ΙΟΚΑΣΤΗ
[Ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις]
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῆι τόθ' ἡμέραι
5ἀκτῖν' ἐφῆκας, Κάδμος ἡνίκ' ἦλθε γῆν
τήνδ', ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
10ἐγὼ δὲ παῖς μὲν κλήιζομαι Μενοικέως,
[Κρέων τ' ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ,]
καλοῦσι δ' Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μ'· ἐπεὶ δ' ἄπαις
ἦν χρόνια λέκτρα τἄμ' ἔχων ἐν δώμασιν,
15ἐλθὼν ἐρωτᾶι Φοῖβον ἐξαιτεῖ θ' ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
ὁ δ' εἶπεν· Ὦ Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίαι·
εἰ γὰρ τεκνώσεις παῖδ', ἀποκτενεῖ σ' ὁ φύς,
20καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος.
ὁ δ' ἡδονῆι 'νδοὺς ἔς τε βακχείαν πεσὼν
ἔπειρεν ἡμῖν παῖδα, καὶ σπείρας βρέφος†
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶν' ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος
[σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσων·
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν].
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσ' ἐς οἴκους ἔς τε δεσποίνης χέρας
30ἔθηκαν. ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
35πρὸς δῶμα Φοίβου, Λάιός θ' οὑμὸς πόσις
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
εἰ μηκέτ' εἴη, καὶ ξυνάπτετον πόδα
ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
καί νιν κελεύει Λαΐου τροχηλάτης·
40Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
ὁ δ' εἷρπ' ἄναυδος, μέγα φρονῶν· πῶλοι δέ νιν
χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
ὅθεν (τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν;)
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
45Πολύβωι τροφεῖ δίδωσιν. ὡς δ' ἐπεζάρει
Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ' οὐκ ἦν πόσις,
Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
τούτωι ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
50μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών,
[ὅθεν τύραννος τῆσδε γῆς καθίσταται
καὶ σκῆπτρ' ἔπαθλα τῆσδε λαμβάνει χθονός,]
γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
οὐδ' ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
55τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
κόρας τε δισσάς· τὴν μὲν Ἱσμήνην πατὴρ
ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
μαθὼν δὲ τἀμὰ λέκτρα μητρώιων γάμων
60ὁ πάντ' ἀνατλὰς Οἰδίπους παθήματα
ἐς ὄμμαθ' αὑτοῦ δεινὸν ἐμβάλλει φόνον
χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
κλήιθροις ἔκρυψαν πατέρ', ἵν' ἀμνήμων τύχη
65γένοιτο πολλῶν δεομένη σοφισμάτων.
ζῶν δ' ἔστ' ἐν οἴκοις· πρὸς δὲ τῆς τύχης νοσῶν
ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
θηκτῶι σιδήρωι δῶμα διαλαχεῖν τόδε.
τὼ δ' ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
70εὐχὰς θεοὶ κραίνωσιν οἰκούντοιν ὁμοῦ,
ξυμβάντ' ἔταξαν τὸν νεώτερον πάρος
φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
Ἐτεοκλέα δὲ σκῆπτρ' ἔχειν μένοντα γῆς,
ἐνιαυτὸν ἀλλάσσοντ'. ἐπεὶ δ' ἐπὶ ζυγοῖς
75καθέζετ' ἀρχῆς, οὐ μεθίσταται θρόνων,
φυγάδα δ' ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
ὁ δ' Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
πολλὴν ἀθροίσας ἀσπίδ' Ἀργείων ἄγει·
ἐπ' αὐτὰ δ' ἐλθὼν ἑπτάπυλα τείχη τάδε
80πατρῶι' ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
ἐγὼ δ' ἔριν λύουσ' ὑπόσπονδον μολεῖν
ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
ἥξειν δ' ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
ἀλλ', ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
85Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
χρῆν δ', εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτῶν
τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
ΘΕΡαΠΩΝ
ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
90μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
στράτευμ' ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
μή τις πολιτῶν ἐν τρίβωι φαντάζεται,
κἀμοὶ μὲν ἔλθηι φαῦλος ὡς δούλωι ψόγος,
95σοὶ δ' ὡς ἀνάσσηι· πάντα δ' ἐξειδὼς φράσω
ἅ τ' εἶδον εἰσήκουσά τ' Ἀργείων πάρα,
σπονδὰς ὅτ' ἦλθον σῶι κασιγνήτωι φέρων
ἐνθένδ' ἐκεῖσε δεῦρό τ' αὖ κείνου πάρα.
ἀλλ' οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
100κέδρου παλαιὰν κλίμακ' ἐκπέρα ποδί·
σκόπει δὲ πεδία καὶ παρ' Ἱσμηνοῦ ῥοὰς
Δίρκης τε νᾶμα πολεμίων στράτευμ' ὅσον.
ΑΝΤΙΓΟΝΗ
ὄρεγέ νυν ὄρεγε γεραιὰν νέαι
χεῖρ' ἀπὸ κλιμάκων
105ποδὸς ἴχνος ἐπαντέλλων.
Θε. ἰδού, ξύναψον, παρθέν'· ἐς καιρὸν δ' ἔβης·
κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
στράτευμα, χωρίζουσι δ' ἀλλήλων λόχους.
Αν. ἰὼ πότνια παῖ
110Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
πεδίον ἀστράπτει.
Θε. οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
πολλοῖς μὲν ἵπποις, μυρίοις δ' ὅπλοις βρέμων.
Αν. ἆρα πύλαι κλήιθροις χαλκόδετά τ' ἔμβολα†
115λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
τείχεος ἥρμοσται;
Θε. θάρσει· τά γ' ἔνδον ἀσφαλῶς ἔχει πόλις.
[ἀλλ' εἰσόρα τὸν πρῶτον, εἰ βούληι μαθεῖν.]
Αν. τίς οὗτος ὁ λευκολόφας,
120πρόπαρ ὃς ἁγεῖται στρατοῦ
πάγχαλκον ἀσπίδ' ἀμφὶ βραχίονι κουφίζων;
[Θε. λοχαγός, ὦ δέσποινα. Αν. τίς πόθεν γεγώς;
αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;]
125Θε. οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
Λερναῖα δ' οἰκεῖ νάμαθ', Ἱππομέδων ἄναξ.
Αν. ἒ ἔ,
ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
γίγαντι γηγενέται προσόμοιος,
ἀστερωπὸς ‹ὥσπερ› ἐν
130γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίωι γένναι.
Θε. τὸν δ' ἐξαμείβοντ' οὐχ ὁρᾶις Δίρκης ὕδωρ;
[λοχαγόν; Αν. ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.]
Αν. τίς δ' οὗτός ἐστι; Θε. παῖς μὲν Οἰνέως ἔφυ
Τυδεύς, Ἄρη δ' Αἰτωλὸν ἐν στέρνοις ἔχει.
135Αν. οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον,
αὐτοκασιγνήται νύμφας
ὁμόγαμος κυρεῖ;
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
Θε. σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
140λόγχαις τ' ἀκοντιστῆρες εὐστοχώτατοι.
[Αν. σὺ δ', ὦ γέρον, πῶς αἰσθάνηι σαφῶς τάδε;
Θε. σημεῖ' ἰδὼν τότ' ἀσπίδων ἐγνώρισα,
σπονδὰς ὅτ' ἦλθον σῶι κασιγνήτωι φέρων·
ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]
145Αν. τίς δ' οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾶι
καταβόστρυχος, ὄμμασι γοργὸς
εἰσιδεῖν νεανίας,
λοχαγός, ὡς ὄχλος νιν ὑστέρωι ποδὶ
πάνοπλος ἀμφέπει;
150Θε. ὅδ' ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
Αν. ἀλλά νιν ἁ κατ' ὄρη μετὰ ματέρος
Ἄρτεμις ἱεμένα τόξοις δαμάσασ' ὀλέσειεν,
ὃς ἐπ' ἐμὰν πόλιν ἔβα πέρσων.
Θε. εἴη τάδ', ὦ παῖ. σὺν δίκηι δ' ἥκουσι γῆν·
155ὃ καὶ δέδοικα μὴ σκοπῶσ' ὀρθῶς θεοί.
Αν. ποῦ δ' ὃς ἐμοὶ μιᾶς ἐγένετ' ἐκ ματρὸς
πολυπόνωι μοίραι;
ὦ φίλτατ', εἰπέ, ποῦ 'στι Πολυνείκης, γέρον;
Θε. ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
160Νιόβης Ἀδράστωι πλησίον παραστατεῖ.
ὁρᾶις; Αν. ὁρῶ δῆτ' οὐ σαφῶς, ὁρῶ δέ πως
μορφῆς τύπωμα στέρνα τ' ἐξεικασμένα.
ἀνεμώκεος εἴθε δρόμον νεφέλας
ποσὶν ἐξανύσαιμι δι' αἰθέρος
165πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ' ὠλένας
δέραι φιλτάται βάλοιμεν χρόνωι,
φυγάδα μέλεον. ὡς
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
ἑώιοις ὅμοια φλεγέθων βολαῖς.
170Θε. ἥξει δόμους τούσδ', ὥστε σ' ἐμπλῆσαι χαρᾶς,
ἔνσπονδος. Αν. οὗτος δ', ὦ γεραιέ, τίς κυρεῖ,
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
Θε. ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν', ὅδε·
σφάγια δ' ἅμ' αὐτῶι, γῆι φιλαιμάτωι ῥοαί.
175Αν. ὦ λιπαροζώνου θύγατερ Ἀελίου
Σελαναία χρυσεόκυκλον φέγγος,
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
πώλοις μεταφέρων ἰθύνει.
ποῦ δ' ὃς τὰ δεινὰ τῆιδ' ἐφυβρίζει πόλει
180Καπανεύς; Θε. ἐκεῖνος προσβάσεις τεκμαίρεται
πύργων, ἄνω τε καὶ κάτω τείχη μετρῶν.
Αν. ἰὼ
Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταὶ
κεραύνιόν τε φῶς αἰθαλόεν, σύ τοι
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
185ὅδ' ἐστὶν αἰχμαλωτίδας
ὃς δορὶ Θηβαίας Μυκήνηισι
Λερναίαι τε δώσειν τριαίναι
Ποσειδανίοις Ἀμυμωνίοις
ὕδασι δουλείαν περιβαλών.
190μήποτε μήποτε τάνδ', ὦ πότνια,
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
Ἄρτεμι, δουλοσύναν τλαίην.
Θε. ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
195ἐς τέρψιν ἦλθες ὧν ἔχρηιζες εἰσιδεῖν.
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς·
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
σμικράς τ' ἀφορμὰς ἢν λάβωσι τῶν λόγων
200πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
ΧΟΡΟΣ
Τύριον οἶδμα λιποῦσ' ἔβαν
ἀκροθίνια Λοξίαι
Φοινίσσας ἀπὸ νάσου
205Φοίβωι δούλα μελάθρων,
ἵν' ὑπὸ δειράσι νιφοβόλοις
παρνασσοῦ κατενάσθη,
Ἰόνιον κατὰ πόντον ἐλά-
ται πλεύσασα περιρρύτων
210ὑπὲρ ἀκαρπίστων πεδίων
Σικελίας Ζεφύρου πνοαῖς
ἱππεύσαντος ἐν οὐρανῶι
κάλλιστον κελάδημα.
πόλεος ἐκπροκριθεῖσ' ἐμᾶς
215καλλιστεύματα Λοξίαι
Καδμείαν ἔμολον γᾶν,
κλεινῶν Ἀγηνοριδᾶν
ὁμογενεῖς ἐπὶ Λαΐου
πεμφθεῖσ' ἐνθάδε πύργους.
220ἴσα δ' ἀγάλμασι χρυσοτεύ-
κτοις Φοίβωι λάτρις ἐγενόμαν·
ἔτι δὲ Κασταλίας ὕδωρ
περιμένει με κόμας ἐμᾶς
δεῦσαι παρθένιον χλιδὰν
225Φοιβείαισι λατρείαις.
ὦ λάμπουσα πέτρα πυρὸς
δικορύφων σέλας ὑπὲρ ἄκρων
βακχεῖον Διονύσου,
οἴνα θ' ἃ καθαμέριον
230στάζεις, τὸν πολύκαρπον
οἰνάνθας ἱεῖσα βότρυν,
ζάθεά τ' ἄντρα δράκοντος οὔ-
ρειαί τε σκοπιαὶ θεᾶν
νιφόβολόν τ' ὄρος ἱερόν, εἱ-
235λίσσων ἀθανάτους θεοῦ
χορὸς γενοίμαν ἄφοβος
παρὰ μεσόμφαλα γύαλα Φοί-
βου Δίρκαν προλιποῦσα.
νῦν δέ μοι πρὸ τειχέων
240θούριος μολὼν Ἄρης
αἷμα δάιον φλέγει
τᾶιδ', ὃ μὴ τύχοι, πόλει·
κοινὰ γὰρ φίλων ἄχη,
κοινὰ δ', εἴ τι πείσεται
245ἑπτάπυργος ἅδε γᾶ,
Φοινίσσαι χώραι. φεῦ φεῦ.
κοινὸν αἷμα, κοινὰ τέκεα
τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·
ὧν μέτεστί μοι πόνων.
250ἀμφὶ δὲ πτόλιν νέφος
ἀσπίδων πυκνὸν φλέγει,
σῆμα φοινίου μάχας,
ἃν Ἄρης τάχ' εἴσεται
παισὶν Οἰδίπου φέρων
255πημονὰν Ἐρινύων.
Ἄργος ὦ Πελασγικόν,
δειμαίνω τὰν σὰν ἀλκὰν
καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
εἰς ἀγῶνα τάνδ' ἔνοπλος ὁρμὰν
260παῖς μετέρχεται δόμους.
ΠΟΛΥΝΕΙΚΗΣ
τὰ μὲν πυλωρῶν κλῆιθρά μ' εἰσεδέξατο
δι' εὐπετείας τειχέων ἔσω μολεῖν.
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
λαβόντες οὐκ ἐκφρῶσ' ἀναίμακτον χρόα.
265ὧν οὕνεκ' ὄμμα πανταχῆι διοιστέον
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ἦι.
ὡπλισμένος δὲ χεῖρα τῶιδε φασγάνωι
τὰ πίστ' ἐμαυτῶι τοῦ θράσους παρέξομαι.
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
270ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
ὅταν δι' ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
πέποιθα μέντοι μητρὶ κοὐ πέποιθ' ἅμα,
ἥτις μ' ἔπεισε δεῦρ' ὑπόσπονδον μολεῖν.
ἀλλ' ἐγγὺς ἀλκή (βώμιοι γὰρ ἐσχάραι
275πέλας πάρεισι) κοὐκ ἔρημα δώματα,
φέρ' ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
καὶ τάσδ' ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
ξέναι γυναῖκες, εἴπατ', ἐκ ποίας πάτρας
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
280Χο. Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
Φοίβωι μ' ἔπεμψαν ἐνθάδ' ἀκροθίνιον.
μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος
μαντεῖα σεμνὰ Λοξίου τ' ἐπ' ἐσχάρας,
285ἐν τῶιδ' ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
σὺ δ' ἀντάμειψαί μ', ὅστις ὢν ἐλήλυθας
ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
Πο. πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
ἔτικτε δ' Ἰοκάστη με, παῖς Μενοικέως·
290καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
Χο. [ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο,]
γονυπετεῖς ἕδρας προσπίτνω σ', ἄναξ,
τὸν οἴκοθεν σέβουσα νόμον·
295ἔβας ὢ χρόνωι γᾶν πατρώιαν.
ἰὼ ἰώ· πότνια πότνια, μόλε πρόδομος,
ἀμπέτασον πύλας.
κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
300θιγεῖν τ' ὠλέναισι τέκνου;
Ιο. Φοίνισσαν βοὰν κλύουσα
ὦ νεάνιδες γηραιῶι ποδὶ τρομερὰν
ἕλκω ποδὸς βάσιν.†
ἰὼ τέκνον, χρόνωι σὸν ὄμ-
305μα μυρίαις τ' ἐν ἁμέραις
προσεῖδον· ἀμφίβαλλε μα-
στὸν ὠλέναισι ματέρος,
παρηίδων τ' ὄρεγμα δὸς
τριχῶν τε, κυανόχρωτι χαί-
τας πλοκάμωι δέραν σκιάζων ἁμάν.
310ἰὼ ἰώ, μόλις φανεὶς
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
τί φῶ σε; πῶς ἁπάνται
καὶ χερσὶ καὶ λόγοισι
πολυέλικτον ἁδονὰν
315ἐκεῖσε καὶ τὸ δεῦρο
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
χαρμονᾶν; ἰὼ τέκος,
ἔρημον πατρῶιον ἔλιπες δόμον
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβαι,
320ἦ ποθεινὸς φίλοις,
ἦ ποθεινὸς Θήβαις.
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
δακρυόεσσ' ἀνεῖσα πένθει κόμαν,
ἄπεπλος φαρέων λευκῶν, τέκνον,
325δυσόρφναια δ' ἀμφὶ τρύχη τάδε
σκότι' ἀμείβομαι·
ὁ δ' ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
330πόθον ἀμφιδάκρυτον ἀεὶ κατέχων
ἀνῆιξεν μὲν ξίφους
ἐπ' αὐτόχειρά τε σφαγὰν
ὑπὲρ τέραμνά τ' ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις·
335σὺν ἀλαλαῖσι δ' αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δ', ὦ τέκνον, γάμοισιν ἤ-
δη κλύω ζυγέντα
παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν,
340ξένον δὲ κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾶιδε Λα-
ΐου τε τοῦ πάλαι γένει,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δ' οὔτι σοι πυρὸς ἀνῆψα φῶς
νόμιμον [ἐν γάμοις] ὡς πρέπει ματέρι μακαρίαι·
ἀνυμέναια δ' Ἱσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίων
πόλιν ἐσίγαθεν σᾶς ἔσοδοι νύμφας.
350ὄλοιτο τάδ' εἴτε σίδαρος
εἴτ' Ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα·
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ' ἄχη.
355Χο. δεινὸν γυναιξὶν αἱ δι' ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πο. μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας· ἀλλ' ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δ' ἄλλως λέγει
360λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖσ' ἔχει.
οὕτω δὲ τάρβους†ἐς φόβον τ' ἀφικόμην
μή τις δόλος με πρὸς κασιγνήτου κτάνηι,
ὥστε ξιφήρη χεῖρ' ἔχων δι' ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ' ὠφελεῖ,
365σπονδαί τε καὶ σὴ πίστις, ἥ μ' ἐσήγαγεν
τείχη πατρῶια· πολύδακρυς δ' ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θ' οἷσιν ἐνετράφην Δίρκης θ' ὕδωρ·
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370ναίω, δι' ὄσσων νᾶμ' ἔχων δακρύρροον.
ἀλλ', ἐκ γὰρ ἄλγους ἄλγος αὖ, σὲ δέρκομαι
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
ἔχουσαν· οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν,
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων.
375[καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.
τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾶι,
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;]
Ιο. κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
380οὕτω γὰρ ἤρξατ', ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δ' ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχ', ἃ χρήιζω· διὰ πόθου δ' ἐλήλυθα.
385Πο. ἀλλ' ἐξερώτα, μηδὲν ἐνδεὲς λίπηις·
ἃ γὰρ σὺ βούληι, ταὔτ' ἐμοί, μῆτερ, φίλα.
Ιο. [καὶ δή σ' ἐρωτῶ πρῶτον ὧν χρήιζω τυχεῖν·]
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πο. μέγιστον· ἔργωι δ' ἐστὶ μεῖζον ἢ λόγωι.
390Ιο. τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πο. ἓν μὲν μέγιστον· οὐκ ἔχει παρρησίαν.
Ιο. δούλου τόδ' εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πο. τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ιο. καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
395Πο. ἀλλ' ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ιο. αἱ δ' ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πο. καλοῖς βλέπουσαί γ' ὄμμασιν, μέλλουσι δέ.
Ιο. οὐδ' ὁ χρόνος αὐτὰς διεσάφησ' οὔσας κενάς;
Πο. ἔχουσιν Ἀφροδίτην τιν', εὐδίαν κακῶν.
400Ιο. πόθεν δ' ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πο. ποτὲ μὲν ἐπ' ἦμαρ εἶχον, εἶτ' οὐκ εἶχον ἄν.
Ιο. φίλοι δὲ πατρὸς καὶ ξένοι σ' οὐκ ὠφέλουν;
Πο. εὖ πρᾶσσε· τὰ φίλων δ' οὐδέν, ἤν τις δυστυχῆι.
Ιο. οὐδ' ηὑγένειά σ' ἦρεν εἰς ὕψος μέγαν;
405Πο. κακὸν τὸ μὴ 'χειν· τὸ γένος οὐκ ἔβοσκέ με.
Ιο. ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πο. οὐδ' ὀνομάσαι δύναι' ἂν ὡς ἐστὶν φίλον.
Ιο. πῶς δ' ἦλθες Ἄργος; τίν' ἐπίνοιαν ἔσχεθες;
Πο. ἔχρησ' Ἀδράστωι Λοξίας χρησμόν τινα.
410Ιο. ποῖον; τί τοῦτ' ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πο. κάπρωι λέοντί θ' ἁρμόσαι παίδων γάμους.
Ιο. καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πο. οὐκ οἶδ'· ὁ δαίμων μ' ἐκάλεσεν πρὸς τὴν τύχην.
Ιο. σοφὸς γὰρ ὁ θεός· τίνι τρόπωι δ' ἔσχες λέχος;
415Πο. νὺξ ἦν, Ἀδράστου δ' ἦλθον ἐς παραστάδας.
Ιο. κοίτας ματεύων, ἦι φυγὰς πλανώμενος;
Πο. ἦν ταῦτα· κἆιτά γ' ἦλθεν ἄλλος αὖ φυγάς.
Ιο. τίς οὗτος; ὡς ἄρ' ἄθλιος κἀκεῖνος ἦν.
Πο. Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
420Ιο. τί θηρσὶν ὑμᾶς δῆτ' Ἄδραστος ἤικασεν;
Πο. στρωμνῆς ἐς ἀλκὴν οὕνεκ' ἤλθομεν πέρι.
Ιο. ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πο. κἄδωκέ γ' ἡμῖν δύο δυοῖν νεάνιδας.
Ιο. ἆρ' εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
425Πο. οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ' ἡμέρας.
Ιο. πῶς δ' ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πο. δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
[Τυδεῖ τε κἀμοί, σύγγαμος γάρ ἐστ' ἐμός,]
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ' ἐμέ.
430πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δέ μοι
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
πόλιν. θεοὺς δ' ἐπώμοσ' ὡς ἀκουσίως
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
435ἀλλ' ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
[μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους]
παῦσαι πόνων σὲ κἀμὲ καὶ πᾶσαν πόλιν.
[πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ' ὅμως ἐρῶ·
τὰ χρήματ' ἀνθρώποισι τιμιώτατα
440δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.]
Χο. καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
445τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
ΕΤΕΟΚΛΗΣ
μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου.
[ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
450κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
τόνδ' εἰσεδέξω τειχέων πείσασά με.]
Ιο. ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύτουσιν σοφοῖς.
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
455οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾶις κάρα
Γοργόνος, ἀδελφὸν δ' εἰσορᾶις ἥκοντα σόν.
σύ τ' αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
λέξεις τ' ἄμεινον τοῦδέ τ' ἐνδέξηι λόγους.
460παραινέσαι δὲ σφῶιν τι βούλομαι σοφόν·
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλωι
ἐς ἓν συνελθὼν ὄμματ' ὄμμασιν διδῶι,
ἐφ' οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
465λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
ἄδικα πεπονθώς, ὡς σὺ φήις· κριτὴς δέ τις
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πο. ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
470κοὐ ποικίλων δεῖ τἄνδιχ' ἑρμηνευμάτων·
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ' ἄδικος λόγος
νοσῶν ἐν αὑτῶι φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων†προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδ', ἐκφυγεῖν χρήιζων ἀρὰς
475ἃς Οἰδίπους ἐφθέγξατ' εἰς ἡμᾶς ποτε·
ἐξῆλθον ἔξω τῆσδ' ἑκὼν αὐτὸς χθονός,
δοὺς τῶιδ' ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον
[ὥστ' αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
καὶ μὴ δι' ἔχθρας τῶιδε καὶ φθόνου μολὼν
480κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται].
ὁ δ' αἰνέσας ταῦθ' ὁρκίους τε δοὺς θεοὺς
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ', ἀλλ' ἔχει
τυραννίδ' αὐτὸς καὶ δόμων ἐμὸν μέρος.
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
485στρατὸν μὲν ἔξω τῆσδ' ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῶιδ' ἀφεῖναι τὸν ἴσον αὖθις ‹ἐς› χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις·
490ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ
ὡς πάντα πράσσων σὺν δίκηι δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτ' αὔθ' ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495λόγων ἀθροίσας εἶπον ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχ', ὡς ἐμοὶ δοκεῖ.
Χο. ἐμοὶ μέν, εἰ καὶ μὴ καθ' Ἑλλήνων χθόνα
τεθράμμεθ', ἀλλ' οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ετ. εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ' ἅμα,
500οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
νῦν δ' οὔθ' ὅμοιον οὐδὲν οὔτ' ἴσον βροτοῖς
πλὴν ὀνόμασιν· τὸ δ' ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
ἄστρων ἂν ἔλθοιμ' ἡλίου†πρὸς ἀντολὰς
505καὶ γῆς ἔνερθε, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστ' ἔχειν Τυραννίδα.
τοῦτ' οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλωι παρεῖναι μᾶλλον ἢ σώιζειν ἐμοί·
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ' αἰσχύνομαι
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν ἃ χρήιζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτ' ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβωι παρείην σκῆπτρα τἀμὰ τῶιδ' ἔχειν.
515χρῆν δ' αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλ', εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστ'· ἐκείνου δ' οὐχ ἑκὼν μεθήσομαι.
520[ἄρχειν παρόν μοι τῶιδε δουλεύσω ποτέ;]
πρὸς ταῦτ' ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δ' ἵππους, πεδία πίμπλαθ' ἁρμάτων,
ὡς οὐ παρήσω τῶιδ' ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525κάλλιστον ἀδικεῖν, τἄλλα δ' εὐσεβεῖν χρεών.
Χο. οὐκ εὖ λέγειν χρὴ μὴ 'πὶ τοῖς ἔργοις καλοῖς·
οὐ γὰρ καλὸν τοῦτ' ἀλλὰ τῆι δίκηι πικρόν.
Ιο. ὦ τέκνον, οὐχ ἅπαντα τῶι γήραι κακά,
Ἐτεόκλεες, πρόσεστιν· ἀλλ' ἡμπειρία
530ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γ'· ἄδικος ἡ θεός·
πολλοὺς δ' ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθ' ἐπ' ὀλέθρωι τῶν χρωμένων·
535ἐφ' ἧι σὺ μαίνηι. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,
τῶι πλέονι δ' αἰεὶ πολέμιον καθίσταται
540τοὔλασσον ἐχθρᾶς θ' ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρ' ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισεν,
νυκτός τ' ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει μέτροις,
σὺ δ' οὐκ ἀνέξηι δωμάτων ἔχων ἴσον;
[καὶ τῶιδ' ἀπονεῖμαι; κἆιτα ποῦ 'στιν ἡ δίκη;]
τί τὴν τυραννίδ', ἀδικίαν εὐδαίμονα,
550τιμᾶις ὑπέρφευ καὶ μέγ' ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
ἢ πολλὰ μοχθεῖν πόλλ' ἔχων ἐν δώμασιν
βούληι; τί δ' ἔστι τὸ πλέον; ὄνομ' ἔχει μόνον·
ἐπεὶ τά γ' ἀρκοῦνθ' ἱκανὰ τοῖς γε σώφροσιν.
555[οὔτοι τὰ χρήματ' ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δ' ἔχοντες ἐπιμελούμεθα·
ὅταν δὲ χρήιζωσ' αὔτ' ἀφαιροῦνται πάλιν·
ὁ δ' ὄλβος οὐ βέβαιος ἀλλ' ἐφήμερος.]
ἄγ', ἤν σ' ἔρωμαι δύο λόγω προθεῖσ' ἅμα,
560πότερα τυραννεῖν ἢ πόλιν σῶσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσηι σ' ὅδε
Ἀργεῖά τ' ἔγχη δόρυ τὸ Καδμείων ἕληι;
[ὄψηι δαμασθὲν ἄστυ Θηβαίων τόδε,
ὄψηι δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565βίαι πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.]
δαπανηρὸς ἆρ' ὁ πλοῦτος ὃν ζητεῖς ἔχειν
[γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ].
σοὶ μὲν τάδ' αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
ἀμαθεῖς Ἄδραστος χάριτας ἐς σ' ἀνήψατο,
570ἀσύνετα δ' ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρ', ἢν ἕληις γῆν τήνδ', ὃ μὴ τύχοι ποτέ,
πρὸς θεῶν, τροπαῖα πῶς ἄρα στήσεις Διί,
πῶς δ' αὖ κατάρξηι θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπ' Ἰνάχου ῥοαῖς;
575Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε; μήποτ', ὦ τέκνον, κλέος
τοιόνδε σοι γένοιθ' ὑφ' Ἑλλήνων λαβεῖν.
ἢν δ' αὖ κρατηθῆις καὶ τὰ τοῦδ' ὑπερδράμηι,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580ἐρεῖ δὲ δή τις· Ὦ κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τ', ἐν μέσωι πεσών.
μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,
585ἐς ταὔθ' ὅταν μόλητον, ἔχθιστον κακόν.
Χο. ὦ θεοί, γένοισθε τῶνδ' ἀπότροποι κακῶν
καὶ ξύμβασίν τιν' Οἰδίπου τέκνοις δότε.
Ετ. μῆτερ, οὐ λόγων ἔθ' ἁγών, ἀλλ' ἀναλοῦται χρόνος
οὑν μέσωι μάτην, περαίνει δ' οὐδὲν ἡ προθυμία·
590οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ 'πὶ τοῖς εἰρημένοις,
ὥστ' ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ' ἄνακτ' εἶναι χθονός·
τῶν μακρῶν δ' ἀπαλλαγεῖσα νουθετημάτων μ' ἔα.
καὶ σὺ τῶνδ' ἔξω κομίζου τειχέων ἢ κατθανῆι.
Πο. πρὸς τίνος; τίς ὧδ' ἄτρωτος ὅστις εἰς ἡμᾶς ξίφος
595φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ετ. ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
Πο. εἰσορῶ· δειλὸν δ' ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ετ. κἆιτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πο. ἀσφαλὴς γάρ ἐστ' ἀμείνων ἢ θρασὺς στρατηλάτης.
600Ετ. κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σώιζουσιν θανεῖν.
Πο. καὶ σέ· δεύτερον δ' ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ετ. οὐκ ἀπαιτούμεσθ'· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πο. τοῦ μέρους ἔχων τὰ πλείω; Ετ. φήμ'· ἀπαλλάσσου
δὲ γῆς.
Πο. ὦ θεῶν βωμοὶ πατρώιων ... Ετ. οὓς σὺ πορθήσων
πάρει.
605Πο. κλύετέ μου ... Ετ. τίς δ' ἂν κλύοι σου πατρίδ'
ἐπεστρατευμένου;
Πο. καὶ θεῶν τῶν λευκοπώλων δώμαθ' ... Ετ. οἳ
στυγοῦσί σε.
Πο. ἐξελαυνόμεσθα πατρίδος ... Ετ. καὶ γὰρ ἦλθες
ἐξελῶν.
Πο. ἀδικίαι γ', ὦ θεοί. Ετ. Μυκήναις, μὴ 'νθάδ' ἀνακάλει
θεούς.
Πο. ἀνόσιος πέφυκας ... Ετ. ἀλλ' οὐ πατρίδος ὡς σὺ
πολέμιος.
610Πο. ὅς μ' ἄμοιρον ἐξελαύνεις. Ετ. καὶ κατακτενῶ γε
πρός.
Πο. ὦ πάτερ, κλύεις ἃ πάσχω; Ετ. καὶ γὰρ οἷα δρᾶις κλύει.
Πο. καὶ σύ, μῆτερ; Ετ. ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πο. ὦ πόλις. Ετ. μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πο. εἶμι, μὴ πόνει· σὲ δ' αἰνῶ, μῆτερ. Ετ. ἔξιθι χθονός.
615Πο. ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. Ετ. οὐκ ἂν
τύχοις.
Πο. ἀλλὰ παρθένους ἀδελφάς. Ετ. οὐδὲ τάσδ' ὄψηι ποτέ.
Πο. ὦ κασίγνηται. Ετ. τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πο. μῆτερ, ἀλλά μοι σὺ χαῖρε. Ιο. χαρτὰ γοῦν πάσχω,
τέκνον.
Πο. οὐκέτ' εἰμὶ παῖς σός. Ιο. ἐς πόλλ' ἀθλία πέφυκ' ἐγώ.
620Πο. ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. Ετ. καὶ γὰρ ἀνθυβρίζομαι.
Πο. ποῦ ποτε στήσηι πρὸ πύργων; Ετ. ὡς τί μ' ἱστορεῖς τόδε;
Πο. ἀντιτάξομαι κτενῶν σε. Ετ. κἀμὲ τοῦδ' ἔρως ἔχει.
Ιο. ὦ τάλαιν' ἐγώ· τί δράσετ', ὦ τέκν'; Ετ. αὐτὸ σημανεῖ.
Ιο. πατρὸς οὐ φεύξεσθ' Ἐρινῦς; Πο. ἐρρέτω πρόπας δόμος·
625ὡς τάχ' οὐκέθ' αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
δοῦλος ὣς ἀλλ' οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
κἄν τί σοι, πόλις, γένηται, μὴ 'μέ, τόνδε δ' αἰτιῶ.
630[οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ' ἐξελαύνομαι χθονός.]
καὶ σύ, Φοῖβ' ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
ἥλικές θ' οὑμοὶ θεῶν τε δεξίμηλ' ἀγάλματα.
οὐ γὰρ οἶδ' εἴ μοι προσειπεῖν αὖθις ἔσθ' ὑμᾶς ποτε·
ἐλπίδες δ' οὔπω καθεύδουσ', αἷς πέποιθα σὺν θεοῖς
635τόνδ' ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
Ετ. ἔξιθ' ἐκ χώρας· ἀληθῶς δ' ὄνομα Πολυνείκη πατὴρ
ἔθετό σοι θείαι προνοίαι νεικέων ἐπώνυμον.
Χο. Κάδμος ἔμολε τάνδε γᾶν
Τύριος, ὧι τετρασκελὲς
640μόσχος ἀδάματος πέσημα
δίκε τελεσφόρον διδοῦσα
χρησμόν, οὗ κατοικίσαι
πεδία νιν τὸ θέσφατον
πυροφόρα δόμων ἔχρησε,
645καλλιπόταμος ὕδατος ἵνα τε
νοτὶς ἐπέρχεται γυίας
Δίρκας χλοηφόρους
καὶ βαθυσπόρους γυίας·
Βρόμιον ἔνθα τέκετο μάτηρ
650Διὸς γάμοισι,
κισσὸς ὃν περιστεφὴς
ἑλικτὸς εὐθὺς ἔτι βρέφος
χλοηφόροισιν ἔρνεσιν
κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
βάκχιον χόρευμα παρθέ-
655bνοισι Θηβαΐαισι
καὶ γυναιξὶν εὐίοις.
ἔνθα φόνιος ἦν δράκων
Ἄρεος, ὠμόφρων φύλαξ,
νάματ' ἔνυδρα καὶ ῥέεθρα
660χλοερὰ δεργμάτων κόραισι
πολυπλάνοις ἐπισκοπῶν·
ὃν ἐπὶ χέρνιβας μολὼν
Κάδμος ὄλεσε μαρμάρωι,
κρᾶτα φόνιον ὀλεσίθηρος
665ὠλένας δικὼν†βολαῖς·
δίας ἀμάτορος
Παλλάδος φραδαῖσι†
γαπετεῖς δικὼν ὀδόντας
ἐς βαθυσπόρους γύας·
670ἔνθεν ἐξανῆκε γᾶ
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
ὅρων χθονός· σιδαρόφρων
δέ νιν φίλαι ξυνῆψε γᾶι φόνος πάλιν.
αἵματος δ' ἔδευσε γαῖαν,
ἅ νιν εὐαλίοισι
675δεῖξεν αἰθέρος πνοαῖς.
καὶ σέ, τὸν προμάτορος
Ἰοῦς ποτ' ἔκγονον
Ἔπαφον, ὦ Διὸς γένεθλον,
ἐκάλεσ' ἐκάλεσα βαρβάρωι βοᾶι,
680ἰώ, βαρβάροις λιταῖς·
βᾶθι βᾶθι τάνδε γᾶν·
σοί νιν ἔκγονοι κτίσαν,
καὶ διώνυμοι θεαί,
Περσέφασσα καὶ φίλα
685Δαμάτηρ θεά,
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
κτήσαντο· πέμπε πυρφόρους
θεάς, ἄμυνε τᾶιδε γᾶι·
πάντα δ' εὐπετῆ θεοῖς.
690[Ετ. χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
Κρέοντ', ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
λέγων τάδ', ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
695καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·
ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ' ἐμούς.]
ΚΡΕΩΝ
ἦ πόλλ' ἐπῆλθον†εἰσιδεῖν χρήιζων σ', ἄναξ
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
φυλακάς τ' ἐπῆλθον σὸν δέμας θηρώμενος.
700Ετ. καὶ μὴν ἐγὼ σ' ἔχρηιζον εἰσιδεῖν, Κρέον·
πολλῶν γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς,
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Κρ. ἤκουσα μεῖζον αὐτὸν ἐς Θήβας φρονεῖν,
κήδει τ' Ἀδράστου καὶ στρατῶι πεποιθότα.
705ἀλλ' ἐς θεοὺς χρὴ ταῦτ' ἀναρτήσαντ' ἔχειν·
ἃ δ' ἐμποδὼν μάλιστα, ταῦθ' ἥκω φράσων.
Ετ. τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
Κρ. ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
Ετ. λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
710Κρ. μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
ὅπλοις ἑλίξειν αὐτίκ' Ἀργείων στρατόν.†
Ετ. ἐξοιστέον τἄρ' ὅπλα Καδμείων πόλει.
Κρ. ποῖ; μῶν νεάζων οὐχ ὁρᾶις ἃ χρή σ' ὁρᾶν;
Ετ. ἐκτὸς τάφρων τῶνδ', ὡς μαχουμένους τάχα.
715Κρ. σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἱ δ' ἄφθονοι.
Ετ. ἐγὦιδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρ. ἔχει τιν' ὄγκον τἄργος Ἑλλήνων πάρα.
Ετ. θάρσει· τάχ' αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρ. θέλοιμ' ἄν· ἀλλὰ τοῦθ' ὁρῶ πολλοῦ πόνου.
720Ετ. ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
Κρ. καὶ μὴν τὸ νικᾶν ‹γ'› ἐστι πᾶν εὐβουλίας.
Ετ. βούληι τράπωμαι δῆθ' ὁδοὺς ἄλλας τινάς;
Κρ. πάσας γε, πρὶν κίνδυνον εἰσάπαξ μολεῖν.
Ετ. εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
725Κρ. εἴπερ σφαλείς γε δεῦρο σωθήσηι πάλιν.
Ετ. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρ. ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ετ. ἀλλ' ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρ. ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
730Ετ. βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
Κρ. ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ετ. τί δ' εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρ. κἀκεῖ πέφαρκται λαὸς ἅρμασιν πέριξ.
Ετ. τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
735Κρ. μὴ δῆτα· βουλεύου δ', ἐπείπερ εἶ σοφός.
Ετ. τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρ. ἕπτ' ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσ' ἐγώ ...
Ετ. τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρ. λόχων ἄνακτας ἑπτὰ προσκεῖσθαι πύλαις.
740Ετ. τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
Κρ. ἕπτ' ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ετ. λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρ. λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ετ. ξυνῆκ'· ἀμύνειν τειχέων προσαμβάσεις.
745Κρ. καὶ ξυστρατήγους ‹γ'›· εἷς δ' ἀνὴρ οὐ πάνθ' ὁρᾶι.
Ετ. θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίαι;
Κρ. ἀμφότερ'· ἓν ἀπολειφθὲν γὰρ οὐδὲν θατέρου.
Ετ. ἔσται τάδ'· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν†
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
750ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
ὄνομα δ' ἑκάστου διατριβὴ πολλὴ λέγειν,
ἐχθρῶν ὑπ' αὐτοῖς τείχεσιν καθημένων.
ἀλλ' εἶμ', ὅπως ἂν μὴ καταργῶμεν χέρα.
[καί μοι γένοιτ' ἀδελφὸν ἀντήρη λαβεῖν
755καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορὶ
κτανεῖν θ', ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
γάμους δ' ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δ' ἐχέγγυον
760τὴν πρόσθε ποιῶ νῦν ἐπ' ἐξόδοις ἐμαῖς.
μητρὸς δ' ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
τρέφ' ἀξίως νιν σοῦ τε τήν τ' ἐμὴν χάριν.
πατὴρ δ' ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
ὄψιν τυφλώσας· οὐκ ἄγαν σφ' ἐπήινεσα·
765ἡμᾶς δ' ἀραῖσιν, ἢν τύχηι, κατακτενεῖ.]
ἓν δ' ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
τοῦδ' ἐκπυθέσθαι ταῦτ'· ἐγὼ δὲ παῖδα σὸν
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
770λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
[πόλει δὲ καὶ σοὶ ταῦτ' ἐπισκήπτω, Κρέον·
775ἤνπερ κρατήσηι τἀμά, Πολυνείκους νέκυν
μήποτε ταφῆναι τῆιδε Θηβαίαι χθονί,
θνήισκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ἦι.
σοὶ μὲν τάδ' εἶπον· προσπόλοις δ' ἐμοῖς λέγω·]
ἐκφέρετε τεύχη πάνοπλά τ' ἀμφιβλήματα
780ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορός
[ὁρμώμεθ' ἤδη ξὺν δίκηι νικηφόρωι].
τῆι δ' Εὐλαβείαι, χρησιμωτάτηι θεῶν,
προσευχόμεσθα τήνδε διασῶσαι πόλιν.
Χο. ὦ πολύμοχθος Ἄρης, τί ποθ' αἵματι
785καὶ θανάτωι κατέχηι Βρομίου παράμουσος ἑορταῖς;
οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπηι
μοῦσαν ἐν ἇι Χάριτες χοροποιοί,
ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
αἵματι Θήβας†
790bκῶμον ἀναυλότατον προχορεύεις·
οὐδ' ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δινεύεις
ἅρμασι καὶ ψαλίων τετραβάμοσι μώνυχα πώλων†
Ἱσμηνοῦ τ' ἐπὶ χεύμασι βαίνων
ἱππείαισι θοάζεις,
Ἀργείοις ἐπιπνεύσας
795Σπαρτῶν γένναι
ἀσπιδοφέρμονα θίασον ἔνοπλον†
ἀντίπαλον κατὰ λάϊνα τείχεα
χαλκῶι κοσμήσας.
ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
μήσατο πήματα γᾶς βασιλεῦσιν
800[Λαβδακίδαις πολυμόχθοις].
ὦ ζαθέων πετάλων πολυθηρότα-
τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
μήποτε τὸν θανάτωι προτεθέντα, λόχευμ' Ἰοκάστας,
ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
805χρυσοδέτοις περόναις ἐπίσαμον·
μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
πένθεα γαίας
Σφίγγ' ἀπομουσοτάταισι σὺν ὠιδαῖς,
ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
810γένναν, ἃν†ὁ κατὰ χθονὸς Ἅιδας
Καδμείοις ἐπιπέμπει·
δυσδαίμων δ' ἔρις ἄλλα
θάλλει παίδων
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ' ἔφυ καλόν,
815οὐδ' οἱ μὴ νόμιμοι
παῖδες ματρὶ λόχευμα μίασμα πατρός·
ἡ δὲ συναίμονος εἰς λέχος ἦλθεν.†
ἔτεκες, ὦ Γαῖ', ἔτεκές ποτε,
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ' ἐν οἴκοις,
820τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
γένναν ὀδοντοφυᾶ, Θήβαις κάλλιστον ὄνειδος·
Ἁρμονίας δέ ποτ' εἰς ὑμεναίους
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
825διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
Δίρκα χλοεροτρόφον ἇι πεδίον
πρόπαρ Ἱσμηνοῦ καταδεύει,
Ἰώ θ' ἁ κερόεσσα προμάτωρ
Καδμείων βασιλῆας ἐγείνατο·
830μυριάδας δ' ἀγαθῶν ἑτέροις ἑτέ-
ρας μεταμειβομένα πόλις ἅδ' ἐπ' ἄκροις
ἕστακ' Ἄρεος στεφάνοισιν.
ΤΕΙΡΕΣΙΑΣ
ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῶι ποδὶ
835ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς.
δεῦρ' ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσ' ἐμὸν
πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
κλήρους τέ μοι φύλασσε παρθένωι χερί,
οὓς ἔλαβον οἰωνίσματ' ὀρνίθων μαθὼν
840θάκοισιν ἐν ἱεροῖσιν οὗ μαντεύομαι.
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
πόση τις ἡ 'πίλοιπος ἄστεως ὁδὸς
πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
845Κρ. θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
ἔσθ' ὁρμίσαι σὸν πόδα· λαβοῦ δ' αὐτοῦ, τέκνον·
ὡς παῖς ἔτ' ἀπτὴν πούς τε πρεσβύτου φιλεῖ
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τε. εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῆι, Κρέον;
850Κρ. οὔπω λελήσμεθ'· ἀλλὰ σύλλεξαι σθένος
καὶ πνεῦμ' ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τε. κόπωι παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
δεῦρ' ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
855οὗ καλλινίκους Κεκροπίδας ἔθηκ' ἐγώ·
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾶις, ἔχω
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρ. οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
ἐν γὰρ κλύδωνι κείμεθ', ὥσπερ οἶσθα σύ,
860δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
ἐμοὶ δ' ἀπέσταλκ' ἐκμαθεῖν σέθεν πάρα
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
865Τε. Ἐτεοκλέους μὲν οὕνεκ' ἂν κλήισας στόμα
χρησμοὺς ἐπέσχον· σοὶ δ', ἐπεὶ χρήιζεις μαθεῖν,
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον.
[ἐξ οὗ 'τεκνώθη Λάιος βίαι θεῶν
πόσιν τ' ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
870αἵ θ' αἱματωποὶ δεργμάτων διαφθοραὶ
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνωι
χρήιζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
875οὔτ' ἔξοδον διδόντες ἄνδρα δυστυχῆ
ἐξηγρίωσαν· ἐκ δ' ἔπνευσ' αὐτοῖς ἀρὰς
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
ἁγὼ τί οὐ δρῶν, ποῖα δ' οὐ λέγων ἔπη
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
880ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον.]
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες μέλη
πικροὺς γόους δώσουσι Θηβαίαι χθονί.
σύ τ' ὦ τάλαινα συγκατασκάπτηι πόλι,
885εἰ μὴ λόγοις τις τοῖς ἐμοῖσι πείσεται.
[ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
μηδένα πολίτην μηδ' ἄνακτ' εἶναι χθονός,
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
890μί' ἔστιν ἄλλη μηχανὴ σωτηρίας.]
ἀλλ' οὐ γὰρ εἰπεῖν οὔτ' ἐμοὶ τόδ' ἀσφαλὲς
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
πόλει παρασχεῖν φάρμακον σωτηρίας,
ἄπειμι. χαίρεθ'· εἷς γὰρ ὢν πολλῶν μέτα
895τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
Κρ. ἐπίσχες αὐτοῦ, πρέσβυ. Τε. μὴ 'πιλαμβάνου.
Κρ. μεῖνον, τί φεύγεις; Τε. ἡ τύχη σ', ἀλλ' οὐκ ἐγώ.
Κρ. φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τε. βούληι σὺ μέντοι κοὐχὶ βουλήσηι τάχα.
900Κρ. καὶ πῶς πατρώιαν γαῖαν οὐ σῶσαι θέλω;
Τε. θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρ. ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τε. [κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.]
πρῶτον δ' ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
905ποῦ 'στιν Μενοικεύς, ὅς με δεῦρ' ἐπήγαγεν;
Κρ. ὅδ' οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τε. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρ. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τε. βούληι παρόντος δῆτά σοι τούτου φράσω;
910Κρ. κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
Τε. ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν
[ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]·
σφάξαι Μενοικέα τόνδε δεῖ σ' ὑπὲρ πάτρας,
σὸν παῖδ', ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
915Κρ. τί φήις; τίν' εἶπας τόνδε μῦθον, ὦ γέρον;
Τε. ἅπερ πέφηνε, ταῦτα κἀνάγκη σε δρᾶν.
Κρ. ὦ πολλὰ λέξας ἐν βραχεῖ λόγωι κακά.
Τε. σοί γ', ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρ. οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
920Τε. ἁνὴρ ὅδ' οὐκέθ' αὑτός· ἐκνεύει πάλιν.
Κρ. χαίρων ἴθ'· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
Τε. ἀπόλωλεν ἁλήθει', ἐπεὶ σὺ δυστυχεῖς;
Κρ. ὦ πρός σε γονάτων καὶ γερασμίου τριχός.
Τε. τί προσπίτνεις με; δυσφύλακτ' αἴνει κακά.
925Κρ. σίγα· πόλει δὲ τούσδε μὴ λέξηις λόγους.
Τε. ἀδικεῖν κελεύεις μ'· οὐ σιωπήσαιμεν ἄν.
Κρ. τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τε. ἄλλοις μελήσει ταῦτ', ἐμοὶ δ' εἰρήσεται.
Κρ. ἐκ τοῦ δ' ἐμοὶ τόδ' ἦλθε καὶ τέκνωι κακόν;
930Τε. [ὀρθῶς μ' ἐρωτᾶις κεἰς ἀγῶν' ἔρχηι λόγων.]
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῆι δοῦναι χοάς,
Κάδμωι παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
935ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον·
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ' Ἄρη.
χθὼν δ' ἀντὶ καρποῦ καρπὸν ἀντί θ' αἵματος
αἷμ' ἢν λάβηι βρότειον, ἕξετ' εὐμενῆ
Γῆν, ἥ ποθ' ἡμῖν χρυσοπήληκα στάχυν
940Σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδ' ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
σὺ δ' ἐνθάδ' ἡμῖν λοιπὸς εἶ Σπαρτῶν γένους
ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ' ἄπο
[οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
945σφαγὰς ἀπείργουσ'· οὐ γάρ ἐστιν ἤιθεος.
κεἰ μὴ γὰρ εὐνῆς ἥψατ', ἀλλ' ἔχει λέχος].
οὗτος δὲ πῶλος τῆιδ' ἀνειμένος πόλει
θανὼν πατρώιαν γαῖαν ἐκσώσειεν ἄν.
πικρὸν δ' Ἀδράστωι νόστον Ἀργείοισί τε
950θήσει, μέλαιναν κῆρ' ἐπ' ὄμμασιν βαλών,
κλεινάς τε Θήβας. τοῖνδ' ἑλοῦ δυοῖν πότμοιν
τὸν ἕτερον· ἢ γὰρ παῖδα σῶσον ἢ πόλιν.
τὰ μὲν παρ' ἡμῶν πάντ' ἔχεις· ἡγοῦ, τέκνον,
πρὸς οἶκον. ὅστις δ' ἐμπύρωι χρῆται τέχνηι
955μάταιος· ἢν μὲν πικρὰ σημήνας τύχηι,
ἐχθρὸς καθέστηχ' οἷς ἂν οἰωνοσκοπῆι·
ψευδῆ δ' ὑπ' οἴκτου τοῖσι χρωμένοις λέγων
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
χρῆν θεσπιωιδεῖν, ὃς δέδοικεν οὐδένα.
960Χο. Κρέον, τί σιγᾶις γῆρυν ἄφθογγον σχάσας;
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρ. τί δ' ἄν τις εἴποι; δῆλον οἵ γ' ἐμοὶ λόγοι·
ἐγὼ γὰρ οὔποτ' ἐς τόδ' εἶμι συμφορᾶς
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
965πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
οὐδ' ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
μή μ' εὐλογείτω τἀμά τις κτείνων τέκνα·
αὐτὸς δ', ἐν ὡραίωι γὰρ ἕσταμεν βίου,
θνήισκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
970ἀλλ' εἷα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
ἀκόλαστ' ἐάσας μάντεων θεσπίσματα,
φεῦγ' ὡς τάχιστα τῆσδ' ἀπαλλαχθεὶς χθονός.
[λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε
πύλας ἐφ' ἑπτὰ καὶ λοχαγέτας μολών.]
975κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·
ἢν δ' ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι.
ΜΕΝΟΙΚΕΥΣ
ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
Κρ. ὅπου χθονὸς τῆσδ' ἐκποδὼν μάλιστ' ἔσηι.
Με. οὔκουν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ' ἐμέ;
980Κρ. Δελφοὺς περάσας ... Με. ποῖ με χρή, πάτερ, μολεῖν;
Κρ. Αἰτωλίδ' ἐς γῆν. Με. ἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρ. Θεσπρωτὸν οὖδας. Με. σεμνὰ Δωδώνης βάθρα;
Κρ. ἔγνως. Με. τί δὴ τόδ' ἔρυμά μοι γενήσεται;
Κρ. πόμπιμος ὁ δαίμων. Με. χρημάτων δὲ τίς πόρος;
985Κρ. ἐγὼ πορεύσω χρυσόν. Με. εὖ λέγεις, πάτερ.
χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
ἧς πρῶτα μαστὸν εἵλκυσ', Ἰοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τ' ἀποζυγείς,
προσηγορήσας εἶμι καὶ σώσω βίον.
990ἀλλ' εἷα χώρει· μὴ τὸ σὸν κωλυέτω.
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
κλέψας λόγοισιν, ὥσθ' ἃ βούλομαι τυχεῖν·
ὅς μ' ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
καὶ δειλίαι δίδωσι. καὶ συγγνωστὰ μὲν
995γέροντι, τοὐμὸν δ' οὐχὶ συγγνώμην ἔχει,
προδότην γενέσθαι πατρίδος ἥ μ' ἐγείνατο.
ὡς οὖν ἂν εἰδῆτ', εἶμι καὶ σώσω πόλιν
ψυχήν τε δώσω τῆσδ' ὑπερθανὼν χθονός.
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
1000κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
στάντες παρ' ἀσπίδ' οὐκ ὀκνήσουσιν θανεῖν,
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ,
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
πόλιν τ' ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
1005ἄπειμ', ὅπου δ' ἂν ζῶ κακὸς φανήσομαι;
μὰ τὸν μετ' ἄστρων Ζῆν' Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλ' εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
1010σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθ' ὁ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν. εἴρηται λόγος.
[στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
δώσων, νόσου δὲ τήνδ' ἀπαλλάξω χθόνα.
1015εἰ γὰρ λαβὼν ἕκαστος ὅτι δύναιτό τις
χρηστὸν διέλθοι τοῦτο κεἰς κοινὸν φέροι
πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.]
Χο. ἔβας ἔβας
ὦ πτεροῦσσα, Γᾶς λόχευμα
1020νερτέρου τ' Ἐχίδνας,
Καδμείων ἁρπαγά,
πολύφθορος πολύστονος
μειξοπάρθενος,
δάιον τέρας,
φοιτάσι πτεροῖς
1025χαλαῖσί τ' ὠμοσίτοις·
Διρκαίων ἅ ποτ' ἐκ
τόπων νέους πεδαίρουσ'
ἄλυρον ἀμφὶ μοῦσαν,
ὀλομέναν γ' Ἐρινύν,
1030ἔφερες ἔφερες ἄχεα πατρίδι
φόνια· φόνιος ἐκ θεῶν
ὃς τάδ' ἦν ὁ πράξας.
ἰάλεμοι δὲ ματέρων,
ἰάλεμοι δὲ παρθένων
1035ἐστέναζον οἴκοις·
ἰηϊήιον βοάν,
ἰηϊήιον μέλος
ἄλλος ἄλλοτ' ἐποτότυζε
διαδοχαῖς ἀνὰ πτόλιν.
βροντᾶι δὲ στεναγμὸς
1040ἀχά τ' ἦν ὅμοιος,
ὁπότε πόλεος ἀφανίσειεν
ἁ πτεροῦσσα παρθένος τιν' ἀνδρῶν.
χρόνωι δ' ἔβα
Πυθίαις ἀποστολαῖσιν
Οἰδίπους ὁ τλάμων
1045Θηβαίαν τάνδε γᾶν
τότ' ἀσμένοις, πάλιν δ' ἄχη·
ματρὶ γὰρ γάμους
δυσγάμους τάλας
καλλίνικος ὢν
αἰνιγμάτων συνάπτει,
1050μιαίνει δὲ πτόλιν,
δι' αἱμάτων δ' ἀμείβει
μυσαρὸν εἰς ἀγῶνα,
καταβαλὼν ἀραῖσι
τέκεα μέλεος. ἀγάμεθ' ἀγάμεθ',
1055ὃς ἐπὶ θάνατον οἴχεται
γᾶς ὑπὲρ πατρώιας,
Κρέοντι μὲν λιπὼν γόους,
τὰ δ' ἑπτάπυργα κλῆιθρα γᾶς
καλλίνικα θήσων.
1060γενοίμεθ' ὧδε ματέρες
γενοίμεθ' εὔτεκνοι, φίλα
Παλλάς, ἃ δράκοντος αἷμα
λιθόβολον κατηργάσω,
Καδμείαν μέριμναν
ὁρμάσασ' ἐπ' ἔργον,
1065ὅθεν ἐπέσυτο τάνδε γαῖαν
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
ΑΓΓΕΛΟΣ
ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
ἀνοίγετ', ἐκπορεύετ' Ἰοκάστην δόμων.
ὠὴ μάλ' αὖθις. διὰ μακροῦ μέν, ἀλλ' ὅμως.
1070[ἔξελθ', ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
λήξασ' ὀδυρμῶν πενθίμων τε δακρύων.]
Ιο. ὦ φίλτατ', οὔ που ξυμφορὰν ἥκεις φέρων
Ἐτεοκλέους θανόντος, οὗ παρ' ἀσπίδα
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
1075[τί μοί ποθ' ἥκεις καινὸν ἀγγελῶν ἔπος;]
τέθνηκεν ἢ ζῆι παῖς ἐμός; σήμαινέ μοι.
Αγ. ζῆι, μὴ τρέσηις, τοῦδ' ὥς σ' ἀπαλλάξω φόβου.
Ιο. τί δ' ἑπτάπυργοι ‑ πῶς ἔχουσι; ‑ περιβολαί;
Αγ. ἑστᾶσ' ἄθραυστοι κοὐκ ἀνήρπασται πόλις.
1080Ιο. ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
Αγ. ἀκμήν γ' ἐπ' αὐτήν· ἀλλ' ὁ Καδμείων Ἄρης
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ιο. ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
οἶσθ'· ὡς μέλει μοι καὶ τόδ', εἰ λεύσσει φάος.
1085Αγ. ζῆι σοι ξυνωρὶς ἐς τόδ' ἡμέρας τέκνων.
Ιο. εὐδαιμονοίης. πῶς γὰρ Ἀργεῖον δόρυ
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσωμένης.
1090Αγ. ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν
πύργων ἐπ' ἄκρων στὰς μελάνδετον ξίφος
λαιμῶν διῆκε, τῆιδε γῆι σωτηρίαν,
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
πύλας ἐφ' ἑπτά, φύλακας Ἀργείου δορός,
1095σὸς παῖς, ἐφέδρους ‹δ'› ἱππότας μὲν ἱππόταις
ἔταξ', ὁπλίτας δ' ἀσπιδηφόροις ἔπι,
ὡς τῶι νοσοῦντι τειχέων εἴη δορὸς
ἀλκὴ δι' ὀλίγου. περγάμων δ' ἀπ' ὀρθίων
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
1100Τευμησσὸν ἐκλιπόντα καὶ τάφρου πέλας
[δρόμωι ξυνῆψαν ἄστυ Καδμείας χθονός].
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
[καὶ πρῶτα μὲν προσῆγε Νηίσταις πύλαις
1105λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
ἐπίσημ' ἔχων οἰκεῖον ἐν μέσωι σάκει,
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
1110πύλας ἐχώρει σφάγι' ἔχων ἐφ' ἅρματι
ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ' ἔχων
ὑβρισμέν' ἀλλὰ σωφρόνως ἄσημ' ὅπλα.
Ὠγύγια δ' ἐς πυλώμαθ' Ἱππομέδων ἄναξ
ἔστειχ' ἔχων σημεῖον ἐν μέσωι σάκει
1115στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
1120Τυδεύς, λέοντος δέρος ἔχων ἐπ' ἀσπίδι
χαίτηι πεφρικός· δεξιᾶι δὲ λαμπάδα
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
Ἄρη προσῆγε· Ποτνιάδες δ' ἐπ' ἀσπίδι
1125ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβωι,
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
πόρπαχ' ὑπ' αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.
ὁ δ' οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
Καπανεὺς προσῆγε λόχον ἐπ' Ἠλέκτραις πύλαις·
1130σιδηρονώτοις δ' ἀσπίδος κύκλοις ἐπῆν
γίγας ἐπ' ὤμοις γηγενὴς ὅλην πόλιν
φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
ταῖς δ' ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
1135ἑκατὸν ἐχίδναις ἀσπίδ' ἐκπληρῶν γραφῆι,
ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν
Ἀργεῖον αὔχημ'· ἐκ δὲ τειχέων μέσων
δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
παρῆν δ' ἑκάστου τῶνδέ μοι θεάματα
1140ξύνθημα παραφέροντι ποιμέσιν λόχων.]
καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
ἐμαρνάμεσθα σφενδόναις θ' ἑκηβόλοις
πέτρων τ' ἀραγμοῖς· ὡς δ' ἐνικῶμεν μάχηι,
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·
1145Ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
τί μέλλετ' ἄρδην πάντες ἐμπίπτειν πύλαις,
γυμνῆτες ἱππῆς ἁρμάτων τ' ἐπιστάται;
ἠχῆς δ' ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·
πολλοὶ δ' ἔπιπτον κρᾶτας αἱματούμενοι,
1150ἡμῶν τ' ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
πυκνοὺς κυβιστητῆρας ἐκνενευκότας·
ξηρὰν δ' ἔδευον γαῖαν αἵματος ῥοαῖς.
ὁ δ' Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾶι
1155πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·
ἀλλ' ἔσχε μαργῶντ' αὐτὸν ἐναλίου θεοῦ
Περικλύμενος παῖς, λᾶαν ἐμβαλὼν κάραι
ἁμαξοπληθῆ, γεῖσ' ἐπάλξεων ἄπο·
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
1160ἔρρηξεν ὀστέων, ἄρτι δ' οἰνωπὸν γένυν
καθηιμάτωσεν· οὐδ' ἀποίσεται βίον
τῆι καλλιτόξωι μητρὶ Μαινάλου κόρηι.
ἐπεὶ δὲ τάσδ' ἐσεῖδεν εὐτυχεῖς πάλας,
ἄλλας ἐπήιει παῖς σός, εἱπόμην δ' ἐγώ.
1165ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
πύργων ἀκοντίζοντας, ὥστ' ἐπάλξεων
λιπεῖν ἐρίπνας φύλακας· ἀλλά νιν πάλιν
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
1170πύργοις δ' ἐπέστησ' αὖθις. ἐς δ' ἄλλας πύλας
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
Καπανεὺς δὲ πῶς εἴποιμ' ἂν ὡς ἐμαίνετο;
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
ἔχων ἐχώρει, καὶ τοσόνδ' ἐκόμπασεν,
1175μηδ' ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
τὸ μὴ οὐ κατ' ἄκρων περγάμων ἑλεῖν πόλιν.
καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ πετρούμενος
ἀνεῖρφ' ὑπ' αὐτὴν ἀσπίδ' εἱλίξας δέμας,
κλίμακος ἀμείβων ξέστ' ἐνηλάτων βάθρα.
1180ἤδη δ' ὑπερβαίνοντα γεῖσα τειχέων
βάλλει κεραυνῶι Ζεύς νιν· ἐκτύπησε δὲ
χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
[ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ' ἐς χθόνα,
1185χεῖρες δὲ καὶ κῶλ' ὡς κύκλωμ' Ἰξίονος]
εἱλίσσετ', ἐς γῆν δ' ἔμπυρος πίπτει νεκρός.
ὡς δ' εἶδ' Ἄδραστος Ζῆνα πολέμιον στρατῶι,
ἔξω τάφρου καθεῖσεν Ἀργείων στρατόν.
οἱ δ' αὖ παρ' ἡμῶν δεξιὸν Διὸς τέρας
1190ἰδόντες ἐξήλαυνον, ἁρμάτων ὄχοι
ἱππῆς ὁπλῖται, κἀς μέσ' Ἀργείων ὅπλα
ξυνῆψαν ἔγχη· πάντα δ' ἦν ὁμοῦ κακά·
ἔθρωισκον ἐξέπιπτον ἀντύγων ἄπο,
τροχοί τ' ἐπήδων ἄξονές τ' ἐπ' ἄξοσιν
1195νεκροί τε νεκροῖς ἐξεσωρεύονθ' ὁμοῦ.
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δ' εὐτυχὴς
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει.
[καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσωσέ τις.]
1200[Χο. καλὸν τὸ νικᾶν· εἰ δ' ἀμείνον' οἱ θεοὶ
γνώμην ἔχουσιν, εὐτυχὴς εἴην ἐγώ.]
Ιο. καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
Κρέων δ' ἔοικε τῶν ἐμῶν νυμφευμάτων
1205τῶν τ' Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
παιδὸς στερηθείς, τῆι πόλει μὲν εὐτυχῶς,
ἰδίαι δὲ λυπρῶς. ἀλλ' ἄνελθέ μοι πάλιν,
τί τἀπὶ τούτοις παῖδ' ἐμὼ δρασείετον.
Αγ. ἔα τὰ λοιπά· δεῦρ' ἀεὶ γὰρ εὐτυχεῖς.
1210Ιο. τοῦτ' εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
Αγ. μεῖζόν τι χρήιζεις παῖδας ἢ σεσωμένους;
Ιο. καὶ τἀπίλοιπά γ' εἰ καλῶς πράσσω κλυεῖν.
Αγ. μέθες μ'· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ιο. κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότωι.
1215Αγ. οὐκ ἄν γε λέξαιμ' ἐπ' ἀγαθοῖσί σοι κακά.
Ιο. ἢν μή γε φεύγων ἐκφύγηις πρὸς αἰθέρα.
Αγ. αἰαῖ· τί μ' οὐκ εἴασας ἐξ εὐαγγέλου
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
1220αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ.
[λέξαντες Ἀργείοισι Καδμείοισί τε
ἐς κοινὸν οἷον μήποτ' ὤφελον λόγον.
Ἐτεοκλέης δ' ὑπῆρξ' ἀπ' ὀρθίου σταθεὶς
πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῶι·
1225ἔλεξε δ'· Ὦ γῆς Ἑλλάδος στρατηλάται,
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ' ἐνθάδε,
Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
ψυχὰς ἀπεμπολᾶτε μήθ' ἡμῶν ὕπερ.
ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
1230μόνος συνάψω συγγόνωι τὠμῶι μάχην·
κἂν μὲν κτάνω τόνδ', οἶκον οἰκήσω μόνος,
ἡσσώμενος δὲ τῶιδε παραδώσω μόνωι·
ὑμεῖς δ' ἀγῶν' ἀφέντες, Ἀργεῖοι, χθόνα
νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε·
1235Σπαρτῶν τε λαὸς ἅλις ὃς κεῖται νεκρός.
τοσαῦτ' ἔλεξε. σὸς δὲ Πολυνείκης γόνος
ἐκ τάξεων ὤρουσε κἀπήινει λόγους.
πάντες δ' ἐπερρόθησαν Ἀργεῖοι τάδε
Κάδμου τε λαὸς ὡς δίκαι' ἡγούμενοι.
1240ἐπὶ τοῖσδε δ' ἐσπείσαντο κἀν μεταιχμίοις
ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
ἤδη δ' ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
δισσοὶ γέροντος Οἰδίπου νεανίαι·
φίλοι δ' ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
1245Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.
ἔσταν δὲ λαμπρὼ χρῶμά τ' οὐκ ἠλλαξάτην
μαργῶντ' ἐπ' ἀλλήλοισιν ἱέναι δόρυ.
παρεξιόντες δ' ἄλλος ἄλλοθεν φίλων
λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·
1250Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας
τροπαῖον Ἄργει τ' εὐκλεᾶ δοῦναι λόγον·
Ἐτεοκλέα δ' αὖ· Νῦν πόλεως ὑπερμαχεῖς,
νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
τάδ' ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
1255μάντεις δὲ μῆλ' ἔσφαζον ἐμπύρους τ' ἀκμὰς
ῥήξεις τ' ἐνώμων ὑγρότητ' ἐναντίαν
ἄκραν τε λαμπάδ', ἣ δυοῖν ὅρους ἔχει,
νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.]
ἀλλ', εἴ τιν' ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
1260ἢ φίλτρ' ἐπωιδῶν, στεῖχ', ἐρήτυσον τέκνα
δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας
[καὶ τἆθλα δεινά· δάκρυά σοι γενήσεται
δισσοῖν στερείσηι τῆιδ' ἐν ἡμέραι τέκνοιν].
Ιο. ὦ τέκνον ἔξελθ' Ἀντιγόνη δόμων πάρος.
1265[οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασιν
νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
ἀλλ' ἄνδρ' ἀρίστω καὶ κασιγνήτω σέθεν
ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
ξὺν μητρὶ τῆι σῆι μὴ πρὸς ἀλλήλοιν θανεῖν.]
1270Αν. τίν', ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ιο. ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Αν. πῶς εἶπας; Ιο. αἰχμὴν ἐς μίαν καθέστατον.
Αν. οἲ 'γώ, τί λέξεις, μῆτερ; Ιο. οὐ φίλ', ἀλλ' ἕπου.
1275Αν. ποῖ, παρθενῶνας ἐκλιποῦσ'; Ιο. ἀνὰ στρατόν.
Αν. αἰδούμεθ' ὄχλον. Ιο. οὐκ ἐν αἰσχύνηι τὰ σά.
Αν. δράσω δὲ δὴ τί; Ιο. συγγόνων λύσεις ἔριν.
Αν. τί δρῶσα, μῆτερ; Ιο. προσπίτνουσ' ἐμοῦ μέτα.
ἡγοῦ σὺ πρὸς μεταίχμι'· οὐ μελλητέον.
1280ἔπειγ' ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω
παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·
[ἢν δ' ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι·]
θανοῦσι δ' αὐτοῖς συνθανοῦσα κείσομαι.
Χο. αἰαῖ αἰαῖ, τρομερὰν φρίκαι
1285τρομερὰν φρέν' ἔχω· διὰ σάρκα δ' ἐμὰν
ἔλεος ἔλεος ἔμολε μα-
τέρος δειλαίας.
δίδυμα τέκεα πότερος ἄρα
πότερον αἱμάξει ‑
1290ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ Γᾶ ‑
ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν
δι' ἀσπίδων, δι' αἱμάτων;
τάλαιν' ἐγὼ τάλαινα,
πότερον ἄρα νέκυν ὀλόμενον ἀχήσω;
φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,
φόνιαι ψυχαὶ δορὶ παλλομένωι
πέσεα πέσεα δάϊ' αὐ-
τίχ' αἱμάξετον.
1300τάλανες, ὅτι ποτὲ μονομάχον
ἐπὶ φρέν' ἠλθέτην.
βοᾶι βαρβάρωι στενακτὰν ἰαχὰν
μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
σχεδὸν τύχα, πέλας φόνος·
1305κρινεῖ ξίφος τὸ μέλλον.
πότμος ἄποτμος ὁ φόνος ἕνεκ' Ἐρινύων.
[ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ
πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.
1310Κρ. οἴμοι, τί δράσω; πότερ' ἐμαυτὸν ἢ πόλιν
στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος
τοιοῦτον ὥστε δι' Ἀχέροντος ἱέναι;
ἐμός τε γὰρ παῖς γῆς ὄλωλ' ὑπερθανών,
τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ' ἐμοί·
1315ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν
αὐτοσφαγῆ δύστηνος ἐκόμισ' ἐν χεροῖν.
βοᾶι δὲ δῶμα πᾶν. ἐγὼ δ' ἥκω μετὰ
γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως
λούσηι προθῆταί τ' οὐκέτ' ὄντα παῖδ' ἐμόν.
1320τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα
τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.
Χο. βέβηκ' ἀδελφὴ σὴ δόμων ἔξω, Κρέον,
κόρη τε μητρὸς Ἀντιγόνη κοινῶι ποδί.
Κρ. ποῖ κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.
1325Χο. ἤκουσε τέκνα μονομάχωι μέλλειν δορὶ
ἐς ἀσπίδ' ἥξειν βασιλικῶν δόμων ὕπερ.
Κρ. πῶς φήις; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ
οὐκ ἐς τόδ' ἦλθον ὥστε καὶ τάδ' εἰδέναι.
Χο. ἀλλ' οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
1330δοκῶ δ' ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,
ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
Κρ. οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου
στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.]
1335ΑΓΓΕΛΟΣΒ
ὦ τάλας ἐγώ, τίν' εἴπω μῦθον ἢ τίνας γόους;
Χο. οἰχόμεσθ'· οὐκ εὐπροσώποις φροιμίοις ἄρχηι λόγου.
Αγ. ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
[Κρ. πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
Αγ. οὐκέτ' εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
1340Κρ. αἰαῖ·
μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
ὦ δώματ' εἰσηκούσατ' Οἰδίπου τάδε,
παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
Χο. ὥστ' ἂν δακρῦσαί γ', εἰ φρονοῦντ' ἐτύγχανεν.
1345Κρ. οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,
οἴμοι κακῶν δύστηνος, ὦ τάλας ἐγώ.
Αγ. εἰ καὶ τὰ πρὸς τούτοισί γ' εἰδείης κακά.
Κρ. καὶ πῶς γένοιτ' ἂν τῶνδε δυσποτμώτερα;
Αγ. τέθνηκ' ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
1350Χο. ἀνάγετ' ἀνάγετε κωκυτὸν
ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.
Κρ. ὦ τλῆμον, οἷον τέρμον', Ἰοκάστη, βίου
γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοῖς ἔτλης.]
‹Χο.› πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
1355ἀρᾶς τ' ἀγώνισμ' Οἰδίπου; σήμαινέ μοι.
Αγ. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
οἶσθ'· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί
[ὥστ' οὐχ ἅπαντά σ' εἰδέναι τὰ δρώμενα].
ἐπεὶ δὲ χαλκέοις σῶμ' ἐκοσμήσανθ' ὅπλοις
1360οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
ἔστησαν ἐλθόντ' ἐς μέσον μεταίχμιον
[δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα]
ὡς εἰς ἀγῶνα μονομάχου τ' ἀλκὴν δορός.
βλέψας δ' ἐς Ἄργος ἧκε Πολυνείκης ἀράς·
1365Ὦ πότνι' Ἥρα, σὸς γάρ εἰμ', ἐπεὶ γάμοις
ἔζευξ' Ἀδράστου παῖδα καὶ ναίω χθόνα,
δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ' ἐμὴν
καθαιματῶσαι δεξιὰν νικηφόρον.
[αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.
1370πολλοῖς δ' ἐπήιει δάκρυα τῆς εὐχῆς ὅση,
κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.]
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
βλέψας πρὸς οἶκον ηὔξατ'· Ὦ Διὸς κόρη,
δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
1375ἐς στέρν' ἀδελφοῦ τῆσδ' ἀπ' ὠλένης βαλεῖν
[κτανεῖν θ' ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν].
ἐπεὶ δ' ἀνήφθη πυρσὸς ὣς Τυρσηνικῆς
σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης,
ἦιξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι.
1380κάπροι δ' ὅπως θήγοντες ἀγρίαν γένυν
ξυνῆψαν, ἀφρῶι διάβροχοι γενειάδας.
ἦισσον δὲ λόγχαις· ἀλλ' ὑφίζανον κύκλοις,
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
εἰ δ' ὄμμ' ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
1385λόγχην ἐνώμα στόματι προφθῆναι θέλων·
ἀλλ' εὖ προσῆγον ἀσπίδων κερχνώμασιν
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
[πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσ' ἱδρὼς
ἢ τοῖσι δρῶσι διὰ φίλων ὀρρωδίαν.]
1390Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
τίθησι· Πολυνείκης δ' ἀπήντησεν δορί,
πληγὴν σιδήρωι παραδοθεῖσαν εἰσιδών,
κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
1395στρατὸς δ' ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
κἀν τῶιδε μόχθωι γυμνὸν ὦμον εἰσιδὼν
ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίαι†
διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
Κάδμου πολίταις, ἀπὸ δ' ἔθραυσ' ἄκρον δόρυ.
1400ἐς δ' ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
χωρεῖ, λαβὼν δ' ἀφῆκε μάρμαρον πέτρον,
μέσον δ' ἄκοντ' ἔθραυσεν· ἐξ ἴσου δ' Ἄρης
ἦν, κάμακος ἀμφοῖν χεῖρ' ἀπεστερημένοιν.
ἐνθένδε κώπας ἁρπάσαντε φασγάνων
1405ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ' ἀσπίδας
πολὺν ταραγμὸν ἀμφιβάντ' εἶχον μάχης.
καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
ἐσήγαγεν σόφισμ' ὁμιλίαι χθονός·
ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
1410λαιὸν μὲν ἐς τοὔπισθεν ἀναφέρει πόδα,
πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
προβὰς δὲ κῶλον δεξιὸν δι' ὀμφαλοῦ
καθῆκεν ἔγχος σφονδύλοις τ' ἐνήρμοσεν.
ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
1415σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
ὁ δ', ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχηι,
ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν,
τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
ὃ καί νιν ἔσφηλ'· ἔτι γὰρ ἐμπνέων βραχύ,
1420σώιζων σίδηρον ἐν λυγρῶι πεσήματι,
μόλις μέν, ἐξέτεινε δ' εἰς ἧπαρ ξίφος
Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
γαῖαν δ' ὀδὰξ ἑλόντες ἀλλήλοιν πέλας
πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.
1425Χο. φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σ' ὅσον στένω·
τὰς σὰς δ' ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Αγ. ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
ἐπεὶ τέκνω πεσόντ' ἐλειπέτην βίον,
ἐν τῶιδε μήτηρ ἡ τάλαινα προσπίτνει†
1430[σὺν παρθένωι τε καὶ προθυμίαι ποδός].
τετρωμένους δ' ἰδοῦσα καιρίους σφαγὰς
ὤιμωξεν· Ὦ τέκν', ὑστέρα βοηδρόμος
πάρειμι. προσπίτνουσα δ' ἐν μέρει τέκνα
ἔκλαι', ἐθρήνει τὸν πολὺν μαστῶν πόνον
1435στένουσ', ἀδελφή θ' ἡ παρασπίζουσ' ὁμοῦ·
Ὦ γηροβοσκὼ μητρός ‑ Ὦ γάμους ἐμοὺς
προδόντ' ἀδελφὼ φιλτάτω. στέρνων δ' ἄπο
φύσημ' ἀνεὶς δύστλητον†Ἐτεοκλῆς ἄναξ
ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
1440φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ' ἄπο
προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
ὁ δ' ἦν ἔτ' ἔμπνους, πρὸς κασιγνήτην δ' ἰδὼν
γραῖάν τε μητέρ' εἶπε Πολυνείκης τάδε·
Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δέ σε
1445καὶ τήνδ' ἀδελφὴν καὶ κασίγνητον νεκρόν·
φίλος γὰρ ἐχθρὸς ἐγένετ', ἀλλ' ὅμως φίλος.
θάψον δέ μ', ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
ἐν γῆι πατρώιαι, καὶ πόλιν θυμουμένην
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
1450χθονὸς πατρώιας, κεἰ δόμους ἀπώλεσα.
ξυνάρμοσον δὲ βλέφαρά μου τῆι σῆι χερί,
μῆτερ ‑ τίθησι δ' αὐτὸς ὀμμάτων ἔπι ‑
καὶ χαίρετ'· ἤδη γάρ με περιβάλλει σκότος.
ἄμφω δ' ἅμ' ἐξέπνευσαν ἄθλιον βίον.
1455μήτηρ δ', ὅπως ἐσεῖδε τήνδε συμφοράν,
ὑπερπαθήσασ' ἥρπασ' ἐκ νεκρῶν ξίφος
κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος
ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις
θανοῦσα κεῖται περιβαλοῦσ' ἀμφοῖν χέρας.
1460ἀνῆιξε δ' ὀρθὸς λαὸς εἰς ἔριν λόγων,
ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
οἱ δ' ὡς ἐκεῖνον· ἦν δ' ἔρις στρατηλάταις.
[οἱ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,
οἱ δ' ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.
1465κἀν τῶιδ' ὑπεξῆλθ' Ἀντιγόνη στρατοῦ δίχα.]
οἱ δ' εἰς ὅπλ' ἦισσον· εὖ δέ πως προμηθίαι
καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι,
κἄφθημεν οὔπω τεύχεσιν πεφαργμένον
Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
1470κοὐδεὶς ὑπέστη, πεδία δ' ἐξεπίμπλασαν
φεύγοντες, ἔρρει δ' αἷμα μυρίον νεκρῶν
λόγχαις πιτνόντων. ὡς δ' ἐνικῶμεν μάχηι,
οἱ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
οἱ δ' ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
1475σκυλεύματ' εἴσω τειχέων ἐπέμπομεν.
ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
νεκροὺς φέρουσιν ἐνθάδ' οἰκτίσαι φίλοις.
πόλει δ' ἀγῶνες οἱ μὲν εὐτυχέστατοι
τῆιδ' ἐξέβησαν, οἱ δὲ δυστυχέστατοι.
1480Χο. οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία
δώματος ἥκει· παρὰ γὰρ λεύσσειν
πτώματα νεκρῶν τρισσῶν ἤδη
τάδε πρὸς μελάθροις κοινῶι θανάτωι
σκοτίαν αἰῶνα λαχόντων.
Αν. οὐ προκαλυπτομένα βοτρυώδεος ἁβρὰ παρῆιδος
οὐδ' ὑπὸ παρθενίας τὸν ὑπὸ βλεφά-
ροις φοίνικ', ἐρύθημα προσώπου,
αἰδομένα φέρομαι βάκχα νεκύ-
1490ων, κράδεμνα δικοῦσα κόμας ἀπ' ἐ-
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
ὦ Πολύνεικες, ἔφυς ἄρ' ἐπώνυμος. ὤμοι Θῆβαι.
1495σὰ δ' ἔρις ‑ οὐκ ἔρις ἀλλὰ φόνωι φόνος ‑
Οἰδιπόδα δόμον
ὤλεσε κρανθεῖσ' αἵματι δεινῶι,
αἵματι λυγρῶι.
τίνα προσωιδὸν†
ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
1500δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
ἀγκαλέσωμαι,
τρισσὰ φέρουσα τάδε σώματα†σύγγονα,
ματέρα καὶ τέκνα, χάρματ' Ἐρινύος;
ἃ δόμον Οἰδιπόδα πρόπαρ ὤλεσε,
1505τᾶς ἀγρίας ὅτε
δυσξύνετον ξυνετὸς μέλος ἔγνω
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
ἰώ μοί μοι·
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
1510τῶν προπάροιθ' εὐγενετᾶν
ἕτερος ἔτλα κακῶν τοσῶνδ'
αἵματος ἁμερίου
τοιάδ' ἄχεα φανερά,
τάλαιν' ὡς ἐλελίζει;
1515τίς ἄρ' ὄρνις δρυὸς ἢ
ἐλάτας ἀκροκόμοις ἂμ πετάλοις
μονομάτορσιν ὀδυρμοῖς
ἐμοῖς ἄχεσι συνωιδός;
αἴλινον αἰάγμασιν ἃ τούσδε προκλαί-
ω μονάδ' αἰῶνα διάξουσα τὸν αἰ-
εὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν.
τίν' ἐπὶ πρῶτον ἀπὸ χαίτας σπαραγ-
1525μοῖς ἀπαρχὰς βάλω;
ματρὸς ἐμᾶς ἢ διδύμοις
ἀγαλάκτοις παρὰ μαστοῖς
ἢ πρὸς ἀδελφῶν
οὐλόμεν' ἀικίσματα νεκρῶν;
1530ὀτοτοτοῖ, λεῖπε σοὺς
δόμους, ἀλαὸν ὄμμα φέρων,
πάτερ γεραιέ, δεῖξον,
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἔτι
δώμασιν ἀέριον σκότον†ὄμμασι
1535σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
κλύεις, ὦ κατ' αὐλὰν ἀλαίνων γεραιὸν
πόδ' ἢ δεμνίοις
δύστανος ἰαύων;
ΟΙΔΙΠΟΥΣ
τί μ', ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
1540ποδὸς ἐξάγαγες ἐς φῶς
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
τροτάτοισιν δακρύοισιν,
πολιὸν αἰθεροφαὲς εἴδωλον ἢ
νέκυν ἔνερθεν ἢ
1545πτανὸν ὄνειρον;
Αν. δυστυχὲς ἀγγελίας ἔπος εἴσηι,
πάτερ· οὐκέτι σοι τέκνα λεύσσει
φάος οὐδ' ἄλοχος, παραβάκτροις
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
1550‹ὦ› πάτερ, ὤμοι.
Οι. ὤμοι ἐγὼ παθέων· πάρα γὰρ στενάχειν τάδ' ἀυτεῖν.
τρισσαὶ ψυχαὶ ποίαι μοίραι
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
1555Αν. οὐκ ἐπ' ὀνείδεσιν οὐδ' ἐπιχάρμασιν
ἀλλ' ὀδύναισι λέγω· σὸς ἀλάστωρ
ξίφεσιν βρίθων
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
ὦ πάτερ, ὤμοι.
1560Οι. αἰαῖ. Αν. τί τόδε καταστένεις;
Οι. τέκνα. Αν. δι' ὀδύνας ἔβας·
εἰ δὲ τέθριππά γ' ἔθ' ἅρματα λεύσσων
ἀελίου τάδε σώματα νεκρῶν
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας;
1565Οι. τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·
ἁ δὲ τάλαιν' ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίραι;
Αν. δάκρυα γοερὰ
φανερὰ πᾶσι τιθεμένα,
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
ἱκέτις ἱκέτιν ὀρομένα.
1570[ηὗρε δ' ἐν Ἠλέκτραισι πύλαις τέκνα
λωτοτρόφον κατὰ λείμακα λόγχαις
κοινὸν ἐνυάλιον
μάτηρ, ὥστε λέοντας ἐναύλους,
μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
1575ἤδη ψυχρὰν λοιβὰν φονίαν,
ἃν ἔλαχ' Ἅιδας, ὤπασε δ' Ἄρης.]
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσ' ἀμφὶ νεκροῖσιν.
πάντα δ' ἐν ἄματι τῶιδε συνάγαγεν,
1580ὦ πάτερ, ἁμετέροισιν ἄχη
μελάθροις θεὸς ὃς τάδ' ἐκτελευτᾶι.
[Χο. πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
τόδ' ἦμαρ· εἴη δ' εὐτυχέστερος βίος.
Κρ. οἴκτων μὲν ἤδη λήγεθ', ὡς ὥρα τάφου
1585μνήμην τίθεσθαι· τῶνδε δ', Οἰδίπου, λόγων
ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
οὔκουν σ' ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·
1590σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
ἀλλ' ἐκκομίζου· καὶ τάδ' οὐχ ὕβρει λέγω
οὐδ' ἐχθρὸς ὤν σοι, διὰ δὲ τοὺς ἀλάστορας
τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθηι κακόν.
1595Οι. ὦ μοῖρ', ἀπ' ἀρχῆς ὥς μ' ἔφυσας ἄθλιον
καὶ τλήμον', εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·
ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν
ἄγονον Ἀπόλλων Λαΐωι μ' ἐθέσπισεν
φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.
1600ἐπεὶ δ' ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
κτείνει με νομίσας πολέμιον πεφυκέναι·
χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με
μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
οὗ σωιζόμεσθα· Ταρτάρου γὰρ ὤφελεν
1605ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
ὅς μ' οὐ διώλεσ' ἀλλὰ δουλεῦσαί τέ μοι†
δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
κτανὼν δ' ἐμαυτοῦ πατέρ' ὁ δυσδαίμων ἐγὼ
ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος
1610παῖδάς τ' ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ' ἐγὼ
ὥστ' εἰς ἔμ' ὄμματ' ἔς τ' ἐμῶν παίδων βίον
ἄνευ θεῶν του ταῦτ' ἐμηχανησάμην.
1615εἶἑν· τί δράσω δῆθ' ὁ δυσδαίμων ἐγώ;
τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
ἥδ' ἡ θανοῦσα; ζῶσά γ' ἂν σάφ' οἶδ' ὅτι.
ἀλλ' εὔτεκνος ξυνωρίς; ἀλλ' οὐκ ἔστι μοι.
ἀλλ' ἔτι νεάζων αὐτὸς εὕροιμ' ἂν βίον;
1620πόθεν; τί μ' ἄρδην ὧδ' ἀποκτείνεις, Κρέον;
ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
οὐ μὴν ἑλίξας γ' ἀμφὶ σὸν χεῖρας γόνυ
κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτ' εὐγενὲς
οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
1625Κρ. σοί τ' εὖ λέλεκται γόνατα μὴ χρώιζειν ἐμά,
ἐγὼ δὲ ναίειν σ' οὐκ ἐάσαιμ' ἂν χθόνα.
νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
ἤδη κομίζειν, τόνδε δ', ὃς πέρσων πόλιν
πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν,
1630ἐκβάλετ' ἄθαπτον τῆσδ' ὅρων ἔξω χθονός.
κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·
ὃς ἂν νεκρὸν τόνδ' ἢ καταστέφων ἁλῶι
ἢ γῆι καλύπτων θάνατον ἀνταλλάξεται·
ἐᾶν δ' ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
1635σὺ δ' ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
καὶ παρθενεύου τὴν ἐσιοῦσαν ἡμέραν
μένουσ', ἐν ἧι σε λέκτρον Αἵμονος μένει.
Αν. ὦ πάτερ, ἐν οἵοις κείμεθ' ἄθλιοι κακοῖς.
1640ὡς σὲ στενάζω τῶν τεθνηκότων πλέον·
οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ' οὐ βαρύ,
ἀλλ' εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
ἀτὰρ σ' ἐρωτῶ τὸν νεωστὶ κοίρανον·
τί τόνδ' ὑβρίζεις πατέρ' ἀποστέλλων χθονός;
1645τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρωι νεκρῶι;
Κρ. Ἐτεοκλέους βουλεύματ', οὐχ ἡμῶν, τάδε.
Αν. ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρ. πῶς; τἀντεταλμέν' οὐ δίκαιον ἐκπονεῖν;
Αν. οὔκ, ἢν πονηρά γ' ἦι κακῶς τ' εἰρημένα.
1650Κρ. τί δ'; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
Αν. οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
Κρ. εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
Αν. οὔκουν ἔδωκε τῆι τύχηι τὸν δαίμονα;
Κρ. καὶ τῶι τάφωι νυν τὴν δίκην παρασχέτω.
1655Αν. τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
Κρ. ἄταφος ὅδ' ἁνήρ, ὡς μάθηις, γενήσεται.
Αν. ἐγώ σφε θάψω, κἂν ἀπεννέπηι πόλις.
Κρ. σαυτὴν ἄρ' ἐγγὺς τῶιδε συνθάψεις νεκρῶι.
Αν. ἀλλ' εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
1660Κρ. λάζυσθε τήνδε κἀς δόμους κομίζετε.
Αν. οὐ δῆτ', ἐπεὶ τοῦδ' οὐ μεθήσομαι νεκροῦ.
Κρ. ἔκριν' ὁ δαίμων, παρθέν', οὐχ ἃ σοὶ δοκεῖ.
Αν. κἀκεῖνο κέκριται, μὴ 'φυβρίζεσθαι νεκρούς.
Κρ. ὡς οὔτις ἀμφὶ τῶιδ' ὑγρὰν θήσει κόνιν.
1665Αν. ναί, πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
Κρ. μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.
Αν. σὺ δ' ἀλλὰ νεκρῶι λουτρὰ περιβαλεῖν μ' ἔα.
Κρ. ἓν τοῦτ' ἂν εἴη τῶν ἀπορρήτων πόλει.
Αν. ἀλλ' ἀμφὶ τραύματ' ἄγρια τελαμῶνας βαλεῖν.
1670Κρ. οὐκ ἔσθ' ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
Αν. ὦ φίλτατ', ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
Κρ. οὐκ ἐς γάμους σοὺς συμφορὰν κτήσηι γόοις.
Αν. ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῶι ποτε;
Κρ. πολλή σ' ἀνάγκη· ποῖ γὰρ ἐκφεύξηι λέχος;
1675Αν. νὺξ ἆρ' ἐκείνη Δαναΐδων μ' ἕξει μίαν.
Κρ. εἶδες τὸ τόλμημ' οἷον ἐξωνείδισεν;
Αν. ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
Κρ. τί δ' ἐκπροθυμῆι τῶνδ' ἀπηλλάχθαι γάμων;
Αν. συμφεύξομαι τῶιδ' ἀθλιωτάτωι πατρί.
1680Κρ. γενναιότης σοι, μωρία δ' ἔνεστί τις.
Αν. καὶ ξυνθανοῦμαί γ', ὡς μάθηις περαιτέρω.
Κρ. ἴθ', οὐ φονεύσεις παῖδ' ἐμόν, λεῖπε χθόνα.
Οι. ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
Αν. ἀλλ' εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
1685Οι. μέν' εὐτυχοῦσα· τἄμ' ἐγὼ στέρξω κακά.
Αν. καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
Οι. πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδωι.
Αν. ὁ δ' Οἰδίπους ποῦ καὶ τὰ κλείν' αἰνίγματα;
Οι. ὄλωλ'· ἓν ἦμάρ μ' ὤλβισ', ἓν δ' ἀπώλεσεν.
1690Αν. οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;
Οι. αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῶι πατρί.
Αν. οὔ, σωφρονούσηι γ', ἀλλὰ γενναία, πάτερ.
Οι. προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
Αν. ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
1695Οι. ὦ μῆτερ, ὦ ξυνάορ' ἀθλιωτάτη.
Αν. οἰκτρὰ πρόκειται, πάντ' ἔχουσ' ὁμοῦ κακά.
Οι. Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
Αν. τώδ' ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
Οι. πρόσθες τυφλὴν χεῖρ' ἐπὶ πρόσωπα δυστυχῆ.
1700Αν. ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
Οι. ὦ φίλα πεσήματ' ἄθλι' ἀθλίου πατρός.
Αν. ὦ φίλτατον δῆτ' ὄνομα Πολυνείκους ἐμοί.
Οι. νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
Αν. ὁ ποῖος; ἀλλ' ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
1705Οι. ἐν ταῖς Ἀθήναις κατθανεῖν μ' ἀλώμενον.
Αν. ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
Οι. ἱερὸς Κολωνός, δώμαθ' ἱππίου θεοῦ.
ἀλλ' εἷα τυφλῶι τῶιδ' ὑπηρέτει πατρί,
ἐπεὶ προθυμῆι τῆσδε κοινοῦσθαι φυγῆς.
1710Αν. ἴθ' ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,
πάτερ γεραιέ, πομπίμαν
ἔχων ἔμ' ὥστε ναυσιπομπὸν αὔραν.
Οι. ἰδού·
πορεύομαι, τέκνον· σύ μοι
1715ποδαγὸς ἀθλία γενοῦ.
Αν. γενόμεθα γενόμεθ', ἄθλιοί
γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.
Οι. πόθι γεραιὸν ἴχνος τίθημι;
βάκτρα πόθι φέρω, τέκνον;
1720Αν. τᾶιδε τᾶιδε βᾶθί μοι,
τᾶιδε τᾶιδε πόδα τίθει,
ὥστ' ὄνειρον ἰσχύν.
Οι. ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
ἀλαίνειν τὸν γέροντά μ' ἐκ πάτρας.
1725ἰὼ ἰώ, δεινὰ δείν' ἐγὼ τλάς.
Αν. τί τλάς, τί τλάς; οὐχ ὁρᾶι Δίκα κακοὺς
οὐδ' ἀμείβεται βροτῶν ἀσυνεσίας.
Οι. ὅδ' εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-
λίνικον οὐράνιον ἔβαν
1730παρθένου κόρας†
αἴνιγμ' ἀσύνετον εὑρών.
Αν. Σφιγγὸς ἀναφέρεις ὄνειδος;
ἄπαγε τὰ πάρος εὐτυχήματ' αὐδῶν.
τάδε σ' ἐπέμενε μέλεα πάθεα,
1735φυγάδα πατρίδος ἄπο γενόμενον,
ὦ πάτερ, θανεῖν που.
ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
λιποῦσ' ἄπειμι πατρίδος ἀποπρὸ γαίας
ἀπαρθένευτ' ἀλωμένα.
1740Οι. φεῦ τὸ χρήσιμον φρενῶν.
Αν. ἐς πατρός γε συμφορὰς
εὐκλεᾶ με θήσει.
τάλαιν' ἐγὼ ‹σῶν› συγγόνου θ' ὑβρισμάτων,
ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
1745μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,
σκότια γᾶι καλύψω.
Οι. σὺ δ' ἀμφιβωμίοις λιταῖς
πρὸς ἥλικας φάνηθι σάς.
Αν. ἅλις ὀδυρμάτων ἐμῶν,
1750κόρον ἔχουσ' ἐμῶν κακῶν.
Οι. ἴθ' ἀλλὰ Βρόμιος ἵνα τε ση-
κὸς ἄβατος ὄρεσι μαινάδων.
Αν. Καδμείαν ὧι νεβρίδα
στολιδωσαμένα ποτ' ἐγὼ Σεμέλας
θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα.
Οι. ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετ'· Οἰδίπου ὅδε,
ὃς τὰ κλείν' αἰνίγματ' ἔγνων καὶ μέγιστος ἦν ἀνήρ,
1760ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,
νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
Χο. ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
1765βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.]