1857 131 1 0 0 0 V d. C. Epica Nonnus IX Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 1

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΝΝΑΤΟΝ - IX

- Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων

ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ

δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,

μαρμαρυγὴν δ' ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·

καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης

αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,

παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.

καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,

καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ

ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.

τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο

στέμματι κισσήεντι λεχωΐδες ἔστεφον Ὧραι

ἐσσομένων κήρυκες, ἐπ' ἀνθοκόμῳ δὲ καρήνῳ

εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων

ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.

- καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην

πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς

ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ

πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο

κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων

ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ,

νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει·

καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην,

ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.

- καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης

πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς,

καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης

ὤπασε θυγατέρεσσι Λάμου ποταμηΐσι Νύμφαις,

παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι

Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη

ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν.

καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων

ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,

καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ

πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων.

- καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη·

θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης

δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ·

ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ

ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·

φρικαλέαι δ' ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῆς

ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου·

πάντῃ δ' ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς

ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν·

καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι

πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης

ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.

καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης

νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,

εἰ μὴ ἀσημάντοιο ποδὸς ληΐστορι ταρσῷ

Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,

καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ

εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.

- ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης

νήπιον εἰσέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,

παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ

θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.

καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην

θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·

- δέξο, γύναι, νέον υἷα, τεῷ δ' ἐνικάτθεο κόλπῳ

παῖδα κασιγνήτης Σεμέλης σέθεν, ὃν παρὰ παστῷ

οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ

μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.

καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,

μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου

ἠμάτιον Φαέθοντος ἢ ἔννυχον ὄμμα Σελήνης,

μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,

ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.

δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων

ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια Βάκχου.

ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου·

ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,

Αὐτονόην δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,

ἀμφοτέροις δ' ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,

καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη,

Πενθέος ὀλλυμένοιο νόθης ψαύσασα παρειῆς,

παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη

ἔσσεαι αὐχήεσσα τόσης ναέτειρα θαλάσσης,

οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ

ὡς Θέτις, ὡς Γαλάτεια φατίζεαι Ὑδριὰς Ἰνώ·

οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,

ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου

ἐλπίδι λωϊτέρῃ καλέσεις Νηρῆα τοκῆα

παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,

Λευκοθέη, κρατέουσα χυτῆς κληῗδα γαλήνης,

εὐπλοΐης μεδέουσα μετ' Αἴολον· εὐδιόων δὲ

σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης

βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,

ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου

δέξεται ἡνιοχῆα Παλαίμονα Κυανοχαίτης.

- ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς

ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.

Ἰνὼ δ' οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ

παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ,

πήχεϊ δ' ἁπλώσασα συνωρίδα δίζυγα παίδων

δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·

καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,

Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην

Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς.

ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν

ἀπροϊδῆ ζοφόεντι κατεκλήισε βερέθρῳ·

καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην

μαρμαρυγὴ σελάγιζε καταυγάζουσα προσώπου·

τοῖχοι δ' ἀχλυόεντες ἐλευκαίνοντο μελάθρου,

καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.

καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·

πολλάκι δ' ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης

χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν

εὔια παππάζοντι παρερπύζων Διονύσῳ.

- καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης

ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·

καὶ πινυτὴ θεράπαινα φερώνυμα μύστιδι τέχνῃ

ὄργια νυκτελίοιο διδασκομένη Διονύσου

καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ

πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ

κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ·

πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης

εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ·

πρώτη καμπύλον ἄνθος ἀναδρέψασα κορύμβων

ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,

αὐτὴ δ' ἔπλεκε θύρσον ὁμόζυγον οἴνοπι κισσῷ,

ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ

κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ,

καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι

χαλκείας ἐνόησε καὶ ἰξύι δέρματα νεβρῶν,

καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην,

παίγνια κουρίζοντι †διδασκομένῳ Διονύσῳ·

πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα

σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην

ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.

- τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου

ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη

Μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·

καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ

παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.

καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς

ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·

Ἥρη δ' ὠκυπέδιλος ἐπέδραμεν εὔποδι ταρσῷ

ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,

πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν·

καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη

ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,

οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·

κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,

χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,

μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,

καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·

- δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν

ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων.

Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,

ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ.

μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,

μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.

- ὣς εἰπὼν ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς

κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·

αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας

ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν

μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσσας.

- τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα

ἅρματος ὠμοβόρων ἐπιβήτορα θῆκε λεόντων·

καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς

παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,

καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ

κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου·

καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ

πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.

καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἀλκὴν

ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ,

χειρὶ δὲ νηπιάχῳ, μεθέπων κεμαδοσσόον ἄγρην,

ποικίλον ᾐώρησεν ἐπ' αὐχένι νεβρὸν ἀείρων,

καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ

τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ...

σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ,

ἁρπάξας νέα τέκνα πολυγλαγέων ἀπὸ μαζῶν,

σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας

μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ,

δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.

θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη

ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου·

καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων

ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.

καὶ χροῒ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας

Εὔιος ἀρτιτέλεστον ἔχων παιδήιον ἥβην,

δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,

αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων·

καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύγκας ἐλάσσας

στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,

οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων·

πολλάκι δ' ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,

βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,

κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων·

καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων

δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου,

σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων.

δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ

νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,

καὶ κύσε καρχαλέοισι φιλήμασι δάκτυλα Βάκχου.

- ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ

ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις

Πᾶνες ἐκυκλώσαντο χοροιτύπον υἷα Θυώνης,

ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις,

Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ

αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή.

- καὶ Σεμέλη κατ' Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ

αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·

- Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων·

Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντ' ἐμέθεν πέλε μήτηρ,

σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ

γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δ' ἤλλαξεν ἀνάγκῃ.

Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ

ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ.

Θήβη δ' Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ

λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ·

Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων·

Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης·

ἀμφαδίην δ' ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα,

δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης

πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ

ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή,

παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ

Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς.

τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη

παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ

Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ·

ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα.

οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι,

ἄσπορον ἐκ γενετῆρος ὃν αὐτογόνος τέκεν Ἥρη

λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ,

μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην.

οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς

ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης,

Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.

εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη

τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην.

ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ

νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων

αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης

τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς·

ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει

Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.

- εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ

Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,

ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ,

εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.

- ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνὼ

τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,

ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·

φοιταλέη δὲ βέβηκε δι' οὔρεος οὔρεα νύμφη,

ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ·

καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ

ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ

πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα

αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης

οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.

πολλάκι θεσπεσίῃ τριποδηΐδι σύμπλοκον ἕδρῃ

αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις

ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ

μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ·

παρθενικὰς δ' ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,

οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ

Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ

γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.

θηρητὴρ δ' ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,

καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ

αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης·

καὶ βόας ἱδρώωντας ὑπὸ ζυγόδεσμον ἐλαύνων

ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.

καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ

Πυθιὰς ὀμφήεσσα δι' οὔρεος ἔτρεχε κούρη,

ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην·

δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης

Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.

ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης

οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης

οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας

νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς

φειδομέναις παλάμῃσι ... σοφῆς ἐπλέξατο δάφνης,

καί οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ

ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς

λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.

καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησσίδος ὕλης

τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ

εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου

Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις

Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,

καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης

φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.

- κεκλομένου δ' Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται

πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ

δμωΐδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις

διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης

πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν

στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,

καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·

καὶ πολὺν οἰμωγῇσι δι' ἄστεος ἦχον ἰάλλων

πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνάγκης·

καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνίην,

εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς

Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.

- οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,

ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς

δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης

ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς,

καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην

Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,

ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,

κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·

καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς

ἄρσενα μαζὸν ὄρεξε, πόθον δ' ἀνέκοψε τεκούσης.

- ἐκ λεχέων δ' Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ

υἱέας εὐθώρηκας, ἀλεξητῆρας ἐνυοῦς,

Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,

πρωτοτόκοις ὠδῖσιν· ἐπ' ἀμφοτέροισι δὲ μήτηρ

ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης

γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ

Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,

ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ

μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,

δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.