- Ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
χρύσεα χιονέῃσι παρηΐσι βόστρυχα σείων.
- Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
†ἴκελον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας Ἐννοσιγαίου.
ἀχνυμένη δ' ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.
- ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεὺς
νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,
καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης
αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.
- καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
ἑλκόμενον μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
ὀρφναίην δ' Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·
Περσεφόνην δ' ἐκίχησε, δολόφρονι δ' ἴαχε μύθῳ·
- ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·
οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.
δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω
ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς.
συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ
ἀντὶ τεῆς Δήμητρος ἀμαλλοφόροιο τεκούσης
ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ
ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.
Ἄρεα δ', ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,
υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ
κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης·
οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,
καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ,
ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις
Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·
οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
Ζεὺς μὲν ἄναξ κατ' Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
γνωτῷ δ' ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,
μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,
αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,
αἴδεο †λισσομένην καθαρὴν Θέμιν, ὄφρα κεν Ἰνδοὶ
βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·
ἔσσο μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων
Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον ἐνυοῦς.
μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,
μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,
μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,
μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.
ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,
δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,
αἱμύλα κωτίλλουσα. θεὰ δ' ἐπένευσε θεαίνῃ,
καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ
βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.
- ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ
τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην·
καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ
καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου·
Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου
ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.
ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ
σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν·
- οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,
οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ
Ζεὺς ἕνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη
Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς·
Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες
φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν
ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ·
οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ
καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,
οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ
θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,
θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.
- ὣς φαμένη πεπότητο δι' αἰθέρος· ἡ δὲ σιωπῇ
γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης
φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,
γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ
Ζῆνα μέγαν κνώσσοντα· τὸ γὰρ φάτο κοίρανος Ἥρη.
- αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ
Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,
καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,
Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ
ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·
- Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,
εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ
σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου·
δίζεο καὶ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς,
λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.
ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης
μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου
γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ
ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,
εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
Πασιθέης δ' ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,
ὅττι γυναιμανέων τις ἐπ' ἐλπίδι πάντα τελέσσει.
- ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·
κεῖθι γὰρ αἰὲν ἔμιμνε νοοπλανὲς ἴχνος ἑλίσσων,
Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.
- καὶ δέμας ἀλλάξασα μετάτροπον εὔσκοπος Ἶρις
κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·
Ὕπνου δ' ἐγγὺς ἵκανε δολοπλόκος· οἷα δὲ μήτηρ
κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·
- τέκνον ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
Ὄρθρος ἀκοντίζει με καὶ Ἠριγένεια διώκει;
Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.
εἷς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ
μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
κῶμον ἐμὸν νίκησε νόθον σέλας· ἡμετέρων γὰρ
φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
ἅζομαι Ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ
ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
ἀλλὰ σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπὴν
ἐς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἢν ἐθελήσῃς,
τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ
πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις·
λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν
νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.
ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων
ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.
πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
Γηγενέων δ' ἐλέαιρε γονὴν μελανόχροον Ἰνδῶν·
δὸς χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς
Γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·
μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτὸς ἀκοίτης.
οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλ' ἐνὶ θυμῷ
οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην,
Δηριάδῃ χραίσμησον, ὃν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.
- ὣς φαμένη παρέπεισε. καὶ οἷά τε μητρὸς ἀκούων
Ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
ἀλλά μιν ᾔτεεν Ἶρις, ἵνα Κρονίωνα πεδήσῃ
ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον Ἠριγενείης.
αὐτόθι δ' Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.
- καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
σπερχομένη δ' ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
- ἡ δὲ θυελλήεντι δι' ἠέρος ἵπτατο ταρσῷ,
καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ
κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην
Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,
ἡ μὲν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
φυταλιήν, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.
- θαμβαλέη δ' ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη·
ἀχνυμένην δ' ὁρόωσα πολύτροπον ἴαχε φωνήν·
- Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης;
τίς πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;
μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν ἐρώτων;
μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείρεις
βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἄργον ὀπωπαῖς.
εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.
- ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·
- Κύπρι θεά, θνητοῖσιν ἐάσσομεν οὖδας Ὀλύμπου.
Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,
ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.
δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ
υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
δείδια, μὴ μετὰ γαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
ἄμπελον, ἣν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.
κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν εὐνῆς
οὐρανὸν ἀμπελόεντα μετ' ἀστερόεντα καλέσσω,
μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
μὴ δόρυ κουφίσσειεν ἐπ' Ἄρεϊ καὶ Κυθερείῃ,
μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
αἰθέρι τολμήεσσαν ἀναστήσωσιν ἐνυὼ
ἀστέρες οἰνοπλῆγες ἐπ' ἀλλήλοισι μανέντες,
μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διὸς Ἥβην,
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
αἰδομένη δ' ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ
αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·
αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἷς δόμος ἔστω
οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ
ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ
Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
χαλκείῳ σὺν Ἄρηϊ χολωομένην Ἀφροδίτην.
οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
ὅττι Κρόνου γενετῆρος ἐπιβρίζουσα κυδοιμῷ
σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη.
καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον Ἀφρογενείῃ,
αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ' ἐπίκουρον ἀνίης
δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
εἰς μίαν ἠριγένειαν, ὅπως Διὸς ὄμματα θέλξω,
καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω·
δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
ξεινοδόκοι γεγάασιν Ἐρυθραίης Ἀφροδίτης,
οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·
δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ
θέλγεις εἰν ἑνὶ πάντα· καὶ ἄξιός εἰμι φορέσσαι,
ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.