375 41 0 1 38 0 IV-III a. C. Commedia Menander Theophorumene Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 7

MENANDER - Theophorumene - ΘΕΟΦΟΡΟΥΜΕΝΗ

]ρ̣ετωι:

]ποει

]ω̣

]λέγω

   5]ων

]ποῶν

]κ̣ι̣αν:

]ς, Λυσία:

  10]πολαβεῖν

ν]οῦν ἔχει

ἀλα]ζονεύεται

]ραν ποτε

]Κλ[ειν]ία,

  15]ξ̣ιπ̣.σ̣τατο̣[

(ΠΑΡΜΕΝΩΝ)

ταχ̣[...] καταστάξαντες, οἶδ', ἀπ' ὀμμάτων

ἔπλ̣η̣σ̣α. "τἀμὰ δῶρ'", ἀκούεις; ἡ κόρη

"τὰ δῶρά" φησι "τἀμά μ' ἐξείλονθ'". ὁ δὲ

"τί δ' ἔλαβες, ἱππόπορνε; τὸν δὲ δόν[τα σοι

  20πόθεν οἶσθα τοῦτον; τί δὲ νεανίσκο̣[     ;

ἢ σὺ τί λαβοῦσα στέφανον ἔξω περιπατεῖς;

μαίνει; τί οὖν οὐκ ἔνδον ἐγκεκλειμένη

μαίνει;"

(ΚΛΕΙΝΙΑΣ)    φλυαρεῖς. τοῦτό γ' αὐτό, Λυσία,

οὐ προσποεῖται.

(ΛΥΣΙΑΣ)    πεῖραν ἔξεστιν λαβεῖν.

  25εἰ θεοφορεῖται ταῖς ἀληθείαισι γάρ,

νῦν εἰς τὸ πρόσθεν ἐνθάδ' ἐκπηδή̣[σεται.

μητρὸς θεῶν, μᾶλλον δὲ κορυβάντ[ων ˘

αὔλει. παράστα δ' ἐνθαδὶ πρὸς τὰς θύρας

τοῦ πανδοκείου.

(Κλ)    νὴ Δί', εὖ γε, Λυσία,

  30ὑπέρευγε· τοῦτο βούλομαι. καλὴ θέα.

Fragmenta aliunde nota

Fr. 1

εἴ τις προσελθών μοι θεῶν λέγοι "Κράτων,

ἐπὰν ἀποθάνηις, αὖθις ἐξ ἀρχῆς ἔσηι·

ἔσηι δ' ὅ τι ἂν βούληι, κύων, πρόβατον, τράγος,

ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·

   5εἱμαρμένον τοῦτ' ἐστίν· ὅ τι βούλει δ' ἑλοῦ"·

"ἅπαντα μᾶλλον", εὐθὺς εἰπεῖν ἂν δοκῶ,

"πόει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ

κακῶς τε πράττει τοῦτο τὸ ζῶιον μόνον.

ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει

  10ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένηι κύων,

ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ·

ἀλεκτρυὼν γενναῖος ἐν ἑτέραι τροφῆι

ἐστιν, ὁ δ' ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα.

ἄνθρωπος ἂν ἦι χρηστός, εὐγενής, σφόδρα

  15γενναῖος, οὐδὲν ὄφελος ἐν τῶι νῦν γένει·

πράττει δ' ὁ κόλαξ ἄριστα πάντων, δεύτερα

ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει.

ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας

ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον."

Fr. 2

   ὁ πλεῖστον νοῦν ἔχων

μάντις τ' ἄριστός ἐστι σύμβουλός θ' ἅμα.

Fr. 3

   καὶ ταχὺ

πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον

αὐτοῖς ἀκράτου.

Fr. 4

μέσως μεθύων ‹τὴν› Θηρίκλειον ἔσπασεν.

Fr. 5

ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης·

Fragmentum dubium

[                  ]καὶ τὸ χρυσίον

[                  ]θάλατταν ἐκχέον

[                  ]τ̣ο προσφιλές

[               τοῖ]ς παροῦσι δ' ἅμα λέγω

   5[                πά]ντες ἐπολολύξατε.

[                  ]βασίλεια μεγίστα,

[                  ]μοι καὶ σεισικάρηνοι

[                 κ]ορύβαντές θ' ἁδυπρόσωποι.

[                θυ]σίαν κλειτάν θ' ἑκατόμβαν

  10[                  ] θ̣εά, Φρυγία βασίλεια.

[                  ]α̣ τύμπανα, μᾶτερ ὀρ̣[εία

[                  ]θορυβοῦντες ουτ[

[                  ]ους σαυτ̣ῶ̣ι̣ πόε[ι

[                  ]ατα χώραν λαβέ

  15[                  ]ον̣ ἐ̣π̣ι̣τίθει τε πῦ[ρ

[                  ]εον γὰρ βούλομαι

[                  ]γ̣ες. αὔλει δὴ σύ μοι.

[               εὐμ]ε̣νὴς γίνοιο δὲ

[                  ]μένοις ἀεί.

  20[                 χ]αῖρ' Ἄγγδιστι

[                  ]ετὰ κυμβάλων

[                  ].ρ' ὀλολυγμῶν

[                  ]μῆτερ θεῶν,

[             Ἄγγδ]ιστι Φρυγία Κρησία

  25[                 δ]εῦρο κυρία

[                  ]ν̣απας βασίλεια

[                  ]α̣ Λυδίους