835 52 3 4 148 0 VII-VI sec. a. C. Lirica Stesichorus I Fragmenta Page, D.L., Oxford, Clarendon Press, 1962. Rist.: 1967 0

Stesichorus - Fragmenta

ΑΘΛΑ ΕΠΙ ΠΕΛΙΑΙ

Fr. 1

Φλόγεον καὶ Ἅρπαγον, ὠκέα τέκνα Ποδάργας,

Ἥρα δὲ Ξάνθον καὶ Κύλλαρον.

Fr. 2a

σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας

ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.

Fr. 2b

θρώισκων μὲν ἄρ' Ἀμφιάραος ἄκοντι δὲ

 νίκασεν Μελέαγρος.

ΓΑΡΥΟΝΑΙΣ

Fr. 4

σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον

πί' ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.

Fr. 7

 σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας

Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους

   5ἐν κευθμῶνι πέτρας.

Fr. 8

Ἀέλιος δ' Ὑπεριονίδας δέπας ἐσκατέβαινε

χρύσεον, ὄφρα δι' ὠκεανοῖο περάσας

ἀφίκοιθ' ἱαρᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς,

ποτὶ ματέρα κουριδίαν τ' ἄλοχον παίδας τε φίλους

ὁ δ' ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον

ποσὶ παῖς Διός.

ΕΛΕΝΑ

Fr. 10

πολλὰ μὲν Κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,

πολλὰ δὲ μύρσινα φύλλα

καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.

Fr. 11

λιθαργύρεον ποδανιπτῆρα

ΕΛΕΝΑ: ΠΑΛΙΝΩΙΔΙΑ

Fr. 15

οὐκ ἔστ' ἔτυμος λόγος οὗτος,

οὐδ' ἔβας ἐν νηυσὶν ἐυσσέλμοις

οὐδ' ἵκεο πέργαμα Τροίας,

Fr. 16

   2[ μέμ-

φεται τὸν Ὅμηρο[ν ὅτι Ἑ-

λέ]νην ἐποίησεν ἐν Τ[ροίαι

καὶ οὐ τὸ εἴδωλον αὐτῆ[ς, ἔν

τε τ[ῆι] ἑτέραι τὸν Ἡσίοδ[ον

μέμ[φετ]αι· διτταὶ γάρ εἰσι πα-

λινωιδ‹ίαι δια›λλάττουσαι, καὶ ἔ-

στιν ἡ μὲν ἀρχή· δεῦρ' αὖ-

   10τε θεὰ φιλόμολπε, τῆς δέ·

χρυσόπτερε παρθένε, ὡς

ἀνέγραψε Χαμαιλέων· αὐ-

τὸ[ς δ]έ φησ[ιν ὁ] Στησίχορο[ς

τὸ μὲν ε[ἴδωλο]ν ἐλθεῖ[ν ἐς

   15Τροίαν τὴν δ' Ἑλένην π[αρὰ

τῶι Πρωτεῖ καταμεῖν[αι· οὕ-

τως δὴ ἐκ[α]ινοποίησε τ[ὰς

ἱστορ[ί]ας [ὥ]στε Δημοφῶντ[α

μὲν τ[ὸ]ν Θησέως ἐν τ[ῶ]ι νό-

   20στωι με[τὰ] τῶν θε.[...]δων̣[

ἀνενεχ[θῆναι λέγ]ειν [ἐ]σ̣ [Αἴ-

γυπτον, [γενέσθα]ι δὲ Θη[σεῖ

Δημοφῶ[ντα μ]ὲν ἐξ Ἰό[πης

τῆς Ἰφικ[λέους, Ἀ]κάμαν[τα δὲ

   25[]..[ ] ἐκ δὲ τῆς αμ[

[ ]..τη[.]..λη.[

Fr. 17

ΕΡΙΦΥΛΑ

Fr. 18

ΕΥΡΩΠΕΙΑ

Fr. 19

ΙΛΙΟΥ ΠΕΡΣΙΣ

Fr. 23

ὤικτιρε γὰρ αὐτὸν ὕδωρ

 αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν.

Fr. 29

ΚΕΡΒΕΡΟΣ

Fr. 30

ΚΥΚΝΟΣ


ΝΟΣΤΟΙ

Fr. 32 col 1

θε[ῖ]ον ἐ[ξ]αίφνας τέρας ἰδοῖσα νύμφα

ὧ̣δ̣ε̣ δ̣ε̣[..]. Ἑλένα φωνᾶι ποτ[ὶ] παίδ' Ὀδύσειο[ν·

Τηλέμαχ[..]τ̣ις ὅδ' ἁμὶν ἄγγελ[ο]ς ὠρανόθεν

δι' αἰθέρο[ς ἀτ]ρυγέτας κατέπτατο, βᾶ δ[

   tix[ ].. φοινᾶ̣ι̣ κεκλαγ̣{γ̣}ώ̣[ς

[]...ς ὑμετέρους δόμους προφα.[.......]υς

[ ].....αν.υς ἀνὴρ

[ βο]υ̣λ̣α̣ῖς Ἀθάνας

[ ].η̣ις αυτα λακέρυζα κορώνα

   10[ ].μ̣' οὐδ' ἐγώ‹ν› σ' ἐρύ[ξ]ω̣

[ Παν]ε̣λ̣ό̣π̣α̣ σ' ἰδοῖσα φίλου πατ[ρ]ὸς υἱὸ̣ν̣

[ ]σ̣ο.[.]τ..ς ἐ̣σθλ[

[ ].[.]θ̣ε̣ι̣ο̣ν̣ μ[

[ ] [

   15[ ].[

[ ].ν̣...[

[ ].α̣..[].[

[ ].[

[ ]αμο[

   20[ ].οιω[

[ ].ντ[

. . .

Fr. 32 col 2

ἀργυρέαν τεπ̣[

χρυσῶι ὕπερθε[

ἐκ Δαρδανιδ..[

Πλεισθενίδασ.[

   5καὶ τὰ μὲν ευ̣.[

συνθ.[...].[..].[

χρυσ[

. . .

ΟΡΕΣΤΕΙΑΣ Α

Fr. 33

Μοῖσα σὺ μὲν πολέμους ἀπωσαμένα πεδ' ἐμοῦ

κλείοισα θεῶν τε γάμους ἀνδρῶν τε δαίτας

καὶ θαλίας μακάρων

Fr. 34

ὅκα ἦρος ὥραι κελαδῆι χελιδών

Fr. 35

τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων

ὑμνεῖν Φρύγιον μέλος ἐξευρόντας ἁβρῶς

ἦρος ἐπερχομένου.

ΟΡΕΣΤΕΙΑΣ Β

Fr. 37

λιθακοῖς

Fr. 40

Στη]σίχορος ἐχρήσατ[ο διη-

γήμασιν, τῶν τε ἄλλ[ων ποι-

ητῶν οἱ πλείονες τ[

μαις ταῖς τούτου· με̣[

   5Ὅμηρον κα[ὶ] Ἡσίοδον [

μᾶλλ[ον] Στησιχο[ρ]..[

φων[..]· Αἰσχύλο[ς μὲν γὰρ

Ὀρέστ‹ε›[ια]ν ποιήσα[ς

.ιαν [Ἀ]γαμέμνον[α

   10Χ]οηφ[όρ]ους Εὐμεν[ίδας

...]..[.] τὸν ἀναγ[νωρισ-

μὸ]ν̣ διὰ τοῦ βοστρύχο[υ

Στ]ησιχόρωι γάρ ἐστιν [

..]., Ε[ὐ]ριπίδης δὲ τὸ τ[όξον

   15τὸ Ὀρέστου ὅτι ἐστὶν δε[δο-

μέ]νον αὐτῶι δῶρον πα[ρὰ

τ]οῦ Ἀπόλλωνος· παρω.[

γ]ὰρ λέγεται· δὸς τόξα μ[οι

κ]ερουλκά, δῶρα Λοξίου, [οἷς εἶ-

   20π'] Ἀπόλλων μ' ἐξαμύ[νας]θαι

θ]εάς· παρὰ δὲ Στησιχ[όρω]ι· τό-

ξα ] τάδε δώσω παλά-

μα]ισιν ἐμαῖσι κεκασμένα

..].. [ἐ]πικρατέως βάλλειν·

   25Εὐριπίδ]ης δὲ καὶ τὴν Ἰφ[ιγέ-

νειαν ἐ]ποίησε γαμουμέ[νην

Ἀχιλλεῖ ]...σα̣τ̣[.]ρ̣.[

. . .

Fr. 42

τᾶι δὲ δράκων ἐδόκησε μολεῖν κάρα βεβροτωμένος ἄκρον,

ἐκ δ' ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.

Fr. 43

ΣΚΥΛΛΑ


ΣΥΟΘΗΡΑΙ

Fr. 44

 κρύψαι δὲ ῥύγχος

ἄκρον γᾶς ὑπένερθεν

Fr. 45 col 1

[ Θες]τιάδαι·

[ ]αρ ὀψιγόνοι τε καὶ ἀσπασί-

οι ]ν ἐν μεγάρ[ο]ισιν· ἀτὰρ πόδας

[ ]τ..αθο. Προκάων Κλυτί-

   5ος τ(ε) ]σθαν·

[ ]ας δὲ μόλ' [Ε]ὐρυτίων

[ ]ς τανυπ[έ]πλου

[ ]ας

   10[ ]. Εἰλατίδαο δαίφρονος

. . .

Fr. 45 col 2

ἔνθεν μὲν Λοκρ[οὶ

ἱζάνον αἰχματαὶ [

τέκνα φιλα[ ἐρί-

ηρες Ἀχαιοὶ [

   5καὶ ὑπερθύμοι [

θ' ἱαρὰν Βοιωτίδ[α ν]αίον [

χθόνα πυροφόρ[ον. ]

ἔνθεν δ' αὖ Δρύοπ[ές] τε κα[ὶ

λ̣οι μενεχάρμα[ι

   10. . .

Fr. 46

 οὕνεκα Τυνδάρεος

ῥέζων ποκὰ πᾶσι θεοῖς μόνας λάθετ' ἠπιοδώρου

Κύπριδος· κείνα δὲ Τυνδαρέου κόραις

χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι

   5καὶ λιπεσάνορας.

Fr. 51

πάτρω' ἐμὸν ἀντίθεον Μελάμποδα·

Fr. 55

 μάλα†τοι μάλιστα

παιγμοσύνας ‹τε› φιλεῖ μολπάς τ' Ἀπόλλων,

κήδεα δὲ στοναχάς τ' Ἀίδας ἔλαχε

Fr. 56

εὐρεῖαν χθ[ό]να.

Fr. 58

κοιλωνύχων ἵππων πρύτανιν

Fr. 63

δεῦρ' ἄγε Καλλιόπεια λίγεια

Fr. 65

αὐτόν σε πυλαμάχε πρῶτον

Fr. 66

ῥαδινοὺς δ' ἐπέπεμπον ἄκοντας

Fr. 67

ἀτελέστατα γὰρ καὶ ἀμάχανα τοὺς θανόντας

κλαίειν

Fr. 68

θανόντος ἀνδρὸς πᾶσα πολιὰ†ποτ' ἀνθρώπων χάρις.

Fr. 70

ἀκεσταλίων

Fr. 72

ἀνίψαλον παίδα

Fr. 73

ἀρχεσίμολπον

Fr. 76

ἐρίσφηλον

Fr. 77

ἠλίβατον

Fr. 78

ἀπειρεσίοιο κυνυλαγμοῖο.

Fr. 79

λεύκιππος

Fr. 80

μάτας

Fr. 82

μεσόνυξ, μεσόνυχος

Fr. 83

ὀρείχαλκος

Fr. 84

πέποσχα

Fr. 87

ποταύδη

Fr. 89

ὑπερθυμέστατον ἀνδρῶν

Fr. 97

Παλλάδα περσέπολιν

Fr. 100

ΚΑΛΥΚΗ


ΡΑΔΙΝΗ

Fr. 101

ἄγε Μοῦσα λίγει' ἄρξον ἀοιδᾶς ἐρατῶν ὕμνους†

Σαμίων περὶ παίδων ἐρατᾶι φθεγγομένα λύραι

Fr. 102

ΔΑΦΝΙΣ