8853 1101 0 27 1 537 411 a. C. Commedia Aristophanes Lysistrata Coulon, V., Paris, Les Belles Lettres, 1928 Rist. 1967 221

ARISTOPHANES - Lysistrata

ΛΥΣΙΣΤΡΑΤΗ

Ἀλλ' εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν,

ἢ 'ς Πανὸς ἢ 'πὶ Κωλιάδ' εἰς Γενετυλλίδος,

οὐδ' ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.

Νῦν δ' οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·

   5πλὴν ἥ γ' ἐμὴ κωμῆτις ἥδ' ἐξέρχεται.

Χαῖρ', ὦ Κλεονίκη.

ΚΛΕΟΝΙΚΗ

                Καὶ σύ γ', ὦ Λυσιστράτη.

Τί συντετάραξαι; Μὴ σκυθρώπαζ', ὦ τέκνον·

οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.

ΛΥ. Ἀλλ', ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,

  10καὶ πόλλ' ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,

ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα

εἶναι πανοῦργοι ‑

ΚΛ.               Καὶ γάρ ἐσμεν νὴ Δία.

ΛΥ. εἰρημένον δ' αὐταῖς ἀπαντᾶν ἐνθάδε

βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,

  15εὕδουσι κοὐχ ἥκουσιν.

ΚΛ.                  Ἀλλ', ὦ φιλτάτη,

ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.

Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ' ἐκύπτασεν,

ἡ δ' οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον

κατέκλινεν, ἡ δ' ἔλουσεν, ἡ δ' ἐψώμισεν.

  20ΛΥ. Ἀλλ' ἕτερα τἄρ' ἦν τῶνδε προὐργιαίτερα

αὐταῖς.

ΚΛ.       Τί δ' ἐστίν, ὦ φίλη Λυσιστράτη,

ἐφ' ὅ τι ποθ' ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς;

Τί τὸ πρᾶγμα; Πηλίκον τι;

ΛΥ.                      Μέγα.

ΚΛ.                           Μῶν καὶ παχύ;

ΛΥ. Νὴ Δία παχὺ ‹πάνυ›.

ΚΛ.                  Κᾆτα πῶς οὐχ ἥκομεν;

  25ΛΥ. Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.

Ἀλλ' ἔστιν ὑπ' ἐμοῦ πρᾶγμ' ἀνεζητημένον

πολλαῖσί τ' ἀγρυπνίαισιν ἐρριπτασμένον.

ΚΛ. Ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;

ΛΥ. Οὕτω γε λεπτὸν ὥσθ' ὅλης τῆς Ἑλλάδος

  30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.

ΚΛ. Ἐν ταῖς γυναιξίν; Ἐπ' ὀλίγου τἄρ' εἴχετο.

ΛΥ. Ὡς ἔστ' ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,

ἢ μηκέτ' εἶναι μήτε Πελοποννησίους ‑

ΚΛ. Βέλτιστα τοίνυν μηκέτ' εἶναι νὴ Δία.

  35ΛΥ. Βοιωτίους τε πάντας ἐξολωλέναι.

ΚΛ. Μὴ δῆτα πάντας γ', ἀλλ' ἄφελε τὰς ἐγχέλεις.

ΛΥ. Περὶ τῶν Ἀθηνῶν δ' οὐκ ἐπιγλωττήσομαι

τοιοῦτον οὐδέν, ἀλλ' ὑπονόησον σύ μοι.

Ἢν δὲ ξυνέλθωσ' αἱ γυναῖκες ἐνθάδε,

  40αἵ τ' ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων

ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.

ΚΛ. Τί δ' ἂν γυναῖκες φρόνιμον ἐργασαίατο

ἢ λαμπρόν, αἳ καθήμεθ' ἐξηνθισμέναι,

κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι

  45καὶ Κιμβερίκ' ὀρθοστάδια καὶ περιβαρίδας;

ΛΥ. Ταῦτ' αὐτὰ γάρ τοι κἄσθ' ἃ σώσειν προσδοκῶ,

τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες

χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

ΚΛ. Τίνα δὴ τρόπον ποθ';

ΛΥ.                  Ὥστε τῶν νῦν μηδένας

  50ἀνδρῶν ἐπ' ἀλλήλοισιν αἴρεσθαι δόρυ ‑

ΚΛ. Κροκωτὸν ἄρα νὴ τὼ θεὼ 'γὼ βάψομαι.

ΛΥ. μηδ' ἀσπίδα λαβεῖν ‑

ΚΛ.                 Κιμβερικὸν ἐνδύσομαι.

ΛΥ. μηδὲ ξιφίδιον.

ΚΛ.            Κτήσομαι περιβαρίδας.

ΛΥ. Ἆρ' οὐ παρεῖναι τὰς γυναῖκας δῆτ' ἐχρῆν;

  55ΚΛ. Οὐ γὰρ μὰ Δί' ἀλλὰ πετομένας ἥκειν πάλαι.

ΛΥ. Ἀλλ', ὦ μέλ', ὄψει τοι σφόδρ' αὐτὰς Ἀττικάς,

ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.

Ἀλλ' οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,

οὐδ' ἐκ Σαλαμῖνος.

ΚΛ.                Ἀλλ' ἐκεῖναί γ' οἶδ' ὅτι

  60ἐπὶ τῶν κελήτων διαβεβήκασ' ὄρθριαι.

ΛΥ. Οὐδ' ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ

πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων

γυναῖκας, οὐχ ἥκουσιν.

ΚΛ.                   Ἡ γοῦν Θεογένους

ὡς δεῦρ' ἰοῦσα τἀκάτειον ᾔρετο.

  65Ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.

ΛΥ. Αἵδ' αὖθ' ἕτεραι χωροῦσί τινες.

ΚΛ.                           Ἰοὺ ἰού,

πόθεν εἰσίν;

ΛΥ.           Ἀναγυρουντόθεν.

ΚΛ.                       Νὴ τὸν Δία·

ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.

ΜΥΡΡΙΝΗ

Μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη;

  70Τί φῄς; Τί σιγᾷς;

ΛΥ.                Οὔ σ' ἐπαινῶ, Μυρρίνη,

ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.

ΜΥ. Μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.

Ἀλλ' εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.

ΚΛ. Μὰ Δί' ἀλλ' ἐπαναμείνωμεν ὀλίγου γ' εἵνεκα

  75τάς τ' ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων

γυναῖκας ἐλθεῖν.

ΛΥ.              Πολὺ σὺ κάλλιον λέγεις.

Ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.

Ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ.

Οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται.

  80Ὡς δ' εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.

Κἂν ταῦρον ἄγχοις.

ΛΑΜΠΙΤΩ

               Μάλα γ', οἰῶ, ναὶ τὼ σιώ·

γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

ΚΛ. Ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις.

ΛΑ. Ἇπερ ἱαρεῖόν τοί μ' ὑποψαλάσσετε.

  85ΛΥ. Ἡδὶ δὲ ποδαπὴ 'σθ' ἡ νεᾶνις ἁτέρα;

ΛΑ. Πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία

ἵκει ποθ' ὑμέ.

ΛΥ.            Νὴ Δί' ὡς Βοιωτία

καλόν γ' ἔχουσα τὸ πεδίον.

ΚΛ.                      Καὶ νὴ Δία

κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

  90ΛΥ. Τίς δ' ἁτέρα παῖς;

ΛΑ.                Χαἵα ναὶ τὼ σιώ,

Κορινθία δ' αὖ.

ΚΛ.              Χαΐα νὴ τὸν Δία

δήλη 'στὶν οὖσα ταυταγὶ τἀντευθενί.

ΛΑ. Τίς δ' αὖ συναλίαξε τόνδε τὸν στόλον

τὸν τᾶν γυναικῶν;

ΛΥ.               Ἥδ' ἐγώ.

ΛΑ.                      Μύσιδδέ τοι

  95ὅ τι λῇς ποθ' ἁμέ.

ΚΛ.                Νὴ Δί', ὦ φίλη γύναι,

λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ' ἐστί σοι.

ΛΥ. Λέγοιμ' ἂν ἤδη. Πρὶν λέγειν ‹δ'›, ὑμᾶς τοδὶ

ἐπερήσομαί, τι μικρόν.

ΚΛ.                   Ὅ τι βούλει γε σύ.

ΛΥ. Τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων

 100ἐπὶ στρατιᾶς ἀπόντας; Εὖ γὰρ οἶδ' ὅτι

πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

ΚΛ. Ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας, ὦ τάλαν,

ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

ΜΥ. Ὁ δ' ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

 105ΛΑ. Ὁ δ' ἐμός γα, καἴ κ' ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,

πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

ΛΥ. Ἀλλ' οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.

Ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,

οὐκ εἶδον οὐδ' ὄλισβον ὀκτωδάκτυλον,

 110ὃς ἦν ἂν ἡμῖν σκυτίνη 'πικουρία.

Ἐθέλοιτ' ἂν οὖν, εἰ μηχανὴν εὕροιμ' ἐγώ,

μετ' ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

ΚΛ.                           Νὴ τὼ θεὼ

ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον

τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.

 115ΜΥ. Ἐγὼ δέ γ' ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ,

δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.

ΛΑ. Ἐγὼν δὲ καί κα ποττὸ Ταΰγετον ἄνω

ἔλσοιμ' ὅπα μέλλοιμί γ' εἰράναν ἰδῆν.

ΛΥ. Λέγοιμ' ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.

 120Ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν

ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,

ἀφεκτέ' ἐστὶ ‑

ΚΛ.            Τοῦ; φράσον.

ΛΥ.                       Ποήσετ' οὖν;

ΚΛ. Ποήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

ΛΥ. Ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.

 125Τί μοι μεταστρέφεσθε; Ποῖ βαδίζετε;

Αὗται, τί μοιμυᾶτε κἀνανεύετε;

Τί χρὼς τέτραπται; Τί δάκρυον κατείβεται;

Ποήσετ' ἢ οὐ ποήσετ'; Ἢ τί μέλλετε;

ΚΛ. Οὐκ ἂν ποήσαιμ', ἀλλ' ὁ πόλεμος ἑρπέτω.

 130ΜΥ. Μὰ Δί' οὐδ' ἔγωγ' ἄν, ἀλλ' ὁ πόλεμος ἑρπέτω.

ΛΥ. Ταυτὶ σὺ λέγεις, ὦ ψῆττα; Καὶ μὴν ἄρτι γε

ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

ΚΛ. Ἄλλ', ἄλλ' ὅ τι βούλει. Κἄν με χρῇ, διὰ τοῦ πυρὸς

ἐθέλω βαδίζειν. Τοῦτο μᾶλλον τοῦ πέους·

 135οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη.

ΛΥ. Τί δαὶ σύ;

ΜΥ.          Κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

ΛΥ. Ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος.

Οὐκ ἐτὸς ἀφ' ἡμῶν εἰσιν αἱ τραγῳδίαι·

οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.

 140Ἀλλ', ὦ φίλη Λάκαινα, ‑ σὺ γὰρ ἐὰν γένῃ

μόνη μετ' ἐμοῦ, τὸ πρᾶγμ' ἀνασωσαίμεσθ' ἔτ' ‹ἄν›, ‑

ξυμψήφισαί μοι.

ΛΑ.             Χαλεπὰ μὲν ναὶ τὼ σιὼ

γυναῖκας ὑπνῶν ἐστ' ἄνευ ψωλᾶς μόνας.

Ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλ' αὖ.

 145ΛΥ. Ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.

ΚΛ. Εἰ δ' ὡς μάλιστ' ἀπεχοίμεθ' οὗ σὺ δὴ λέγεις, ‑

ὃ μὴ γένοιτο, ‑ μᾶλλον ἂν διὰ τουτογὶ

γένοιτ' ἂν εἰρήνη;

ΛΥ.                Πολύ γε νὴ τὼ θεώ.

Εἰ γὰρ καθῄμεθ' ἔνδον ἐντετριμμέναι,

 150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις

γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,

στύοιντο δ' ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,

ἡμεῖς δὲ μὴ προσιείμεθ', ἀλλ' ἀπεχοίμεθα,

σπονδὰς ποήσαιντ' ἂν ταχέως, εὖ οἶδ' ὅτι.

 155ΛΑ. Ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα

γυμνᾶς παραϊδὼν ἐξέβαλ', οἰῶ, τὸ ξίφος.

ΚΛ. Τί δ', ἢν ἀφιῶσ' ἅνδρες ἡμᾶς, ὦ μέλε;

ΛΥ. Τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.

ΚΛ. Φλυαρία ταῦτ' ἐστὶ τὰ μεμιμημένα.

 160Ἐὰν λαβόντες δ' εἰς τὸ δωμάτιον βίᾳ

ἕλκωσιν ἡμᾶς;

ΛΥ.            Ἀντέχου σὺ τῶν θυρῶν.

ΚΛ. Ἐὰν δὲ τύπτωσιν;

ΛΥ.               Παρέχειν χρὴ κακὰ κακῶς·

οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.

Κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ

 165ἀπεροῦσιν. Οὐ γὰρ οὐδέποτ' εὐφρανθήσεται

ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.

ΚΛ. Εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.

ΛΑ. Καὶ τὼς μὲν ἁμὼς ἄνδρας ἁμὲς πείσομες

παντᾶ δικαίως ἄδολον εἰράναν ἄγην·

 170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον

πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;

ΛΥ. Ἡμεῖς ἀμέλει σοι τά γε παρ' ἡμῖν πείσομεν.

ΛΑ. Οὔχ, ἇς πόδας γ' ἔχωντι ταὶ τριήρεες

καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.

 175ΛΥ. Ἀλλ' ἔστι καὶ τοῦτ' εὖ παρεσκευασμένον·

καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.

Ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,

ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,

θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.

 180ΛΑ. Πάντ' εὖ κ' ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς.

ΛΥ. Τί δῆτα ταῦτ' οὐχ ὡς τάχιστα, Λαμπιτοῖ,

ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;

ΛΑ. Πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.

ΛΥ. Καλῶς λέγεις. Ποῦ 'σθ' ἡ Σκύθαινα; Ποῖ βλέπεις;

 185Θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,

καί μοι δότω τὰ τόμιά τις.

ΚΛ.                      Λυσιστράτη,

τίν' ὅρκον ὁρκώσεις ποθ' ἡμᾶς;

ΛΥ.                         Ὅντινα;

εἰς ἀσπίδ', ὥσπερ, φασίν, Αἰσχύλος ποτέ,

μηλοσφαγούσας.

ΚΛ.            Μὴ σύ γ', ὦ Λυσιστράτη,

 190εἰς ἀσπίδ' ὀμόσῃς μηδὲν εἰρήνης πέρι.

ΛΥ. Τίς ἂν οὖν γένοιτ' ἂν ὅρκος; Ἢ λευκόν ποθεν

ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;

ΚΛ. Ποῖ λευκὸν ἵππον;

ΛΥ.               Ἀλλὰ πῶς ὀμούμεθα

ἡμεῖς;

ΚΛ.      Ἐγώ σοι νὴ Δί', ἢν βούλῃ, φράσω.

 195Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,

μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον

ὀμόσωμεν εἰς τὴν κύλικα μὴ 'πιχεῖν ὕδωρ.

ΛΑ. Φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

ΛΥ. Φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

 200ΚΛ. Ὦ φίλταται γυναῖκες, ‹ὁ› κεραμὼν ὅσος.

Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

ΛΥ. Καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.

Δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,

τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

 205ΚΛ. Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.

ΛΑ. Καὶ μὰν ποτόδδει γ' ἁδὺ ναὶ τὸν Κάστορα.

ΚΛ. Ἐᾶτε πρώτην μ', ὦ γυναῖκες, ὀμνύναι.

ΛΥ. Μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.

Λάζυσθε πᾶσαι τῆς κύλικος, ὦ Λαμπιτοῖ·

 210λεγέτω δ' ὑπὲρ ὑμῶν μί' ἅπερ ἂν κἀγὼ λέγω·

ὑμεῖς δ' ἐπομεῖσθε ταῦτα κἀμπεδώσετε.

Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ' ἀνήρ ‑

ΚΛ. Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ' ἀνήρ ‑

ΛΥ. ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Λέγε.

 215ΚΛ. ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Παπαῖ,

ὑπολύεταί μου τὰ γόνατ', ὦ Λυσιστράτη.

ΛΥ. Οἴκοι δ' ἀταυρώτη διάξω τὸν βίον ‑

ΚΛ. Οἴκοι δ' ἀταυρώτη διάξω τὸν βίον ‑

ΛΥ. κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη ‑

 220ΚΛ. κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη ‑

ΛΥ. ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· ‑

ΚΛ. ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· ‑

ΛΥ. κοὐδέποθ' ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

ΚΛ. κοὐδέποθ' ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

 225ΛΥ. Ἐὰν δέ μ' ἄκουσαν βιάζηται βίᾳ ‑

ΚΛ. ἐὰν δέ μ' ἄκουσαν βιάζηται βίᾳ ‑

ΛΥ. κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

ΚΛ. κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

ΛΥ. Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

 230ΚΛ. Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

ΛΥ. Οὐ στήσομαι λέαιν' ἐπὶ τυροκνήστιδος.

ΚΛ. Οὐ στήσομαι λέαιν' ἐπὶ τυροκνήστιδος.

ΛΥ. Ταῦτ' ἐμπεδοῦσα μὲν πίοιμ' ἐντευθενί ‑

ΚΛ. Ταῦτ' ἐμπεδοῦσα μὲν πίοιμ' ἐντευθενί ‑

 235ΛΥ. εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ' ἡ κύλιξ.

ΚΛ. εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ' ἡ κύλιξ.

ΛΥ. Συνεπόμνυθ' ὑμεῖς ταῦτα πᾶσαι;

ΠΑΣΑΙ

                         Νὴ Δία.

ΛΥ. Φέρ' ἐγὼ καθαγίσω τήνδε.

ΚΛ.                     Τὸ μέρος γ', ὦ φίλη,

ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.

 240ΛΑ. Τίς ὡλολυγά;

ΛΥ.           Τοῦτ' ἐκεῖν' οὑγὼ 'λεγον·

αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ

ἤδη κατειλήφασιν. Ἀλλ', ὦ Λαμπιτοῖ,

σὺ μὲν βάδιζε καὶ τὰ παρ' ὑμῖν εὖ τίθει,

τασδὶ δ' ὁμήρους κατάλιφ' ἡμῖν ἐνθάδε.

 245Ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει

ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.

ΚΛ. Οὔκουν ἐφ' ἡμᾶς ξυμβοηθήσειν οἴει

τοὺς ἄνδρας εὐθύς;

ΛΥ.                Ὀλίγον αὐτῶν μοι μέλει.

Οὐ γὰρ τοσαύτας οὔτ' ἀπειλὰς οὔτε πῦρ

 250ἥξουσ' ἔχοντες ὥστ' ἀνοῖξαι τὰς πύλας

ταύτας, ἐὰν μὴ 'φ' οἷσιν ἡμεῖς εἴπομεν.

ΚΛ. Μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ'· ἄλλως γὰρ ἂν

ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ' ἄν.

ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ

Χώρει, Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς

 255κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.

 

Ἦ πόλλ' ἄελπτ' ἔνεστιν ἐν τῷ μακρῷ βίῳ, φεῦ,                 Str.

ἐπεὶ τίς ἄν ποτ' ἤλπισ', ὦ Στρυμόδωρ', ἀκοῦσαι

 260     γυναῖκας, ἃς ἐβόσκομεν

     κατ' οἶκον ἐμφανὲς κακόν,

     κατὰ μὲν ἅγιον ἔχειν βρέτας

     κατά τ' ἀκρόπολιν ἐμὴν λαβεῖν,

       μοχλοῖς δὲ καὶ κλῄθροισιν

 265        τὰ προπύλαια πακτοῦν;

 

Ἀλλ' ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν, ὦ Φιλοῦργε,

ὅπως ἂν αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,

ὅσαι τὸ πρᾶγμα τοῦτ' ἐνεστήσαντο καὶ μετῆλθον,

μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες

 270πάσας, ἀπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.

 

Οὐ γὰρ μὰ τὴν Δήμητρ' ἐμοῦ ζῶντος ἐγχανοῦνται·              Ant.

ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,

 275     ἀπῆλθεν ἀψάλακτος, ἀλλ'

     ὅμως Λακωνικὸν πνέων

     ᾤχετο θὤπλα παραδοὺς ἐμοί,

     σμικρὸν ἔχων πάνυ τριβώνιον,

       πινῶν ῥύπ', ἀπαράτιλτος,

 280        ἓξ ἐτῶν ἄλουτος.

 

Οὕτως ἐπολιόρκησ' ἐγὼ τὸν ἄνδρ' ἐκεῖνον ὠμῶς

ἐφ' ἑπτακαίδεκ' ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.

Τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς

ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;

 285Μή νυν ἔτ' ἐν ‹τῇ› τετραπόλει τοὐμὸν τροπαῖον εἴη.

 

     Ἀλλ' αὐτὸ γάρ μοι τῆς ὁδοῦ                       Str.

       λοιπόν ἐστι χωρίον

τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω.

     Χὤπως ποτ' ἐξαμπρεύσομεν

 290       τοῦτ' ἄνευ κανθηλίου·

ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον.

       Ἀλλ' ὅμως βαδιστέον,

       καὶ τὸ πῦρ φυσητέον,

μή μ' ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.

 295        Φῦ φῦ.

       Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.

 

     Ὡς δεινόν, ὦναξ Ἡράκλεις,                         Ant.

       προσπεσόν μ' ἐκ τῆς χύτρας

ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει.

     Κἄστιν γε Λήμνιον τὸ πῦρ

 300       τοῦτο πάσῃ μηχανῇ·

οὐ γὰρ ‹ἄν› ποθ' ὧδ' ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.

       Σπεῦδε πρόσθεν εἰς πόλιν

       καὶ βοήθει τῇ θεῷ.

Ἢ πότ' αὐτῇ μᾶλλον ἢ νῦν, ὦ Λάχης, ἀρήξομεν;

 305        Φῦ φῦ.

       Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.

 

Τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.

Οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,

τῆς ἀμπέλου δ' εἰς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες

ἅψαντες εἶτ' εἰς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν,

 310κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,

ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.

Θώμεσθα δὴ τὸ φορτίον. Φεῦ τοῦ καπνοῦ, βαβαιάξ.

Τίς ξυλλάβοιτ' ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατηγῶν;

Ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.

 315Σὸν δ' ἔργον ἐστίν, ὦ χύρτα, τὸν ἄνθρακ' ἐξεγείρειν,

τὴν λαμπάδ' ἡμμένην ὅπως παρὼν ἐμοὶ προσοίσει.

Δέσποινα Νίκη, ξυγγενοῦ τῶν τ' ἐν πόλει γυναικῶν

τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.

 

ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ

Λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες,

 320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.

 

     Πέτου πέτου, Νικοδίκη,                       Str.

     πρὶν ἐμπεπρῆσθαι Καλύκην

   τε καὶ Κρίτυλλαν περιφυσήτω

     ὑπό τ' ἀνέμων ἀργαλέων

 325     ὑπό τε γερόντων ὀλέθρων.

Ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ;

Νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία

μόλις ἀπὸ κρήνης ὑπ' ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου,

 330     δούλαισιν ὠστιζομένη

     στιγματίαις θ', ἁρπαλέως

     ἀραμένη, ταῖσιν ἐμαῖς

     δημότισιν καομέναις

       φέρουσ' ὕδωρ βοηθῶ.

 

 335     Ἤκουσα γὰρ τυφογέρον-                        Ant.

     τας ἄνδρας ἔρρειν, στελέχη

   φέροντας ὥσπερ βαλανεύσοντας

     εἰς πόλιν ὡς τριτάλαντα βάρος,

     δεινότατ' ἀπειλοῦντας ἐπῶν

 340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν.

Ἅς, ὦ θεά, μή ποτ' ἐγὼ πιμπραμένας ἴδοιμι,

ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας·

     ἐφ' οἷσπερ, ὦ χρυσολόφα

 345     πολιοῦχε, σὰς ἔσχον ἕδρας.

     Καί σε καλῶ ξύμμαχον, ὦ

     Τριτογένει', ἤν τις ἐκεί-

     νας ὑποπιμπρῇσιν ἀνήρ,

       φέρειν ὕδωρ μεθ' ἡμῶν.

 

 350Ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί·

οὐ γάρ ποτ' ἂν χρηστοί γ' ἔδρων οὐδ' εὐσεβεῖς τάδ' ἄνδρες.

 

Χ. ΓΕ. Τουτὶ τὸ πρᾶγμ' ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·

ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

Χ. ΓΥ. Τί βδύλλεθ' ἡμᾶς; Οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;

 355Καὶ μὴν μέρος γ' ἡμῶν ὁρᾶτ' οὔπω τὸ μυριοστόν.

Χ. ΓΕ. Ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;

Οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ' ἐχρῆν τιν' αὐταῖς;

Χ. ΓΥ. Θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ', ὅπως ἄν,

ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μ' ἐμποδίζῃ.

 360Χ. ΓΕ. Εἰ νὴ Δί' ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς

ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.

Χ. ΓΥ. Καὶ μὴν ἰδού· παταξάτω τις. Στᾶσ' ἐγὼ παρέξω,

κοὐ μή ποτ' ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.

Χ. ΓΕ. Εἰ μὴ σιωπήσει, θενών σου 'κκοκκιῶ τὸ γῆρας.

 365Χ. ΓΥ. Ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.

Χ. ΓΕ. Τί δ', ἢν σποδῶ τοῖς κονδύλοις; Τί μ' ἐργάσει τὸ δεινόν;

Χ. ΓΥ. Βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ' ἐξαμήσω.

Χ. ΓΕ. Οὐκ ἔστ' ἀνὴρ Εὐριπίδου σοφώτερος ποητής·

οὐδὲν γὰρ ὧδε θρέμμ' ἀναιδές ἐστιν ὡς γυναῖκες.

 370Χ. ΓΥ. Αἰρώμεθ' ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη.

Χ. ΓΕ. Τί δ', ὦ θεοῖς ἐχθρά, σὺ δεῦρ' ὕδωρ ἔχουσ' ἀφίκου;

Χ. ΓΥ. Τί δ' αὖ σὺ πῦρ, ὦ τύμβ', ἔχων; Ὡς σαυτὸν ἐμπυρεύσων;

Χ. ΓΕ. Ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

Χ. ΓΥ. Ἐγὼ δέ γ', ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

 375Χ. ΓΕ. Τοὐμὸν σὺ πῦρ κατασβέσεις;

Χ. ΓΥ.                       Τοὔργον τάχ' αὐτὸ δείξει.

Χ. ΓΕ. Οὐκ οἶδά σ' εἰ τῇδ' ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

Χ. ΓΥ. Εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν ‹γ'› ἐγὼ παρέξω.

Χ. ΓΕ. Ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά;

Χ. ΓΥ.                      Καὶ ταῦτα νυμφικόν γε.

Χ. ΓΕ. Ἤκουσας αὐτῆς τοῦ θράσους;

Χ. ΓΥ.                       Ἐλευθέρα γάρ εἰμι.

 380Χ. ΓΕ. Σχήσω σ' ἐγὼ τῆς νῦν βοῆς.

Χ. ΓΥ.                       Ἀλλ' οὐκέθ' ἡλιάζει.

Χ. ΓΕ. Ἔμπρησον αὐτῆς τὰς κόμας.

Χ. ΓΥ.                      Σὸν ἔργον, ὦχελῷε.

Χ. ΓΕ.        Οἴμοι τάλας.

Χ. ΓΥ.                  Μῶν θερμὸν ἦν;

Χ. ΓΕ.        Ποῖ θερμόν; Οὐ παύσει; Τί δρᾷς;

Χ. ΓΥ.        Ἄρδω σ', ὅπως ἀμβλαστάνῃς.

 385Χ. ΓΕ.        Ἀλλ' αὗός εἰμ' ἤδη τρέμων.

Χ. ΓΥ. Οὐκοῦν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.

 

ΠΡΟΒΟΥΛΟΣ

Ἆρ' ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ

χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,

ὅ τ' Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,

 390οὗ 'γώ ποτ' ὢν ἤκουον ἐν τἠκκλησίᾳ;

Ἔλεγεν ὁ μὴ ὥρασι μὲν Δημόστρατος

πλεῖν εἰς Σικελίαν, ἡ γυνὴ δ' ὀρχουμένη

"Αἰαῖ Ἄδωνιν" φησίν. Ὁ δὲ Δημόστρατος

ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων,

 395ἡ δ' ὑποπεπωκυῖ' ἡ γυνὴ 'πὶ τοῦ τέγους

"Κόπτεσθ' Ἄδωνιν" φησίν. Ὁ δ' ἐβιάζετο,

ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.

Τοιαῦτ' ἀπ' αὐτῶν ἐστιν ἀκολαστήματα.

Χ. ΓΕ. Τί δῆτ' ἄν, εἰ πύθοιο καὶ τὴν τῶνδ' ὕβριν;

 400Αἳ τἄλλα θ' ὑβρίκασι κἀκ τῶν καλπίδων

ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια

σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.

ΠΡ. Νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.

Ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα

 405ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,

τοιαῦτ' ἀπ' αὐτῶν βλαστάνει βουλεύματα.

Οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·

"Ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐπεσκεύασας,

ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας

 410ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.

Ἐμοὶ μὲν οὖν ἔστ' εἰς Σαλαμῖνα πλευστέα·

σὺ δ' ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν

ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον."

Ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει

 415νεανίαν καὶ πέος ἔχοντ' οὐ παιδικόν·

"Ὦ σκυτοτόμε, μου τῆς γυναικὸς τοῦ ποδὸς

τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν,

ἅθ' ἁπαλὸν ὄν· τοῦτ' οὖν σὺ τῆς μεσημβρίας

ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ."

 420Τοιαῦτ' ἀπήντηκ' εἰς τοιαυτὶ πράγματα,

ὅτ' ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως

κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,

ὑπὸ τῶν γυναικῶν ἀποκέκλεισμαι τῶν πυλῶν.

Ἀλλ' οὐδὲν ἔργον ἑστάναι. Φέρε τοὺς μοχλούς,

 425ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.

Τί κέχηνας, ὦ δύστηνε; Ποῖ δ' αὖ σὺ βλέπεις,

οὐδὲν ποιῶν ἀλλ' ἢ καπηλεῖον σκοπῶν;

Οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας

ἐντεῦθεν ἐκμοχλεύσετ'; Ἐνθενδὶ δ' ἐγὼ

 430ξυνεκμοχλεύσω.

ΛΥ.            Μηδὲν ἐκμοχλεύετε·

ἐξέρχομαι γὰρ αὐτομάτη. Τί δεῖ μοχλῶν;

Οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.

ΠΡ. Ἄληθες, ὦ μιαρὰ σύ; Ποῦ 'σθ' ὁ τοξότης;

Ξυλλάμβαν' αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.

 435ΛΥ. Εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι

ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται.

ΠΡ. Ἔδεισας, οὗτος; Οὐ ξυναρπάσει μέσην

καὶ σὺ μετὰ τούτου χἀνύσαντε δήσετον;

ΚΛ. Εἰ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον

 440τὴν χεῖρ' ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.

ΠΡ. Ἰδού γ' ἐπιχεσεῖ. Ποῦ 'στιν ἕτερος τοξότης;

Ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.

ΜΥ. Εἰ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ' ἄκραν

ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.

 445ΠΡ. Τουτὶ τί ἦν; Ποῦ τοξότης; Ταύτης ἔχου.

Παύσω τιν' ὑμῶν τῆσδ' ἐγὼ τῆς ἐξόδου.

ΛΥ. Εἰ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,

ἐγὼ 'κποκιῶ σου τὰς στενοκωκύτους τρίχας.

ΠΡ. Οἴμοι κακοδαίμων· ἐπιλέλοιφ' ὁ τοξότης.

 450Ἀτὰρ οὐ γυναικῶν οὐδέποτ' ἔσθ' ἡττητέα

ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι,

ξυνταξάμενοι.

ΛΥ.            Νὴ τὼ θεὼ γνώσεσθ' ἄρα

ὅτι καὶ παρ' ἡμῖν εἰσι τέτταρες λόχοι

μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.

 455ΠΡ. Ἀποστρέφετε τὰς χεῖρας αὐτῶν, ὦ Σκύθαι.

ΛΥ. Ὦ ξύμμαχοι γυναῖκες, ἐκθεῖτ' ἔνδοθεν,

ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,

ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,

οὐχ ἕλξετ', οὐ παιήσετ', οὐκ ἀράξετε,

 460οὐ λοιδορήσετ', οὐκ ἀναισχυντήσετε;

Παύσασθ', ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.

ΠΡ. Οἴμ' ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.

ΛΥ. Ἀλλὰ τί γὰρ ᾤου; Πότερον ἐπὶ δούλας τινὰς

ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει

 465χολὴν ἐνεῖναι;

ΠΡ.            Νὴ τὸν Ἀπόλλω καὶ μάλα

πολλήν γ', ἐάνπερ πλησίον κάπηλος ᾖ.

Χ. ΓΕ. Ὦ πόλλ' ἀναλώσας ἔπη πρόβουλε τῆσδε ‹τῆς› γῆς,

τί τοῖσδε σαυτὸν εἰς λόγους τοῖς θηρίοις ξυνάπτεις;

Οὐκ οἶσθα λουτρὸν οἷον αἵδ' ἡμᾶς ἔλουσαν ἄρτι

 470ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ' ἄνευ κονίας;

Χ. ΓΥ. Ἀλλ', ὦ μέλ', οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ

τὴν χεῖρ'· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.

Ἐπεὶ 'θέλω 'γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,

λυποῦσα μηδέν' ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,

 475ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.

 

Χ. ΓΕ. Ὦ Ζεῦ, τί ποτε χρησόμεθα τοῖσδε κνωδάλοις;              Str.

Οὐ γὰρ ἔτ' ἀνεκτὰ τάδε γ', ἀλλὰ βασανιστέον

     τόδε σοι τὸ πάθος μετ' ἐμοῦ,

 480     ὅ τι βουλόμεναί ποτε τὴν

     Κραναὰν κατέλαβον, ἐφ' ὅ τι τε

     μεγαλόπετρον, ἄβατον ἀκρόπολιν,

        ἱερὸν τέμενος.

 

Ἀλλ' ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους·

 485ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.

ΠΡ. Καὶ μὴν αὐτῶν τοῦτ' ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,

ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλείσατε τοῖσι μοχλοῖσιν.

ΛΥ. Ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι' αὐτό.

ΠΡ. Διὰ τἀργύριον πολεμοῦμεν γάρ;

ΛΥ.                  Καὶ τἄλλα γε πάντ' ἐκυκήθη.

 490Ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες

ἀεί τινα κορκορυγὴν ἐκύκων. Οἱ δ' οὖν τοῦδ' οὕνεκα δρώντων

ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτ' οὐκέτι μὴ καθέλωσιν.

ΠΡ. Ἀλλὰ τί δράσεις;

ΛΥ.        Τοῦτό μ' ἐρωτᾷς; Ἡμεῖς ταμιεύσομεν αὐτό.

ΠΡ. Ὑμεῖς ταμιεύσετε τἀργύριον;

ΛΥ.                 Τί ‹δὲ› δεινὸν τοῦτο νομίζεις;

 495Οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;

ΠΡ. Ἀλλ' οὐ ταὐτόν.

ΛΥ.       Πῶς οὐ ταὐτόν;

ΠΡ.                   Πολεμητέον ἔστ' ἀπὸ τούτου

ΛΥ. Ἀλλ' οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

ΠΡ.                    Πῶς γὰρ σωθησόμεθ' ἄλλως;

ΛΥ. Ἡμεῖς ὑμᾶς σώσομεν.

ΠΡ.          Ὑμεῖς;

ΛΥ.                Ἡμεῖς μέντοι.

ΠΡ.                           Σχέτλιόν γε.

ΛΥ. Ὡς σωθήσει, κἂν μὴ βούλῃ.

ΠΡ.               Δεινόν ‹γε› λέγεις.

ΛΥ.                               Ἀγανακτεῖς,

 500ἀλλὰ ποητέα ταῦτ' ἐστὶν ὅμως.

ΠΡ.                  Νὴ τὴν Δήμητρ' ἄδικόν γε.

ΛΥ. Σωστέον, ὦ τᾶν.

ΠΡ.       Κεἰ μὴ δέομαι;

ΛΥ.                   Τοῦδ' οὕνεκα καὶ πολὺ μᾶλλον.

ΠΡ. Ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ' εἰρήνης ἐμέλησεν;

ΛΥ. Ἡμεῖς φράσομεν.

ΠΡ.       Λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς.

ΛΥ.                               Ἀκροῶ δή,

καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

ΠΡ.                   Ἀλλ' οὐ δύναμαι· χαλεπὸν γὰρ

 505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.

ΚΛ.                Κλαύσει τοίνυν πολὺ μᾶλλον.

ΠΡ. Τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. Σὺ δέ μοι λέγε.

ΛΥ.                                   Ταῦτα ποήσω.

Ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ χρόνον ἠνεσχόμεθ' ‹ὑμῶν›

ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ' ἐποεῖτε·

‑ οὐ γὰρ γρύζειν εἰᾶθ' ἡμᾶς, ‑ καίτοὐκ ἠρέσκετέ γ' ἡμᾶς.

 510Ἀλλ' ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι

ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·

εἶτ' ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ' ἂν γελάσασαι

"Τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι

ἐν τῷ δήμῳ τήμερον ὑμῖν;" ‑ "Τί δὲ σοὶ τοῦτ';" ἦ δ' ὃς ἂν ἁνήρ·

 515"οὐ σιγήσει;" ‑ κἀγὼ 'σίγων.

ΚΛ.                 Ἀλλ' οὐκ ἂν ἐγώ ποτ' ἐσίγων.

ΠΡ. Κἂν ᾤμωζές γ', εἰ μὴ 'σίγας.

ΛΥ.                  Τοιγάρ‹τοὔγωγ' ἂν› ἐσίγων.

‹Ἑτέρου δ'› ἕτερόν τι πονηρότερον βούλευμ' ἐπεπύσμεθ' ἂν  ὑμῶν·

εἶτ' ἠρόμεθ' ἄν· "Πῶς ταῦτ', ὦνερ, διαπράττεσθ' ὧδ' ἀνοήτως;"

Ὁ δέ μ' εὐθὺς ὑποβλέψας ‹ἂν› ἔφασκ', εἰ μὴ τὸν στήμονα νήσω,

 520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· "πόλεμος δ' ἄνδρεσσι μελήσει."

ΠΡ. Ὀρθῶς γε λέγων νὴ Δί' ἐκεῖνος.

ΛΥ.                    Πῶς ὀρθῶς, ὦ κακόδαιμον,

εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;

Ὅτε δὴ δ' ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη·

"Οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ." ‑ "Μὰ Δί' οὐ δῆτ'," εἶφ' ἕτερός τις, ‑

 525μετὰ ταῦθ' ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ

ταῖσι γυναιξὶν συλλεχθείσαις. Ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;

Ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ' ἀντακροᾶσθαι

κἀντισιωπᾶν ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

ΠΡ. Ὑμεῖς ἡμᾶς; Δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

ΛΥ.                                 Σιώπα.

 530ΠΡ. Σοί γ', ὦ κατάρατε, σιωπῶ 'γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ

περὶ τὴν κεφαλήν; Μή νυν ζῴην.

ΛΥ.                   Ἀλλ' εἰ τοῦτ' ἐμπόδιόν σοι,

  παρ' ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν

  ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,

  κᾆτα σιώπα.

 535ΚΛ.   Καὶ τουτονγὶ τὸν καλαθίσκον.

  Κᾆτα ξαίνειν ξυζωσάμενος

  κυάμους τρώγων·

   πόλεμος δὲ γυναιξὶ μελήσει.

Χ. ΓΥ. Ἀπαίρετ', ὦ γυναῖκες, ἀπὸ τῶν καλπίδων, ὅπως ἂν

 540ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.

Ἐγὼ γὰρ οὔποτ' ἂν κάμοιμ' ὀρχουμένη,                        Ant.

οὐδὲ γόνατ' ἂν κόπος ἕλοι με καματήριος.

   Ἐθέλω δ' ἐπὶ πᾶν ἰέναι

   μετὰ τῶνδ' ἀρετῆς ἕνεχ', αἷς

 545   ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,

   ἔνι τὸ σοφόν, ἔνι ‹δὲ› φιλόπολις

       ἀρετὴ φρόνιμος.

 

Ἀλλ', ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν,

 550χωρεῖτ' ὀργῇ καὶ μὴ τέγγεσθ'· ἔτι γὰρ νῦν οὔρια θεῖτε.

ΛΥ. Ἀλλ' ἤνπερ ὅ ‹τε› γλυκύθυμος Ἔρως χἠ Κυπρογένει' Ἀφροδίτη

ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,

κᾷτ' ἐντέξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,

οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.

 555ΠΡ. Τί ποησάσας;

ΛΥ.     Ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν

ἀγοράζοντας καὶ μαινομένους.

ΚΛ.                 Νὴ τὴν Παφίαν Ἀφροδίτην.

ΛΥ. Νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις καὶ τοῖς λαχάνοισιν ὁμοίως

περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.

ΠΡ. Νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.

ΛΥ.                     Καὶ μὴν τό γε πρᾶγμα γέλοιον,

 560ὅταν ἀσπίδ' ἔχων καὶ Γοργόνα τις κᾆτ' ὠνῆται κορακίνους.

ΚΛ. Νὴ Δί' ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ' εἶδον ἐφ' ἵππου

εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·

ἕτερος δ' αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,

ἐδεδίττετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.

 565ΠΡ. Πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ

ἐν ταῖς χώραις καὶ διαλῦσαι;

ΛΥ.                 Φαύλως πάνυ.

ΠΡ.                           Πῶς; Ἀπόδειξον.

ΛΥ. Ὥσπερ κλωστῆρ', ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,

ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ, τὸ δ' ἐκεῖσε,

οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,

 570διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ, τὸ δ' ἐκεῖσε.

ΠΡ. Ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ

παύσειν οἴεσθ'; Ὡς ἀνόητοι.

ΛΥ.                 Κἂν ὑμῖν γ' εἴ τις ἐνῆν νοῦς,

ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ' ἂν ἅπαντα.

ΠΡ. Πῶς δή; Φέρ' ἴδω.

ΛΥ.         Πρῶτον μὲν χρῆν, ὥσπερ πόκον, ἐν βαλανείῳ

 575ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως, ἐπὶ κλίνης

ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,

καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς

ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·

εἶτα ξαίνειν εἰς καλαθίσκον κοινὴν εὔνοιαν ἅπαντας

 580καταμειγνύντας· τούς τε μετοίκους κεἴ τις ξένος ᾖ φίλος ὑμῖν,

κεἴ τις ὀφείλῃ τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·

καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ' εἰσὶν ἄποικοι,

διαγιγνώσκειν ὅτι ταῦθ' ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται

χωρὶς ἕκαστον· κᾆτ' ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας

 585δεῦρο ξυνάγειν καὶ ξυναθροίζειν εἰς ἕν, κἄπειτα ποῆσαι

τολύπην μεγάλην κᾆτ' ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.

ΠΡ. Οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίζειν καὶ τολυπεύειν,

αἷς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;

ΛΥ.                    Καὶ μήν, ὦ παγκατάρατε,

πλεῖν ἢ τὸ διπλοῦν αὐτοῦ φέρομεν. Πρώτιστον μέν γε τεκοῦσαι

 590κἀκπέμψασαι παῖδας ὁπλίτας ‑

ΠΡ.                 Σίγα, μὴ μνησικακήσῃς.

ΛΥ. εἶθ' ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,

μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. Καὶ θἠμέτερον μὲν ἐάσω,

περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.

ΠΡ. Οὔκουν χἄνδρες γηράσκουσιν;

ΛΥ.                 Μὰ Δί' ἀλλ' οὐκ εἶπας ὅμοιον.

 595Ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·

τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός, κἂν τούτου μὴ 'πιλάβηται,

οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.

ΠΡ.   Ἀλλ' ὅστις ἔτι στῦσαι δυνατὸς ‑

ΛΥ.   Σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;

 600  Χωρίον ἐστίν· σορὸν ὠνήσει·

  μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.

   Λαβὲ ταυτὶ καὶ στεφάνωσαι.

ΚΛ.   Καὶ ταυτασὶ δέξαι παρ' ἐμοῦ.

ΜΥ.   Καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.

 605ΛΥ.   Τοῦ δεῖ; Τί ποθεῖς; Χώρει 'ς τὴν ναῦν·

  ὁ Χάρων σε καλεῖ,

   σὺ δὲ κωλύεις ἀνάγεσθαι.

ΠΡ. Εἶτ' οὐχὶ δεινὸν ταῦτα πάσχειν ἔστ' ἐμέ;

Νὴ τὸν Δί' ἀλλὰ τοῖς προβούλοις ἄντικρυς

 610ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.

ΛΥ. Μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;

Ἀλλ' εἰς τρίτην γοῦν ἡμέραν σοι πρῲ πάνυ

ἥξει παρ' ἡμῶν τὰ τρίτ' ἐπεσκευασμένα.

 

Χ. ΓΕ. Οὐκέτ' ἔργον ἐγκαθεύδειν ὅστις ἔστ' ἐλεύθερος.              Str.

 615Ἀλλ' ἐπαποδυώμεθ', ὦνδρες, τουτῳὶ τῷ πράγματι.

  Ἤδη γὰρ ὄζει ταδὶ πλειόνων

  καὶ μειζόνων πραγμάτων μοι δοκεῖ,

καὶ μάλιστ' ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·

 620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς

δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους

τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ

καταλαβεῖν τὰ χρήμαθ' ἡμῶν τόν τε μισθόν,

 625     ἔνθεν ἔζων ἐγώ.

 

Δεινὰ γάρ τοι τάσδε γ' ἤδη τοὺς πολίτας νουθετεῖν,

καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,

καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,

οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.

 630Ἀλλὰ ταῦθ' ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι.

Ἀλλ' ἐμοῦ μὲν οὐ τυραννεύσουσ', ἐπεὶ φυλάξομαι

καὶ "φορήσω τὸ ξίφος" τὸ λοιπὸν "ἐν μύρτου κλαδί,"

ἀγοράσω τ' ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,

ὧδέ θ' ἑστήξω παρ' αὐτόν· αὐτὸ γάρ μοι γίγνεται

 635τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.

 

Χ. ΓΥ. Οὐκ ἄρ' εἰσιόντα σ' οἴκαδ' ἡ τεκοῦσα γνώσεται.              Ant.

Ἀλλὰ θώμεσθ', ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί.

  Ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων

  κατάρχομεν τῇ πόλει χρησίμων·

 640εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με·

Ἑπτὰ μὲν ἔτη γεγῶσ' εὐθὺς ἠρρηφόρουν·

εἶτ' ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·

 645κᾆτ' ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·

κἀκανηφόρουν ποτ' οὖσα παῖς καλὴ 'χουσ'

     ἰσχάδων ὁρμαθόν.

 

Ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;

Εἰ δ' ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,

 650ἢν ἀμείνω γ' εἰσενέγκω τῶν παρόντων πραγμάτων.

Τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω.

Τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ' ὑμῖν, ἐπεὶ

τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν

εἶτ' ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς,

 655ἀλλ' ὑφ' ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.

Ἆρα γρυκτόν ἐστιν ὑμῖν; Εἰ δὲ λυπήσεις τί με,

τῷδέ σ' ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.

Χ. ΓΕ.    Ταῦτ' οὖν οὐχ ὕβρις τὰ πράγματ'                   Str.

   ἐστὶ πολλή; κἀπιδώσειν

 660   μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.

Ἀλλ' ἀμυντέον τὸ πρᾶγμ' ὅστις γ' ἐνόρχης ἔστ' ἀνήρ.

Ἀλλὰ τὴν ἐξωμίδ' ἐκδυώμεθ', ὡς τὸν ἄνδρα δεῖ

ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ' οὐκ ἐντεθριῶσθαι πρέπει.

  Ἀλλ' ἄγετε λευκόποδες, οἵπερ ἐπὶ

 665  Λειψύδριον ἤλθομεν ὅτ' ἦμεν ἔτι,

νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι

 670πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.

 

Εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,

οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,

ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ' ἔτι

 675ναυμαχεῖν καὶ πλεῖν ἐφ' ἡμᾶς, ὥσπερ Ἀρτεμισία.

Ἢν δ' ἐφ' ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας·

ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,

κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. Τὰς Ἀμαζόνας σκόπει,

ἃς Μίκων ἔγραψ' ἐφ' ἵππων μαχομένας τοῖς ἀνδράσιν.

 680Ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον

ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.

 

Χ. ΓΥ.    Εἰ νὴ τὼ θεώ με ζωπυ-                    Ant.

   ρήσεις, λύσω τὴν ἐμαυτῆς

   ὗν ἐγὼ δή, καὶ ποήσω

 685τήμερον τοὺς δημότας βωστρεῖν σ' ἐγὼ πεκτούμενον.

Ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα,

ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.

  Νῦν πρὸς ἔμ' ἴτω τις, ἵνα μήποτε φά-

 690  γῃ σκόροδα, μηδὲ κυάμους μέλανας.

Ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ‑ ὑπερχολῶ γάρ, ‑

 695αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.

 

Οὐ γὰρ ὑμῶν φροντίσαιμ' ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ

ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.

Οὐ γὰρ ἔσται δύναμις, οὐδ' ἢν ἑπτάκις σὺ ψηφίσῃ,

ὅστις, ὦ δύστην', ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.

 700Ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ

ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ' ἐκ τῶν γειτόνων,

παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν,

οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.

Κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν

 705τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.

 

Ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,

τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

ΛΥ. Κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν

ποεῖ μ' ἄθυμον περιπατεῖν ἄνω κάτω.

 710Χ. ΓΥ. Τί φῄς; Τί φῄς;

 710ΛΥ. Ἀληθῆ, ἀληθῆ.

Χ. ΓΥ. Τί δ' ἐστὶ δεινόν; Φράζε ταῖς σαυτῆς φίλαις.

ΛΥ. Ἀλλ' αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

Χ. ΓΥ. Μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.

 715ΛΥ. Βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.

Χ. ΓΥ. Ἰὼ Ζεῦ.

ΛΥ. Τί Ζῆν' ἀυτεῖς; Ταῦτα δ' οὖν οὕτως ἔχει.

Ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι

οἵα τ' ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.

 720Τὴν μέν γε πρώην διαλέγουσαν τὴν ὀπὴν

κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,

τὴν δ' ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,

τὴν δ' αὐτομολοῦσαν· τὴν δ' ἐπὶ στρούθου μίαν

ἤδη πέτεσθαι διανοουμένην κάτω

 725εἰς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.

Πάσας τε προφάσεις ὥστ' ἀπελθεῖν οἴκαδε

ἕλκουσιν. Ἡδὶ γοῦν τις αὐτῶν ἔρχεται.

Αὕτη σύ, ποῖ θεῖς;

ΓΥΝΗ Α΄

               Οἴκαδ' ἐλθεῖν βούλομαι.

Οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια

 730ὑπὸ τῶν σέων κατακοπτόμενα.

ΛΥ.                       Ποίων σέων;

Οὐκ εἶ πάλιν;

ΓΥ. Α΄            Ἀλλ' ἥξω ταχέως νὴ τὼ θεὼ

ὅσον διαπετάσασ' ἐπὶ τῆς κλίνης μόνον.

ΛΥ. Μὴ διαπετάννυ, μηδ' ἀπέλθῃς μηδαμῇ.

ΓΥ. Α΄ Ἀλλ' ἐῶ 'πολέσθαι τἄρι';

ΛΥ.                     Ἢν τούτου δέῃ.

 735ΓΥΝΗ Β΄

Τάλαιν' ἐγώ, τάλαινα τῆς ἀμόργιδος,

ἣν ἄλοπον οἴκοι καταλέλοιφ'.

ΛΥ.                        Αὕτη 'τέρα

ἐπὶ τὴν ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.

Χώρει πάλιν δεῦρ'.

ΓΥ. Β΄                Ἀλλὰ νὴ τὴν Φωσφόρον

ἔγωγ' ἀποδείρασ' αὐτίκα μάλ' ἀνέρχομαι.

 740ΛΥ. Μή, μἀποδείρῃς· ἢν γὰρ ἄρξῃς τουτουί,

ἑτέρα γυνὴ ταὐτὸν ποεῖν βουλήσεται.

ΓΥΝΗ Γ΄

Ὦ πότνι' Ἱλείθυ', ἐπίσχες τοῦ τόκου

ἕως ἂν εἰς ὅσιον μόλω 'γὼ χωρίον.

ΛΥ. Τί ταῦτα ληρεῖς;

ΓΥ. Γ΄               Αὐτίκα μάλα τέξομαι.

 745ΛΥ. Ἀλλ' οὐκ ἐκύεις σύ γ' ἐχθές.

ΓΥ. Γ΄                        Ἀλλὰ τήμερον.

Ἀλλ' οἴκαδέ μ' ὡς τὴν μαῖαν, ὦ Λυσιστράτη,

ἀπόπεμψον ὡς τάχιστα.

ΛΥ.                  Τίνα λόγον λέγεις;

Τί τοῦτ' ἔχεις τὸ σκληρόν;

ΓΥ. Γ΄                       Ἄρρεν παιδίον.

ΛΥ. Μὰ τὴν Ἀφροδίτην οὐ σύ γ' ἀλλ' ἢ χαλκίον

 750ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δ' ἐγώ.

Ὦ καταγέλαστ', ἔχουσα τήνδ' ἱερὰν κυνῆν

κυεῖν ἔφασκες;

ΓΥ. Γ΄            Καὶ κυῶ γε νὴ Δία.

ΛΥ. Τί δῆτα ταύτην εἶχες;

ΓΥ. Γ΄                   Ἵνα μ' εἰ καταλάβοι

ὁ τόκος ἔτ' ἐν πόλει, τέκοιμ' εἰς τὴν κυνῆν

 755εἰσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.

ΛΥ. Τί λέγεις; Προφασίζει· περιφανῆ τὰ πράγματα.

Οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

ΓΥ. Γ΄ Ἀλλ' οὐ δύναμαι 'γωγ' οὐδὲ κοιμᾶσθ' ἐν πόλει,

ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

 760ΓΥ. Δ΄ Ἐγὼ δ' ὑπὸ τῶν γλαυκῶν γε τάλαιν' ἀπόλλυμαι

ταῖς ἀγρυπνίαισι κικκαβαζουσῶν ἀεί.

ΛΥ. Ὦ δαιμόνιαι, παύσασθε τῶν τερατευμάτων.

Ποθεῖτ' ἴσως τοὺς ἄνδρας· ἡμᾶς δ' οὐκ οἴει

ποθεῖν ἐκείνους; Ἀργαλέας γ' εὖ οἶδ' ὅτι

 765ἄγουσι νύκτας. Ἀλλ' ἀνάσχεσθ', ὦγαθαί,

καὶ προσταλαιπωρήσατ' ἔτ' ὀλίγον χρόνον·

ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν

μὴ στασιάσωμεν. Ἔστι δ' ὁ χρησμὸς οὑτοσί.

ΓΥ. Γ΄ Λέγ' αὐτὸν ἡμῖν ὅ τι λέγει.

ΛΥ.                       Σιγᾶτε δή.

 770Ἀλλ' ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,

τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,

παῦλα κακῶν ἔσται, τὰ δ' ὑπέρτερα νέρτερα θήσει

Ζεὺς ὑψιβρεμέτης ‑

ΓΥ. Γ΄               Ἐπάνω κατακεισόμεθ' ἡμεῖς;

ΛΥ. ἢν δὲ διαστῶσιν καὶ ἀνάπτωνται πτερύγεσσιν

 775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει

ὄρνεον οὐδ' ὁτιοῦν καταπυγωνέστερον εἶναι.

ΓΥ. Γ΄ Σαφής γ' ὁ χρησμὸς νὴ Δί'. Ὦ πάντες θεοί.

ΛΥ. Μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,

ἀλλ' εἰσίωμεν. Καὶ γὰρ αἰσχρὸν τουτογί,

 780ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.

 

Χ. ΓΕ. Μῦθον βούλομαι λέξαι τιν' ὑμῖν,               Str.

ὅν ποτ' ἤκουσ' αὐτὸς ἔτι παῖς ὤν.

 785Οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύ-

γων γάμον ἀφίκετ' ἐς ἐρημίαν, κἀν

       τοῖς ὄρεσιν ᾤκει·

       κᾆτ' ἐλαγοθήρει

 790       πλεξάμενος ἄρκυς,

       [καὶ κύνα τιν' εἶχεν]

κοὐκέτι κατῆλθε πάλιν οἴκαδ' ὑπὸ μίσους.

 795Οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς δ'

οὐδὲν ἧττον τοῦ Μελανίωνος, οἱ σώφρονες.

 

ΓΕ.      Βούλομαί σε, γραῦ, κύσαι ‑

ΓΥ.      Κρομμύων τἄρ' οὔ σε δεῖ.

ΓΕ.      κἀνατείνας λακτίσαι.

 800ΓΥ.      Τὴν λόχμην πολλὴν φορεῖς.

ΓΕ.      Καὶ Μυρωνίδης γὰρ ἦν

     τραχὺς ἐντεῦθεν μελάμπυ-

     γός τε τοῖς ἐχθροῖς ἐπᾴσσειν·

       ὣς δὲ καὶ Φορμίων.

 

 805Χ. ΓΥ. Κἀγὼ βούλομαι μῦθόν τιν' ὑμῖν                Ant.

ἀντιλέξαι τῷ Μελανίωνι.

Τίμων ἦν τις ἀίδρυτος ἀβάτοισι τὸ πρόσ-

 810ωπον εὖ σκώλοισι περιειργμένος, Ἐ-

       ρινύων ἀπορρώξ.

       Οὗτος οὖν ὁ Τίμων

       ᾤχεθ' ὑπὸ μίσους

 815πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.

Οὕτω κεῖνος ἡμῖν ἀντεμίσει τοὺς πονηροὺς

 820ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.

 

ΓΥ.      Τὴν γνάθον βούλει θένω;

ΓΕ.      Μηδαμῶς· ἔδεισα γάρ.

ΓΥ.      Ἀλλὰ κρούσω τῷ σκέλει;

ΓΕ.      Τὸν σάκανδρον ἐκφανεῖς.

 825ΓΥ.      Ἀλλ' ὅμως ἂν οὐκ ἴδοις

     καίπερ οὔσης γραὸς ὄντ' αὐ-

     τὸν κομήτην, ἀλλ' ἀπεψι-

       λωμένον τῷ λύχνῳ.

ΛΥ. Ἰοὺ ἰού, γυναῖκες, ἴτε δεῦρ' ὡς ἐμὲ

 830ταχέως.

ΓΥ.       Τί δ' ἐστίν; Εἰπέ μοι, τίς ἡ βοή;

ΛΥ. Ἄνδρ', ‹ἄνδρ'› ὁρῶ προσιόντα παραπεπληγμένον,

τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.

Ὦ πότνια, Κύπρου καὶ Κυθήρων καὶ Πάφου

μεδέουσ'. Ἴθ' ὀρθὴν ἥνπερ ἔρχει τὴν ὁδόν.

 835ΓΥ. Ποῦ δ' ἐστίν, ὅστις ἐστί;

ΛΥ.                      Παρὰ τὸ τῆς Χλόης.

ΓΥ. Ὢ νὴ Δί' ἐστὶ δῆτα. Τίς κἀστίν ποτε;

ΛΥ. Ὁρᾶτε. Γιγνώσκει τις ὑμῶν;

ΜΥ.                       Νὴ Δία

ἔγωγε· κἄστιν οὑμὸς ἀνὴρ Κινησίας.

ΛΥ. Σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν

 840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,

καὶ πάνθ' ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.

ΜΥ. Ἀμέλει, ποήσω ταῦτ' ἐγώ.

ΛΥ.                     Καὶ μὴν ἐγὼ

ξυνηπεροπεύσω ‹σοὶ› παραμένουσ' ἐνθαδί,

καὶ ξυσταθεύσω τοῦτον. Ἀλλ' ἀπέλθετε.

 845ΚΙΝΗΣΙΑΣ

Οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ' ἔχει

χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

ΛΥ. Τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

ΚΙ.                              Ἐγώ.

ΛΥ. Ἀνήρ;

ΚΙ.      Ἀνὴρ δῆτ'.

ΛΥ.              Οὐκ ἄπει δῆτ' ἐκποδών;

ΚΙ. Σὺ δ' εἶ τίς ἡκβάλλουσά μ';

ΛΥ.                       Ἡμεροσκόπος.

 850ΚΙ. Πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

ΛΥ. Ἰδοὺ καλέσω 'γὼ Μυρρίνην σοι; Σὺ δὲ τίς εἶ;

ΚΙ. Ἁνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

ΛΥ. Ὦ χαῖρε φίλτατ'· οὐ γὰρ ἀκλεὲς τοὔνομα

τὸ σὸν παρ' ἡμῖν ἐστιν οὐδ' ἀνώνυμον.

 855Ἀεὶ γὰρ ἡ γυνή σ' ἔχει διὰ στόμα.

Κἂν ᾠὸν ἢ μῆλον λάβῃ, "Κινησίᾳ

τουτὶ γένοιτο," φησίν.

ΚΙ.                   Ὢ πρὸς τῶν θεῶν.

ΛΥ. Νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γ' ἐμπέσῃ

λόγος τις, εἴρηκ' εὐθέως ἡ σὴ γυνὴ

 860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

ΚΙ. Ἴθι νυν κάλεσον αὐτήν.

ΛΥ.                   Τί οὖν; Δώσεις τί μοι;

ΚΙ. Ἔγωγε ‹τόδε› νὴ τὸν Δί', ἢν βούλῃ γε σύ.

Ἔχω δὲ τοῦθ'· ὅπερ οὖν ἔχω, δίδωμί σοι.

ΛΥ. Φέρε νυν καλέσω καταβᾶσά σοι.

ΚΙ.                         Ταχύ νυν πάνυ·

 865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,

ἐξ οὗπερ αὕτη 'ξῆλθεν ἐκ τῆς οἰκίας,

ἀλλ' ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ

εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις

χάριν οὐδεμίαν οἶδ' ἐσθίων. Ἔστυκα γάρ.

 870ΜΥ. Φιλῶ φιλῶ 'γὼ τοῦτον· ἀλλ' οὐ βούλεται

ὑπ' ἐμοῦ φιλεῖσθαι. Σὺ δέ με τούτῳ μὴ κάλει.

ΚΙ. Ὦ γλυκύτατον Μυρρινίδιον, τί ταῦτα δρᾷς;

Κατάβηθι δεῦρο.

ΜΥ.              Μὰ Δί' ἐγὼ μὲν αὐτόσ' οὔ.

ΚΙ. Ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

 875ΜΥ. Οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

ΚΙ. Ἐγὼ οὐ δεόμενος; Ἐπιτετριμμένος μὲν οὖν.

ΜΥ. Ἄπειμι.

ΚΙ.       Μὴ δῆτ', ἀλλὰ τῷ γοῦν παιδίῳ

ὑπάκουσον. Οὗτος, οὐ καλεῖς τὴν μαμμίαν;

ΠΑΙΔΙΟΝ

Μαμμία, μαμμία, μαμμία.

 880ΚΙ. Αὕτη, τί πάσχεις; Οὐδ' ἐλεεῖς τὸ παιδίον

ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

ΜΥ. Ἔγωγ' ἐλεῶ δῆτ'· ἀλλ' ἀμελὴς αὐτῷ πατήρ

ἐστιν.

ΚΙ.      Κατάβηθ', ὦ δαιμονία, τῷ παιδίῳ.

ΜΥ. Οἷον τὸ τεκεῖν. Καταβατέον. Τί γὰρ πάθω;

 885ΚΙ. Ἐμοὶ μὲν αὕτη καὶ νεωτέρα δοκεῖ

πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·

χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,

ταῦτ' αὐτὰ δή 'σθ' ἃ καί μ' ἐπιτρίβει τῷ πόθῳ.

ΜΥ. Ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,

 890φέρε σε φιλήσω, γλυκύτατον τῇ μαμμίᾳ.

ΚΙ. Τί, ὦ πονήρα, ταῦτα ποιεῖς χἀτέραις

πείθει γυναιξί; Κἀμέ τ' ἄχθεσθαι ποεῖς

αὐτή τε λυπεῖ.

ΜΥ.            Μὴ πρόσαγε τὴν χεῖρά μοι.

ΚΙ. Τὰ δ' ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα

 895χεῖρον διατίθης.

ΜΥ.              Ὀλίγον αὐτῶν μοι μέλει.

ΚΙ. Ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης

ὑπὸ τῶν ἀλεκτρυόνων;

ΜΥ.                 Ἔμοιγε νὴ Δία.

ΚΙ. Τὰ τῆς Ἀφροδίτης ἱέρ' ἀνοργίαστά σοι

χρόνον τοσοῦτόν ἐστιν. Οὐ βαδιεῖ πάλιν;

 900ΜΥ. Μὰ Δί' οὐκ ἔγωγ', ἢν μὴ διαλλαχθῆτέ γε

καὶ τοῦ πολέμου παύσησθε.

ΚΙ.                     Τοιγάρ, ἢν δοκῇ,

ποήσομεν καὶ ταῦτα.

ΜΥ.                Τοιγάρ, ἢν δοκῇ,

κἄγωγ' ἄπειμ' ἐκεῖσε· νῦν δ' ἀπομώμοκα.

ΚΙ. Σὺ δ' ἀλλὰ κατακλίνηθι μετ' ἐμοῦ διὰ χρόνου.

 905ΜΥ. Οὐ δῆτα· καίτοι σ' οὐκ ἐρῶ γ' ὡς οὐ φιλῶ.

ΚΙ. Φιλεῖς; Τί οὖν οὐ κατεκλίνης, ὦ Μύρριον;

ΜΥ. Ὦ καταγέλαστ', ἐναντίον τοῦ παιδίου;

ΚΙ. Μὰ Δί' ἀλλὰ τοῦτό γ' οἴκαδ', ὦ Μανῆ, φέρε.

Ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ 'κποδών·

 910σὺ δ' οὐ κατακλινεῖ;

ΜΥ.                 Ποῦ γὰρ ἄν τις καί, τάλαν,

δράσειε τοῦθ';

ΚΙ.            Ὅπου; τὸ τοῦ Πανὸς καλόν.

ΜΥ. Καὶ πῶς ἔθ' ἁγνὴ δῆτ' ἂν ἔλθοιμ' εἰς πόλιν;

ΚΙ. Κάλλιστα δήπου, λουσαμένη τῇ Κλεψύδρᾳ.

ΜΥ. Ἔπειτ' ὀμόσασα δῆτ' ἐπιορκήσω, τάλαν;

 915ΚΙ. Εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.

ΜΥ. Φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

ΚΙ.                          Μηδαμῶς.

Ἀρκεῖ χαμαὶ νῷν.

ΜΥ.               Μὰ τὸν Ἀπόλλω, μή σ' ἐγὼ

καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

ΚΙ. Ἥ τοι γυνὴ φιλεῖ με, δήλη 'στὶν καλῶς.

 920ΜΥ. Ἰδού, κατάκεισ' ἁνύσας τι, κἀγὼ 'κδύομαι.

Καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ' ἐξοιστέα.

ΚΙ. Ποία ψίαθος; Μή μοί γε.

ΜΥ.                     Νὴ τὴν Ἄρτεμιν,

αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

ΚΙ.                     Δός μοί νυν κύσαι.

ΜΥ. Ἰδού.

ΚΙ.      Παπαιάξ. Ἧκέ νυν ταχέως πάνυ.

 925ΜΥ. Ἰδοὺ ψίαθος. Κατάκεισο, καὶ δὴ 'κδύομαι.

Καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.

ΚΙ. Ἀλλ' οὐ δέομ' οὐδὲν ἔγωγε.

ΜΥ.                       Νὴ Δί' ἀλλ' ἐγώ.

ΚΙ. Ἀλλ' ἦ τὸ πέος τόδ' Ἡρακλῆς ξενίζεται;

ΜΥ. Ἀνίστασ', ἀναπήδησον. Ἤδη πάντ' ἔχω.

 930ΚΙ. Ἅπαντα δῆτα. Δεῦρό νυν, ὦ χρυσίον.

ΜΥ. Τὸ στρόφιον ἤδη λύομαι. Μέμνησό νυν·

μή μ' ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.

ΚΙ. Νὴ Δί' ἀπολοίμην.

ΜΥ.                Ἀλλὰ σισύραν οὐκ ἔχεις.

ΚΙ. Μὰ Δί' οὐδὲ δέομαί γ', ἀλλὰ βινεῖν βούλομαι.

 935ΜΥ. Ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.

ΚΙ. Ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.

ΜΥ. Ἔπαιρε σαυτόν.

ΚΙ.             Ἀλλ' ἐπῆρται τουτογί.

ΜΥ. Βούλει μυρίσω σε;

ΚΙ.               Μὰ τὸν Ἀπόλλω μή μέ γε.

ΜΥ. Νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ' ἤν τε μή.

 940ΚΙ. Εἴθ' ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα.

ΜΥ. Πρότεινε δὴ τὴν χεῖρα κἀλείφου λαβών.

ΚΙ. Οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,

εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.

ΜΥ. Τάλαιν' ἐγώ, τὸ Ῥόδιον ἤνεγκον μύρον.

 945ΚΙ. Ἀγαθόν· ἔα αὔτ', ὦ δαιμονία.

ΜΥ.                        Ληρεῖς ἔχων.

ΚΙ. Κάκιστ' ἀπόλοιθ' ὁ πρῶτος ἑψήσας μύρον.

ΜΥ. Λαβὲ τόνδε τὸν ἀλάβαστον.

ΚΙ.                      Ἀλλ' ἕτερον ἔχω.

Ἀλλ' ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε

μηδέν.

ΜΥ.      Ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.

 950Ὑπολύομαι γοῦν. Ἀλλ' ὅπως, ὦ φίλτατε,

σπονδὰς ποεῖσθαι ψηφιεῖ.

ΚΙ.                    Βουλεύσομαι. ‑

Ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ

τά τ' ἄλλα πάντα κἀποδείρασ' οἴχεται.

  Οἴμοι τί πάθω; Τίνα βινήσω,

 955  τῆς καλλίστης πασῶν ψευσθεία;

  Πῶς ταυτηνὶ παιδοτροφήσω;

  Ποῦ Κυναλώπηξ;

   Μίσθωσόν μοι τὴν τίτθην.

Χ. ΓΕ.   Ἐν δεινῷ γ', ὦ δύστηνε, κακῷ

 960  τείρει ψυχὴν ἐξαπατηθείς.

   Κἄγωγ' οἰκτίρω σ'. Αἰαῖ.

  Ποῖος γὰρ ‹ἔτ'› ἂν νέφρος ἀντίσχοι,

  ποία ψυχή, ποῖοι δ' ὄρχεις,

  ποία δ' ὀσφύς, ποῖος δ' ὄρρος

 965  κατατεινόμενος

   καὶ μὴ βινῶν τοὺς ὄρθρους;

ΚΙ.   Ὦ Ζεῦ, δεινῶν ἀντισπασμῶν.

Χ. ΓΕ.   Ταυτὶ μέντοι νυνί σ' ἐπόησ'

  ἡ παμβδελύρα καὶ παμμυσάρα.

 970ΚΙ.   Μὰ Δί' ἀλλὰ φίλη καὶ παγγλυκέρα.

Χ. ΓΕ. Ποία γλυκερά; Μιαρὰ μιαρὰ δῆτ', ὦ Ζεῦ.

  Εἴθ' αὐτὴν ὥσπερ τοὺς θωμοὺς

  μεγάλῳ τυφῷ καὶ πρηστῆρι

 975  ξυστρέψας καὶ ξυγγογγύλας

  οἴχοιο φέρων, εἶτα μεθείης,

  ἡ δὲ φέροιτ' αὖ πάλιν εἰς τὴν γῆν,

  κᾆτ' ἐξαίφνης

     περὶ τὴν ψωλὴν περιβαίη.

 980ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ

Πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία

ἢ τοὶ πρυτάνιες; Λῶ τι μυσίξαι νέον.

ΠΡΥΤΑΝΙΣ

Τίς δ' εἶ; πότερον ἄνθρωπος ἢ Κονίσαλος;

ΚΗ. Κᾶρυξ ἐγών, ὦ κυρσάνιε, ναὶ τὼ σιὼ

ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.

 985ΠΡΥ. Κἄπειτα δόρυ δῆθ' ὑπὸ μάλης ἥκεις ἔχων;

ΚΗ. Οὐ τὸν Δί' οὐκ ἔγωνγα.

ΠΡΥ.                    Ποῖ μεταστρέφει;

Τί δὴ προβάλλει τὴν χλαμύδ'; Ἦ βουβωνιᾷς

ὑπὸ τῆς ὁδοῦ;

ΚΗ.            Ἀλεός γα ναὶ τὸν Κάστορα

ὥνθρωπος.

ΠΡΥ.        Ἀλλ' ἔστυκας, ὦ μιαρώτατε.

 990ΚΗ. Οὐ τὸν Δί' οὐκ ἔγωνγα· μηδ' αὖ πλαδδίη,

ΠΡΥ. Τί δ' ἐστί σοι τοδί;

ΚΗ.                  Σκυτάλα Λακωνικά.

ΠΡΥ. Εἴπερ γε, χαὔτη 'στὶ σκυτάλη Λακωνική.

Ἀλλ' ὡς πρὸς εἰδότ' ἐμὲ σὺ τἀληθῆ λέγε.

Τί τὰ πράγμαθ' ὑμῖν ἐστι τἀν Λακεδαίμονι;

 995ΚΗ. Ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ σύμμαχοι

ἅπαντες ἐστύκαντι· ‹τὰν› πελλᾶν δὲ δεῖ.

ΠΡΥ. Ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;

Ἀπὸ Πανός;

ΚΗ.          Οὔκ, ἀλλ' ἆρχε μέν, οἰῶ, Λαμπιτώ,

ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ

1000γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος

ἀπήλαἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.

ΠΡΥ. Πῶς οὖν ἔχετε;

ΚΗ.             Μογίομες· ἂν γὰρ τὰν πόλιν

ἇπερ λυχνοφορίοντες ὑποκεκύφαμες.

Ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν

1005ἐῶντι, πρίν χ' ἅπαντες ἐξ ἑνὸς λόγω

σπονδὰς ποιηὥμεσθα καττὰν Ἑλλάδα.

ΠΡΥ. Τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται

ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.

Ἀλλ' ὡς τάχιστα φράζε περὶ διαλλαγῶν

1010πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί.

Ἐγὼ δ' ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω

πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.

ΚΗ. Ποτάὁμαι· κράτιστα γὰρ παντᾶ λέγεις.

Χ. ΓΕ. Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,

1015οὐδὲ πῦρ, οὐδ' ὧδ' ἀναιδὴς οὐδεμία πόρδαλις.

Χ. ΓΥ. Ταῦτα μέντοι ‹σὺ› ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,

ἐξόν, ὦ πόνηρέ, σοι βέβαιον ἔμ' ἔχειν φίλην;

Χ. ΓΕ. Ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.

Χ. ΓΥ. Ἀλλ' ὅταν βούλῃ σύ. Νῦν δ' οὖν οὔ σε περιόψομαι

1020γυμνὸν ὄνθ' οὕτως. Ὅρα γὰρ ὡς καταγέλαστος εἶ.

Ἀλλὰ τὴν ἐξωμίδ' ἐνδύσω σε προσιοῦσ' ἐγώ.

Χ. ΓΕ. Τοῦτο μὲν μὰ τὸν Δί' οὐ πονηρὸν ἐποήσατε·

ἀλλ' ὑπ' ὀργῆς γὰρ πονηρᾶς καὶ τότ' ἀπέδυν ἐγώ.

Χ. ΓΥ. Πρῶτα μὲν φαίνει γ' ἀνήρ, εἶτ' οὐ καταγέλαστος εἶ.

1025Κεἴ με μὴ 'λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον

τοὐπὶ τὠφθαλμῷ λαβοῦσ' ἐξεῖλον ἄν, ὃ νῦν ἔνι.

Χ. ΓΕ. Τοῦτ' ἄρ' ἦν με τοὐπιτρῖβον. Δακτύλιος οὑτοσί·

ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·

ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.

1030Χ. ΓΥ. Ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.

Ἦ μέγ', ὦ Ζεῦ, χρῆμ' ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.

Οὐχ ὁρᾷς; Οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;

Χ. ΓΕ. Νὴ Δί' ὤνησάς γέ μ', ὡς πάλαι γέ μ' ἐφρεωρύχει,

ὥστ' ἐπειδὴ 'ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.

1035Χ. ΓΥ. Ἀλλ' ἀποψήσω σ' ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,

καὶ φιλήσω.

Χ. ΓΕ.          Μὴ φιλήσῃς.

Χ. ΓΥ.                   Ἤν τε βούλῃ γ' ἤν τε μή.

Χ. ΓΕ. Ἀλλὰ μὴ ὥρας ἴκοισθ'· ὡς ἐστὲ θωπικαὶ φύσει,

κἄστ' ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,

οὔτε σὺν πανωλέθροισιν οὔτ' ἄνευ πανωλέθρων.

1040Ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι

οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ' ὑφ' ὑμῶν πείσομαι.

Ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.

 

ΧΟ.    Οὐ παρασκευαζόμεσθα                  Str. 1.

   τῶν πολιτῶν οὐδέν', ὦνδρες,

1045     φλαῦρον εἰπεῖν οὐδὲ ἕν,

ἀλλὰ πολὺ τοὔμπαλιν πάντ' ἀγαθὰ καὶ λέγειν καὶ

δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.

Ἀλλ' ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,

1050     εἴ τις ἀργυρίδιον δεῖ-

     ται λαβεῖν, μνᾶς ἢ δύ' ἢ τρεῖς·

     ὡς ἔσω 'στὶν

       κἄχομεν βαλλάντια.

       Κἄν ποτ' εἰρήνη φανῇ,

1055     ὅστις ἂν νυνὶ δανείση-

     ται παρ' ἡμῶν,

       ἢν λάβῃ μηκέτ' ἀποδῷ.

 

     Ἑστιᾶν δὲ μέλλομεν ξέ-                   Str. 2.

     νους τινὰς Καρυστίους, ἄν-

1060       δρας καλούς τε κἀγαθούς.

Κἄστιν ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ

τοῦτο τέθυχ', ὥστε γεύσεσθ' ἁπαλὰ καὶ καλά.

1065Ἥκετ' οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ

     τοῦτο δρᾶν λελουμένους αὐ-

     τούς τε καὶ τὰ παιδί', εἶτ' εἴ-

     σω βαδίζειν,

       μηδ' ἐρέσθαι μηδένα,

       ἀλλὰ χωρεῖν ἄντικρυς

     ὥσπερ οἴκαδ' εἰς ἑαυτῶν

1070     γεννικῶς, ὡς

       ἡ θύρα κεκλείσεται.

 

Καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας

χωροῦσ', ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.

Ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε,

1075εἶτ' εἴπαθ' ἡμῖν πῶς ἔχοντες ἥκετε.

 

ΛΑΚΩΝ

Τί δεῖ ποθ' ὑμὲ πολλὰ μυσίδδην ἔπη;

Ὁρῆν γὰρ ἔξεσθ' ὡς ἔχοντες ἵκομες.

ΧΟ. Βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ

δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται.

1080ΛΑ. Ἄφατα. Τί κα λέγοι τις; Ἀλλ' ὅπα σέλει

παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.

ΧΟ. Καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας

ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων

θαἰμάτι' ἀποστέλλοντας· ὥστε φαίνεται

1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.

ΠΡΥ. Τίς ἂν φράσειε ποῦ 'στιν ἡ Λυσιστράτη;

Ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.

ΧΟ. Χαὔτη ξυνᾴδει θἀτέρᾳ ταύτῃ νόσος.

Ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;

1090ΠΡΥ. Μὰ Δί' ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.

Ὥστ' εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,

οὐκ ἔσθ' ὅπως οὐ Κλεισθένη βινήσομεν.

ΧΟ. Εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ', ὅπως

τῶν ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.

1095ΠΡΥ. Νὴ τὸν Δί' εὖ μέντοι λέγεις.

ΛΑ.                         Ναὶ τὼ σιὼ

παντᾶ γα. Φέρε τὸ ἔσθος ἀμβαλώμεθα.

ΠΡΥ. Ὦ χαίρεθ', οἱ Λάκωνες· αἰσχρά γ' ἐπάθομεν.

ΛΑ. Ὦ πολυχαρείδα, δεινά γ' αὖ πεπόνθαμες,

αἰκ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.

1100ΠΡΥ. Ἄγε δή, Λάκωνες, αὔθ' ἕκαστα χρὴ λέγειν.

Ἐπὶ τί πάρεστε δεῦρο;

ΛΑ.                   Περὶ διαλλαγᾶν

πρέσβης.

ΠΡΥ.        Καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.

Τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην,

ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;

1105ΛΑ. Ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον.

ΠΡΥ. Ἀλλ' οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·

αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ' ἐξέρχεται.

 

ΧΟ. Χαῖρ', ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι

δεινὴν ‹μαλακήν,› ἀγαθὴν φαύλην, σεμνὴν ἀγανήν, πολύπειρον·

1110ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι

συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ' ἐπέτρεψαν.

 

ΛΥ. Ἀλλ' οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις

ὀργῶντας ἀλλήλων τε μὴ 'κπειρωμένους.

Τάχα δ' εἴσομαι 'γώ. Ποῦ 'στιν ἡ Διαλλαγή;

1115Πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,

καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ' αὐθαδικῇ,

μηδ' ὥσπερ ἡμῶν ἄνδρες ἀμαθῶς τοῦτ' ἔδρων,

ἀλλ' ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ.

Ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.

1120Ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε·

οὗ δ' ἂν διδῶσι, πρόσαγε τούτου λαβομένη.

Ἄνδρες Λάκωνες, στῆτε παρ' ἐμὲ πλησίον,

ἐνθένδε δ' ὑμεῖς, καὶ λόγων ἀκούσατε.

Ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ' ἔνεστί μοι.

1125Αὐτὴ δ' ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,

τοὺς δ' ἐκ πατρός τε καὶ γεραιτέρων λόγους

πολλοὺς ἀκούσασ' οὐ μεμούσωμαι κακῶς.

Λαβοῦσα δ' ὑμᾶς λοιδορῆσαι βούλομαι

κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος

1130βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς

Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ ‑ πόσους

εἴποιμ' ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; ‑

ἐχθρῶν παρόντων βαρβάρῳ στρατεύματι

Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.

1135Εἷς μὲν λόγος μοι δεῦρ' ἀεὶ περαίνεται.

ΠΡΥ. Ἐγὼ δ' ἀπόλλυμαί γ' ἀπεψωλημένος.

ΛΥ. Εἶτ', ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,

οὐκ ἴσθ' ὅτ' ἐλθὼν δεῦρο Περικλείδας ποτὲ

ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο

1140ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι

στρατιὰν προσαιτῶν; Ἡ δὲ Μεσσήνη τότε

ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.

Ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις

Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.

1145Ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο

δῃοῦτε χώραν, ἧς ὑπ' εὖ πεπόνθατε;

ΠΡΥ. Ἀδικοῦσιν οὗτοι νὴ Δί', ὦ Λυσιστράτη.

ΛΑ. Ἀδικίομες· ἀλλ' ὁ πρωκτὸς ἄφατον ὡς καλός.

ΛΥ. Ὑμᾶς δ' ἀφήσειν τοὺς Ἀθηναίους ‹μ'› οἴει;

1150Οὐκ ἴσθ' ὅθ' ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ

κατωνάκας φοροῦντας ἐλθόντες δορὶ

πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,

πολλοὺς δ' ἑταίρους Ἱππίου καὶ ξυμμάχους,

καὶ ξυμμαχοῦντες τῇ τόθ' ἡμέρᾳ μόνοι

1155ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης

τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

ΛΑ. Οὔπα γυναῖκ' ὄπωπα χαἱωτέραν.

ΠΡΥ. Ἐγὼ δὲ κύσθον γ' οὐδέπω καλλίονα.

ΛΥ. Τί δῆθ' ὑπηργμένων γε πολλῶν κἀγαθῶν

1160μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;

Τί δ' οὐ διηλλάγητε; Φέρε, τί τοὐμποδών,

ΛΑ. Ἁμές γα λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον

λῇ τοῦτ' ἀποδόμεν.

ΛΥ.                Ποῖον, ὦ τᾶν;

ΛΑ.                           Τὰν Πύλον,

τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες.

1165ΠΡΥ. Μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ' οὐ δράσετε.

ΛΥ. Ἄφετ', ὦγάθ', αὐτοῖς.

ΠΡΥ.                   Κᾆτα τίνα κινήσομεν;

ΛΥ. Ἕτερόν γ' ἀπαιτεῖτ' ἀντὶ τούτου χωρίον.

ΠΡΥ. Τὸ δεῖνα τοίνυν, παράδοθ' ἡμῖν τουτονὶ

πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ

1170κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.

ΛΑ. Οὐ τὼ σιώ, οὐκὶ πάντα γ', ὦ λισσάνιε.

ΛΥ. Ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.

ΠΡΥ. Ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.

ΛΑ. Ἐγὼν δὲ κοπραγωγῆν γα πρῲ ναὶ τὼ σιώ.

1175ΛΥ. Ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.

Ἀλλ' εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ

τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.

ΠΡΥ. Ποίοισιν, ὦ τᾶν, ξυμμάχοις; Ἐστύκαμεν.

Οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν,

1180βινεῖν, ἅπασιν;

ΛΑ.             Τοῖσι γῶν ναὶ τὼ σιὼ

ἁμοῖσι.

ΠΡΥ.       Καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.

ΛΥ. Καλῶς λέγετε. Νῦν οὖν ὅπως ἁγνεύσετε,

ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει

ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.

1185Ὅρκους δ' ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.

Κἄπειτα τὴν αὑτοῦ γυναῖχ' ὑμῶν λαβὼν

ἄπεισ' ἕκαστος.

ΠΡΥ.             Ἀλλ' ἴωμεν ὡς τάχος.

ΛΑ. Ἄγ' ὅπα τυ λῇς.

ΠΡΥ.              Νὴ τὸν Δί' ὡς τάχιστ' ἄγε.

 

ΧΟ.      Στρωμάτων δὲ ποικίλων καὶ                  Ant. 1.

1190     χλανιδίων καὶ ξυστίδων καὶ

       χρυσίων, ὅσ' ἐστί μοι,

οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς

παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.

Πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν

1195     χρημάτων νῦν ἔνδοθεν, καὶ

     μηδὲν οὕτως εὖ σεσημάν-

     θαι τὸ μὴ οὐχὶ

       τοὺς ῥύπους ἀνασπάσαι,

       χἄττ' ‹ἂν› ἔνδον ᾖ φορεῖν.

1200     Ὄψεται δ' οὐδὲν σκοπῶν, εἰ

     μή τις ὑμῶν

       ὀξύτερον ἐμοῦ βλέπει.

 

     Εἰ δέ τῳ μὴ σῖτος ὑμῶν                     Ant. 2.

     ἐστι, βόσκει δ' οἰκέτας καὶ

1205       σμικρὰ πολλὰ παιδία,

ἔστι παρ' ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ'

ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.

Ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω

     εἰς ἐμοῦ σάκους ἔχων καὶ

1210     κωρύκους· ὡς λήψεται πυ-

     ρούς. Ὁ Μανῆς δ'

       οὑμὸς αὐτοῖς ἐμβαλεῖ.

       Πρός γε μέντοι τὴν θύραν

     προαγορεύω μὴ βαδίζειν

     τὴν ἐμήν, ἀλλ'

1215       εὐλαβεῖσθαι τὴν κύνα.

 

ΠΡΥ. Ἄνοιγε τὴν θύραν σύ. Παραχωρεῖν σ' ἔδει.

Ὑμεῖς, τί κάθησθε; Μῶν ἐγὼ τῇ λαμπάδι

ὑμᾶς κατακαύσω; Φορτικὸν τὸ χωρίον.

Οὐκ ἂν ποήσαιμ'. Εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,

1220ὑμῖν χαρίζεσθαι ταλαιπωρήσομεν.

ΑΘΗΝΑΙΟΣ

Χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

ΠΡΥ. Οὐκ ἄπιτε; Κωκύσεσθε τὰς τρίχας μακρά.

Οὐκ ἄπιθ', ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν

καθ' ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

1225ΑΘ. Οὔπω τοιοῦτον συμπόσιον ὄπωπ' ἐγώ.

Ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·

ἡμεῖς δ' ἐν οἴνῳ συμπόται σοφώτατοι.

ΠΡΥ. Ὀρθῶς γ', ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν.

Ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,

1230μεθυόντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.

Νῦν μὲν γὰρ ὅταν ἔλθωμεν εἰς Λακεδαίμονα

νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·

ὥσθ' ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,

ἃ δ' οὐ λέγουσι, ταῦθ' ὑπονενοήκαμεν,

1235ἀγγέλλομεν δ' οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.

Νυνὶ δ' ἅπαντ' ἤρεσκεν· ὥστ' εἰ μέν γέ τις

ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,

ἐπῃνέσαμεν ἂν καὶ πρὸς ἐπιωρκήσαμεν.

Ἀλλ' οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν

1240εἰς ταὐτόν. Οὐκ ἐρρήσετ', ὦ μαστιγίαι;

ΑΘ. Νὴ τὸν Δί'· ὡς ἤδη γε χωροῦσ' ἔνδοθεν.

ΛΑ. Ὦ πολυχαρείδα, λαβὲ τὰ φυἁτήρια,

ἵν' ἐγὼν διποδιάξω τε κἀείὡ καλὸν

ἐς τὼς Ἀσαναίως τε χἄμ' ἄεισμ' ἁμᾶ.

1245ΠΡΥ. Λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν·

 ὡς ἥδομαί γ' ὑμᾶς ὁρῶν ὀρχουμένους.

 

ΛΑ.   Ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα,

     τὰν τεὰν Μῶἁν, ἅτις

1250   οἶδεν ἁμὲ τώς τ' Ἀσαναί-

   ως, ὅκα τοὶ μὲν ἐπ' Ἀρταμιτίῳ

     πρώκροον συείκελοι

ποττὰ κᾶλα τὼς Μήδως τ' ἐνίκων·

     ἁμὲ δ' αὖ Λεωνίδας

1255   ἆγεν ἇπερ τὼς κάπρως σά-

  γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δ'

ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο-

  λὺς δ' ἁμᾶ καττῶν σκελῶν ἵετο.

1260   Ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως

   τᾶς ψάμμας τοὶ Πέρσαι.

Ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά,

       ποττὰς σπονδάς,

1265  ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. Νῦν δ'

   αὖ φιλία τ' ἀὲς εὔπορος εἴη

ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ-

1270     λωπέκων παυαἵμεθα.

       Ὤ, δεῦρ' ἴθι, δεῦρο,

       ὦ κυναγὲ παρσένε.

ΠΡΥ. Ἄγε νυν ἐπειδὴ τἄλλα πεπόηται καλῶς,

ἀπάγεσθε ταύτας, ὦ Λάκωνες, τασδεδὶ

1275ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ

στήτω παρ' ἄνδρα, κᾆτ' ἐπ' ἀγαθαῖς ξυμφοραῖς

ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα

τὸ λοιπὸν αὖθις μὴ 'ξαμαρτάνειν ἔτι.

 

ΧΟ.    Πρόσαγε χορόν, ἔπαγε χάριτας,

1280     ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,

  ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον

     εὔφρον', ἐπὶ δὲ Νύσιον,

  ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται,

1285   Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ

     πότνιαν ἄλοχον ὀλβίαν·

  εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι

     χρησόμεθ' οὐκ ἐπιλήσμοσιν

  ἡσυχίας πέρι τῆς ἀγανόφρονος,

1290     ἣν ἐπόησε θεὰ Κύπρις.

     Ἀλαλαί, ἰὴ παιών.

       Αἴρεσθ' ἄνω, ἰαί,

       ὡς ἐπὶ νίκῃ, ἰαί.

     Εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ.

 

1295ΠΡΥ. Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν.

 

ΛΑ.   Ταΰγετον αὖτ' ἐραννὸν ἐκλιπῶἁ,

  Μῶἁ μόλε, ‹μόλε,› Λάκαινα, πρεπτὸν ἁμὶν

     κλέωἁ τὸν Ἀμύκλαις σιὸν

1300     καὶ Χαλκίοικον ἄνασσαν,

     Τυνδαρίδας τ' ἀγασώς,

   τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.

       Εἶα μάλ' ἔμβη,

     ὢ εἶα κοῦφα πᾶλον,

1305     ὡς Σπάρταν ὑμνίωμες,

     τᾷ σιῶν χοροὶ μέλοντι

       καὶ ποδῶν κτύπος,

     ‹ὅχ'› ἇτε πῶλοι ταὶ κόραι

       πὰρ τὸν Εὐρώταν

1310     ἀμπαδίοντι, πυκνὰ ποδοῖν

       ἀγκονίωαἱ,

     ταὶ δὲ κόμαι σείονται

  ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν.

     Ἁγῆται δ' ἁ Λήδας παῖς

1315     ἁγνὰ χοραγὸς εὐπρεπής.

 

Ἀλλ' ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη

ἇ τις ἔλαφος, κρότον δ' ἁμᾶ ποίη χορωφελήταν,

καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.