Δῶρον ἀλεξικάκοιο Διὸς θνητοῖσιν ὀπάσσαι
κεκλόμενος Μαίης ἐριούνιος ἦλθε κομίζων
υἱός, ὅπως ἂν ἔχοιμεν ὀϊζύος ἀτρεκὲς ἄλκαρ.
γηθόσυνοι δέχνυσθε βροτοί, πινυτοῖσιν ἐνίσπω,
οἷς ἀγαθὴ κραδίη, καὶ πείθεται ἀθανάτοισι·
νηπυτίοισι δ' ὄνειαρ ἀκήρατον οὐ θέμις εὑρεῖν.
τῷ δ' αὐτῷ καὶ πρόσθεν ἀγαλλομένους ἐπὶ δώρῳ
υἷά τε Λητοΐδης ἀκεσίμβροτον ἀθανάτοισιν
ἷξεν ἄγων ἐς Ὄλυμπον ἀγάννιφον, ἠδὲ σαόφρων
Παλλὰς Ἀθηναίη λαοσσόον Ἡρακλῆα·
ἆλτο δὲ καὶ Κρονίδης ταναὴν ὑπὲρ αἰθέρα Χείρων,
σευάμενος πρὸς Ὄλυμπον, ἐπεὶ μάθεν ἄμβροτα δῶρα.
ἀλλ' ἤτοι κείνους μὲν ἀμώμητοι Διὸς οἶκοι
χαίροντες δέξαντο, θεηγενέων ὄχ' ἀρίστους·
ἡμῖν δ' ἐν γαίῃ κέλεται Χρυσόρραπις ὄλβῳ
ζώειν τερπομένοισιν ἀπειρήτοις κακότητος.
ὃν δέ κεν ἀνθρώπων πεπνυμένον ἦτορ ἀνώγῃ
ἐς πολυήρατον ἄντρον ἐσελθέμεν Ἑρμείαο,
ἔνθ' ὅγε παντοίων ἀγαθῶν κατέθηκεν ὅμιλον,
αἶψά κεν ἀμφοτέρῃσιν ὀνείατα πολλὰ κομίζων
οἴκαδ' ἀποστείχοι, προφυγὼν πολύδακρυν ὀϊζύν·
οὐδέ ἑ νοῦσος ἄκικυς ἐνὶ μεγάροισι δαμάσσει,
οὐδ' ὕγε δυσμενέων ποθ' ὑποτρέσσας μένος αἰνὸν
ἂψ ἀναχωρήσει, προλιπὼν ἐριγηθέα νίκην·
οὐδέ οἱ ἀθλητῆρι κονισσαμένῳ ἐν ἀγῶνι
ἀντιβίην τινὰ θυμὸς ἐφορμήσει μενεαίνειν,
οὐδ' εἰ χάλκεα γυῖα καὶ ἄγναμπτον σθένος ἀνὴρ
ἄντικρυ στεφάνοιο πόθῳ κομίσας ἐριδαίνοι.
ναί μιν καὶ θήρεσσιν ὀρεσκῴοισι λέοντα
δεινὸν καὶ λαοῖσιν ἐοικότα δαίμονι τεύξω.
καί οἱ καὶ βασιλεῦσι διοτρεφέεσσιν ὀπάσσω
ῥεῖα καὶ ἀλλοδαποῖσι μετ' ἀνθρώποισι τίεσθαι.
τὸν δὲ καὶ ἠΐθεοι τερενόχροες ἱμερτῇσιν
αἰὲν ἐφορμήσουσι περιπτύσσειν παλάμῃσι,
καὶ μαλακὴ χρύσειον ἐπὶ λέχος αἰὲν ἐρύσσει
ἄλληκτον κούρη ἐπιϊεμένη φιλότητος.
εὐχομένου τε πρὸς οὔατ' ἀφίξεται αἰὲν ἐόντων
εὐχή· καὶ πόντοιο κυκωμένου οὐκ ἀλεγίζων
βήσετ' ἐπὶ τραφερὴν χθόν' ἀκυμάντοισι πόδεσσι.
τὸν καὶ ληϊστῆρες ἀνάρσιοι οἶον ἐόντα
φεύξονται· καὶ δμῶες ὀϊόμενοι πατέρ' εἶναι
τίσουσιν, καὶ οἶκον ἑοῦ στέρξουσιν ἄνακτος.
ἴδμεναι αἴκ' ἐθέλῃσι, δαήσεται, ὅσσα τε φῶτες
κρυπτάδια σφετέρῃσιν ἐνὶ φρεσὶ μηχανόωνται,
ὅσσα τε κεκλήγασι μετά σφισιν ἠεροφοῖται,
ἀνθρώποις ἄφραστον ἰακχάζοντες ἀοιδήν,
οἰωνοί, μεγάλοιο Διὸς κραιπνοὶ ὑποφῆται.
ῥοῖζόν τε στῆσαι χαμαὶ ἐρχομένοιο δράκοντος
εἴσεται, ἠδ' ὄφεων ἰὸν σβέσαι ἑρπυστήρων.
δώσω οἱ καὶ φῶτα χόλῳ πίπτοντα σελήνης
ῥύσασθαι, καὶ νοῦσον ἀταρτηρὴν ἐλέφαντος·
καὶ ψυχὴν ἐλάσαι τεθνηότος, ἥ κεν ἐρεμνοῦ
ἐξ Ἄϊδος προμολοῦσα ποτιχρίμπτηται ἑκάστῳ.
ἄλλαι ἀπειρέσιοι πολυμήτιος Ἑρμείαο
δωτῖναι κομίσαντος ἐνὶ σπήλυγγι κέονται,
ἄμβροτοι, ἀτρεκέες, ῥίμφα πρήσσουσαι ἕκαστα·
τάων ἡμίθεός τε καὶ ὄλβιος ὅς κ' ἐφίκηται.
τὰς ἐμὲ κηρύσσειν λαοσσόος Ἀργειφόντης
ἀνθρώποισιν ὄρινε, μελιγλώσσοιο κελεύσας
φθόγγον ἀπὸ στήθεσφιν ἀοιδῆς γηρύσασθαι.
- Ἀλλ' οὐ πάγχυ βροτοῖσι σαοφροσύνης ἀλεγίζειν
ἵμερος, αἶψα δέ, πρέσβα, σ' ἀλιτροσύναις ἀτίουσι·
μητέρα δ' ἡρώων ἀρετὴν ἀπάτερθε κλύοντες
προτροπάδην φεύγουσιν, ἀοσσητῆρα δὲ μόχθον,
μόχθον ἀοσσητῆρα βίου μάλα πεφρίκασιν.
οὐδέ σφι κρείων ἐνὶ δώμασιν ὄλβος ὁμιλεῖ,
οὐδέ τις οἶδε θεοῖς ὀαριζέμεν ἀθανάτοισιν.
ἐκ δ' οἵγε πτολίων τε καὶ ἀγρῶν ἤλασαν ἐσθλὴν
‑ ἆ δειλοί ‑ σοφίην, Ἐριούνιον ὑβρίζοντες.
ὤλετο δὲ προτέροις πεπονημένον ἡμιθέοισιν
ἔργον· ὃ δ' ἀργαλέος καὶ ἀπεχθὴς αὐτίκα πᾶσιν,
ᾧ κεν ἐπωνυμίην λαοὶ τεύξωσι μάγοιο.
καί ῥ' ὃ μὲν ἐν κονίῃσιν ὑπ' ἄορι κρατὸς ἀμερθεὶς
λευγαλέῳ θανάτῳ δῖος φὼς ἐκτετάνυσται·
οἳ δ' ἴκελοι θήρεσσιν, ἀΐδριες ἠδ' ἀδίδακτοι
χήτεϊ δαιμονίοιο νοήματος, οὔθ' ὑπ' ἀρωγὴν
θεσπεσίην φυγέτην ὀλεσιμβρότου ἐκ κακότητος,
οὔτε τι θέσκελον ἔργον, ὅ κεν μάλα θαυμάζοιτο,
ἴσασ'· ἀλλά σφιν νεφέλη πραπίδεσσι κελαινὴ
ἀμφιπεριπλεχθεῖσα βαδιζέμεν ἀνθεμόεντα
εἰς ἀρετῆς λειμῶνα πολυστεφάνοιο μεγαίρει.
ἀλλ' ἐμέθεν στεῦμαι κειμήλια πειθομένοισιν
ἀφνειοῦ χρυσοῖο πολὺ προφερέστερα δείξειν·
φῶτα δὲ δίζημαι ταλακάρδιον, ὅς κεν ἑκάστου
ἐμμεμαὼς πειρῷτο, μενοινήσαι τε, κάμοι τε,
ὅς τε διδάσκηται, καὶ ὃς εἰδότας ἐξερεείνῃ.
οὐ γὰρ ἄτερ καμάτοιο τέλος μύθοισι καὶ ἔργοις
εὐρύοπα Κρονίδης ἐθέλει δόμεν· ἀλλὰ καὶ αὐτὸν
ἐς δύσιν ἀσθμαίνοντες ἀν' αἰθέρα λαμπετόωσαν
Ἠέλιον φαέθοντα σὺν ἅρματι πῶλοι ἄγουσι.
. . . .
Μᾶλλον ἐγὼ πινυτοῖο παραίφασιν ἀνέρος εὑρὼν
τέρψομαι, ἤπερ χρυσὸν ἁπάντων κοίρανον ἀνδρῶν.
Ἠελίῳ γὰρ ἄγων ἱερήιον ἀντεβόλησα
ἀγρόθεν ἄστυδ' ἰόντι περίφρονι Θειοδάμαντι·
καί μιν ἑλὼν χερὶ χεῖρα προσηύδων ὧδ' ἐπέεσσιν·
- Ἐς πόλιν, εἰ μὴ πάμπαν ἐπισπέρχωσιν ἀνάγκαι,
ῥηιδίως σοι, ἑταῖρε, καὶ αὔριον ἔσσεθ' ἱκέσθαι·
νῦν δέ σέ μοι στείχοντι μετ' εἰλαπίνην θεὸς αὐτὸς
ὦρσεν ὑπαντιάσαι· τῷ μοι πρόφρων ἐπίνευσον
ἕσπεσθαι. θυσίαι δ' ἱεροπρεπέες τελέθουσιν,
ἃς ἀγαθοὶ ῥέζουσι βροτοί· γάνυται δὲ φίλον κῆρ
ἀθανάτων, εὖτ' ἄν σφι χοροὺς ἀνάγωσιν ἄριστοι.
ἄξω δ' οὐ μακρὴν ἐς ἀταρπιτόν· εἰσοράᾳς γὰρ
ἡμετέρων με κιόντα πρὸς ἀγρῶν ἀκρώρειαν.
ἔνθα νεογνὸς ἐὼν ἔτλην ποτὲ μοῦνος ἀνελθεῖν,
λαιψηρὼ πέρδικε μετασπόμενος προφυγόντε·
οἳ δ' ἤτοι εἵως μὲν ἀκούων οὔνομ' ἕκαστος
ἱστάμενος μίμνασκεν, ὀρεξάμενον δὲ δοκεύσας,
πρὶν μάρψαι χείρεσσιν, ἀλυσκάζων προφύγεσκεν.
αὐτὰρ ἐγὼ σπουδῇ κεν ἐπὶ στόμα κάππεσον ἐλθών·
ἂψ δ' αὖτις γαίηθεν ἀναΐξας ἐδίωκον.
ἀλλ' ὅτε δὴ κορυφήνδε μετασπόμενος κίον ἄκρην,
οἳ μὲν ἄρ' ἐξαπίνης ἰαχὴν ὀξεῖαν ὀρόντε
αἰγανέης ἔσσυντο θοώτερον ἠὲ βελέμνου
ὑψίκομον ποτὶ φηγὸν, ἐπεσσύμενον προϊδόντε
αἰνὸν ὄφιν πετάσαντα γένυν πλείην θανάτοιο.
τὸν δ' ἐγὼ ἐγχριμφθεὶς ὑπεναντίον ἀΐξαντα
οὐκ ἴδον· ὀφθαλμοὶ δέ μοι ὀρνίθων λελίηντο·
πρίν περ ἀναστήσαντος ἀπὸ χθονὸς αὐχένα δεινὸν
ἐφρασάμην ἤδη τε δέμας μεμαῶτα λαφύξαι.
ἔνθ' εἴ τις σπεύδοντα παλίσσυτον εἰσενόησεν,
οὔτε με περδίκεσσιν ἀελλοπόδεσσιν ἕπεσθαι,
οὔτε με νηπιάχοισιν ὀΐσατο ποσσὶ φέρεσθαι.
κέκλετο γάρ μοι δεῖμα τανύπτερον αἰετὸν εἶναι,
καὶ πνοιὴν ἀνέμου, παρὰ γὰρ ποσσὶν κακὸν ἦεν.
πολλάκι δ' εἵματος ἄκρου ἐπιψαύεσκεν ἀκωκαῖς·
καί κεν ὑπὲρ μοῖράν με πελώριος ἀμφέχανεν θήρ,
εἰ μή μοι νόος ὦρτο θοῶς ἐπὶ βωμὸν ὀροῦσαι,
τόν ῥα παλαιότεροι Φαεσιμβρότῳ ἱδρύσαντο.
τῷ δ' ἄρ' ἔπι τρύφος αὖον ἐλαϊνέης ἐλέλειπτο
σχίζης, ἥν τε μαρανθὲν ἀδηφάγον ἐξέλιπεν πῦρ.
τὴν ἐγὼ ἁρπάξας ὀλοοῦ κατένωπα δράκοντος
ἐστρέφθην. μαίμησε δ' ὀρεσκῴου μένος αἰνὸν
μάρνασθαι, μεμαῶτα ἰδών. εἱλεῖτο δὲ πυκνῶς,
γνάμπτων εὐκύκλως ταναὴν ῥάχιν· αὐτὰρ ἐπ' ἄλλῳ
ἄλλος, ἔπειτα δέ τ' ἄλλος ἑλισσομένου τροχὸς ἦεν·
ἠδ' ἔτι καὶ βωμοῦ ὕπερ αὐχένας ἠέρταζε
συρίζων βοόωντος ἐμῆς πολὺ μεῖζον ἀϋτῆς.
καὶ τύπτων ἄρρηκτον ὀρεσκῴοιο κάρηνον
ἀμφ' αὐτῷ θραύεσκον ὑπέκπυρον ὄζον ἄκικυν·
οὐδ' ἄρα μόρσιμος ἦα δαφοινῷ θηρὶ δαμῆναι.
τοὔνεκεν αἰπολίοισιν ἀπόπροθι βοσκομένοισιν
ἑσπομένω δύο πατρὸς ἐμοῦ κύνε κεκλήγοντα
γνόντες ἐπεδραμέτην· μάλα γάρ σφισι μείλιχος ἔσκον.
οἳ μὲν ἄρ' ὑλάσσοντες ἐπέδραμον· αὐτὰρ ὅγ' αἶψα
ἀντίον ἔσσυτο τοῖϊν· ἐγὼ δ' ἐς γαῖαν ὀρούσας
προτροπάδην, ὥς τίς τε Διὸς γαμψώνυχα φεύγων
αἰετὸν ἐν πυκινοῖσι λάθῃ θάμνοισι λαγωός,
τῷ ἴκελος μήλοισι μιγεὶς ὀλοοῦ ἀπὸ θηρὸς
ἐκρύφθην, μέσσοισιν ἐνὶ πτήξας ἐρίφοισιν.
ὄφρα μὲν οὖν ἀκάκητα πατὴρ ἐμέθεν ζώεσκεν,
αἰεὶ μόσχον ἄγεσκεν ἐμὸν πρὸς ἀμύντορα βωμόν,
τίνων Ἠελίῳ ζωάγρια παιδὸς ἑοῖο·
αὐτὰρ ἐπεὶ μοῖραί μιν ἀπήγαγον ἠελίοιο,
αὐτὸς ἐγὼν ἀγέληθεν ἐλάσσας πίονα μόσχον
εἰαρινόν, θαλέθοντα νεήνιδος οὔθατι μητρός,
ἔρχομ' ἐς ἀκρώρειαν, ἄγων χορὸν ἡδὺν ἑταίρων·
σὺν δέ σφιν καὶ τώδε δρακοντοφόνω κύνε βήτην
αὐτομάτω· γλυκερὴ δὲ πέλει περὶ βωμὸν ἄνακτος
τερπωλή, χλοερόν τε πέδον, μαλακαί τ' ἔπι ποῖαι,
καὶ λασίαις πτελέῃσιν ὕπο σκιή· ἄγχι δ' ἄρ' αὐτῶν
ὕδωρ ἀέναον λισσῆς ὑπὸ πυθμένι πέτρης
λευκὸν ἀναβλύζον κελαρύζεται εἴκελον ᾠδῇ.
ἴομεν· οὔτοι δαῖτα θεῶν θέμις ἀρνήσασθαι.
- Ὣς ἐφάμην. ὃ δέ μ' ὧδε προσηύδα δαιμόνιος φώς·
Ἀλλά σε μὲν κρείων Φαεσίμβροτος ἐξ ἀλεγεινῆς
αἰὲν ἄγοι κακότητος, ἀδακρύτοιό τε πέμποι
ὄλβου πρὸς μέγα δῶμα φιλοφροσύνης ἕνεκα σφῆς.
οὐδὲ μὲν οὐδέ σ' ἐγώ περ ἀμοιβῆς αὐτὸς ἀμέρσω·
ἀλλ' ἐπεὶ οὖν ἄξων ἱερήϊον εἰσαναβαίνεις,
ὄφρα τοι εὐχομένοιο κλύοι θεός, ἐγγυαλίξω.
- Κρύσταλλον φαέθοντα διαυγέα λάζεο χερσὶ
λᾶαν, ἀπόρροιαν πυριφεγγέος ἀμβρότου αἴγλης·
αἴθεϊ δ' ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦτορ·
τόν κ' εἴπερ μετὰ χεῖρας ἔχων παρὰ νηὸν ἵκηαι,
οὔτις τοι μακάρων ἀρνήσεται εὐχωλῇσι.
κέκλυθι δ' ὄφρα μάθοις μένος ἀργεννοῖο λίθοιο.
εἰ γὰρ ἄτερ κρατεροῦ ἐθέλοις πυρὸς ἐκ φλόγας ὄρσαι,
κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι·
αὐτὰρ ὅγ' ἠελίου κατεναντίον αὐγάζοντος
αὐτίχ' ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει.
ἣ δ' ὅτε καρφαλέης τε θίγῃ καὶ πίονος ὕλης,
καπνόν, ἔπειτα δὲ πῦρ ὀλίγον, μετὰ δὲ φλόγα πολλὴν
ὄρσει· τὴν δ' ἄρα φασὶ παλαιγενέες ἱερὸν πῦρ.
τάων οὐχ ἑτέρης μᾶλλον φλογὸς ἔλπομ' ἔγωγε
ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν.
πρὸς δ' ἔτι τοι καὶ τοῦτο, φίλος, μέγα θαῦμα πιφαύσκω·
αὐτὸν ὅτις πέλεται φλογὸς αἴτιος, αἴκε μάλ' ὦκα
ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀμφαφάασθαι,
ἀμφὶ δὲ καὶ νεφροῖσι δεθεὶς κάμνοντα σαώσει.
- Δεύτερον εὐχομένῳ τοι ἀρηγόνα λᾶαν ὀπάσσω,
θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν
πρωτοτόκου νύμφης ἢ μηκάδος οὐθατοέσσης·
τόν ῥα παλαιγενέες μὲν ἀνακτίτην ἀδάμαντα
κλεῖον, ὅτι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς
ἁζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐλεαίρειν·
οἳ δ' ἄρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰεὶ
μεμνῆσθαι κακότητος ὀϊζυρῆς ἀπερύκει
θνητοὺς ἀθανάτους τε· νόον δ' ἐριούνιον εἶναι
θέλγει ἐποτρύνων ἀγανὰ φρεσὶ βουλεύεσθαι.
ἄλλοι δ' ἐσκέψαντο γαλακτίδα φέρτερον εἶναι
κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος
ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ.
πεῖρα δέ τοι καὶ τοῦδε παρέσσεται, αἴκ' ἐθέλησθα.
οὔθατα γὰρ μήλων ὅτε κεν μινύθοντα ἴδηαι,
πῶς ἔρξεις, φίλε τέκνον, ἐπὴν ἐρίφοισι τεοῖσιν,
οὕς ποτε θῆρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας,
τοῖσι παρασταίης τετληόσιν, οἳ δ' ἐνὶ σηκῷ
ἀμφί σε λεπταλέοι γοερὸν περιμηκήσωνται;
τῶν μὲν ἀκηχεμένας ἐπιτέλλεο μητέρας αἶψα
λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι·
στήσας δ' ἠελίου κατεναντίον ἀντέλλοντος,
ἁγνίζειν μὲν πρῶτον ἐποιχόμενος περὶ πάσας,
ἅλμην δ' ἐν κρητῆρι καὶ ἄλφιτα λεπτὰ λίθοιο
χευάμενος, διὰ πῶϋ καὶ αἰγῶν ἔρχευ ὅμιλον,
ῥαίνων καρποφόρῳ λάσιον κατὰ νῶτον ἑκάστης
θαλλῷ· ταὶ δ' ἄρα πᾶσαι ἰαινόμεναι περὶ σηκοὺς
ἐξαπίνης μετὰ τέκνα φερεγλαγέες στιχόωνται.
οἳ δ' ἄρ' ὑπαὶ μαζοῖσι κορεσσάμενοι γαλαθηνοὶ
σκιρτηθμῶν ἐξαῦτις ἀναμνήσοντ' ἀγέρωχοι.
σὴν δὲ μελικρήτοιο μετὰ γλυκεροῖο μιγέντα
ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα
μαστοῖσιν μεθύοντα παρ' ἀενάοισι κομίζῃ.
ἀμφὶ δ' ἄρ' αὐχένι παιδὸς ἀερτάζουσα τιθήνη
λᾶαν ἐρητύσει κακομήτιος ὄσσε Μεγαίρης·
καὶ δέ σε καὶ βασιλῆες ἀμύμονες αἰδέσσονται
ἐν χερὶ λᾶαν ἔχοντα καὶ ἄπλετα φῦλ' ἀνθρώπων·
ἀθάνατοι δὲ μάλιστα θεοὶ καταθύμια σεῖο
πάντα τελευτήσουσιν ἐπ' ἀράων ἀΐοντες.
- Χρὴ δὲ καὶ εὐπέταλον τετραυγέα λᾶαν ἔχοντας
ἀρᾶσθαι παρὰ βωμὸν ἐναιρομένης ἑκατόμβης.
- Εἰ καὶ δενδροφύτοιο φέροις τρύφος ἐν χερὶ πέτρης
μᾶλλόν κεν θάλποιτο θεῶν νόος αἰὲν ἐόντων.
δένδρεα γὰρ μάλα πολλὰ κατόψεαι ὡς ἐνὶ κήπῳ
ἀνθεμόεντι κλάδοισιν ἐπασσυτέροις κομόωντα.
τοὔνεκά οἱ καὶ φῶτες ἀχάτῃ δενδρήεντι
θῆκαν ἐπωνυμίην, ὅτι οἱ τὸ μὲν ἔπλετ' ἀχάτου,
ἄλλο δ' ἔχει λασίης ὕλης δέμας εἰσοράασθαι.
τὸν δὲ τεοῖσι βόεσσιν ἀνασχίζουσιν ἄρουραν
ἀμφὶ κέρα δοιὼ βαλέειν, ἢ καρτερὸν ἀμφὶς
ὦμον ἀροτρεύοντος ἀτειρέος ἀγροιώτου·
καί κεν ἀπ' οὐρανόθεν σταχυοπλόκαμος Δημήτηρ
μεστὸν ἴοι φερέκαρπον ἐς αὔλακα κόλπον ἔχουσα.
- Σκέπτεο, καὶ θηητὸν ἔχων ἐλάφοιο πέλαζε
ἀθανάτοισι κέρας· ποτὶ γὰρ νόος οὐρανιώνων
μειδιάει φύσεως πολυδαιδάλου ἔργον ἰδόντων·
ἤτοι μὲν κέρας ἐστί, ταναύποδος οἷα φύονται
ἐκ κεφαλῆς ἐλάφοιο· φύει γε μὲν οὔποτε κόρση
πέτρην, ἀλλ' ἔμπης πέλεται στερεὴ τόγε πέτρη·
οὐ δέ κεν ἂν γνοίης κέρας ἀτρεκές, ἢ λίθος ἐστί,
πρίν κέ μιν ἀμφαφόων εὕρῃς νημερτέα λᾶαν.
αἰεί τοι θήσει λασίην ἐπὶ κράατι λάχνην,
εἰ καὶ ψεδνοκάρηνος ἔοις· εἰ γάρ μιν ἐλαίῳ
‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑
τριβόμενον τρίβειν κροτάφους πάντ' ἤματα σεῖο,
αἱ δὲ νέαι περὶ βρέγμα τεὸν τρίχες ἀνθήσουσι.
πρωτόγαμον δ' αἰζηὸς ἄγων ἐς δέμνια κούρην
τερπωλῆς ἐρατῆς ἐπιμάρτυρα τόνδε φέροιτο
λᾶαν· ὃ δ' ἀρρήκτοισιν ὁμοφροσύνῃσιν ἅμ' ἄμφω
ὕστατον ἐς γῆρας καὶ ἐς ἤματα πάντα καθέξει.
- Ποιμένι δ' ἀγραύλων ταύρων, Διὸς αἰγιόχοιο
υἱέϊ κισσοχίτωνι, λίθον καταθύμιον εἶναι
βάρβαρον ἀγγέλλω, Συριηγενέος κελαδεινοῦ
ὕδασιν Εὐφρήταο διαινόμενον ζαμίλαμπιν·
ὅς τοι φυταλιῆς ἕνεκεν ῥέξαντι θυηλὰς
κλήμασιν αὐτίκα σεῖο φερεσταφύλοισιν ἀλωὴν
ἀμφιέσας πολλόν τοι ἀφύσσασθαι μέθυ δώσει.
- Καὶ γλαφυρὴν κομίσας ἐαρόχροον αἴκεν ἴασπιν
ἱερά τις ῥέζῃ, μακάρων ἰαίνεται ἦτορ,
καί οἱ καρφαλέας νεφέλαις κορέσουσιν ἀρούρας·
ἥδε γὰρ αὐχμηρῇσιν ἄγει πολὺν ὄμβρον ἀρούραις.
- Λύχνι, σὺ δ' ἐκ πεδίου ῥόθιόν τ' ἀπόεργε χάλαζαν
ἡμετέρου καὶ κῆρας, ὅσαι στιχόωνται ἐπ' ἀγρούς·
καί σε γὰρ ἀθανάτων φιλέει νόος, ἐκ δ' ἄρα βωμῶν
ἠΰτε περ κρύσταλλος ἄνευ πυρὸς ἐκ φλόγα πέμπεις·
ἐν δέ σοι ἀντίπαλον κεῖται μένος· ὁππότε δὴ πῦρ
νηδὺν ἀμφιέσῃσιν ἐνιπλείοιο λέβητος,
ψυχρὸν ἐπειγομένοιο πυρὸς μένει ἔνδοθεν ὕδωρ·
εἰ δέ τις ἐν ψυχρῇσι λίπῃ κονίῃσι λέβητα,
παφλάζει κρατεροῖο κυκώμενον ἔνδοθι χαλκοῦ.
- Ἐσθλοὶ δ' αὖτ' ἐπὶ τοῖσι καὶ ὑαλοειδέες εἶναι
κλείονται θνητοῖσι θυηπολέουσι τόπαζοι.
- Φημὶ δέ τοι τέρπειν καὶ ὀπάλλιον οὐρανίωνας
ἀγλαόν, ἱμερτοῦ τέρενα χρόα παιδὸς ἔχοντα·
καί ἑ καὶ ὀφθαλμοῖσιν ἀοσσητῆρα τετύχθαι.
- Καὶ πίτυος δακρύοισι λίθου μένος ὀψιανοῖο,
καὶ σμύρνην μίσγειν εὐώδεα, καὶ φολίδεσσιν
ἀργυφέαις λεπιδωτὸν ἀποστίλβοντα κελεύω.
αὐτίκα γάρ τοι ταῦτα πυρὸς καθύπερθε πάσοντι
ἀθάνατοι δώσουσι θεοπροπίας ἀγαθῶν τε
ἐσσομένων, λυγρῶν τε· καὶ εἴσεαι ἅσσ' ἐθέλησθα.
καὶ νεύρων ἀλεγεινὰ πάθη λεπιδωτὸς ἀμύνει.
- Δοιὼ δ' Ἠελίου χρυσότριχε λᾶε πέλονται,
ἄμφω θεσπεσίω· θάμβος δέ τοι ἔσσετ' ἰδόντι.
ἀμφοτέροις ἀκτῖνες ἐτήτυμοι ἐμπεφύασιν
ὀρθαί, λαμπετόωσαι· ἰδεῖν γε μὲν οἷον ἔθειραι,
εἶδος δέ σφι λίθων ἄλλων· τὸν μέν τε νοήσεις
κρύσταλλον λευκήν· εἰ δ' οὐκ ἔχεν ἔνδον ἐθείρας,
κρύσταλλός κεν ἔην· ὃ δὲ χρυσολίθῳ δέμας ἄντην
εἴκελος εἰσιδέειν· εἰ δ' οὐκ ἔχεν οὐδ' ὅγ' ἐθείρας,
χρυσόλιθός κεν ἔην· ἀτὰρ ἐσθλώ φημι τετύχθαι.
ἐν γάρ σφιν μέγα δή τι φερέσβιος ἔμβαλε πνεῦμα
Ἠέλιος, ῥέζειν ἐρικυδέας αὐτίκα φῶτας
σεμνοτέρους τ' ἰδέειν· καί τοι σέβας ἔσσεται αὐτῶν.
αἶψα γὰρ ἡρώων σφιν ἐπέρχεται εἶδος ἀγαυόν,
οἵ κε θεοῦ μέγα δῶρον ἐπισταμένως φορέωσι.
- Τόλμα δ' ἀθανάτους καὶ ἐνηέϊ μειλίσσεσθαι
μαγνήσσῃ· τὴν δ' ἔξοχ' ἐφίλατο θούριος Ἄρης,
οὕνεκεν, ὁππότε κεν πελάσῃ πολιοῖο σιδήρου,
ἠΰτε παρθενικὴ τερενόχροα χερσὶν ἑλοῦσα
ἠΐθεον στέρνῳ προσπτύσσεται ἱμερόεντι,
ὣς ἥγ' ἁρπάζουσα ποτὶ σφετερὸν δέμας αἰεὶ
ἂψ πάλιν οὐκ ἐθέλει μεθέμεν πολεμιστὰ σίδηρον.
ἤτοι μέν μίν φασι καὶ Ἠελίοιο πέλεσθαι
ἀμφίπολον κούρης, ὅτε κεν θέλγητρα παλύνῃ·
καί μιν ὑπερθύμοιο τεκοκτόνος Αἰήταο
κύδηνεν κούρη πολυμήχανος. αὐτὰρ ἔγωγε
σῆς ἀλόχου κέλομαί σε δαήμεναι, εἰ ἕθεν ἁγνὸν
ἀνδρὸς ἀπ' ἀλλοτρίοιο λέχος καὶ σῶμα φυλάσσει.
ἐς γάρ μιν κομίσας ὑπὸ δέμνια κάτθεο λάθρη
χείλεσιν ἀείδων θελξίμβροτον ἀτρέμας ᾠδήν·
ἣ δὲ κατακνώσσουσα καὶ ἡδέϊ περ μάλ' ἐν ὕπνῳ
ἀμφί σε χεῖρ' ὀρέγουσα ποτιπτύσσειν μενεαίνει·
εἰ δέ ἑ μαχλοσύνῃσιν ἐλαύνοι δῖ' Ἀφροδίτη,
ὑψόθεν ἐς γαῖαν τετανύσσεται ἐκπροπεσοῦσα.
καὶ δοιὼ μάγνησσαν ἀδελφειὼ φορεόντων
θυμὸν ἀπειρεσίης φυγέειν ἔριδος ποθέοντε·
καὶ λαοὺς ἀγορήνδε συναγρομένους ὀπὶ καλῇ
θέλξεις, ἐν στήθεσσιν ἄγων μελιηδέα πειθώ.
καί τοι πολλά κεν ἄλλα δυνησόμενος καταλέξαι
θέσκελα τοῖο λίθοιο, τί τοι πλέον οὐρανιώνων
φθέγγωμαι; τῶν αἶψα καὶ ὑψόθι περ μάλ' ἐόντων
ἦτορ ἐπιγνάμπτει καὶ ἐφέλκεται, ὄφρα κε σεῖο
ὦκα μάλ', ὥστε τοκῆες, ἐέλδωρ ἐκτελέσωσιν.
ἀλλ' ἤτοι τάδε μὲν καὶ ἐπαυτίκα πειρηθῆναι
πάντα μάλ', ὅσσ' ἀγόρευσα, παρέσσεται, εἴ κ' ἐπὶ βωμὸν
ἔλθωμεν. καὶ γάρ τοι ἐπισπόμενός μοι ὅγ' ἀνὴρ
ὤμοισι κρατεροῖσι λίθων φέρει αἰόλον ὕλην.
- Νῦν δ' ἐπεὶ ἀτραπιτοῖο πολὺ πλέον ἄμμι λέλειπται,
σεῖο δ' ἔτι κραδίην κλονέει μέγα δέργμα δράκοντος,
μάνθανε καὶ δολιχῶν ὄφεων μὴ δειδέμεν ἰούς.
τρίψαι γὰρ λεπτὴν ὀφιήτιδα κέκλεο πέτρην,
ἤν ποτέ τις κρατεροῖσι πεπαρμένος ἔλθῃ ὀδοῦσι,
καί μιν ἐφ' ἕλκεϊ πάσσε· καὶ ἀτρεκὲς ἔσσετ' ὄνειαρ.
σὺν δὲ καὶ ὀστρίτην οἴνῳ λίθον ἐντρίψαντας
ἀκρήτῳ κέλομαι πίνειν ὀδυνήφατον εἰδώς.
- Καὶ σέο, δαιμονίη, μεμνήσομαι αὐτίκα, πέτρη,
αὐτοκασιγνήτη πολιῆς καὶ ὁμώνυμ' ἐχίδνης·
ἥ ῥά ποτ' εἰναετῆ λώβην ἀμενηνὸν ἔθηκας
ῥίμφα Φιλοκτήταο Μαχαονίης ὑπὸ τέχνης.
οὐ μέν πως κείνην Ποιάντιος ἔλπετο θυμῷ
νοῦσον ὑπεκφεύξεσθαι ἀταρτηρὴν ποθέων περ·
ἀλλ' ὅγ' ἀλεξικάκοιο μαθὼν παρὰ πατρὸς ἀρωγήν,
λᾶαν ὅτις κ' ἀκέοιτο βαλὼν ἔπι φάρμακα μηρῷ,
σεῦεν ἐπὶ Τρώεσσιν Ἀλεξάνδροιο φονῆα·
τόν ῥα μεθ' ὑσμίνην ἥκειν ποσὶν ἀρτεμέεσσι
Πριαμίδης Πάρις αὐτὸς ἀποθνήσκων περ ἀπίστει.
ἔκτανε δ' ἠπεροπῆα Πάριν Ποιάντιος ἥρως,
κεκλομένου Δαναοῖς Ἑλένου Τροίηνδε κομίσσαι
λοιγὸν ἀδελφειοῖο μιαιφόνον ἐκ Λήμνοιο.
τῷ γὰρ Ἀπόλλων Φοῖβος ἔχειν λίθον αὐδήεντα
δῶκε, σιδηρίτην νημερτέα· τόν ῥα βροτοῖσιν
ἥνδανεν ἄλλοισιν καλέειν ἔμψυχον ὀρείτην,
γυρόν, ὑποτρηχύν, στιβαρόν, μελανόχροα, πυκνόν·
ἀμφὶ δέ μιν κύκλῳ περί τ' ἀμφί τε πάντοθεν ἶνες
ἐμφερέες ῥυτίδεσσιν ἐπιγράβδην τανύονται.
ἤματα μὲν τρί' ἐφ' ἑπτὰ βίην Ἑλένοιο πέπυσμαι
θηλυτέρης τε λέχος φεύγειν καὶ κοινὰ λοετρά,
καὶ μίμνειν ἀμίαντον ἐδωδῆς ἐμψύχοιο·
ἀενάῳ δ' ἐνὶ πέτρον ἐχέφρονα πίδακι λούων
φάρεσιν ἐν μαλακοῖσιν ἅτε βρέφος ἀλδήσασκε,
καὶ θεὸν ὣς λιπαρῇσιν ἀρεσσάμενος θυσίῃσι
λᾶαν ὑπερμενέεσσιν ἀοιδαῖς ἔμπνοον ἔρδεν.
ἐν καθαρῷ δὲ φάος μεγάρῳ λύχνοισιν ἀνάπτων,
χερσὶν ἑαῖς ἀτίταλλε, θεουδέα πέτρον ἀείρων,
μητέρι νήπιον υἱὸν ἐοικὼς ἀγκὰς ἐχούσῃ.
καὶ σὺ δ', ἐπὴν ἐθέλῃς ὄπα δαιμονίην ἐπακοῦσαι,
ὧδ' ἔρδειν, ἵνα θαῦμα μετὰ φρεσὶ σῇσι δαείης·
ὁππότε γάρ μιν πάγχυ κάμῃς ἐνὶ χείρεσι πάλλων,
ἐξαπίνης ὄρσει νεογιλοῦ παιδὸς ἀϋτὴν
μαίης ἐν κόλπῳ κεκληγότος ἀμφὶ γάλακτι.
χρὴ δέ σε τετληῶτι νόῳ ἐπακουέμεν αἰεί,
μήπως ἠπεδανοῖο λυθεὶς ὑπὸ δείματος ἔξω
ἐκ χειρῶν οὖδάσδε βαλὼν χόλον αἰνὸν ὀρίνῃς
ἀθανάτων. τόλμα δὲ θεοπροπίην ἐρεείνειν·
πάντα γὰρ ἐξερέει νημερτέα. καί μιν ἔπειτα
πλησίον ὀφθαλμῶν, ὅτε κεν λήγῃσι, πελάσσας
δέρκεο· θεσπεσίως γὰρ ἀποψύχοντα νοήσεις.
τῷδε μὲν Ἀτρείδῃσιν ἁλώσιμον ἔφρασε πάτρην
Λαομεδοντιάδης, φοιβήτορι λᾶϊ πιθήσας.
σοὶ δέ τι καὶ σθένος ἄλλο σιδηρίταο πιφαύσκω·
ἑρπετὰ γὰρ δὴ πάμπαν ὑποτρομέοντι ἔοικας.
σεῖο δ' ἔχεν πολὺ μεῖζον ἀκοίμητόν τε νόοιο
δεῖμα Φιλοκτήτης μεμνημένος αἰὲν ἐχίδνης.
τοὔνεκα Πριαμίδαο σαόφρονος οὔποτε νόσφιν
ἤθελεν ἔρχεσθαι, γουνούμενος, ὄφρα τιν' εἴπῃ
θαλπωρήν, εἴ πέρ ποτ' ἐπὶ χθόνα μητέρα θηρῶν
ἔρχηται, πῶς κεν πολιὸν γένος ἐκπροφύγῃσι.
τῷ δ' ὅγε Λητοΐδην ἐπέων ἐπιμάρτυρα Φοῖβον
κικλήσκων ἀγόρευε, τὰ δὴ νῦν σοι καταλέξω.
- Εὖτέ με παῖδ' ἐδίδασκεν Ἀκειρεκόμης ἀγορεύειν
μαντοσύνας, μέγαν ὅρκον ἐκέκλετο πρῶτον ὀμόσσαι,
ψευδέα μήποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι.
τοὔνεκεν ἀτρεκέως μάλα τοι ἐρέω τὰ ἕκαστα.
φράζεο νῦν, ἥρως ἑκατηβόλε, μῦθον ἐμεῖο.
- Αὐτὴ γαῖα μέλαινα πολυκλαύτοισι βροτοῖσι
τίκτει καὶ κακότητα καὶ ἄλγεος ἄλκαρ ἑκάστου·
γαῖα μὲν ἑρπετὰ τίκτε, τέκεν δ' ἐπὶ τοῖσιν ἀρωγήν·
ἐκ γαίης δὲ λίθων πάντων γένος, ἐν δ' ἄρα τοῖσι
κάρτος ἀπειρέσιον καὶ ποικίλον· ὅσσα δύνανται
ῥίζαι, τόσσα λίθοι. μέγα μὲν σθένος ἔπλετο ῥίζης,
ἀλλὰ λίθου πολὺ μεῖζον, ἐπεὶ μένος ἄφθιτον αἰεὶ
γεινομένῳ μήτηρ καὶ ἀγήραον ἐγγυάλιξεν.
ἣ δὲ καταθνήσκει τε μινυνθάδιον θαλέθουσα,
καὶ τόσον αὐτῆς κάρτος, ἐφ' ὁππόσον ἔμπνοός ἐστιν·
εἰ δέ κ' ἀποπνεύσῃ, τίς ἔτ' ἐλπωρὴ παρὰ νεκρῆς;
ἐν μὲν δὴ βοτάναις ἄγυριν λυγρῶν τε καὶ ἐσθλῶν
δήεις, ἐν δὲ λίθοις ἄτην οὐ ῥεῖά κεν εὕροις.
ἤτοι ὅσαι βοτάναι, τόσσοι λίθοι. Ἀλλὰ σύ γ' ἥρως,
λᾶϊ σιδηρίτῃ πεφυλαγμένος ἑρπετὰ πάντα
θαρσαλέως, εἰ καί τοι ὁμιλαδὸν ἀντιόωσιν,
ἔρχεσθαι διὰ μέσσα κελαινῆς οὐκ ἀλεγίζων
λώβης. οὐ γὰρ ἔτι σφι θέμις μεμνῆσθαι ὀδόντων,
οὐδ' εἴ κεν στείχοντος ἐνιχρίμπτοιντο πόδεσσιν.
οὐδὲ γὰρ οὐδὲ μένειν περ ἔτι προφανέντα δύνανται,
ἀλλὰ μετά σφισι θάμβος, ἐλαυνομένοισι δ' ὁμοῖα
ἔσσυνται. τὰ δὲ καίπερ ἐναντίον ἀΐξαντα
ἂψ ὀπίσω παλίνορσα μεθερπύζειν μενεαίνει·
καί σφισιν ἐξαπίνης ῥόθος ἵσταται· οὐδέ τι πρόσσω
νίσσεται, ἀλλ' ὀρέγοντα πέλας περιμήκεα δειρὴν
γλώσσῃσιν μεμάασι περισσαίνειν, σκύλακες ὥς.
πολλάκι καὶ κατέδαρθε δαφοινῶν ἄγχι δρακόντων,
ἀμφὶ κυνηγεσίῃσι μένων ἐν τάρφεσιν Ἴδης,
θηρητὴρ Εὔφορβος ἀρωγῇ τῇδε πεποιθώς.
δῶκα γὰρ ἀντομένῳ λίθον ἱερόν, οὐδέ ποτ' αὐτῷ
ἐκ μάλα περ πολλῶν ἐλθεῖν κατεναντίον ἔτλη
‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑
τέρπετο δ' Εὐφόρβῳ περικαλλέϊ φέρτατος ἀνδρῶν
αἰχμητὴς Μελάνιππος, ἀνεψιὸς ἐσθλὸς ἐμεῖο,
εἶδος ἀμώμητον καὶ ἐπ' εἴδεϊ κάρτος ἄρειον
αἰζηοῦ ποθέων δουρικλυτοῦ, εὐπλοκάμοιο.
τοὔνεκα καὶ μετὰ θῆρας ἀλωμένου οὔποτε νόσφιν
ἔσθενεν Εὐφόρβοιο μένειν Ἱκετάονος υἱός,
ἀλλ' αἰεὶ λασίοισιν ἐν οὔρεσιν ἀντιθέοιο
καγχαλόων κούροιο μετ' ἴχνια σύν τε κύνεσσιν
ἕσπετο σύν θ' ἑτάροις, ἔθελέν τέ οἱ οἶος ἕπεσθαι.
ἦ μέν κέν μιν πολλὰ πατὴρ μενέαινεν ἐρύκειν,
ἀσχαλόων ἑὸν υἷα φίλον θήρεσσι μάχεσθαι,
καὶ Πριάμοιο βίη μιν ἐρήτυεν· οὐδ' ὅγε θυμῷ
πείθετ' ἐπεὶ οὐ ἐθέλεσκέ ποτ' Εὐφόρβοιο λιπέσθαι·
ῥεῖά γε μὴν ἀέκοντα μέλας ἠρύκακεν ὕδρος,
νέρθεν ὑπὸ κνήμην ὀλεσίμβροτον ἰὸν ἐλάσσας·
τὸν μὲν ἔπειτ' ὀλοὴ νόσος ἔλλαβεν, οὕνεκ' ἔμελλεν
αὖθι λελείψεσθαι, τό ῥά μιν καὶ μᾶλλον ἔτειρεν.
οἰκτείρων δ' ὀρέγοντα χέρας ποτὶ γούνατ' ἐμεῖο,
αὐτοῦ τοῦδε λίθοιο διατρίψαντα κέλευσα
λεπταλέην ἄχνην ἐπιπασσέμεν ἕλκεϊ λυγρῷ·
καί ῥα μάλ' αὐτίκα φῶτα κραταιὴ κάλλιπε νοῦσος.
τοῖον γαῖα βροτοῖσιν ἀρηγόνα τίκτεν ὀρείτην,
ὅς τε καὶ οὐταμένοις ἄκος ἡρώεσσι κομίζει,
καὶ στείρῃσι γυναιξὶ τεκεῖν φίλα τέκνα δίδωσι.
ποικίλα γὰρ θνητοῖσι λίθους ἔρδειν ἀγορεύω.
ὡς καὶ ἑῆς ποτὲ μητρὸς Ἀβαρβαρέης ἐπακούσας,
ἀνδρῶν εὖ μάλα νοῦσον ἐπισταμένης ἀκέσασθαι,
Βουκολίδης Εὔφορβος ἀγαυοῦ φάσκεν ὀφίτου
φάρμακα μὴ μούνων ὄφεων κατένωπα δύνασθαι,
ἀλλὰ καὶ ὀφθαλμοῖσι φέρειν φάος, ἠδὲ βαρεῖαν
ἐκ κεφαλῆς ἕλκειν ὀδύνην· ἤδη δέ τιν' ἀνδρῶν
οὔασι δηθύνοντα καθήρας ὤπασεν αἶψα
καὶ δὴ καὶ λεπτῆς ἐριήκοον ἔμμεν ἀϋτῆς.
ἤδη καί τινα φῶτα χόλῳ χρυσέης Ἀφροδίτης
ἔργα πρὸς ἱμερόεντα γάμων ἀμενηνὸν ἐόντα
μεμνῆσθαι φιλότητος ἀκεσσάμενος προΐαλλεν.
ἐν πυρὶ δ' εἴ κε βάλῃς μιν, ὀδωδὴν ἑρπετὰ τοῖο
φεύξεται, οὐδ' ἔτι πω μενέει σχεδόν, οὐδ' ἐνὶ χειῇ.
- Φεύγει καὶ κνίσσῃσι γαγάτην ὀρνυμένῃσι
τείροντα θνητοὺς ἐχεπευκέϊ πάντας ἀϋτμῇ.
χροιὴν δ' αἰθαλόεις, πλατύς, οὐ μέγας ἔπλετ' ἰδέσθαι,
καρφαλέῃ δ' ἴκελον πεύκῃ φλόγα δῖαν ὀρίνει.
ἀλλ' ὀλοὸν ποτὶ ῥῖνας ἄγει μένος· οὐδέ τι φῶτες
λήσονθ', ὧν κ' ἐθέλοις ἱερὴν ἀπὸ νοῦσον ἐλέγξαι.
γνάμπτει γάρ σφεας αἶψα χαμαὶ προπρηνέας ἕλκων·
οἳ δ' ἄρ' ἀπὸ σφετέρου πεπαλαγμένοι ἀφλοισμοῖο
στρωφῶντ' ἔνθα καὶ ἔνθα κυλινδόμενοι κατὰ γαῖαν.
τοῖσι δὲ χωομένη φρένα τέρπεται, ὁππότ' ἴδῃσι
πήματα πάσχοντας κεραὴ πόδας ὠκέα Μήνη.
θηλυτέρη δ' εἴ κεν πολυφάρμακον ἀμφιβεβῶσα
καπνὸν ὑπὸ σπλάγχνοισιν ἀναΐσσοντα δέχηται,
ἀθρόος ἔνδοθεν ὦκα μέλας καταλείβεται ἰχώρ,
ὅς τε γυναικοφόνος νεάτῃ μίμνων ἐνὶ γαστρὶ
κέκληται. τότε δ' αὖτις ὑπὸ πνοιῇσι λίθοιο
δερκομένη γάνυταί τις ἑῆς θολὸν ἐκβλύζοντα
νηδύος· ἐκ γὰρ νοῦσον ἀπειρεσίην ἀλεείνει.
ἄλλα τε πόλλ' ἐπὶ τοῖσι γαγάτην θέσκελα ῥέζειν
οἶδα· σὲ δὲ κνίσσῃσιν ἐλαύνων ἑρπετὰ τέρψει.
- Σκορπίε, σεῖο δὲ λᾶαν ὁμώνυμον ἔμμεναι ἥρως
ἀγλαὸς Ὠρίων οὐκ ἔκλυεν· ἦ γὰρ ὀΐω,
πικρῇσιν τότε γυῖα πεπαρμένος ἀμφ' ὀδύνῃσι
μᾶλλον σφωϊτέρων κεν ἔχειν ἐθέλεσκέ μιν ἄστρων.
- Οὐδ' ὅγε κορσήεντα λίθον κλύεν, οὕνεκα μιχθεὶς
δριμέϊ σὺν σκορόδοιο καρήατι, τοξευτῆρα
πευκεδανῶν ὤκιστα βελέμνων σκορπίον εἴργει.
τὸν μὲν ἐγὼ κόρσῃ μάλ' ἐοικότα φημὶ βροτείῃ
παύειν ὀξυτάτῳ τετριμμένον ἄμμιγα Βάκχῳ
ἀμφίπολον θανάτοιο κελαινῆς ἀσπίδος ἰόν.
μέτρῳ δ' ὅς κεν ἴσῳ μίξῃ ῥοδόεντος ἐλαίου
κόψας ἐκ πυρὸς ὀπτόν, ἐν αὐχενίαις ὀδύνῃσιν
ἄλκαρ ἄγει· μέλιτος δὲ μετὰ γλυκεροῖο κερασθεὶς
ὕδατος ἀτηρὴν ὀλέκει κατὰ γαστέρος ἰλύν,
ἥτε καταΐγδην ὑπὸ νέρτερα νηδύος ἀνδρῶν
δυομένη φέρει ὄγκον ἀεικέα βουβώνεσσιν.
- Ἴσθι δ' ἀμαλδύνειν σκορπήϊα κέντρα δύνασθαι
καὶ Περσηϊάδαο μένος μέγα κουραλίοιο,
ἠδὲ παλαμναίην ἀνεμώλιον ἀσπίδα θεῖναι.
τοῦδε δέ μοι πάντων περιώσιον, ὅσσα φύονται
Φοῖβος ἀκειρεκόμης φύσιν ἔμμεναι ἐξ ἑτέροιο
μυθεῖτ' εἰς ἕτερον στρωφωμένου εἶδος· ὅ τίς τοι
ψεῦδός κεν φαίη· τὸ δ' ἐτήτυμον οἶδα τετύχθαι.
χλωρὴ γὰρ βοτάνη πρῶτον φύει· οὐδ' ἐνὶ γαίῃ,
ἥν γε φυτῶν ἴσμεν στερεὴν τροφόν, ἀλλ' ἐνὶ πόντῳ
ἀτρυγέτῳ, ἵνα φύκι', ἵνα βρύα γίνετ' ἐλαφρά.
αὐτὰρ ἐπεί κ' ἔλθῃσι μαραινομένη ποτὶ γῆρας,
ἤτοι μέν οἱ φύλλα περιφθινύθουσιν ὑφ' ἅλμης·
αὐτὴ δ' ἐν βένθεσσιν ὑπὸ φλοίσβοιο θαλάσσης
νήχεται, ὄφρα ἑ κύματ' ἀποπτύσῃ αἰγιαλόνδε.
ἔνθα δ' ἄρ' ἐξαπίνης μιν ἀναπλησθεῖσαν ὑπ' αἴθρης
βάζουσ', οἵ περ ἴδοντο, κρατυνομένην ὁράασθαι.
δηρὸν δ' οὐ μετέπειτα πάγῳ περιπαχνωθεῖσα
πετροῦται, καὶ χερσὶν ἐν ὀκριόεντα τεῇσιν
ἀμφαφάεις λίθον, ὃς πρὶν ἔχων ὑγρὸν δέμας ἦεν.
σχῆμα μὲν οὖν βοτάνης ἔτι οἱ μένει, οἷον ἔην περ,
οἵ τε κλάδοι, ὅσα τέ σφιν ἀκρόδρυα προσπεφύασιν,
ἥ τέ οἱ ἐβλάστησε καὶ ἐτράφη εἰν ἁλὶ ῥίζα·
φλοιός θ' ὅσπερ ἔην· φλοιὸς δέ γε λάϊνός ἐστι.
τερπωλὴ δ' ἡδεῖα θεωμένου ἐς φρένα σεῖο
βήσετ'· ἐγὼ δ' οὐκ οἶδα, τί μοι θέλγητρον ἰδόντι
αἰὲν ἐπὶ πραπίδας καταλείβεται· οὐδὲ δύνανται
ὄσσε κορεσθῆναι θηευμένου, ἀλλά με θάμβος
σεύεται ἐν στέρνοισιν ὀϊόμενον τέρας εἶναι·
καί οἱ πιστεύων περ ἔολπά μιν εἶναι ἄπιστον.
ἀλλ' οὐ Γοργείην μὲν ἐτώσιος ἀνθρώποισι
σμερδαλέην κεφαλὴν φάτις ἔμμεναι· οὐδ' ἄρα Περσεὺς
ὠκυπέτης πέλεται ψευδὲς τέρας ἡγήσασθαι.
Γοργόνα γὰρ Περσῆϊ δρακοντοέθειραν ἀκούεις
Ἄτλαντος νεάτοισιν ὑπὸ κρημνοῖσι δαμῆναι,
παρθένον ἀργαλέην, ἐρεβώπιδα, κῆρα μέλαιναν
ἀνθρώπων, οἷσίν κεν ἐπ' ἀνδροφόνω βάλεν ὄσσε·
οἵ μιν δεῖμα πέλωρον ἀάσχετον ἀθρήσαντες
αἴσῃ λαϊνέῃ τεθνηότες ἑστήκασι.
τὴν δ' οὔτ' εὐρύστερνος ἐναντίον Ἀτρυτώνη
δέρκεσθαι μενέαινεν, ἀδείμαντός περ ἐοῦσα,
οὔτε κασιγνήτῳ κέλετο, κρατερόφρονι φωτί,
χρυσογόνῳ Περσῆϊ φονευομένην περ ἰδέσθαι,
ἀλλὰ δόλῳ θήρειον ἀφήρπασεν αὐχένα κούρης
ἦκα μάλ' ἐξόπιθεν γαμψώνυχον οὐ προϊδούσης
ἀμφιβαλὼν ἅρπην Κυλληνίδα λευκανΐῃσι.
τῆς δ' ἄρα καὶ φθιμένης περ ὀλέθριος ἔσκεν ὀπωπή,
καὶ στυγεροῦ Κρονίδαο μολεῖν ὑπὸ δῶμα κελαινὸν
πολλοῖς αἴσιμον ἔπλετ' ἐναιρομένοις ὑπὸ νεκρῆς.
ἀλλὰ τότ' αἰγιαλόνδε φόνῳ πεπαλαγμένος ἥρως
ἐλθών, εἰσόκε λύθρον ἀποπλύνειε θαλάσσῃ,
θερμὴν ἐξ ὁμάδου κεφαλὴν ἔτι καὶ τρομέουσαν
Γοργείην κατέθηκεν ἐπὶ χλοεραῖς βοτάνῃσιν.
ὄφρα δ' ὅγ' ἐν δίνῃσιν ἀναψύχεσκε θαλάσσης,
στείχων ἔκ τ' ὀλοοῖο πόνου, δολιχοῦ τε κελεύθου,
τόφρα δὲ πορφυρέοιο διαινόμενοι κορέσαντο
αἵματος, οἵ ῥα κέχυντο χαμαὶ ὑπὸ κράατι θάμνοι.
ἀμφὶ δ' ἄρα σφίσιν αἶψα θοαὶ πόντοιο θύγατρες
λύθρον ἐπεσσύμεναι θάμνοις περιπήγνυον αὖραι·
πήγνυτο δ', ὥστε σε πάγχυ λίθον στερεὴν ὀΐσασθαι·
οὐδ' ἔτ' ἔην ὀΐσασθαι, ἐπεὶ στερεὴ λίθος ἦεν.
ἐκ δ' ὄλεσεν βοτάνης ὑγρὸν δέμας· ἀλλὰ καὶ ἔμπης
ὀλλυμένης πάμπαν βοτάνης οὐκ ὤλεσεν εἶδος.
τὴν μὲν ἄρα χροιὴν ἐξ αἵματος ἔσχεν ἐρυθρήν,
ἀμφασίη δ' ἥρωα λάβε θρασύν, ὡς ἐνόησεν
ἐξαπίνης μέγα θαῦμα· τὸ καὶ πέλας αἶψα κιοῦσα
διογενὴς πολύμητις ἐθαύμασεν Ὀβριμοπάτρη
θῆκε δ' ἀδελφειοῦ κλέος ἄφθιτον ὥς κε πέλοιτο,
αἰεὶ κουράλιον προτέρην φύσιν ἀλλάσσεσθαι.
ἐν δὲ βίην οἱ δῶκεν ἀπειρεσίην Ἀγελείη
φῦλα φυλασσέμεναι κρυερὴν ἐς δῆριν ἰόντα,
ἢ δολιχὴν ἕρπων ἐς ἀταρπιτὸν εἴ μιν ἔχει τις,
ἢ περόων ἅλα δῖαν ἐϋσσέλμῳ ἐνὶ νηΐ.
καὶ γὰρ Ἐνυαλίοιο θοὸν δόρυ μαινομένοιο,
καὶ λόχον ἀνδροφόνων φεύγειν ἄπο ληϊστήρων,
καὶ πολιὸν Νηρῆα κυκώμενον ἐξυπαλύξαι
ἐσθλὴ κουραλίοιο βίη θνητοῖσιν ὀπάσσει.
γλαυκὴν δ' ἐγρεκύδοιμον ἀταρβέα Τριτογένειαν
σφωϊτέρων καμάτων ἐπαμύντορα κικλήσκουσι.
φάρμακα δ' ὅσσα πέλονται ἀτάσθαλα καὶ κατάδεσμα,
ἀραί τ' ἀγνάμπτοισιν Ἐριννύσι πάγχυ μέλουσαι,
εἴτε μύσος κεύθων οἰκοφθόρον οὐκ ἐνόησεν
ἀνήρ, εἴθ' ὅσα λύματ' ἐπί σφισιν ἠδ' ἐπαοιδὰς
σχέτλιοι ἀλλήλοισι μεγαίροντες τελέουσι,
πάντων ἀντίλυτρον δήεις κρατερώτατον εἶναι.
κόψας δὲ σπείρειν ξανθῇ Δημήτερι μίσγων·
καί τοι λοιγὸν ἅπαντα τεῆς ἀπάτερθεν ἀρούρης,
αὐχμούς τ' ἐξελάσει σταχύων γλάγος ἐκπίνοντας,
ἀτηρήν τε χάλαζαν ἀπειρεσίοισι βελέμνοις
ἀγρῷ τραῦμα φέρουσαν ἀμήχανον ἐξακέσασθαι.
βρωτήρων τ' ἐπὶ τοῖσι γένος πάντων ἀλαπάξει
εὐλάς τε κάμπας τε καὶ αἰθερίην ἐρυσίβην,
ἥ τε κατ' οὐρανόθεν πταμένη ποτὶ καρπὸν ἐρυθρὴ
ἀμφὶ περὶ σταχύεσσι περισμύχουσα κάθηται.
ἔκ τε μυῶν ἀγέλας ἔκ τ' ἀκρίδος ἄπλετον ἔθνος
ῥαίσει, καὶ Κρονίδαο παραΐσσουσι κεραυνοὶ
παιδὸς ἑοῦ κλέος ἔρξαι ἐτώσιον ἁζομένοιο.
κεῖνο πολὺ πρώτιστον ἀνερχόμενος περάτηθεν
κουράλιον θνητοῖσι φέρων πόρεν Ἀργειφόντης·
τύνη δ' ἀκρήτοιο μετ' οἴνου πινέμεν αἰεὶ
μέμνεο πευκεδανῆς ἕνεκ' ἀσπίδος, ὥσπερ ἔειπον.
- Καὶ πολυειδέα πῖνε μετ' ἀκρήτου Βρομίοιο
μορφὴν παντοίην ἐπιειμένον ἐσθλὸν ἀχάτην.
πολλὰ μὲν οὖν ῥέα γ' ἐστὶν ἀχάτου χρώματ' ἰδέσθαι·
ἐν γάρ οἱ δήεις ὁρόων ὑάλωπιν ἴασπιν
σάρδιά θ' αἱματόεντα καὶ αἰγλήεντα μάραγδον·
ἐν δ' ὅ γε μιλτοπάρῃος· ἀτὰρ καὶ χαλκὸν ἐν αὐτῷ
δήεις καὶ χροιὴν ἐαροτρεφέος μήλοιο·
ἀλλ' οἶος πάντων προφερέστατος, εἴ κέ μιν εὕρῃς
εἶδος ἔχοντα δαφοινὸν ἀμαιμακέτοιο λέοντος·
τῷ καί μιν προτέροισι λεοντοδέρην ὀνομῆναι
ἥνδανεν ἡμιθέοισι κατάστικτον σπιλάδεσσι
πυρσῇσιν, λευκαῖς τε, μελαινομέναις, χλοεραῖς τε·
τὸν δ', εἰ σκορπείην ὀλοφυρόμενός τις ἀκωκὴν
ἔλθοι, ἀερτάζειν περὶ ἕλκεϊ κέκλεο λυγρῷ,
ἤ μιν ἐπιπλάσσειν· ἀπὸ γὰρ μινύθουσιν ἀνῖαι.
ἱμερτόν τε γυναιξὶ δυνήσεαι ἀνέρα θεῖναι,
καὶ θέλξεις μύθοισι βροτούς, καὶ πάντα κομίζων
ὅσσα κεν αἰτήσειας, ἀφίξεαι οἴκαδε χαίρων.
καὶ νούσῳ κάμνοντα σαωθῆναι θέμις ἐστίν,
ὅς μιν ἐνὶ σφετέρῃσι λαβὼν χεὶρεσσι κατάσχῃ·
εἰ δὲ Ζεύς τοι τόν γε βιωσέμεν ἀρνήσηται,
ἀλλὰ νόει σὺ τεῇσιν ἐνὶ φρεσὶν, οὕνεκεν αὐτῷ
ῥῆξε λίνον Κλωθώ· τὸ δέ κ' ἔρχεται ὕστατον ἦμαρ.
- Εἰ δὲ πυριφλεγέθων ἑτερήμερος ἄνδρα θαμίζων,
ἢ κρυερὸς μάρπτων πυρετὸς παραδηθύνῃσιν,
ἠὲ τεταρταίης πῆμα βραδὺ μήποτε λήγειν
βουλομένης, ἀλλ' αἰὲν ὅπη πελάσῃσι μενούσης,
τόνδε σύ γ' ἰᾶσθαι δι' ἀμύμονος ἀντιαχάτου·
οὗτος γὰρ πυρετῶν πολὺ φέρτερος. αἶψα δὲ σῆμα
ἐξερέω, τό περ ὦκα βίην δείκνυσι λίθοιο.
ἐν γάρ μιν κεράεσσι βαλὼν μέσον ἑψομένοισι
τυτθὸν ἀνασχέσθαι· τὰ δὲ τήκεται ἔνδοθι πάντα.
οὐ μέν τοι καὶ τόνδε πρὸς ἑρπετά φημι δύνασθαι,
ἀλλ' ἕτερον δώσω χατέοντί τοι ἰητῆρα
οὐρανόθεν γεγαῶτα· σὺ δ' ἐν φρεσὶ βάλλεο μῦθον.
εὖτε γὰρ αἰγλῆεν σφέτερον δέμας εὐρύστερνος
Οὐρανὸς ὠμηστῆρος ὑπαὶ παλάμῃσι Κρόνοιο
δῃωθεὶς εἵλιξεν ἀπειρεσίην ἐπὶ γαῖαν
αἰθέρος ἐκ δίης πεσέειν οὖδάσδε μενοινῶν,
ὄφρα κε πάντ' ἀΐδηλα πολύτροχον ἀμφιπετάσσας
νῶτον ἑὸν τεύξαι, μηδ' Οὐρανοῦ ἀστερόεντος
θυμὸν ἀνιήσας Κρόνος οὐρανὸν εἰσέτι ναίοι·
δή ῥα τότ' ἀμβροσίοιο κατειβόμεναι φορέοντο
αἵματος ὠτειλῆθεν ἐπὶ τραφερὴν ῥαθάμιγγες,
τὰς οὐ μόρσιμον ἦεν ἀπ' ἀθανάτοιο κιούσας
σώματος ὄλλυσθαι· μενέμεν δ' ἐριβώλακι Μοῖραι
ἐν γαίῃ προγόνοιο θεῶν σόον αἷμα κέλοντο.
μεῖνε μὲν οὖν, αὖον δὲ πυρίγληνοι θέσαν ἵπποι
Ἠελίου· καί κέν τις ἐπιψαύων ἐρίσειε
λᾶαν ἔχειν ἐνὶ χερσίν, ἔχει γε μὲν αἷμα πεπηγός.
ἐν γάρ οἱ χρὼς αὐτὸς ἐτήτυμον αἵματός ἐστιν,
ἐν δὲ καὶ ὕδατι ῥεῖα δαμασθεὶς ἀτρεκὲς αἷμα
γίνεται· αἱματόεις δὲ καὶ οὔνομα λᾶας ἔτ' ἀνδρῶν
ἐκ προτέρων κέκληται· ἀκήρατα δ' οὕνεκ' ἔοικε
φάρμακ' ἔχειν, νημερτὲς ἀπόρροιάν μιν ἀοιδοὶ
οὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀφικέσθαι.
οὐ γὰρ ὅ γ' οὔτε νέην ἐθέλει θνητοῖσιν ὀϊζὺν
ἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέρην δ' ἀπερύκει
πινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲ
ἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὸν δὲ δαμάσσας
‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑
ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγει νόσον· ἀσχαλάᾳ γὰρ
εἴργεσθαι θνητοὺς ὁράαν ἐρατεινὰ πρόσωπα
πρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος.
καὶ γλήνῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν
‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑ ‑
ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι.
καί μιν ἐγὼν Αἴαντι δαΐφρονι πόλλ' ἐπέτελλον
ἔντεσι δῆριν θεῖναι ἀμύμονος ἀμφ' Ἀχιλῆος
ἐσσυμένῳ, νίκης ἐπαρηγόνα χειρὶ κομίζειν.
καί κεν Ὀδυσσῆος ταλασίφρονος ἀντίον αὐτῷ
κῦδος Ἀθηναίη περ ἑλέπτολις ἐγγυάλιξεν·
ἀλλ' οὔ οἱ μοῖρ' ἔσκε παραιφαμένοιο πιθέσθαι·
τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριζεν ὄνειαρ,
λάζετο δ' οὐλοὸν ἆορ. ἀτὰρ σύ γε τοῖο μὲν αἶσαν
ἅζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῖο γενέθλην
ἑρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἑταίρους
πινέμεναι νύμφαις ἐνὶ νηϊάδεσσι κέλευε.
καὶ μὲν ἐγὼ λαιψηρὸν ἐμὸν θεράποντα Δόλωνα
αὐτοκασιγνήτῳ μεμαὼς φίλον Ἕκτορι θεῖναι
πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι·
αὐτὰρ ὅ γ' ἐξαπίνης Τρώων προπάροιθεν ἁπάντων
Ἕκτορι Πριαμίδῃ κεχαρισμένος ἔπλεθ' ἑταῖρος.
τοῖο δ' ἕκητί μ' ἐκεῖνος ἀμοιβήδην ἀρέσασθαι
ἱέμενος λιπαραῖον ἐπίκλησιν παρὰ πατρὸς
ὤπασεν ἀφνειοῖο λαβὼν λίθον, ὅν ποτ' ἄρ' αὐτὸς
ἐλθὼν Ἰλιόθεν κρατερὸν μετὰ Μέμνονα κῆρυξ
σήματ' ἐμεῖο πορόντος ἀνευρὼν Ἀσσυρίηθεν
χρυσοῦ τιμήεντος ἀρείονα δεῦρο κόμισσε
μυρία κεῖθι μάγοισι πορὼν πολυΐδμοσι δῶρα.
εἰ δ' ἄγε δέχνυσο μῦθον· ἐγὼ δ' ἐδάην, τά κε λέξω.
- Πρῶτα μὲν οὖν σπένδοντας ἀναιμάκτων ἐπὶ βωμῶν
‑ οὐ γὰρ ἄγειν θέμις ἐστὶ θυηλὴν ἐμψύχοιο ‑
Ἥλιον εὐρύοπα κλῄζειν ὕμνοισιν ἄνωγα,
καὶ χθόνα πίειραν πάντων τροφὸν οὐθατόεσσαν.
δεύτερον αὖτ' αἴθωνος ὑπὲρ λίθον Ἡφαίστοιο
τήκειν ἡδείῃ ταναοὺς θέλγοντα δράκοντας
ὀδμῇ, τὴν ἄρα κεῖνοι ἀνερχομένην ἐσορῶντες
σπερχόμενοι ποτὶ βωμὸν ἀολλέες ἐκπρομολόντες
χηραμόθεν ῥώονται ἐφερπύζοντες ἅπαντες.
αὐτὰρ ἔπειτα λίνοιο νεόπλυτα φάρεα κοῦροι
ἑσσάμενοι τρεῖς, ὀξὺ φέρων ἄμφηκες ἕκαστος
ἆορ, ἀναρπάζων ὄφιν αἰόλον, ὅς κε μάλιστα
κνίσσης ἱμείρων πυρὸς ἐγγύθι δινεύῃσι·
τοῦ δὲ διαμελεϊστὶ δαΐζειν ἐννέα μοίρας·
τρεῖς μὲν ἐπὶ κλῆσιν πανδερκέος ἠελίοιο,
τρεῖς δ' ἑτέρας γαίης ἐριβώλου λαοβοτείρης,
τρεῖς δὲ θεοπροπίης πολυΐδμονος ἀψεύστοιο·
τὰς δὲ λέβης κεράμοιο τετυγμένος αἱματοέσσας
δεξάσθω· καὶ δῶρον ἐλάϊον Ἀτρυτώνης,
ἠδὲ μέθυ Βρομίοιο καλεσσιχόρου καταχεύειν,
ἐν δ' ἅλας ἀργεννοὺς βαλέειν θεράποντας ἐδωδῆς·
ἐν δέ σφιν καὶ δριμὺν ἐπήλυδα κόκκον ἄνωγα
μῖξαι ῥυσοχίτωνα, μελαγχροίην, ἐρίτιμον·
ἐν δὲ καὶ ὅσσα περ ἄλλα μετ' ἀλλήλοισι μιγέντα
ἵμερον ἐσπέμπουσιν ἐδητύος ἀνθρώποισιν.
ὄφρα δ' ἐνὶ τρίποδος κρέα γαστέρι δάμνατ' ἐόντα,
τόφρα δὲ κικλήσκειν μακάρων ἄρρηκτον ἕκαστον
οὔνομα· τέρπονται γάρ, ἐπεί κέ τις ἐν τελετῇσι
μυστικὸν ἀείδῃσιν ἐπώνυμον οὐρανιώνων.
ἀρᾶσθαι δὲ Μέγαιραν ἀπόπροθι παφλάζοντος
σευέμεναι τρίποδος κακομήχανον· ἐς δ' ἄρα τούς γε
πνεῦμα διϊπετὲς ἔνδον ἄγειν ἱερὰς ἐπὶ μοίρας.
ὁππότε δ' ἑψομένοισιν ἐπὶ κρεάεσσιν ἵκηται,
δαίνυσθαι τότ' ἔπειτα κορέννυσθαι μεμαῶτας
αὐτόθεν ἐκ τρίποδος· τὰ δὲ λείψανα γαῖα καλύπτοι·
καί σφιν ἐπισπεῖσαι λευκὸν γάλα καὶ μέθυ ἡδὺ
καὶ λίπ' ἐπήρατον ἠδὲ μελίσσης ἄνθιμον εἶδαρ,
καὶ στέψαι πλέξαντας ἀκρόδρυα καρποφόροιο
παρθενικῆς ἀφελόντας ἐλαίης· ἀμφὶ δὲ κόρσαις
σφωϊτέραις πέπλους ἑλέειν οἶκόνδε κιόντας·
μηδὲ μεταστρωφᾶσθαι, ἐπεί κ' ἀπονόσφι τράπησθε,
ἀλλ' αἰεὶ προτέρην ἐς ἀταρπιτὸν ὄσσε φέροντας
ἔρχεσθ' ἐς μέγαρον, μηδὲ προτιμυθήσασθαι,
εἴ κέν τις ξύμβληται ὁδίτης, ἔστ' ἂν ἵκησθε
ἐς δόμον· ἔνθα δ' ἔπειτα θυηλὰς ἀθανάτοισιν
ἐξαῦτις ῥέζοντας ἀρώματα ποικίλα καίειν.
- Ταῦτ' ἐγὼ ἐκτελέσας, ὅσα τ' ἔσσεται, ὅσσα τε κοῦφοι
ὄρνιθες κλάζουσιν, ἐπίσταμαι, ὅσσα τε θῆρες
ὠμησταὶ τετράπεζοι ἐνί σφισιν ὠρύονται.
- Ἔνθεν ἐγὼν ἐδάην καὶ Βακχικὰ νεβρίταο
δῶρα λίθου Βρομίῳ κεχαρισμένα· τόν περ ἔχοντες
ἄνθρωποι θύοιτε καὶ ἀράων ἀΐουσιν
Οὐρανίδαι. γυμνῷ δὲ ῥάχιν πόδα πευκεδανοῖο
εἴ κέν τις θλίψας ὄφιος διὰ σάρκας ἀκάνθῃ
δῃώσῃ σφετέρας, ὀδυνήφατος ἔσσεται αὐτῷ
νεβρίτης. ἔρδει δ' ἀλόχῳ πόσιν ἱμερόεντα.
- Ἔνθεν καὶ κατένωπα κελαινῆς ἀσπίδος ἔγνων
καρτερὰ φάρμακα σεῖο, βροτοσσόε θέσκελε πέτρη,
τῆς ὄνομα χροιή τε πέλει χλοεροῖο πράσοιο.
- Ἔνθεν καὶ σέο, δῖε χαλάζιε, πειρηθῆναι
ἐν θυμῷ βαλόμην, καί σευ μένος εὗρον ἄριστον.
ἄμφω γάρ, καὶ νοῦσον ἀναψύχεις πυρόεσσαν,
καί μοι σκορπιόθεν βεβολημένῳ ἦρα κομίζεις.
- Λητοΐδαο μάλα χρησμοῖς, Ποιάντιος ἥρως,
ἑσπόμενον τάδε πάντα μ' ἀμήχανά φημι πιφαύσκειν.
αὐτοκασιγνήτην κεχολωμένος Ἀργυρότοξος
Κασσάνδρην ἐκέλευσεν ἀκουόντεσσιν ἄπιστα
θεσπίζειν Τρώεσσιν ἐτήτυμά περ φρονέουσαν·
αὐτὰρ ἐγὼ καὶ πρόσθεν ἀπώμοσα καρτερὸν ὅρκον,
ψευδέα μήποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι·
καὶ νῦν ἀτρεκέως μάλα τοι λέξαντος ἕκαστα
ἡμετέροις, ἥρως ἑκατηβόλε, πείθεο μύθοις.
- Ὣς ἄρ' ἔφη Πριάμοιο διοτρεφέος φίλος υἱὸς
ἀτρέστου θεράποντι φέρων χάριν Ἡρακλῆος·
νῶϊ δὲ ποιήεσσαν ἐς ἀκρώρειαν ἰοῦσι
τρηχεῖαν μάλα μῦθοι ἀταρπιτὸν ἐπρήϋναν.