδης δ' ἑτάροιο χολούμενος Ἀντιλόχοιο

σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δὲ καὶ αὐτοὶ

καί περ ὑποτρομέοντες ἐυμμελίην Ἀχιλῆα

τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ' ἄρά σφι

Κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον

πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀιδονῆος

χερσὶν ὑπ' Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς

φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληϊ.

- Αἶψα δ' ἄρ' ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον

Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ' Ἀργείων

μαιμώωντ' ἐς Ἄρηα διεγρομένου πολέμοιο.

Πηλείδης δ' ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν

δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα

δεύετο καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα

Ξάνθου καὶ Σιμόεντος. Ὃ δ' ἑσπόμενος κεράιζε

μέχρι‹ς› ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμπεχε λαούς.

Καί νύ κε πάντας ὄλεσσε, πύλας δ' εἰς οὖδας ἔρεισε

θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας

δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δ' ἔθηκε κέλευθον

ἐς Πριάμοιο πόληα, διέπραθε δ' ὄλβιον ἄστυ,

εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέι χώσατο θυμῷ,

ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.

Αἶψα δ' ἀπ' Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς

ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·

ἔστη δ' Αἰακίδαο καταντίον· ἀμφὶ δ' ἄρ' αὐτῷ

γωρυτὸς καὶ τόξα μέγ' ἴαχεν, ἐκ δέ οἱ ὄσσων

πῦρ ἄμοτον μάρμαιρε, ποσὶν δ' ὑπὸ κίνυτο γαῖα.

Σμερδαλέον δ' ἤυσε μέγας θεός, ὄφρ' Ἀχιλῆα

τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα

θεσπεσίην καὶ Τρῶας ὑπ' ἐκ θανάτοιο σαώσῃ·

- "Χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν

οὔ σ' ἔτι δυσμενέεσσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν,

μή σε καὶ ἀθανάτων τις ἀπ' Οὐλύμποιο χαλέψῃ."

- Ὣς ἄρ' ἔφη· ὃ δ' ἄρ' οὔ τι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·

ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο.

Τοὔνεκ' ἄρ' οὐκ ἀλέγιζε θεοῦ, μέγα δ' ἴαχεν ἄντην·

- "Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι

ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;

Ἤδη γὰρ καὶ πρόσθε μ' ἀποστρέψας ὀρυμαγδοῦ

ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου

Ἕκτορα τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.

Ἀλλ' ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων

ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα."

- Ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ' ἐπὶ Τρῶας

οἵ ῥ' ἔτι που φεύγεσκον ἅμα προπάροιθε πόληος,

καὶ τοὺς μὲν σεύεσκεν· ὃ δ' ἀσχαλόων ἐνὶ θυμῷ

Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·

- "Ὢ πόποι, ὡς ὅ γε μαίνετ' ἀνὰ φρένας· ἀλλά μιν οὔ τι

οὐδ' αὐτὸς Κρονίδης ἔτ' ἀνέξεται οὔτέ τις ἄλλος

οὕτω μαργαίνοντα καὶ ἀντιόωντα θεοῖσιν."

- Ὣς ἄρ' ἔφη καὶ ἄιστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·

ἠέρα δ' ἑσσάμενος στυγερὸν προέηκε βέλεμνον

καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν. Αἶψα δ' ἀνῖαι

δῦσαν ὑπὸ κραδίην· ὃ δ' ἀνετράπετ' ἠύτε πύργος,

ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι

ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·

ὣς ἐκλίθη δέμας ἠὺ κατ' οὔδεος Αἰακίδαο.

Ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ †ἄκρατον †ὁμόκλα·

- "Τίς νύ μοι αἰνὸν ὀιστὸν ἐπιπροέηκε κρυφηδόν;

Τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,

ὄφρά κέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη

ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄιδα λυγρὸν ἵκηται.

Οἶδα γὰρ ὡς οὔ τίς με δυνήσεται ἐγγύθεν ἐλθὼν

ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,

οὐδ' εἴ περ στέρνοισι μάλ' ἄτρομον ἦτορ ἔχῃσιν,

ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη.

Κρύβδα δ' ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι·

τῶ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι

χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν

ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.

Ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ

κείνου ὑπαὶ βελέεσσιν ὀιζυρῶς ἀπολέσθαι

Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δ' οὐκ ἀνεμώλιον ἦεν."

- Ἦ καὶ λυγρὸν ὀιστὸν ἀμειλίκτοισι χέρεσσιν

ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα

ἔσσυτο τειρομένοιο, πότμος δέ οἱ ἦτορ ἐδάμνα.

Ἀσχαλόων δ' ἔρριψε βέλος· τὸ δ' ἄρ' αἶψα κιοῦσαι

Πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι

ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει

ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ' ἀθανάτοιο μολόντα.

Δεξάμενος δ' ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον

ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ἧχι μάλιστα

πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·

οἳ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,

οἳ δ' ἄρα καὶ Δαναοῖς, δι‹ὰ δ'› ἄνδιχα μητιόωντες

δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.

- Τὸν δ' ὁπότ' εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,

αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσι·

- "Φοῖβε, τί ἢ τόδ' ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,

λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ

ἀντιθέῳ Πηλῆι συνήρσαμεν; Εὖ δ' ἐνὶ μέσσοις

δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν

Πηλεὺς ἤγετ' ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν·

καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα

θῆρές τ' οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι

καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.

Ἀλλὰ τά γ' ἐξελάθου καὶ ἀμείλιχον ἔργον ἔρεξας

κτείνας ἀνέρα δῖον ὃν ἀθανάτοισι σὺν ἄλλοις

νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι

ἐκ Θέτιδος Πηλῆι. Τεῆς δ' ἐπελήσαο ἀρῆς

ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος

ᾧ πάρα βουκολέεσκε‹ς›· ὃ δ' ἀθάνατόν περ ἐόντα

θνητὸς ἐὼν ἀκάχιζε· σὺ δ' ἀφρονέων ἐνὶ θυμῷ

ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσ' ἐμόγησας.

Σχέτλιε, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν

οὔθ' ὅ τις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,

οὔθ' ὅ τις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς

ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.

Ἀλλ' οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω

ἔσσεσθ' Αἰακίδαο δεδουπότος, οὕνεκ' ἄρ' αὐτοῦ

υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν

Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν

πατρὶ ἑῷ, πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.

Ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ' Ἀχιλῆι

ἀμφ' ἀρετῆς ‹ἐ›μέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν.

Νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηΐνην

ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ' ἰοῦσαν,

ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;"

- Ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα

Ἥρη ἀκηχεμένη. Ὃ δ' ἄρ' οὐκ ἀπαμείβετο μύθῳ·

ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο,

οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι

ἔσθενεν, ἀλλ' ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων

ἧστο κατωπιόων. Ἄμοτον δέ οἱ ἐσκύζοντο

ἀθάνατοι κατ' Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·

ὅσσοι δ' αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,

κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες

κρύβδ' Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες

ἅζοντ' ἀσχαλόωσαν. Ὃ δ' οὔ πω λήθετο θυμοῦ

Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις

ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.

Οὐδ' ἄρά οἱ Τρώων τις ἐτόλμα‹εν› ἐγγὺς ἱκέσθαι

βλημένου, ἀλλ' ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος

ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι

θηρητήρ, ὃ δ' ἄρ' οὔ τι πεπαρμένος ἦτορ ἄκοντι

λήθεται ἠνορέης, ἀλλὰ στρέφετ' ἄγριον ὄμμα

σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·

ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος

θυμὸν ἄδην ὀρόθυνε. Θεοῦ δέ μιν ἰὸς ἐδάμνα·

ἀλλὰ καὶ ὧς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι

πάλλων ὄβριμον ἔγχος. Ἕλεν δ' Ὀρυθάονα δῖον,

Ἕκτορος ἐσθλὸν ἑταῖρον, ὑπὸ κροτάφοιο τυχήσας·

οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ καὶ μεμαῶτος,

ἀλλὰ δι' αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν

ἶνας ‹ἐς› ἐγκεφάλοιο, κέ‹δ›ασσε δέ οἱ θαλερὸν κῆρ.

Ἱππόνοον δ' ἐδάμασσεν ὑπ' ὀφρύος ἔγχος ἐρείσας

ἐς θέμεθλ' ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη

ἐκ βλεφάρων, ψυχὴ δὲ κατ' Ἄιδος ἐξεποτήθη.

Ἀλκιθόου δ' ἄρ' ἔπειτα διὰ γναθμοῖο περήσας

γλῶσσαν ὅλην ἀπέκερσεν· ὃ δ' ἐς πέδον ἤριπε γαίης

ἐκπνείων, αἰχμὴ δὲ δι' οὔατος ἐξεφαάνθη.

Καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀίσσοντας

δῖος ἀνήρ, πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε

φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.

- Ἀλλ' ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,

ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δ' ἐπέτοντο

πανσυδίῃ τρομέοντες, ὃ δέ σφισι τοῖον ὁμόκλα·

- "Ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος

ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ' ἅμα πάντες

τίσετε αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν."

- Ὣς φάτο· τοὶ δ' ἀίοντες ὑπέτρεσαν, εὖτ' ἐν ὄρεσσι

φθόγγον ἐριβρύχμοιο νεβροὶ τρομέωσι λέοντος

δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ

Τρώων ἱπποπόλων ἠδ' ἀλλοδαπῶν ἐπικούρων

ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλὴν

ἐλπόμενοί μιν ἔτ' ἔμμεν ἀνούτατον. Ὃς δ' ὑπὸ πότμῳ

θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς

ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·

γαῖα δ' ὑπεπλατάγησε καὶ ἄσπετον ἔβραχε τεύχη

Πηλείδαο πεσόντος ἀμύμονος. Οἳ δ' ἔτι θυμῷ

δήιον εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·

ὡς δ' ὅτε θῆρα δαφοινὸν ὑπ' αἰζηοῖσι δαμέντα

μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα

βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,

ἀλλά ἑ ὡς ζώοντα νέκυν περιπεφρίκασιν·

ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ' ἐόντ' Ἀχιλῆα.

- Ἀλλὰ καὶ ὧς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε

λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει

Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ

Πηλείδαο πεσόντος· ὃ γὰρ Δαναοῖς πέλεν ἀλκή·

- "Ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,

σήμερον ἠὲ θάνωμεν ὑπ' Ἀργείοισι δαμέντες,

ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν

ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,

οἵ μ' ἐς δηϊοτῆτα κασιγνήτοιο θανόντος

ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα.

Τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,

ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ

Ἕκτορι, εἴ γέ τίς ἐστι κατ' Ἄιδος ἀνθρώποισιν

ἢ νόος ἠὲ θέμιστες· ὃ γὰρ κακὰ μήσατο Τρῶας.

Καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι

ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠύτε λυγραὶ

πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι

ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·

ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος

ἀθρόαι ἀίξουσιν ἀπειρέσιον κοτέουσαι,

αἳ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἳ δὲ καὶ ἀνδρῶν,

αἳ δ' ἄρ' ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.

Γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες

ὅσσους οὐκ ἐθέλοντας ἐν ἄστεϊ γῆρας ἐρύκει,

τόνδ' ἡμεῖς εἴ πέρ γε ποτὶ πτόλιν εἰρύσσαντες

θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν."

- Ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο

ἀμφέβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθε,

Γλαῦκός τ' Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ

ἄλλοι τ' οὐλομένοιο δαήμονες ἰωχμοῖο,

εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.

Ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,

ἀλλὰ θοῶς περίβη· πάντας δ' ὑπὸ δούρατι μακρῷ

ὤθει ἀπὸ νέκυος. Τοὶ δ' οὐκ ἀπέληγον ὁμοκλῆς,

ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀίσσοντες

αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,

αἵ ‹ῥά› θ' ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται

ἄνδρ' ἀπαμυνόμεναι, ὃ δ' ἄρ' οὐκ ἀλέγων ἐπιούσας

κηροὺς ἐκτάμνῃσι μελίχροας, αἳ δ' ἀκάχονται

καπνοῦ ὑπὸ ῥιπῆς ἠδ' ἀνέρος, ἀλλ' ἄρα καὶ ὧς

ἀντίαι ἀίσσουσιν, ὃ δ' οὐκ ὄθετ' οὐδ' ἄρα βαιόν.

Ὣς Αἴας τῶν οὔ τι μάλ' ἐσσυμένων ἀλέγιζεν,

ἀλλ' ἄρα πρῶτον ἐνήραθ' ὑπὲρ μαζοῖο τυχήσας

Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον·

εἷλε δ' ἄρ' Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ' Ἀγάνιππον

Ζῶρόν τε Νίσσον τε περικλειτόν τ' Ἐρύμαντα

ὃς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ·

ναῖε δ' ὅ γ' αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης

ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,

τὴν μέγ' ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,

εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.

Τοῦ δ' ἄρ' ἀποφθιμένοιο κλυτὸς πάις Ἱππολόχοιο

παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·

καί ῥα θοῶς Αἴαντα κατ' ἀσπίδα πουλυβόειον

οὔτασεν, ἀλλά οἱ οὔ τι διήλασεν ἐς χρόα καλόν·

ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ' ἀσπίδι θώρηξ

ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.

Γλαῦκος δ' οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ

Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,

καί οἱ ἐπευχόμενος μέγ' ἀπείλεεν ἄφρονι θυμῷ·

- "Αἶαν, ἐπεί νύ σέ φασι μέγ' ἔξοχον ἔμμεναι ἄλλων

Ἀργείων, σοὶ δ' αἰὲν ἐπιφρονέουσι μάλιστα

ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι

οἴω συνθανέεσθαι ἐπ' ἤματι τῷδε καὶ αὐτόν."

- Ὣς ἔφατ' ἀκράαντον ἱεὶς ἔπος, οὐδέ τι ᾔδη

ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.

Τὸν δ' ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·

- "Ἆ δείλ', οὔ ‹νύ› τι οἶδας ὅσον σέο φέρτερος Ἕκτωρ

ἔπλετ' ἐνὶ πτολέμοισι; Μένος δ' ἀλέεινε καὶ ἔγχος

ἡμέτερον· πινυτὸν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.

Σοὶ δ' ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης

ἐς μόθον ἐλθέμεναι μέγ' ἀμείνονί περ γεγαῶτι·

οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,

οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο

νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·

ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σ' ἔτ' ἔγωγε

ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.

Ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἳ μετὰ σεῖο

μυίαις οὐτιδανῇσιν ἐοικότες ἀίσσουσιν

ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; Ἀλλ' ἄρα καὶ τοῖς

δώσω ἐπεσσυμένοις θάνατον καὶ Κῆρας ἐρεμνάς."

- Ὣς εἰπὼν Τρώεσσιν ἐπεστρωφᾶτο, λέων ὣς

ἐν κυσὶν ἀγρευτῇσι κατ' ἄγκεα μακρὰ καὶ ὕλην.

Πολλοὺς δ' αἶψ' ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι

Τρῶας ὁμῶς Λυκίοισι. Περιτρομέοντο δὲ λαοί,

ἰχθύες ὣς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ

κήτεος ἢ δελφῖνος ἁλιτρεφέος μεγάλοιο·

ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο

αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον. Ἀλλ' ἄρα καὶ ὧς

μάρναντ', ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι

μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,

κτείνοντ'· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.

Ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα

Αἴας ὀβριμόθυμος. Ὃ δ' ὕπτιος ἀμφ' Ἀχιλῆα

κάππεσεν, εὖτ' ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·

ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι

βλήμενος. Ἀμφὶ δέ οἱ κρατερὸς πάις Ἀγχίσαο

πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν

εἴρυσεν ἐς Τρῶας καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ

δῶκε φέρειν ἑτάροισι μέγ' ἀχνυμένοις περὶ θυμῷ.

Αὐτὸς δ' ἀμφ' Ἀχιλῆι μαχέσκετο· τὸν δ' ἄρα δουρὶ

μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας

χειρὸς δεξιτερῆς· ὃ δ' ἄρ' ἐσσυμένως ἀπόρουσεν

ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ' ἄφαρ ἄστεος εἴσω·

ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,

οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ' ἕλκεος ἄλλά τε πάντα

τεῦχον ὅσ' οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.

- Αἴας δ' αἰὲν ἐμάρνατ' ἀλίγκιος ἀστεροπῇσι,

κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ

ἀχνύμενος δηναιὸν ἀνεψιοῖο δαμέντος.

Ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων

μάρνατο δυσμενέεσσι, φέβοντο δέ μιν μέγα λαοί.

Κτεῖνε δὲ Πείσανδρόν τε θοὸν καὶ Ἀρήιον υἷα

Μαινάλου, ὃς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου.

Τῷ δ' ἐπὶ δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη

Πηγασὶς ἠύκομος σθεναρῷ τέκεν Ἠμαθίωνι

Γρηνίκου ποταμοῖο παρὰ ῥόον. Ἀμφὶ δ' ἄρ' αὐτῷ

Πρωτέος υἷα δάιξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς

Ἴδης ναιετάεσκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ

δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,

ἀλλ' ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων

πολλῶν θυμὸν ἔλυσεν ὑπ' ἔγχεϊ μαιμώωντι

κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. Ἀλλά μιν Ἄλκων

υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε

πὰρ γόνυ δεξιτερόν, περὶ δὲ κνημῖδα φαεινὴν

ἔβλυσεν αἷμα κελαινόν. Ὃ δ' ἕλκεος οὐκ ἀλέγιζεν,

ἀλλ' ἄφαρ οὐτήσαντι κακὸν γένεθ', οὕνεκ' ἄρ' αὐτὸν

ἱέμενον πολέμοιο δι' ἀσπίδος οὔτασε δουρί,

ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς

ὕπτιον ἐς γαῖαν. Κανάχησε δέ οἱ πέρι τεύχη

βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ

δεύετο φοινήεντι λύθρῳ. Ὃ δὲ λοίγιον ἔγχος

ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ' αἰχμῇ

θυμὸς ἀπὸ μελέων, ‹ἔ›λιπεν δέ μιν ἄμβροτος αἰών.

Τοῦ δ' ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,

οὐδ' ἀπέληγε μόθοιο δυσηχέος. Ὣς δὲ καὶ ἄλλοι

πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ' Ἀχιλῆα

προφρονέως ἐμάχοντο, πολὺν δ' ὑπὸ χείρεσι λαὸν

ἐσσυμένως ἐδάιζον ἐυξέστῃς μελίῃσιν.

Εὖτ' ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται

λάβρον ἐπιβρίσαντες ἐπ' ἄλσεα ὑλήεντα

ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·

ὣς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι.

Μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,

ἐκπάγλως δ' Αἴαντι δαΐφρονι· τοὔνεκ' ἄρ' ἔμπης

Τρῶας ἄδην ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ.

- Τῷ δ' ἐπὶ τόξ' ἐτίταινε Πάρις· τὸν δ' αἶψα νοήσας

κάββαλε χερμαδίῳ κατὰ κρά‹α›τος· ἐν δ' ἄρ' ἔθλασσεν

ἀμφίφαλον κυνέην ὀλοὸς λίθος, ἀμφὶ δέ μιν νὺξ

μάρψεν. Ὃ δ' ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ

ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο γὰρ ἄλλυδις ἄλλοι

ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·

τόξον δ' ἔκφυγε χεῖρε. Φίλοι δέ μιν ἁρπάξαντες

ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ

βαιὸν ἔτ' ἐμπνείοντα καὶ ἀργαλέον στενάχοντα·

οὐδὲ μὲν ἔντε' ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ

ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.

Τῷ δ' Αἴας ἐπὶ μακρὸν ἀύτεεν ἀσχαλόων κῆρ·

- "Ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας

σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ

ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.

Νῦν δ' ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος

ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω."

- Ὣς εἰπὼν δηίοισι κακὰς ἐπὶ Κῆρας ἴαλλεν,

οἵ ῥ' ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.

- Οἳ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι

πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ' ἔτ' ἔμιμνον,

οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ

αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ' ἐν ὄρεσσι

πώεα δαρδάπτουσι λύκοις ὑποδηῳθέντα·

ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας

χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.

Οἳ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο

πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων

κίρκος ἐπισσεύει, τοὶ δ' ἰλαδὸν ἄλλος ἐπ' ἄλλῳ

ταρφέες ἀίσσουσιν ἀλευόμενοι μέγα πῆμα·

ὣς οἵ γ' ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα

φεῦγον ὀιζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν,

Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,

ὅς ῥ' ἕπετ' ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.

Καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,

εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα

βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε.

Τοὺς δ' ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὣς αἰόλα μῆλα,

ἤιεν ἐς πεδίον, χθόνα δ' οὐ ποσὶ μάρπτεν ἑοῖσιν

ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·

κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ

ἄχρις ἐφ' Ἑλλήσποντον ἀπ' εὐρυχόροιο πόληος

αἰζηῶν κταμένων ὁπόσους λάχε Δαίμονος Αἶσα.

Ὡς δ' ὅτε λήιον αὖον ὑπ' ἀμητῆρσι πέσῃσι

πυκνὸν ἐόν, τὰ δὲ πολλὰ κατ' αὐτόθι δράγματα κεῖται

βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ' ἔργῳ

ἀνέρος εἰσορόωντος, ὅ τις κλυτὸν οὖδας ἔχῃσιν·

ὣς οἵ ‹γ'› ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ

κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο

πρηνέες. Οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες

σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,

πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅ σφιν ὄνειαρ

ἔπλετ' ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.

- Τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες

ἀμφὶ νέκυν φορέεσκον ἀπείριτον. Εὖτε φέροντες

κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων,

ἀμφὶ δέ μιν μάλα πάντες ἀγειρόμενοι στενάχοντο

ἀχνύμενοι κατὰ θυμόν, ‑ ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν ‑ ,

δὴ τότ' ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων

κεῖτο βαρυγδούποιο παρ' ᾐόσιν Ἑλλησπόντου·

οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ

ἐρχομένην Πυθὼ δὲ βιάζετο, καί ἑ χολωθεὶς

ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ' Ἀπόλλων

λαιψηροῖς βελέεσσιν, ὃ δ' ἀργαλέῳ ἐνὶ λύθρῳ

πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο

μητρὸς ἑῆς, ἣ δ' υἷα περιστονάχησε πεσόντα

ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·

τοῖος ἄρ' Αἰακίδης δηίων ἐπικάππεσε γαίῃ,

χάρμα φέρων Τρώεσσι, γόον δ' ἀλίαστον Ἀχαιοῖς.

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

λαῶν μυρομένων, περὶ δ' ἔβρεμε βένθεα πόντου.

Θυμὸς δ' αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον

ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι.

Μνησάμενοι δ' ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,

τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,

αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι

νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,

μᾶλλον ἀνεστενάχοντο· γόου δ' ἔρος ἔμπεσε θυμῷ

κλαῖόν τ' αὖτ' ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείαις,

πρηνέες ἐκχύμενοι μεγάλῳ παρὰ Πηλείωνι,

χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες·

χευάμενοι δ' ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.

Οἵη δ' ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων

οἰμωγὴ πέλεται, ὅτε δήιοι ἐμμεμαῶτες

καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς

πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·

τοίη καὶ παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ' ἀυτή,

οὕνεκ' ἀοσσητὴρ Δαναῶν, πάις Αἰακίδαο,

κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,

οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη

Τρώων ἐν πεδίῳ πολυαχθέι κάββαλε πέτρῃ.

- Μυρμιδόνες δ' ἄλληκτον ἀνεστενάχοντ' Ἀχιλῆα

εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος,

ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·

οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ' ὀλοόφρων,

ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ' ἐκέκαστο.

- Αἴας δ' ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει,

πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,

βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔ τινι βλητὸς

ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.

Τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,

ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος

ἐσφοιτῶν, ὁτὲ δ' αὖτε παρὰ ψαμάθοισι θαλάσσης

ἐκχύμενος μάλα πουλύς, ἔπος δ' ὀλοφύρατο τοῖον·

- "Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,

κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο

ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,

τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·

οὐ γάρ τις, πίσυνός γε σάκος μέγα νωμήσασθαι

ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα

εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι

καὶ χαλκὸν δηίοισι περὶ στέρνοισι δαΐξαι,

ἰοῖσίν γ' ἀπάνευθεν ἐπεσσύμενος πολεμίζει·

εἰ γάρ σευ κατέναντα τότ' ἤλυθεν ὅς σ' ἔβαλέν περ,

οὐκ ἂν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν.

Ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντα τελέσσαι,

ἡμέων δ' ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·

ἤδη γὰρ Τρώεσσι κατ' Ἀργείων τάχα νίκην

νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.

Ὢ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεὺς

ὀχθήσει μέγα πένθος ἀτερπέι γήραϊ κύρσας.

Αὐτή κεν φήμη μιν ἀπορραίσει τάχα θυμόν·

ὧδε δέ οἱ καὶ ἄμεινον ὀιζύος αἶψα λαθέσθαι.

Εἰ δέ κεν οὐ φθίσει ἑ κακὴ περὶ υἱέος ὄσσα,

ἆ δειλός, χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει

αἰὲν ἐπ' ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,

Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·

ἀλλ' οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν."

- Ὣς ὃ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.

Φοῖνιξ δ' αὖθ' ὁ γεραιὸς ‹ἀ›άσπετα κωκύεσκεν

ἀμφιχυθεὶς δέμας ἠὺ θρασύφρονος Αἰακίδαο,

καί ῥ' ὀλοφυδνὸν ἄυσε μέγ' ἀχνύμενος πινυτὸν κῆρ·

- "Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ' ἄχος αἰὲν ἄφυκτον

κάλλιπες. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει

πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον. Οὐ γὰρ ἔμοιγε

ἄλλο χερειότερόν ‹πο›τ' ἐσήλυθεν ἐς φρένα πῆμα,

οὐδ' ὅτε πατρίδ' ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας

φεύγων ἐς Πηλῆα δι' Ἑλλάδος, ὅς μ' ὑπέδεκτο

καί μοι δῶρα πόρεν, Δολόπεσσι δ' ἔθηκεν ἀνάσσειν,

καὶ σέ γ' ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον

κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε

νηπίαχον κομέειν, ὡς εἰ φίλον υἷα γεγῶτα·

τῷ πιθόμην· σὺ δ' ἐμοῖ‹σι› περὶ στέρνοισι γεγηθὼς

πολλάκι παππάζεσκες ἔτ' ἄκριτα χείλεσι βάζων,

καί μευ νηπιέῃσιν ὑπ' ἐννεσίῃσι δίηνας

στήθεά τ' ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι

πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει

θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.

Καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα·

νῦν ‹δὲ› δὴ οἴχῃ ἄιστος ὑπὸ ζόφον· ἀμφὶ δ' ἐμὸν κῆρ

ἄχνυτ' ὀιζυρῶς, ἐπεὶ ἦ νύ με ‹πέν›θος ἰάπτει

λευγαλέον· τό ‹νύ› μ' εἴθε καταφθίσειε γοῶντα

πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀίω

κωκύσειν ἀλίαστον, ὅτ' ἀμφί ἑ φῆμις ἵκηται.

Οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος,

πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος

ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν

δυσόμεθ' ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη

ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο."

- Ἦ ῥ' ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.

Πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·

ᾤμωξεν δ' ὀδύνῃσι μέγ' αἰθόμενος κέαρ ἔνδον·

- "Ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,

ὤλεο καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·

ῥηΐτεροι δ' ἄρα σεῖο καταφθιμένου πελόμεσθα

δυσμενέσιν. Σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,

οἵ σε πάρος φοβέοντο, λέονθ' ὣς αἰόλα μῆλα·

νῦν δ' ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.

Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι

θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος

ἄστυ διαπραθέειν, νῦν δ' οὐ τελέεις ὅσ' ὑπέστης,

ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀίω

εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος."

- Ὣς ἔφατ' ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ

κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·

τοῖς δ' ἄρ' ἐπεβρόμεον νῆες παρὰ μυρομένοισιν,

ἠχὴ δ' ἄσπετος ὦρτο δι' αἰθέρος ἀκαμάτοιο.

Ὡς δ' ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο

ὀρνύμεν' ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται

σμερδαλέον, πάντῃ δὲ προσαγνυμένης ἁλὸς αἰεὶ

ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιον βοόωσι·

τοῖος ἄρ' ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει

μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.

- Καί σφιν ὀδυρομένοισι τάχ' ἤλυθε κυανέη νύξ,

εἰ μὴ ἄρ' Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς

Νέστωρ, ὅς ῥά τ' ἔχεσκεν ἐνὶ φρεσὶ μυρίον ἄλγος

μνησάμενος σφοῦ παιδὸς ἐύφρονος Ἀντιλόχοιο·

- "Ἀργείων σκηπτοῦχε, μέγα κρατέων Ἀγάμεμνον,

νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο

σήμερον· οὐ γὰρ ἔτ' αὖτις ἐρωήσει τις Ἀχαιοὺς

κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ' ἤματα πολλὰ γοῶντας.

Ἀλλ' ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο

λούσαντες λεχέεσσ' ἐνιθείομεν· οὐ γὰρ ἔοικεν

αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας."

- Καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός.

Αὐτὰρ ὃ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν

ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας

θερμῆναι λοῦσαί τε νέκυν περί θ' εἵματα ἕσσαι

καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ

ἐς Τροίην ἀνιόντι. Θοῶς δ' ἐπίθησαν ἄνακτι·

ἐνδυκέως δ' ἄρα πάντα πονησάμενοι κατὰ κόσμον

κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.

Τὸν δ' ἐσιδοῦσ' ἐλέησε περίφρων Τριτογένεια·

στάζε δ' ἄρ' ἀμβροσίην κατὰ κρ‹ά›ατος, ἥν ῥά τέ φασι

δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·

θῆκε δ' ἄρ' ἑρσήεντα καὶ εἴκελον ἀμπνείοντι·

σμερδαλέον δ' ἄρα τεῦξεν ἐπισκύνιον περὶ νεκρῷ,

οἷόν τ' ἀμφ' ἑτάροιο δαϊκταμένου Πατρόκλοιο

χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·

βριθύτερον δ' ἄρα θῆκε δέμας καὶ ἄρειον ἰδέσθαι.

Ἀργείους δ' ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας

Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ' ἐπὶ λέκτροις

ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.

- Ἀμφὶ δέ μιν μογεραὶ ληΐτιδες, ἅς ῥά ποτ' αὐτὸς

Λέσβον τε ζαθέην Κιλίκων τ' αἰπὺ πτολίεθρον

Θήβην Ἠετίωνος ἑλὼν ληΐσσατο κούρας,

ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,

στήθεά τ' ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν

ἐκ θυμοῦ στενάχεσκον ἐύφρονα Πηλείωνα·

τὰς γὰρ δὴ τίεσκε καὶ ἐκ δηίων περ ἐούσας.

Πασάων δ' ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον

Βρισηὶς παράκοιτις ἐυπτολέμου Ἀχιλῆος

ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι

δρυπτομένη χρόα καλὸν ἀύτεεν· ἐκ δ' ἁπαλοῖο

στήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν

θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι

φοίνιον. Ἀγλαΐη δὲ καὶ ἀχνυμένης ἀλεγεινῶς

ἱμερόεν μάρμαιρε, χάρις δέ οἱ ἄμπεχεν εἶδος.

Τοῖον δ' ἔκφατο μῦθον ὀιζυρὸν γοόωσα·

- "Ὤ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·

οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλό τι πῆμα,

οὔτε κασιγνήτων οὔτ' εὐρυχόρου περὶ πάτρης,

ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ

καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν

ἐλπωρή τ' ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης

πάσης τ' ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων

ἔπλεο· πάντα γὰρ οἶος ἔης δμωῇ περ ἐούσῃ,

καί ῥά με θῆκας ἄκοιτιν ἑλὼν ἄπο δούλια ἔργα.

Νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος

Σπάρτην εἰς ἐρίβωλον ἢ ἐς πολυδίψιον Ἄργος·

καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ' ἀνίας

σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος. Ὡς ὄφελόν με

γαῖα χυτὴ ἐκάλυψε πάρος σέο πότμον ἰδέσθαι."

- Ὣς ἣ μὲν δμηθέντ' ὀλοφύρετο Πηλείωνα

δμωῇς σὺν μογερῇσι καὶ ἀχνυμένοισιν Ἀχαιοῖς

μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς ‹δ'› ἀλεγεινὸν

οὔ ποτε τέρσετο δάκρυ, κατείβετο δ' ἄχρις ἐπ' οὖδας

ἐκ βλεφάρων, ὡς εἴ τε μέλαν κατὰ πίδακος ὕδωρ

πετραίης, ἧς πουλὺς ὑπὲρ παγετός τε χιών τε

ἐκκέχυται στυφελοῖο κατ' οὔδεος, ἀμφὶ δὲ πάχνη

τήκεθ' ὁμῶς Εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.

- Καὶ τότε δή ῥ' ἐσάκουσαν ὀρινομένοιο γόοιο

θυγατέρες Νηρῆος ὅσαι μέγα βένθος ἔχουσι·

πάσῃσιν δ' ἀλεγεινὸν ὑπὸ κραδίην πέσεν ἄλγος·

οἰκτρὸν δὲ στονάχησαν, ἐπίαχε δ' Ἑλλήσποντος.

Ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις

ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἐπλετ' Ἀχαιῶν,

πανσυδίῃ πολιοῖο δι' οἴδματος, ἀμφὶ δ' ἄρά σφι

νισομένῃσι θάλασσα διίστατο· ταὶ δ' ἐφέροντο

κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν

ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν

κήτεα μυρομένῃσιν. Ἔσαν δ' ἄφαρ ἧχι νέοντο

παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι

ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι

ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι,

ἀρνύμεναι τιμὴν ἑλικώπιδι Νηρηΐνῃ.

Ζεὺς δὲ μέγ' Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,

ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων

ἀμφαδὸν ἀθρήσαντες ἀνὰ στρατόν. Αἳ δ' Ἀχιλῆος

ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι

πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου,

δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο

δάκρυσι· καὶ μέγα ‹λαοὶ› ἀνέστενον, ἀμφὶ δὲ λαῶν

μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα

καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.

- Μήτηρ δ' ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος

παιδὸς ἑοῦ καὶ τοῖον ἔπος φάτο δάκρυ χέουσα·

- "Γηθείτω ῥοδόπεπλος ἀν' οὐρανὸν Ἠριγένεια,

γηθείτω φρεσὶν ᾗσι μεθεὶς χόλον Ἀστεροπαίου

Ἀξιὸς εὐ‹ρυ›ρέεθρος ἰδὲ Πριάμοιο γενέθλη.

Αὐτὰρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφὶ δὲ ποσσὶ

κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,

οὕνεκά μ' οὐκ ἐθέλουσαν ὑπ' ἀνέρι δῶκε δαμῆναι,

ἀνέρι ὃν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρφε

Κῆρές τ' ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.

Ἀλλά μοι οὐ κείνοιο μέλει τόσον ὡς Ἀχιλῆος,

ὅν μοι Ζεὺς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν

ἴφθιμον θήσειν, ἐπεὶ οὔ τί μοι ἥνδανεν εὐνή,

ἀλλ' ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ' ὕδωρ,

ἄλλοτε δ' οἰωνῷ ἐναλίγκιος ἢ πυρὸς ὁρμῇ·

οὐδέ με θνητὸς ἀνὴρ δύνατο λεχέεσσι ‹δαμάσσαι›

γινομένην ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,

μέσφ' ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον

ἔκπαγλον θήσειν καὶ ἀρήιον. Ἀλλὰ τὸ μέν που

ἀτρεκέως ἐτέλεσσεν· ὃ γὰρ πέλε φέρτατος ἀνδρῶν·

ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ' ἀπάφησε.

Τοὔνεκ' ἐς οὐρανὸν εἶμι· Διὸς δ' ἐς δώματ' ἰοῦσα

κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ' ἐμόγησα

ἀμφ' αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι,

μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω."

- Ὣς ἔφατ' αἰνὰ γοῶσ' ἁλίη Θέτις· ἣ δέ οἱ αὐτὴ

Καλλιόπη φάτο μῦθον ἀρηρεμένη φρεσὶ θυμόν·

- "Ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ' ἀλύουσα

εἵνεκα παιδὸς ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν

σκύζεο. Καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος

υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ Κηρὶ δαμέντες.

Κάτθανε δ' υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο

Ὀρφεύς, οὗ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,

πᾶσα δ' ἄρ' ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα

πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων

οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·

ἀλλ' ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔ τι ἔοικε

πένθεσι λευγαλέοισι καὶ ἄλγεσι θυμὸν ἀχεύειν.

Τῶ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·

καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ

καὶ μένος ἀείσουσιν ἐμῇ ἰότητι καὶ ἄλλων

Πιερίδων. Σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν

δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.

Ἦ οὐκ ἀίεις ὅτι πάντας ὅσοι χθονὶ ναιετάουσιν

ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα

οὐδὲ θεῶν ἀλέγουσα, τόσον σθένος ἔλλαχε μούνη;

Ἣ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα

ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα

ἀνέρας, ὅν κ' ἐθέλῃσι· θεῶν δ' οὔ τίς μιν ἐρύξει."

- Ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.

Ἠέλιος δ' ἀπόρουσεν ἐς Ὠκεανοῖο ῥέεθρα,

ὦρτο δὲ Νὺξ μεγάλοιο κατ' ἠέρος ὀρφνήεσσα,

ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.

Αὐτοῦ δ' ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες

ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ.

Ἀλλ' οὐχ ὕπνος ἔμαρπτε θοὴν Θέτιν· ἄγχι δὲ παιδὸς

ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι

ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.

- Ἀλλ' ὅτε καγχαλόωσα δι' αἰθέρος ἤλυθεν Ἠὼς

λαμπρότατον ‹τό›τε πᾶσι φάος Τρώεσσι φέρουσα

καὶ Πριάμῳ, Δαναοὶ δὲ μέγ' ἀχνύμενοι Ἀχιλῆα

κλαῖον ἐπ' ἤματα πολλά· περιστενάχοντο δὲ μακραὶ

ἠιόνες πόντοιο, μέγας δ' ὀλοφύρετο Νηρεὺς

ἦρα φέρων κούρῃ Νηρηΐδι, σὺν δέ οἱ ἄλλοι

εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος.

Καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο

Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες

δοῦρα τά οἱ φορέοντες ἀπ' οὔρεος Ἰδαίοιο

πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες

Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,

ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.

Ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο

αἰζηῶν κταμένων, πολλοὺς δ' ἐφύπερθε βάλοντο

Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας

ἵππους τε χρεμέθοντας ἐυσθενέας θ' ἅμα ταύρους,

σὺν δ' ὄιάς τε σύας τ' ἔβαλον βρίθοντας ἀλοιφῇ·

φάρεα δ' ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι

δμω‹ι›άδες καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,

χρυσόν τ' ἤλεκτρόν τ' ἐπενήνεον. Ἀμφὶ δὲ χαίτας

Μυρμιδόνες κείραντο, νέκυν δ' ἐκάλυψαν ἄνακτος·

καὶ δ' αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ

κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.

Πολλοὺς δ' ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,

ἄλλους δ' ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου

ἡδέος οὗ μέθυ λαρὸν ὀδώδει νέκταρι ἶσον·

ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν

ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.

- Ἀλλ' ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,

πεζοὶ ἅμ' ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο

ἀμφὶ πυρὴν πολύδακρυν. Ὃ δ' ἔκποθεν Οὐλύμποιο

Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο

ἀμβροσίης, δίῃ τε φέρων Νηρηΐδι τιμὴν

Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ

λαιψηρῶν Ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε

καίεσθ' Αἰακίδαο νέκυς. Τοῦ δ' αἶψα μολόντος

Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δ' ἀλεγεινὸν

καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην

ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ.

Οἳ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι

ῥιπῇ ἀπειρεσίῃ· περὶ δ' ἴαχεν ἐσσυμένοισι

πόντος ὁμοῦ καὶ γαῖα, περικλονέοντο δ' ὕπερθε

πάντα νέφη μεγάλοιο δι' ἠέρος ἀίσσοντα.

Οἳ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος

αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες· ὦρτο δ' ἀυτμὴ

Ἡφαίστου μαλεροῖο, γόος δ' ἀλίαστος ὀρώρει

Μυρμιδόνων. Ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ

πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες

καῖον ἐυπνείοντες ὁμῶς· ἀνὰ δ' ἔγρετο πουλὺς

καπνὸς ἐς ἠέρα δῖαν, ἐπέστενε δ' ἄσπετος ὕλη

δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.

Οἳ δὲ μέγ' ἐκτελέσαντες ἀτειρέες ἔργον Ἀῆται

εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.

- Μυρμιδόνες δ', ὅτ' ἄνακτα πελώριον ὕστατον ἄλλων

ἤνυσε πῦρ ἀίδηλον ἀποκταμένων περὶ νεκρῷ

ἵππων τ' αἰζηῶν τε καὶ ἄλλ' ὅσα δάκρυ χέοντες

ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,

δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ' αὐτοῦ

φαίνετ' ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα

ἦν, ἀλλ' οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα

σὺν κείνοις ἐμέμικτ', ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι

καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις

βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ' ἐνὶ μέσσοις

ῥιπῇ ὑφ' Ἡφαίστου δεδμημένος οἶος ἔκειτο.

Τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι

ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε,

ἀργυρέην, χρυσῷ δὲ διαυγέι πᾶσ' ἐκέκαστο.

Καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν

κοῦραι Νηρῆος μέγ' Ἀχιλλέα κυδαίνουσαι,

ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα ταρχύσασθαι

σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα

ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,

Ἡφαίστου κλυτὸν ἔργον ἐύφρονος, ᾧ ἔνι θῆκαν

ὀστέ' Ἀχιλλῆος μεγαλήτορος. Ἀμφὶ δὲ τύμβον

Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο

ἀκτῇ ἐπ' ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου

Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.

- Οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο

μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ

μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος·

οὐδ' ἔθελον μογεροῖσιν ἔτ' ἀνδράσιν οὐδὲ μὲν ἵπποις

μίσγεσθ' Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,

ἀλλ' ὑπὲρ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα

ἀνθρώπων ἀπάτερθεν ὀιζυρῶν φορέεσθαι,

ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη

ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.

Καί νύ κεν αἶψ' ἐτέλεσσαν ὅσά σφισι μήδετο θυμός,

εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ' Ἀχιλῆος

ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάις, ὅν ῥα καὶ αὐτοὶ

δεχνῦνθ', ὁππόθ' ἵκοιτο ποτὶ στρατόν, οὕνεκ' ἄρά σφι

θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες

Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι

πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα

θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,

τέτρατον αὖτ' ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,

τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον

Ζηνὸς ὑπ' ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.

Τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα

τὸν μὲν ἀκηχέμενοι, τὸν δ' αὖ ποθέοντες ἰδέσθαι.

- Καὶ τότ' ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα

ἤλυθεν Ἐννοσίγαιος ἐπ' ᾐόνας· οὐδέ μιν ἄνδρες

ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηΐνῃς·

καί ῥα Θέτιν προσέειπεν ἔτ' ἀχνυμένην Ἀχιλῆος·

- "Ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα.

Οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν,

ὡς ἠὺς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·

οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει

οὐδ' Ἀίδης, ἀλλ' αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·

καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω

Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ

σὸς πάις· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν

κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς

ἶσον ἐμοὶ τίσουσι. Σὺ δ' ἴσχεο κωκύουσα

ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν."

- Ὣς εἰπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ

παρφάμενος μύθοισι Θέτιν· τῆς δ' ἐν φρεσὶ θυμὸς

βαιὸν ἀνέπνευσε‹ν›· τὰ ‹δέ› οἱ θεὸς ἐξετέλεσσεν.

Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ἧχι ἑκάστῳ

νῆες ἔσαν, τὰς ἦγον ἀφ' Ἑλλάδος· αἳ δ' Ἑλικῶνα

Πιερίδες νίσοντο, καὶ εἰς ἅλα Νηρηῖναι

δῦσαν ἀναστενάχουσαι ἐύφρονα Πηλείωνα.