ΞΑΝΘΙΑΣ
Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα,
ἐφ' οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
ΔΙΟΝΥΣΟΣ
Νὴ τὸν Δί' ὅ τι βούλει γε, πλὴν "Πιέζομαι."
Τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ' ἤδη χολή.
5ΞΑ. Μηδ' ἕτερον ἀστεῖόν τι;
ΔΙ. Πλήν γ' "Ὡς θλίβομαι."
ΞΑ. Τί δαί; Τὸ πάνυ γέλοιον εἴπω;
ΔΙ. Νὴ Δία
θαρρῶν γε· μόνον ἐκεῖν' ὅπως μὴ 'ρεῖς ‑
ΞΑ. Τὸ τί;
ΔΙ. μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
ΞΑ. Μηδ' ὅτι τοσοῦτον ἄχθος ἐπ' ἐμαυτῷ φέρων,
10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
ΔΙ. Μὴ δῆθ', ἱκετεύω, πλήν γ' ὅταν μέλλω 'ξεμεῖν.
ΞΑ. Τί δῆτ' ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποήσω μηδὲν ὧνπερ Φρυνίχοις
εἴωθε ποιεῖν καὶ Λύκισι κἀμειψίαις
15σκεύη φέρουσ' ἑκάστοτ' ἐν κωμῳδίᾳ;
ΔΙ. Μή νυν ποήσῃς· ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ 'νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
ΞΑ. Ὦ τρισκακοδαίμων ἄρ' ὁ τράχηλος οὑτοσί,
20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
ΔΙ. Εἶτ' οὐχ ὕβρις ταῦτ' ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ' ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου,
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ' ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ' ἄχθος φέροι;
25ΞΑ. Οὐ γὰρ φέρω 'γώ;
ΔΙ. Πῶς φέρεις γὰρ ὅς γ' ὀχεῖ;
ΞΑ. Φέρων γε ταυτί.
ΔΙ. Τίνα τρόπον;
ΞΑ. Βαρέως πάνυ.
ΔΙ. Οὔκουν τὸ βάρος τοῦθ' ὃ σὺ φέρεις ὄνος φέρει;
ΞΑ. Οὐ δῆθ' ὅ γ' ἔχω 'γὼ καὶ φέρω, μὰ τὸν Δί' οὔ.
ΔΙ. Πῶς γὰρ φέρεις, ὅς γ' αὐτὸς ὑφ' ἑτέρου φέρει;
30ΞΑ. Οὐκ οἶδ'· ὁ δ' ὦμος οὑτοσὶ πιέζεται.
ΔΙ. Σὺ δ' οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ' ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
ΞΑ. Οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
Ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
35ΔΙ. Κατάβα, πανοῦργε. Καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ', οἷ πρῶτά με
ἔδει τραπέσθαι. Παιδίον, παῖ, ἠμί, παῖ.
ΗΡΑΚΛΗΣ
Τίς τὴν θύραν ἐπάταξεν; Ὡς κενταυρικῶς
ἐνήλαθ' ὅστις. Εἰπέ μοι, τουτὶ τί ἦν;
40ΔΙ. Ὁ παῖς.
ΞΑ. Τί ἐστιν;
ΔΙ. Οὐκ ἐνεθυμήθης;
ΞΑ. Τὸ τί;
ΔΙ. Ὡς σφόδρα μ' ἔδεισε.
ΞΑ. Νὴ Δία, μὴ μαίνοιό γε.
ΗΡ. Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν.
Καίτοι δάκνω γ' ἐμαυτόν· ἀλλ' ὅμως γελῶ.
ΔΙ. Ὦ δαιμόνιε, πρόσελθε· δέομαι γάρ τί σου.
45ΗΡ. Ἀλλ' οὐχ οἷός τ' εἴμ' ἀποσοβῆσαι τὸν γέλων
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
Τίς ὁ νοῦς; Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
Ποῖ γῆς ἀπεδήμεις;
ΔΙ. Ἐπεβάτευον Κλεισθένει.
ΗΡ. Κἀναυμάχησας;
ΔΙ. Καὶ κατεδύσαμέν γε ναῦς
50τῶν πολεμίων ἢ δώδεκ' ἢ τρεισκαίδεκα.
ΗΡ. Σφώ;
ΔΙ. Νὴ τὸν Ἀπόλλω.
ΞΑ. Κᾆτ' ἔγωγ' ἐξηγρόμην.
ΔΙ. Καὶ δῆτ' ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
55ΗΡ. Πόθος; πόσος τις;
ΔΙ. Σμικρός, ἡλίκος Μόλων.
ΗΡ. Γυναικός;
ΔΙ. Οὐ δῆτ'.
ΗΡ. Ἀλλὰ παιδός;
ΔΙ. Οὐδαμῶς.
ΗΡ. Ἀλλ' ἀνδρός;
ΔΙ. Ἀπαπαῖ.
ΗΡ. Ξυνεγένου τῷ Κλεισθένει;
ΔΙ. Μὴ σκῶπτέ μ', ὦδέλφ'· οὐ γὰρ ἀλλ' ἔχω κακῶς·
τοιοῦτος ἵμερός με διαλυμαίνεται.
60ΗΡ. Ποῖός τις, ὦδελφίδιον;
ΔΙ. Οὐκ ἔχω φράσαι.
Ὅμως γε μέντοι σοι δι' αἰνιγμῶν ἐρῶ.
Ἤδη ποτ' ἐπεθύμησας ἐξαίφνης ἔτνους;
ΗΡ. Ἔτνους; Βαβαιάξ, μυριάκις γ' ἐν τῷ βίῳ.
ΔΙ. Ἆρ' ἐκδιδάσκω τὸ σαφὲς ἢ πέρα φράσω;
65ΗΡ. Μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
ΔΙ. Τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
Εὐριπίδου.
ΗΡ. Καὶ ταῦτα τοῦ τεθνηκότος;
ΔΙ. Κοὐδείς γέ μ' ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
ἐλθεῖν ἐπ' ἐκεῖνον.
ΗΡ. Πότερον εἰς Ἅιδου κάτω;
70ΔΙ. Καὶ νὴ Δί' εἴ τί γ' ἔστιν ἔτι κατωτέρω.
ΗΡ. Τί βουλόμενος;
ΔΙ. Δέομαι ποητοῦ δεξιοῦ.
Οἱ μὲν γὰρ οὐκέτ' εἰσίν, οἱ δ' ὄντες κακοί.
ΗΡ. Τί δ'; Οὐκ Ἰοφῶν ζῇ;
ΔΙ. Τοῦτο γάρ τοι καὶ μόνον
ἔτ' ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ' ἄρα·
75οὐ γὰρ σάφ' οἶδ' οὐδ' αὐτὸ τοῦθ' ὅπως ἔχει.
ΗΡ. Εἶτ' οὐ Σοφοκλέα πρότερον ἀντ' Εὐριπίδου
μέλλεις ἀνάγειν, εἴπερ ‹γ'› ἐκεῖθεν δεῖ σ' ἄγειν;
ΔΙ. Οὔ, πρίν γ' ἂν Ἰοφῶντ', ἀπολαβὼν αὐτὸν μόνον,
ἄνευ Σοφοκλέους ὅ τι ποεῖ κωδωνίσω.
80Κἄλλως ὁ μέν γ' Εὐριπίδης πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρ' ἐπιχειρήσειέ μοι·
ὁ δ' εὔκολος μὲν ἐνθάδ', εὔκολος δ' ἐκεῖ.
ΗΡ. Ἀγάθων δὲ ποῦ 'στιν;
ΔΙ. Ἀπολιπών μ' ἀποίχεται,
ἀγαθὸς ποητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
85ΗΡ. Ποῖ γῆς ὁ τλήμων;
ΔΙ. Ἐς μακάρων εὐωχίαν.
ΗΡ. Ὁ δὲ Ξενοκλέης;
ΔΙ. Ἐξόλοιτο νὴ Δία.
ΗΡ. Πυθάγγελος δέ;
ΞΑ. Περὶ ἐμοῦ δ' οὐδεὶς λόγος
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
ΗΡ. Οὔκουν ἕτερ' ἔστ' ἐνταῦθα μειρακύλλια
90τραγῳδίας ποιοῦντα πλεῖν ἢ μυρία,
Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα;
ΔΙ. Ἐπιφυλλίδες ταῦτ' ἐστὶ καὶ στωμύλματα,
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
Γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
ΗΡ. Πῶς γόνιμον;
ΔΙ. Ὡδὶ γόνιμον, ὅστις φθέγξεται
τοιουτονί τι παρακεκινδυνευμένον,
100"αἰθέρα Διὸς δωμάτιον," ἢ "χρόνου πόδα,"
ἢ "φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ' ἱερῶν,
γλῶτταν δ' ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός."
ΗΡ. Σὲ δὲ ταῦτ' ἀρέσκει;
ΔΙ. Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ΗΡ. Ἦ μὴν κόβαλά γ' ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
105ΔΙ. Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
ΗΡ. Καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
ΔΙ. Δειπνεῖν με δίδασκε.
ΞΑ. Περὶ ἐμοῦ δ' οὐδεὶς λόγος.
ΔΙ. Ἀλλ' ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
ἐχρῶ τόθ', ἡνίκ' ἦλθες ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια,
πορνεῖ', ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς,
πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου
115κόρεις ὀλίγιστοι.
ΞΑ. Περὶ ἐμοῦ δ' οὐδεὶς λόγος.
ΗΡ. Ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι;
ΔΙ. Καὶ σύ γε
μηδὲν ἔτι πρὸς ταῦτ', ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστ' ἀφιξόμεθ' εἰς Ἅιδου κάτω·
καὶ μήτε θερμὴν μήτ' ἄγαν ψυχρὰν φράσῃς.
120ΗΡ. Φέρε δή, τίν' αὐτῶν σοι φράσω πρώτην; τίνα;
Μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν.
ΔΙ. Παῦε, πνιγηρὰν λέγεις.
ΗΡ. Ἀλλ' ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη,
ἡ διὰ θυείας.
ΔΙ. Ἆρα κώνειον λέγεις;
125ΗΡ. Μάλιστά γε.
ΔΙ. Ψυχράν γε καὶ δυσχείμερον·
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
ΗΡ. Βούλει ταχεῖαν καὶ κατάντη σοι φράσω;
ΔΙ. Νὴ τὸν Δί', ὡς ὄντος γε μὴ βαδιστικοῦ.
ΗΡ. Καθέρπυσόν νυν εἰς Κεραμεικόν.
ΔΙ. Κᾆτα τί;
130ΗΡ. Ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν ‑
ΔΙ. Τί δρῶ;
ΗΡ. ἀφιεμένην τὴν λαμπάδ' ἐντεῦθεν θεῶ,
κἄπειτ' ἐπειδὰν φῶσιν οἱ θεώμενοι
"εἷνται," τόθ' εἷναι καὶ σὺ σαυτόν.
ΔΙ. Ποῖ;
ΗΡ. Κάτω.
ΔΙ. Ἀλλ' ἀπολέσαιμ' ἂν ἐγκεφάλου θρίω δύο.
135Οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
ΗΡ. Τί δαί;
ΔΙ. Ἥνπερ σὺ τότε κατῆλθες.
ΗΡ. Ἀλλ' ὁ πλοῦς πολύς.
Εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον.
ΔΙ. Εἶτα πῶς γε περαιωθήσομαι;
ΗΡ. Ἐν πλοιαρίῳ τυννουτῳί σ' ἀνὴρ γέρων
140ναύτης διάξει δύ' ὀβολὼ μισθὸν λαβών.
ΔΙ. Φεῦ.
Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ' ὀβολώ.
Πῶς ἠλθέτην κἀκεῖσε;
ΗΡ. Θησεὺς ἤγαγεν.
Μετὰ ταῦτ' ὄφεις καὶ θηρί' ὄψει μυρία
δεινότατα.
ΔΙ. Μή μ' ἔκπληττε μηδὲ δειμάτου·
145οὐ γάρ μ' ἀποτρέψεις.
ΗΡ. Εἶτα βόρβορον πολὺν
καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
ἢ μητέρ' ἠλόησεν, ἢ πατρὸς γνάθον
150ἐπάταξεν, ἢ 'πίορκον ὅρκον ὤμοσεν.
ΔΙ. Νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου,
ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
ΗΡ. Ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
155ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
ΔΙ. Οὗτοι δὲ δὴ τίνες εἰσίν;
ΗΡ. Οἱ μεμυημένοι ‑
ΞΑ. Νὴ τὸν Δί' ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
160Ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
ΗΡ. οἵ σοι φράσουσ' ἁπαξάπανθ' ὧν ἂν δέῃ.
Οὗτοι γὰρ ἐγγύτατα παρ' αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
Καὶ χαῖρε πόλλ', ὦδελφέ.
ΔΙ. Νὴ Δία καὶ σύ γε
165ὑγίαινε. Σὺ δὲ τὰ στρώματ' αὖθις λάμβανε.
ΞΑ. Πρὶν καὶ καταθέσθαι;
ΔΙ. Καὶ ταχέως μέντοι πάνυ.
ΞΑ. Μὴ δῆθ', ἱκετεύω σ', ἀλλὰ μίσθωσαί τινα
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ' ἔρχεται.
ΔΙ. Ἐὰν δὲ μηὕρω;
ΞΑ. Τότ' ἔμ' ἄγειν.
ΔΙ. Καλῶς λέγεις.
170Καὶ γάρ τιν' ἐκφέρουσι τουτονὶ νεκρόν.
Οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα.
Ἄνθρωπε, βούλει σκευάρι' εἰς Ἅιδου φέρειν;
ΝΕΚΡΟΣ
Πόσ' ἄττα;
ΔΙ. Ταυτί.
ΝΕ. Δύο δραχμὰς μισθὸν τελεῖς;
ΔΙ. Μὰ Δί', ἀλλ' ἔλαττον.
ΝΕ. Ὑπάγεθ' ὑμεῖς τῆς ὁδοῦ.
175ΔΙ. Ἀνάμεινον, ὦ δαιμόνι', ἐὰν ξυμβῶ τί σοι.
ΝΕ. Εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
ΔΙ. Λάβ' ἐννέ' ὀβολούς.
ΝΕ. Ἀναβιοίην νυν πάλιν.
ΞΑ. Ὡς σεμνὸς ὁ κατάρατος. Οὐκ οἰμώξεται;
Ἐγὼ βαδιοῦμαι.
ΔΙ. Χρηστὸς εἶ καὶ γεννάδας.
180Χωρῶμεν ἐπὶ τὸ πλοῖον.
ΧΑΡΩΝ
Ὠόπ, παραβαλοῦ.
ΞΑ. Τουτὶ τί ἐστι;
ΔΙ. Τοῦτο; λίμνη νὴ Δία
αὕτη 'στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ' ὁρῶ.
ΞΑ. Νὴ τὸν Ποσειδῶ κἄστι γ' ὁ Χάρων οὑτοσί.
ΔΙ. Χαῖρ', ὦ Χάρων, χαῖρ', ὦ Χάρων, χαῖρ', ὦ Χάρων.
185ΧΑ. Τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
Τίς εἰς τὸ Λήθης πεδίον, ἢ 'ς Ὀνουπόκας,
ἢ 'ς Κερβερίους, ἢ 'ς κόρακας, ἢ 'πὶ Ταίναρον;
ΔΙ. Ἐγώ.
ΧΑ. Ταχέως ἔμβαινέ που.
ΔΙ. Σχήσειν δοκεῖς
ἐς κόρακας ὄντως;
ΧΑ. Ναὶ μὰ Δία σοῦ γ' οὕνεκα.
190Εἴσβαινε δή.
ΔΙ. Παῖ, δεῦρο.
ΧΑ. Δοῦλον οὐκ ἄγω,
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
ΞΑ. Μὰ τὸν Δί' οὐ γὰρ ἀλλ' ἔτυχον ὀφθαλμιῶν.
ΧΑ. Οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
ΞΑ. Ποῦ δῆτ' ἀναμενῶ;
ΧΑ. Παρὰ τὸν Αὑαίνου λίθον,
195ἐπὶ ταῖς ἀναπαύλαις.
ΔΙ. Μανθάνεις;
ΞΑ. Πάνυ μανθάνω.
Οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
ΧΑ. Κάθιζ' ἐπὶ κώπην. Εἴ τις ἔτι πλεῖ, σπευδέτω.
Οὗτος, τί ποιεῖς;
ΔΙ. Ὅ τι ποιῶ; Τί δ' ἄλλο γ' ἢ
ἵζω 'πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
200ΧΑ. Οὔκουν καθεδεῖ δῆτ' ἐνθαδί, γάστρων;
ΔΙ. Ἰδού.
ΧΑ. Οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
ΔΙ. Ἰδού.
ΧΑ. Οὐ μὴ φλυαρήσεις ἔχων, ἀλλ' ἀντιβὰς
ἐλᾷς προθύμως.
ΔΙ. Κᾆτα πῶς δυνήσομαι
ἄπειρος, ἀθαλάττευτος, ἀσαλαμίνιος
205ὢν εἶτ' ἐλαύνειν;
ΧΑ. Ῥᾷστ'· ἀκούσει γὰρ μέλη
κάλλιστ', ἐπειδὰν ἐμβάλῃς ἅπαξ.
ΔΙ. Τίνων;
ΧΑ. Βατράχων κύκνων θαυμαστά.
ΔΙ. Κατακέλευε δή.
ΧΑ. Ὠοπόπ, ὠοπόπ.
ΒΑΤΡΑΧΟΙ
Βρεκεκεκεξ κοαξ κοαξ,
210 βρεκεκεκεξ κοαξ κοαξ.
Λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθ', εὔγηρυν ἐμὰν
ἀοιδάν, κοαξ κοαξ,
215 ἣν ἀμφὶ Νυσήιον
Διὸς Διώνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχ' ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατ' ἐμὸν τέμενος λαῶν ὄχλος.
220 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙ. Ἐγὼ δέ γ' ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον, ὦ κοαξ κοαξ.
ΒΑ. Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙ. Ὑμῖν δ' ἴσως οὐδὲν μέλει.
225ΒΑ. Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙ. Ἀλλ' ἐξόλοισθ' αὐτῷ κοαξ·
οὐδὲν γάρ ἐστ' ἀλλ' ἢ κοαξ.
ΒΑ. Εἰκότως γ', ὦ πολλὰ πράττων.
Ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
230καὶ κεροβάτας Πάν, ὁ καλαμόφθογγα παίζων·
προσεπιτέρπεται δ' ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
235 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙ. Ἐγὼ δὲ φλυκταίνας γ' ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτ' αὐτίκ' ἐκκύψας ἐρεῖ ‑
ΒΑ. Βρεκεκεκεξ κοαξ κοαξ.
240ΔΙ. Ἀλλ', ὦ φιλῳδὸν γένος,
παύσασθε.
ΒΑ. Μᾶλλον μὲν οὖν
φθεγξόμεσθ', εἰ δή ποτ' εὐ-
ηλίοις ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
245 καὶ φλέω, χαίροντες ᾠδῆς
πολυκολύμβοισι μέλεσιν
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
250ΔΙ. Βρεκεκεκεξ κοαξ κοαξ.
Τουτὶ παρ' ὑμῶν λαμβάνω.
ΒΑ. Δεινὰ τἄρα πεισόμεσθα.
ΔΙ. Δεινότερα δ' ἔγωγ', ἐλαύνων
255 εἰ διαρραγήσομαι.
ΒΑ. Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙ. Οἰμώζετ'· οὐ γάρ μοι μέλει.
ΒΑ. Ἀλλὰ μὴν κεκραξόμεσθά γ'
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
260 χανδάνῃ δι' ἡμέρας ‑
ΔΙ. Βρεκεκεκεξ κοαξ κοαξ.
Τούτῳ γὰρ οὐ νικήσετε.
ΒΑ. Οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
ΔΙ. Οὐδὲ μὴν ὑμεῖς γ' ἐμέ.
265 Οὐδέποτε· κεκράξομαι γὰρ
κἄν με δῇ δι' ἡμέρας,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοαξ,
βρεκεκεκεξ κοαξ κοαξ.
Ἔμελλον ἄρα παύσειν ποθ' ὑμᾶς τοῦ κοαξ.
ΧΑ. Ὢ παῦε, παῦε, παραβαλοῦ τὼ κωπίω.
270Ἔκβαιν', ἀπόδος τὸν ναῦλον.
ΔΙ. Ἔχε δὴ τὠβολώ.
Ὁ Ξανθίας. Ποῦ Ξανθίας; Ἤ, Ξανθία.
ΞΑ. Ἰαῦ.
ΔΙ. Βάδιζε δεῦρο.
ΞΑ. Χαῖρ', ὦ δέσποτα.
ΔΙ. Τί ἐστι τἀνταυθοῖ;
ΞΑ. Σκότος καὶ βόρβορος.
ΔΙ. Κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
ΞΑ. Σὺ δ' οὔ;
ΔΙ. Νὴ τὸν Ποσειδῶ 'γωγε, καὶ νυνί γ' ὁρῶ.
Ἄγε δή, τί δρῶμεν;
ΞΑ. Προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν' ἔφασκ' ἐκεῖνος.
ΔΙ. Ὡς οἰμώξεται.
280Ἠλαζονεύεθ' ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα, φιλοτιμούμενος.
Οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ' ὡς Ἡρακλῆς.
Ἐγὼ δέ γ' εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τ' ἀγώνισμ' ἄξιόν τι τῆς ὁδοῦ.
285ΞΑ. Νὴ τὸν Δία· καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
ΔΙ. Ποῦ ποῦ 'στιν;
ΞΑ. Ἐξόπισθεν.
ΔΙ. Ἐξόπισθ' ἴθι.
ΞΑ. Ἀλλ' ἔστιν ἐν τῷ πρόσθε.
ΔΙ. Πρόσθε νυν ἴθι.
ΞΑ. Καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
ΔΙ. Ποῖόν τι;
ΞΑ. Δεινόν. Παντοδαπὸν γοῦν γίγνεται·
290τοτὲ μέν γε βοῦς, νυνὶ δ' ὀρεύς, τοτὲ δ' αὖ γυνὴ
ὡραιοτάτη τις.
ΔΙ. Ποῦ 'στι; Φέρ' ἐπ' αὐτὴν ἴω.
ΞΑ. Ἀλλ' οὐκέτ' αὖ γυνή 'στιν, ἀλλ' ἤδη κύων.
ΔΙ. Ἔμπουσα τοίνυν ἐστί.
ΞΑ. Πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον.
ΔΙ. Καὶ σκέλος χαλκοῦν ἔχει;
295ΞΑ. Νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θἄτερον,
σάφ' ἴσθι.
ΔΙ. Ποῖ δῆτ' ἂν τραποίμην;
ΞΑ. Ποῖ δ' ἐγώ;
ΔΙ. Ἱερεῦ, διαφύλαξόν μ', ἵν' ὦ σοι ξυμπότης.
ΞΑ. Ἀπολούμεθ', ὦναξ Ἡράκλεις.
ΔΙ. Οὐ μὴ καλεῖς μ',
ὦνθρωφ', ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
300ΞΑ. Διόνυσε τοίνυν.
ΔΙ. Τοῦτ' ἔθ' ἧττον θἀτέρου.
ΞΑ. Ἴθ' ᾗπερ ἔρχει. Δεῦρο δεῦρ', ὦ δέσποτα.
ΔΙ. Τί δ' ἐστί;
ΞΑ. Θάρρει· πάντ' ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θ' ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν·
"Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ."
305Ἥμπουσα φρούδη.
ΔΙ. Κατόμοσον.
ΞΑ. Νὴ τὸν Δία.
ΔΙ. Καὖθις κατόμοσον.
ΞΑ. Νὴ Δί'.
ΔΙ. Ὄμοσον.
ΞΑ. Νὴ Δία.
ΔΙ. Οἴμοι τάλας, ὡς ὠχρίασ' αὐτὴν ἰδών.
ΞΑ. Ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
ΔΙ. Οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310Τίν' αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;
Αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
ΞΑ. Οὗτος.
ΔΙ. Τί ἐστιν;
ΞΑ. Οὐ κατήκουσας;
ΔΙ. Τίνος;
ΞΑ. Αὐλῶν πνοῆς.
ΔΙ. Ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
315Ἀλλ' ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα.
ΧΟΡΟΣ
Ἴακχ', ὦ Ἴακχε.
Ἴακχ', ὦ Ἴακχε.
ΞΑ. Τοῦτ' ἔστ' ἐκεῖν', ὦ δέσποθ'· οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
320Ἄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ δι' ἀγορᾶς.
ΔΙ. Κἀμοὶ δοκοῦσιν. Ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐστιν, ὡς ἂν εἰδῶμεν σαφῶς.
ΧΟ. Ἴακχ', ὦ πολυτίμητ' ἐν ἕδραις ἐνθάδε ναίων, Str.
325 Ἴακχ', ὦ Ἴακχε,
ἐλθὲ τόνδ' ἀνὰ λειμῶνα χορεύσων
ὁσίους εἰς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
330στέφανον μύρτων, θρασεῖ δ' ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνήν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.
ΞΑ. Ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
ΔΙ. Οὔκουν ἀτρέμ' ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
340ΧΟ. Ἔγειρε· φλογέας ἐν χερσὶ γὰρ ἥκει τινάσσων, Ant.
Ἴακχ', ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
Φλογὶ φέγγεται δὲ λειμών·
345 γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
χρονίους τ' ἐτῶν παλαιῶν ἐνιαυτοὺς
ἱερᾶς ὑπὸ τιμῆς.
Σὺ δὲ λαμπάδι φέγγων
προβάδην ἔξαγ' ἐπ' ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιόν, μάκαρ, ἥβαν.
Εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
355ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτ' εἶδεν μήτ' ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ' ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ 'ν καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ' εὔκολός ἐστι πολίταις,
360ἀλλ' ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ' ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
365ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκατείων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ' ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου.
Τούτοις αὐδῶ καὖθις ἐπαυδῶ καὖθις τὸ τρίτον μάλ' ἐπαυδῶ
370ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δ' ἀνεγείρετε μολπὴν
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
Χώρει νυν πᾶς ἀνδρείως
εἰς τοὺς εὐανθεῖς κόλπους
λειμώνων ἐγκρούων
375 κἀπισκώπτων
καὶ παίζων καὶ χλευάζων.
Ἠρίστηται δ' ἐξαρκούντως. ‑
Ἀλλ' ἔμβα χὤπως ἀρεῖς
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων,
380 ἣ τὴν χώραν
σῴζειν φήσ' εἰς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
Ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν,
Δήμητρα θεάν, ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Δήμητερ, ἁγνῶν ὀργίων Str.
385 ἄνασσα, συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν·
καί μ' ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι. ‑
Καὶ πολλὰ μὲν γέλοιά μ' εἰ- Ant.
390 πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
παίσαντα καὶ σκώψαντα νι-
κήσαντα ταινιοῦσθαι.
Ἄγ' εἶά
395νυν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
400 πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. ‑
Σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
405 κἀπ' εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστ' ἀζημίους
παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. ‑
Καὶ γὰρ παραβλέψας τι μειρακίσκης
410 νυνδὴ κατεῖδον καὶ μάλ' εὐπροσώπου,
συμπαιστρίας,
χιτωνίου παραρραγέν-
τος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με.
ΞΑ. Ἐγὼ δ' ἀεί πως φιλακόλου-
θός εἰμι καὶ μετ' αὐτῆς
415παίζων χορεύειν βούλομαι.
ΔΙ. Κἄγωγε πρός.
ΧΟ. Βούλεσθε δῆτα κοινῇ
σκώψωμεν Ἀρχέδημον,
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας; ‑
Νυνὶ δὲ δημαγωγεῖ
420 ἐν τοῖς ἄνω νεκροῖσι,
κἄστιν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. ‑
Τὸν Κλεισθένους δ' ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους. ‑
425 Κἀκόπτετ' ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει
Σεβῖνον ὅστις ἐστὶν Ἁναφλύστιος. ‑
Καὶ Καλλίαν γέ φασι
τοῦτον τὸν Ἱπποκίνου
430κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
ΔΙ. Ἔχοιτ' ἂν οὖν φράσαι νῷν
Πλούτων' ὅπου 'νθάδ' οἰκεῖ;
Ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
ΧΟ. Μηδὲν μακρὰν ἀπέλθῃς,
435 μηδ' αὖθις ἐπανέρῃ με,
ἀλλ' ἴσθ' ἐπ' αὐτὴν τὴν θύραν ἀφιγμένος.
ΔΙ. Αἴροι' ἂν αὖθις, ὦ παῖ.
ΞΑ. Τουτὶ τί ἦν τὸ πρᾶγμα;
Ἀλλ' ἦ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν;
440ΧΟ. Χωρεῖτέ
νυν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν' ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς.
Ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χωρῶμεν εἰς πολυρρόδους
λειμῶνας ἀνθεμώδεις,
450 τὸν ἡμέτερον τρόπον,
τὸν καλλιχορώτατον,
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν. ‑
Μόνοις γὰρ ἡμῖν ἥλιος
455 καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθ' εὐ-
σεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.
460ΔΙ. Ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; Τίνα;
Πῶς ἐνθάδ' ἄρα κόπτουσιν οὑπιχώριοι;
ΞΑ. Οὐ μὴ διατρίψεις, ἀλλὰ γεῦσαι τῆς θύρας,
καθ' Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ' ἔχων.
ΔΙ. Παῖ παῖ.
ΑΙΑΚΟΣ
Τίς οὗτος;
ΔΙ. Ἡρακλῆς ὁ καρτερός.
465ΑΙ. Ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύν' ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ 'φύλαττον. Ἀλλὰ νῦν ἔχει μέσος·
470τοία Στυγός σε μελανοκάρδιος πέτρα
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θ' ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει· πλευμόνων τ' ἀνθάψεται
475Ταρτησσία μύραινα, τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφ' ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
ΞΑ. Οὗτος, τί δέδρακας;
ΔΙ. Ἐγκέχοδα· κάλει θεόν.
480ΞΑ. Ὦ καταγέλαστ', οὔκουν ἀναστήσει ταχὺ
πρίν τινά σ' ἰδεῖν ἀλλότριον;
ΔΙ. Ἀλλ' ὡρακιῶ.
Ἀλλ' οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν.
ΞΑ. Ἰδοὺ λαβέ· προσθοῦ. ‑ Ποῦ 'στιν; Ὦ χρυσοῖ θεοί,
ἐνταῦθ' ἔχεις τὴν καρδίαν;
ΔΙ. Δείσασα γὰρ
485εἰς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
ΞΑ. Ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
ΔΙ. Ἐγώ;
Πῶς δειλὸς ὅστις σπογγιὰν ᾔτησά σε;
Οὐ τἂν ἕτερός γ' αὔτ' εἰργάσατ' ἀνήρ.
ΞΑ. Ἀλλὰ τί;
ΔΙ. Κατέκειτ' ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
490ἐγὼ δ' ἀνέστην καὶ προσέτ' ἀπεψησάμην.
ΞΑ. Ἀνδρεῖά γ', ὦ Πόσειδον.
ΔΙ. Οἶμαι νὴ Δία.
Σὺ δ' οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς;
ΞΑ. Οὐ μὰ Δί' οὐδ' ἐφρόντισα.
ΔΙ. Ἴθι νυν, ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
495σὺ μὲν γενοῦ 'γὼ τὸ ῥόπαλον τουτὶ λαβών
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
ἐγὼ δ' ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
ΞΑ. Φέρε δὴ ταχέως αὔτ'· οὐ γὰρ ἀλλὰ πειστέον.
Καὶ βλέψον εἰς τὸν Ἡρακλειοξανθίαν,
500εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ' ἔχων.
ΔΙ. Μὰ Δί' ἀλλ' ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
Φέρε νυν, ἐγὼ τὰ στρώματ' αἴρωμαι ταδί.
ΘΕΡΑΠΑΙΝΑ
Ὦ φίλταθ' ἥκεις Ἡράκλεις; Δεῦρ' εἴσιθι.
Ἡ γὰρ θεός σ' ὡς ἐπύθεθ' ἥκοντ', εὐθέως
505ἔπεττεν ἄρτους, ἧψε κατερικτῶν χύτρας
ἔτνους δύ' ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ' ὅλον,
πλακοῦντας ὤπτα, κολλάβους. Ἀλλ' εἴσιθι.
ΞΑ. Κάλλιστ', ἐπαινῶ.
ΘΕ. Μὰ τὸν Ἀπόλλω οὐ μή σ' ἐγὼ
περιόψομἀπελθόντ', ἐπεί τοι καὶ κρέα
510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
Ἀλλ' εἴσιθ' ἅμ' ἐμοί.
ΞΑ. Πάνυ καλῶς.
ΘΕ. Ληρεῖς ἔχων·
οὐ γάρ σ' ἀφήσω. Καὶ γὰρ αὐλητρίς τέ σοι
ἤδη 'νδον ἔσθ' ὡραιοτάτη κὠρχηστρίδες
515ἕτεραι δύ' ἢ τρεῖς ‑
ΞΑ. Πῶς λέγεις; Ὀρχηστρίδες;
ΘΕ. ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
Ἀλλ' εἴσιθ', ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλ' ἀφαιρεῖν χἠ τράπεζ' εἰσῄρετο.
ΞΑ. Ἴθι νυν, φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
Ὁ παῖς, ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
ΔΙ. Ἐπίσχες, οὗτος. Οὔ τί που σπουδὴν ποεῖ,
ὁτιή σε παίζων Ἡρακλέα 'νεσκεύασα;
Οὐ μὴ φλυαρήσεις ἔχων, ὦ Ξανθία,
525ἀλλ' ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
ΞΑ. Τί δ' ἐστίν; Οὔ τί πού μ' ἀφελέσθαι διανοεῖ
ἅδωκας αὐτός;
ΔΙ. Οὐ τάχ', ἀλλ' ἤδη ποιῶ.
Κατάθου τὸ δέρμα.
ΞΑ. Ταῦτ' ἐγὼ μαρτύρομαι
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
ΔΙ. Ποίοις θεοῖς;
530Τὸ δὲ προσδοκῆσαί σ' οὐκ ἀνόητον καὶ κενὸν
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἁλκμήνης ἔσει;
ΞΑ. Ἀμέλει, καλῶς· ἔχ' αὔτ'. Ἴσως γάρ τοί ποτε
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
ΧΟ. Ταῦτα μὲν πρὸς ἀνδρός ἐστι Str.
535 νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος,
μετακυλίνδειν αὑτὸν ἀεὶ
πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην
εἰκόν' ἑστάναι, λαβόνθ' ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
540 δεξιοῦ πρὸς ἀνδρός ἐστι
καὶ φύσει Θηραμένους.
ΔΙ. Οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
Ξανθίας μὲν δοῦλος ὢν ἐν
στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρ-
χηστρίδ' εἶτ' ᾔτησεν ἁμίδ', ἐ-
γὼ δὲ πρὸς τοῦτον βλέπων
545 τοὐρεβίνθου 'δραττόμην, οὗ-
τος δ' ἅτ' ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτ' ἐκ τῆς γνάθου
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;
ΠΑΝΔΟΚΕΥΤΡΙΑ Α΄
Πλαθάνη, Πλαθάνη, δεῦρ' ἔλθ'. Ὁ πανοῦργος οὑτοσί,
550ὃς εἰς τὸ πανδοκεῖον εἰσελθών ποτε
ἑκκαίδεκ' ἄρτους κατέφαγ' ἡμῶν ‑
ΠΑΝΔΟΚΕΥΤΡΙΑ Β΄
Νὴ Δία,
ἐκεῖνος αὐτὸς δῆτα.
ΞΑ. Κακὸν ἥκει τινί.
ΠΑ. Α΄ καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ' εἴκοσιν
ἀνημιωβολιαῖα ‑
ΞΑ. Δώσει τις δίκην.
555ΠΑ. Α΄ καὶ τὰ σκόροδα τὰ πολλά.
ΔΙ. Ληρεῖς, ὦ γύναι,
κοὐκ οἶσθ' ὅ τι λέγεις.
ΠΑ. Α΄ Οὐ μὲν οὖν με προσεδόκας,
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ' ἔτι.
Τί δαί; Τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
ΠΑ. Β΄ Μὰ Δί' οὐδὲ τὸν τυρόν γε τὸν χλωρόν, τάλαν,
560 ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν.
ΠΑ. Α΄ Κἄπειτ' ἐπειδὴ τἀργύριον ἐπραττόμην,
ἔβλεψεν εἴς με δριμὺ κἀμυκᾶτό γε ‑
ΞΑ. Τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
ΠΑ. Α΄ καὶ τὸ ξίφος γ' ἐσπᾶτο μαίνεσθαι δοκῶν.
565ΠΑ. Β΄ Νὴ Δία, τάλαινα.
ΠΑ. Α΄ Νὼ δὲ δεισάσα γέ πω
ἐπὶ τὴν κατήλιφ' εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δ' ᾤχετ' ἐξᾴξας γε τὰς ψιάθους λαβών.
ΞΑ. Καὶ τοῦτο τούτου τοὔργον.
ΠΑ. Α΄ Ἀλλ' ἐχρῆν τι δρᾶν.
Ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι ‑
570ΠΑ. Β΄ Σὺ δ' ἔμοιγ' ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον·
ΠΑ. Α΄ ἵν' αὐτὸν ἐπιτρίψωμεν. Ὦ μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμ' ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
ΞΑ. Ἐγὼ δέ γ' εἰς τὸ βάραθρον ἐμβάλοιμί σε.
575ΠΑ. Β΄ Ἐγὼ δὲ τὸν λάρυγγ' ἂν ἐκτέμοιμί σου
δρέπανον λαβοῦσ', ᾧ τὰς χόλικας κατέσπασας.
ΠΑ. Α΄ Ἀλλ' εἶμ' ἐπὶ τὸν Κλέων', ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
ΔΙ. Κάκιστ' ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
580ΞΑ. Οἶδ' οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
Οὐκ ἂν γενοίμην Ἡρακλῆς αὖ.
ΔΙ. Μηδαμῶς,
ὦ Ξανθίδιον.
ΞΑ. Καὶ πῶς ἂν Ἁλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
ΔΙ. Οἶδ' οἶδ' ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
585 κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
Ἀλλ' ἤν σε τοῦ λοιποῦ ποτ' ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστ' ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
ΞΑ. Δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
590ΧΟ. Νῦν σὸν ἔργον ἔστ', ἐπειδὴ Ant.
τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες, ἐξ ἀρχῆς πάλιν
ἀνανεάζειν ‹αὖ τὸ λῆμα›
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
Ἢν δὲ παραληρῶν ἁλῷς ἢ
595 κἀκβάλῃς τι μαλθακόν,
αὖθις αἴρεσθαί σ' ἀνάγκη
'σται πάλιν τὰ στρώματα.
ΞΑ. Οὐ κακῶς, ὦνδρες, παραινεῖτ',
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ'
ἄρτι συννοούμενος.
Ὅδε μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
600 ταῦτ' ἀφαιρεῖσθαι πάλιν πει-
ράσεταί μ' εὖ οἶδ' ὅτι.
Ἀλλ' ὅμως ἐγὼ παρέξω
'μαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντ' ὀρίγανον.
Δεῖν δ' ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
605ΑΙ. Ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην· ἁνύετον.
ΔΙ. Ἥκει τῳ κακόν.
ΞΑ. Οὐκ ἐς κόρακας; Μὴ πρόσιτον.
ΑΙ. Εἶἑν, καὶ μάχει;
Ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας,
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
610ΔΙ. Εἶτ' οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια;
ΑΙ. Μἀλλ' ὑπερφυᾶ.
ΔΙ. Σχέτλια μὲν οὖν καὶ δεινά.
ΞΑ. Καὶ μὴν νὴ Δία,
εἰ πώποτ' ἦλθον δεῦρ', ἐθέλω τεθνηκέναι,
ἢ 'κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615Καί σοι ποήσω πρᾶγμα γενναῖον πάνυ·
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μ' ἕλῃς ἀδικοῦντ', ἀπόκτεινόν μ' ἄγων.
ΑΙ. Καὶ πῶς βασανίσω;
ΞΑ. Πάντα τρόπον· ἐν κλίμακι
δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δέρων,
620στρεβλῶν, ἔτι δ' εἰς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
ΑΙ. Δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σοι
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
625ΞΑ. Μὴ δῆτ' ἔμοιγ'. Οὕτω δὲ βασάνιζ' ἀπαγαγών.
ΑΙ. Αὐτοῦ μὲν οὖν, ἵνα σοι κατ' ὀφθαλμοὺς λέγῃ.
Κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.
ΔΙ. Ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ'· εἰ δὲ μή,
630αὐτὸς σεαυτὸν αἰτιῶ.
ΑΙ. Λέγεις δὲ τί;
ΔΙ. Ἀθάνατος εἶναί φημι, Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.
ΑΙ. Ταῦτ' ἀκούεις;
ΞΑ. Φήμ' ἐγώ.
Καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
635ΔΙ. Τί δῆτ', ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
ΞΑ. Δίκαιος ὁ λόγος· χὠπότερόν γ' ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
640ΑΙ. Οὐκ ἔσθ' ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
χωρεῖς γὰρ εἰς τὸ δίκαιον. Ἀποδύεσθε δή.
ΞΑ. Πῶς οὖν βασανιεῖς νὼ δικαίως;
ΑΙ. Ῥᾳδίως·
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
ΞΑ. Καλῶς λέγεις.
Ἰδού· σκόπει νυν ἤν μ' ὑποκινήσαντ' ἴδῃς.
645ΑΙ. Ἤδη 'πάταξά σ';
ΞΑ. Οὐ μὰ Δί' οὐδαμοῖ δοκεῖς.
ΑΙ. Ἀλλ' εἶμ' ἐπὶ τονδὶ καὶ πατάξω.
ΔΙ. Πηνίκα;
ΑΙ. Καὶ δὴ 'πάταξα.
ΔΙ. Κᾆτα πῶς οὐκ ἔπταρον;
ΑΙ. Οὐκ οἶδα· τουδὶ δ' αὖθις ἀποπειράσομαι.
ΞΑ. Οὔκουν ἁνύσεις; Ἰατταταῖ.
ΑΙ. Τί τἀτταταῖ;
650Μῶν ὠδυνήθης;
ΞΑ. Οὐ μὰ Δί' ἀλλ' ἐφρόντισα
ὁπόθ' Ἡράκλεια τἀν Διομείοις γίγνεται.
ΑΙ. Ἅνθρωπος ἱερός. Δεῦρο πάλιν βαδιστέον.
ΔΙ. Ἰοὺ ἰού.
ΑΙ. Τί ἐστιν;
ΔΙ. Ἱππέας ὁρῶ.
ΑΙ. Τί δῆτα κλάεις;
ΔΙ. Κρομμύων ὀσφραίνομαι.
655ΑΙ. Ἐπεὶ προτιμᾷς γ' οὐδέν;
ΔΙ. Οὐδέν μοι μέλει.
ΑΙ. Βαδιστέον τἄρ' ἐστὶν ἐπὶ τονδὶ πάλιν.
ΞΑ. Οἴμοι.
ΑΙ. Τί ἐστι;
ΞΑ. Τὴν ἄκανθαν ἔξελε.
ΑΙ. Τί τὸ πρᾶγμα τουτί; Δεῦρο πάλιν βαδιστέον.
ΔΙ. Ἄπολλον, ‑ ὅς που Δῆλον ἢ Πυθῶν' ἔχεις.
660ΞΑ. Ἤλγησεν· οὐκ ἤκουσας;
ΔΙ. Οὐκ ἔγωγ', ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
ΞΑ. Οὐδὲν ποεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
ΑΙ. Μὰ τὸν Δί', ἀλλ' ἤδη πάρεχε τὴν γαστέρα.
ΔΙ. Πόσειδον, ‑
ΞΑ. Ἤλγησέν τις.
ΔΙ. ἁλὸς ἐν βένθεσιν
ὃς Αἰγαίου πρωνὸς ἢ γλαυκᾶς μέδεις ‑
ΑΙ. Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι 'γὼ μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. Ἀλλ' εἴσιτον·
670ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
χἠ Φερρέφατθ', ἅτ' ὄντε κἀκείνω θεώ.
ΔΙ. Ὀρθῶς λέγεις· ἐβουλόμην δ' ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
ΧΟ. Μοῦσα, χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθ' ἐπὶ τέρψιν
675 ἀοιδᾶς ἐμᾶς, Str.
τὸν πολὺν ὀψομένη λαῶν ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ' οὗ δὴ
680χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται
Θρηικία χελιδὼν
ἐπὶ βάρβαρον ἑζομένη πέταλον·
τρύζει δ' ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
685 κἂν ἴσαι γένωνται.
Τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. Πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα.
Κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
690ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
Εἶτ' ἄτιμόν φημι χρῆναι μηδέν' εἶν' ἐν τῇ πόλει.
Καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
695Κοὐδὲ ταῦτ' ἔγωγ' ἔχοιμ' ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλ' ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ' ἐδράσατε.
Πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ' ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
700Ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει,
πάντας ἀνθρώπους ἑκόντες ξυγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
Εἰ δὲ ταῦτ' ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτ' ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
705ὑστέρῳ χρόνῳ ποτ' αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
Εἰ δ' ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις Ant.
ἔτ' οἰμώξεται,
οὐ πολὺν οὐδ' ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
710ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρα-
τοῦσι κυκησίτεφροι ψευδολίτρου τε κονί-
ας καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ' οὐκ
εἰρηνικὸς ἔσθ', ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ-
νευ ξύλου βαδίζων.
Πολλάκις γ' ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν εἴς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
720εἴς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
Οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
725χρώμεθ' οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
Τῶν πολιτῶν θ' οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
730προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ' ἄν.
Ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντες τοὺς τρόπους
735χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
εὔλογον, κἄν τι σφαλῆτ', ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
ΟΙΚΕΤΗΣ
Νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ
ὁ δεσπότης σου.
ΞΑ. Πῶς γὰρ οὐχὶ γεννάδας,
740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
ΟΙ. Τὸ δὲ μὴ πατάξαι σ' ἐξελεγχθέντ' ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
ΞΑ. Ὤιμωξε μέντἄν.
ΟΙ. Τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεπόηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
745ΞΑ. Χαίρεις, ἱκετεύω;
ΟΙ. Μἀλλ' ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
ΞΑ. Τί δὲ τονθορύζων, ἡνίκ' ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε;
ΟΙ. Καὶ τοῦθ' ἥδομαι.
ΞΑ. Τί δὲ πολλὰ πράττων;
ΟΙ. Ὡς μὰ Δί' οὐδὲν οἶδ' ἐγώ.
750ΞΑ. Ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
ἅττ' ἂν λαλῶσι;
ΟΙ. Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ΞΑ. Τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
ΟΙ. Ἐγώ;
μὰ Δί' ἀλλ' ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
ΞΑ. Ὦ Φοῖβ' Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,
755καὶ δὸς κύσαι καὐτὸς κύσον, ‑ καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;
ΟΙ. Αἰσχύλου κεὐριπίδου.
ΞΑ. Ἆ.
ΟΙ. Πρᾶγμα, πρᾶγμα μέγα κεκίνηται, μέγα
760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
ΞΑ. Ἐκ τοῦ;
ΟΙ. Νόμος τις ἐνθάδ' ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς ‑
ΞΑ. Μανθάνω.
ΟΙ. ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
ΞΑ. Τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
ΟΙ. Ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770ὡς ὢν κράτιστος τὴν τέχνην.
ΞΑ. Νυνὶ δὲ τίς;
ΟΙ. Ὅτε δὴ κατῆλθ' Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστ' ἐν Ἅιδου πλῆθος, οἱ δ' ἀκροώμενοι
775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτ' ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵν' Αἰσχύλος καθῆστο.
ΞΑ. Κοὐκ ἐβάλλετο;
ΟΙ. Μὰ Δί', ἀλλ' ὁ δῆμος ἀνεβόα κρίσιν ποεῖν
780ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
ΞΑ. Ὁ τῶν πανούργων;
ΟΙ. Νὴ Δί', οὐράνιόν γ' ὅσον.
ΞΑ. Μετ' Αἰσχύλου δ' οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
ΟΙ. Ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
ΞΑ. Τί δῆθ' ὁ Πλούτων δρᾶν παρασκευάζεται;
785ΟΙ. Ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτοῖν τῆς τέχνης.
ΞΑ. Κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
ΟΙ. Μὰ Δί' οὐκ ἐκεῖνος, ἀλλ' ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιὰν
790κἄνεικος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου.
Νυνὶ δ' ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθ' ἔφασκε πρός γ' Εὐριπίδην.
795ΞΑ. Τὸ χρῆμ' ἄρ' ἔσται;
ΟΙ. Νὴ Δί' ὀλίγον ὕστερον.
Κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
Καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται ‑
ΞΑ. Τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
ΟΙ. καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
800καὶ πλαίσια ξύμπηκτα ‑
ΞΑ. Πλινθεύσουσι γάρ;
ΟΙ. καὶ διαμέτρους καὶ σφῆνας. Ὁ γὰρ Εὐριπίδης
κατ' ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
ΞΑ. Ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
ΟΙ. Ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
805ΞΑ. Κρινεῖ δὲ δὴ τίς ταῦτα;
ΟΙ. Τοῦτ' ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
Οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν' Αἰσχύλος ‑
ΞΑ. Πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
ΟΙ. λῆρόν τε τἄλλ' ἡγεῖτο τοῦ γνῶναι πέρι
810φύσεις ποητῶν· εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
Ἀλλ' εἰσίωμεν· ὡς ὅταν γ' οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθ' ἡμῖν γίγνεται.
ΧΟ. Ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
815ἡνίκ' ἂν ὀξύλαλόν περ ἴδῃ θήγοντος ὀδόντα
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
Ἔσται δ' ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σκινδαλάμων τε παραξόνια σμιλευματοεργοῦ
820φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθ' ἱπποβάμονα.
Φρίξας δ' αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων, βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποσπῶν
825 γηγενεῖ φυσήματι.
Ἔνθεν δὴ στοματουργός, ἐπῶν βασανίστρια, λίσπη
γλῶσσ', ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινούς,
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.
830ΕΥΡΙΠΙΔΗΣ
Οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει·
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
ΔΙ. Αἰσχύλε, τί σιγᾷς; Αἰσθάνει γὰρ τοῦ λόγου.
ΕΥ. Ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
835ΔΙ. Ὦ δαιμόνι' ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.
ΕΥ. Ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιόν, αὐθαδόστομον,
ἔχοντ' ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα,
ἀπεριλάλητον, κομποφακελορρήμονα.
840ΑΙΣΧΥΛΟΣ
Ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
σὺ δὴ 'μὲ ταῦτ', ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
Ἀλλ' οὔ τι χαίρων αὔτ' ἐρεῖς.
ΔΙ. Παῦ', Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
845ΑΙ. Οὐ δῆτα, πρίν γ' ἂν τοῦτον ἀποφήνω σαφῶς
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
ΔΙ. Ἄρν' ἄρνα μέλανα, παῖδες, ἐξενέγκατε·
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
ΑΙ. Ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
850γάμους δ' ἀνοσίους εἰσφέρων εἰς τὴν τέχνην, ‑
ΔΙ. Ἐπίσχες οὗτος, ὦ πολυτίμητ' Αἰσχύλε.
Ἀπὸ τῶν χαλαζῶν δ', ὦ πόνηρ' Εὐριπίδη,
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855θενὼν ὑπ' ὀργῆς ἐκχέῃ τὸν Τήλεφον.
Σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλ', ἀλλὰ πραόνως
ἔλεγχ', ἐλέγχου· λοιδορεῖσθαι δ' οὐ πρέπει
ἄνδρας ποητὰς ὥσπερ ἀρτοπώλιδας·
σὺ δ' εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
860ΕΥ. Ἕτοιμός εἰμ' ἔγωγε, κοὐκ ἀναδύομαι,
δάκνειν, δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
865ΔΙ. Σὺ δὲ ‹δὴ› τί βουλεύει ποεῖν; λέγ', Αἰσχύλε.
ΑΙ. Ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
ΔΙ. Τί δαί;
ΑΙ. Ὅτι ἡ πόησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθ' ἕξει λέγειν.
870Ὅμως δ' ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
ΔΙ. Ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω,
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
875ΧΟ. Ὦ Διὸς ἐννέα παρθένοι, ἁγναὶ
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετ' ἐποψόμεναι δύναμιν
880 δεινοτάτοιν στομάτοιν πορίσασθαι
ῥήματα καὶ παραπρίσματ' ἐπῶν.
Νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
885ΔΙ. Εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
ΑΙ. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
ΔΙ. Ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
ΕΥ. Καλῶς·
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
890ΔΙ. Ἴδιοί τινες σου, κόμμα καινόν;
ΕΥ. Καὶ μάλα.
ΔΙ. Ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
ΕΥ. Αἰθήρ, ἐμὸν βόσκημα, καὶ γλώττης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μ' ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
895ΧΟ. Καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν Str.
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι, τίνα λόγων
ἔπιτε δαΐαν ὁδόν.
Γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δ' οὐκ ἄτολμον ἀμφοῖν,
οὐδ' ἀκίνητοι φρένες.
900 Προσδοκᾶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δ' ἀνασπῶντ' αὐτοπρέμνοις
τοῖς λόγοισιν ἐμπεσόντα
συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.
905Ἀλλ' ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ' ὅπως ἐρεῖτον
ἀστεῖα καὶ μήτ' εἰκόνας μήθ' οἷ' ἂν ἄλλος εἴποι.
ΕΥ. Καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν πόησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω· τοῦτον δὲ πρῶτ' ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
Πρώτιστα μὲν γὰρ ἕνα τιν' ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τιν' ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
ΔΙ. Μὰ τὸν Δί' οὐ δῆθ'.
ΕΥ. Ὁ δὲ χορός γ' ἤρειδεν ὁρμαθοὺς ἂν
915μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δ' ἐσίγων.
ΔΙ. Ἐγὼ δ' ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ' ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
ΕΥ. Ἠλίθιος γὰρ ἦσθα,
σάφ' ἴσθι.
ΔΙ. Κἀμαυτῷ δοκῶ. Τί δὲ ταῦτ' ἔδρασ' ὁ δεῖνα;
ΕΥ. Ὑπ' ἀλαζονείας, ἵν' ὁ θεατὴς προσδοκῶν καθῇτο,
920ὁπόθ' ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ' ἂν διῄει.
ΔΙ. Ὦ παμπόνηρος, οἷ' ἄρ' ἐφενακιζόμην ὑπ' αὐτοῦ.
Τί σκορδινᾷ καὶ δυσφορεῖς;
ΕΥ. Ὅτι αὐτὸν ἐξελέγχω.
Κἄπειτ' ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματ' ἂν βόεια δώδεκ' εἶπεν,
925ὀφρῦς ἔχοντα καὶ λόφους, δείν' ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.
ΑΙ. Οἴμοι τάλας.
ΔΙ. Σιώπα.
ΕΥ. Σαφὲς δ' ἂν εἶπεν οὐδὲ ἕν ‑
ΔΙ. Μὴ πρῖε τοὺς ὀδόντας.
ΕΥ. ἀλλ' ἢ Σκαμάνδρους ἢ τάφρους ἢ 'π' ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ' ἱππόκρημνα,
930ἃ ξυμβαλεῖν οὐ ῥᾴδι' ἦν.
ΔΙ. Νὴ τοὺς θεούς, ἐγὼ γοῦν
ἤδη ποτ' ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
ΑΙ. Σημεῖον ἐν ταῖς ναυσίν, ὦμαθέστατ', ἐνεγέγραπτο.
ΔΙ. Ἐγὼ δὲ τὸν Φιλοξένου γ' ᾤμην Ἔρυξιν εἶναι.
935ΕΥ. Εἶτ' ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποῆσαι;
ΑΙ. Σὺ δ', ὦ θεοῖσιν ἐχθρέ, ποῖ' ἄττ' ἐστὶν ἅττ' ἐποίεις;
ΕΥ. Οὐχ ἱππαλεκτρυόνας μὰ Δί' οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
ἀλλ' ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
εἶτ' ἀνέτρεφον μονῳδίαις Κηφισοφῶντα μειγνύς.
945Εἶτ' οὐκ ἐλήρουν ὅ τι τύχοιμ' οὐδ' ἐμπεσὼν ἔφυρον,
ἀλλ' οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ' ἂν εὐθὺς
τοῦ δράματος.
ΔΙ. Κρεῖττον γὰρ ἦν σοι νὴ Δί' ἢ τὸ σαυτοῦ.
ΕΥ. Ἔπειτ' ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ' ἂν ἀργόν,
ἀλλ' ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
950χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
ΑΙ. Εἶτα δῆτα
οὐκ ἀποθανεῖν σε ταῦτ' ἐχρῆν τολμῶντα;
ΕΥ. Μὰ τὸν Ἀπόλλω·
δημοκρατικὸν γὰρ αὔτ' ἔδρων.
ΔΙ. Τοῦτο μὲν ἔασον, ὦ τᾶν.
Οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
ΕΥ. Ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα ‑
ΑΙ. Φημὶ κἀγώ.
955Ὡς πρὶν διδάξαι γ' ὤφελες μέσος διαρραγῆναι.
ΕΥ. λεπτῶν τε κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν, ὁρᾶν, ξυνιέναι, στρέφειν ἐρᾶν, τεχνάζειν,
κάχ' ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα ‑
ΑΙ. Φημὶ κἀγώ.
ΕΥ. οἰκεῖα πράγματ' εἰσάγων, οἷς χρώμεθ', οἷς ξύνεσμεν,
960ἐξ ὧν γ' ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ' οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ' ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
Γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
965Τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ' ὁ Μανῆς,
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
ΔΙ. Θηραμένης; σοφός γ' ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
970πέπτωκεν ἔξω τῶν κακῶν, οὐ χεῖος, ἀλλὰ Κεῖος.
ΕΥ. Τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστ' ἤδη νοεῖν
975 ἅπαντα καὶ διειδέναι
τά τ' ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν· "Πῶς τοῦτ' ἔχει;
Ποῦ μοι τοδί; Τίς τοῦτ' ἔλαβε;"
980ΔΙ. Νὴ τοὺς θεούς, νῦν γοῦν Ἀθη-
ναίων ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε· "Ποῦ 'στιν ἡ χύτρα;
Τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
985 τῆς μαινίδος; Τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι;
Ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
Τίς τῆς ἐλάας παρέτραγεν;"
Τέως δ' ἀβελτερώτατοι
990 κεχηνότες μαμμάκυθοι,
μελιτίδαι καθῆντο.
ΧΟ. Τάδε μὲν λεύσσεις, φαίδιμ' Ἀχιλλεῦ· Ant.
σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; Μόνον ὅπως
μή σ' ὁ θυμὸς ἁρπάσας
995 ἐκτὸς οἴσει τῶν ἐλαῶν·
δεινὰ γὰρ κατηγόρηκεν.
Ἀλλ' ὅπως, ὦ γεννάδα,
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι
1000 χρώμενος τοῖς ἱστίοις,
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις, ἡνίκ' ἂν τὸ
πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.
Ἀλλ' ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
1005καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
ΑΙ. Θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ σπλάγχν' ἀγανακτεῖ,
εἰ πρὸς τοῦτον δεῖ μ' ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ' ἀπορεῖν με, ‑
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποητήν;
ΕΥ. Δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
1010τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
ΑΙ. Ταῦτ' οὖν εἰ μὴ πεπόηκας,
ἀλλ' ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι;
ΔΙ. Τεθνάναι· μὴ τοῦτον ἐρώτα.
ΑΙ. Σκέψαι τοίνυν οἵους αὐτοὺς παρ' ἐμοῦ παρεδέξατο πρῶτον,
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
1015μηδ' ἀγοραίους μηδὲ κοβάλους, ὥσπερ νῦν, μηδὲ πανούργους,
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
ΕΥ. Καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ' ἐπιτρίψει.
ΔΙ. Καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
1020Αἰσχύλε, λέξον, μηδ' αὐθάδως σεμνυνόμενος χαλέπαινε.
ΑΙ. Δρᾶμα ποήσας Ἄρεως μεστόν.
ΔΙ. Ποῖον;
ΑΙ. Τοὺς Ἕπτ' ἐπὶ Θήβας·
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
ΔΙ. Τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεπόηκας
ἀνδρειοτέρους εἰς τὸν πόλεμον· καὶ τούτου γ' οὕνεκα τύπτου.
1025ΑΙ. Ἀλλ' ὑμῖν αὔτ' ἐξῆν ἀσκεῖν, ἀλλ' οὐκ ἐπὶ τοῦτ' ἐτράπεσθε.
Εἶτα διδάξας Πέρσας μετὰ τοῦτ' ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
ΔΙ. Ἐχάρην γοῦν, ἡνίκ' ἐκώκυσας περὶ Δαρείου τεθνεῶτος,
ὁ χορὸς δ' εὐθὺς τὼ χεῖρ' ὡδὶ συγκρούσας εἶπεν· "Ἰαυοῖ."
1030ΑΙ. Ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. Σκέψαι γὰρ ἀπ' ἀρχῆς
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θ' ἡμῖν κατέδειξε φόνων τ' ἀπέχεσθαι,
Μουσαῖος δ' ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
1035ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ' ὅτι χρήστ' ἐδίδαξεν,
τάξεις, ἀρετάς, ὁπλίσεις ἀνδρῶν;
ΔΙ. Καὶ μὴν οὐ Παντακλέα γε
ἐδίδαξεν ὅμως τὸν σκαιότατον. Πρώην γοῦν, ἡνίκ' ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ' ἐπιδήσειν.
ΑΙ. Ἀλλ' ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐπόησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν' ἐπαίροιμ' ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
Ἀλλ' οὐ μὰ Δί' οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδ' οἶδ' οὐδεὶς ἥντιν' ἐρῶσαν πώποτ' ἐποίησα γυναῖκα.
1045ΕΥ. Μὰ Δί', οὐδὲ γὰρ ἦν τῆς Ἀφροδίτης οὐδέν σοι.
ΑΙ. Μηδέ γ' ἐπείη·
ἀλλ' ἐπὶ σοί τοι καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ 'πικαθῆτο,
ὥστε γε καὐτόν σε κατ' οὖν ἔβαλεν.
ΔΙ. Νὴ τὸν Δία τοῦτό γέ τοι δή.
Ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐπόεις, αὐτὸς τούτοισιν ἐπλήγης.
ΕΥ. Καὶ τί βλάπτουσ', ὦ σχέτλι' ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
1050ΑΙ. Ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
κώνεια πίνειν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
ΕΥ. Πότερον δ' οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
ΑΙ. Μὰ Δί', ἀλλ' ὄντ'· ἀλλ' ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποητήν,
καὶ μὴ παράγειν μηδὲ διδάσκειν. Τοῖς μὲν γὰρ παιδαρίοισιν
1055ἐστὶ διδάσκαλος ὅστις φράζει, τοῖσιν δ' ἡβῶσι ποηταί.
Πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
ΕΥ. Ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ' ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως;
ΑΙ. Ἀλλ', ὦ κακόδαιμον, ἀνάγκη
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
1060Κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
Ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
ΕΥ. Τί δράσας;
ΑΙ. Πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι' ἀμπισχών, ἵν' ἐλεινοὶ
τοῖς ἀνθρώποις φαίνοιντ' εἶναι.
ΕΥ. Τοῦτ' οὖν ἔβλαψα τί δράσας;
1065ΑΙ. Οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
ΔΙ. Νὴ τὴν Δήμητρα χιτῶνά γ' ἔχων οὔλων ἐρίων ὑπένερθεν.
Κἂν ταῦτα λέγων ἐξαπατήσῃ, περὶ τοὺς ἰχθῦς ἀνέκυψεν.
ΑΙ. Εἶτ' αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
1070ἣ 'ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. Καίτοι τότε γ', ἡνίκ' ἐγὼ 'ζων,
οὐκ ἠπίσταντ' ἀλλ' ἢ μᾶζαν καλέσαι καὶ "Ῥυππαπαῖ" εἰπεῖν.
ΔΙ. Νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ' εἰς τὸ στόμα τῷ θαλάμακι,
1075καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δ' ἀντιλέγει κοὐκέτ' ἐλαύνει· πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
ΑΙ. Ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ';
Οὐ προαγωγοὺς κατέδειξ' οὗτος,
1080 καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ μειγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
Κᾆτ' ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
1085 καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δ' οὐδεὶς οἷός τε φέρειν
ὑπ' ἀγυμνασίας ἔτι νυνί.
ΔΙ. Μὰ Δί' οὐ δῆθ', ὥστε γ' ἀφαυάνθην
1090 Παναθηναίοισι γελῶν, ὅτε δὴ
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκός, πίων, ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθ' οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσ' αὐτοῦ
1095 γαστέρα, πλευράς, λαγόνας, πυγήν,
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδ' ἔφευγεν.
ΧΟ. Μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται. Str.
1100 Χαλεπὸν οὖν ἔργον διαιρεῖν,
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δ' ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
Ἀλλὰ μὴ 'ν ταὐτῷ κάθησθον·
εἰσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
1105 Ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον, ἔπιτον, ἀνὰ ‹δὲ› δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν
Εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ Ant.
1110 τοῖς θεωμένοισιν, ὡς τὰ
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθ'· ὡς οὐκέθ' οὕτω ταῦτ' ἔχει.
Ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τ' ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
1115 αἱ φύσεις τ' ἄλλως κράτισται,
νῦν δὲ καὶ παρηκόνηνται.
Μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντ' ἐπέξιτον, θεατῶν γ' οὕνεχ', ὡς ὄντων σοφῶν.
ΕΥ. Καὶ μὴν ἐπ' αὐτοὺς τοὺς προλόγους σοι τρέψομαι,
1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
Ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
ΔΙ. Καὶ ποῖον αὐτοῦ βασανιεῖς;
ΕΥ. Πολλοὺς πάνυ.
Πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
1125ΔΙ. Ἄγε δὴ σιώπα πᾶς ἀνήρ. Λέγ', Αἰσχύλε.
ΑΙ. "Ἑρμῆ χθόνιε, πατρῷ' ἐποπτεύων κράτη
σωτὴρ γενοῦ μοι σύμμαχός τ' αἰτουμένῳ.
Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι" ‑
ΔΙ. Τούτων ἔχεις ψέγειν τι;
ΕΥ. Πλεῖν ἢ δώδεκα.
1130ΔΙ. Ἀλλ' οὐδὲ πάντα ταῦτά γ' ἔστ' ἀλλ' ἢ τρία.
ΕΥ. Ἔχει δ' ἕκαστον εἴκοσίν γ' ἁμαρτίας.
ΔΙ. Αἰσχύλε, παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
ΑΙ. Ἐγὼ σιωπῶ τῷδ';
ΔΙ. Ἐὰν πείθῃ γ' ἐμοί.
1135ΕΥ. Εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιον ὅσον.
ΑΙ. Ὁρᾷς ὅτι ληρεῖς.
ΕΥ. Ἀλλ' ὀλίγον γέ μοι μέλει.
ΑΙ. Πῶς φῄς μ' ἁμαρτεῖν;
ΕΥ. Αὖθις ἐξ ἀρχῆς λέγε.
ΑΙ. "Ἑρμῆ χθόνιε, πατρῷ' ἐποπτεύων κράτη."
ΕΥ. Οὔκουν Ὀρέστης τοῦτ' ἐπὶ τῷ τύμβῳ λέγει
1140τῷ τοῦ πατρὸς τεθνεῶτος;
ΑΙ. Οὐκ ἄλλως λέγω.
ΕΥ. Πότερ' οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ' ἐποπτεύειν ἔφη;
ΑΙ. Οὐ δῆτ' ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας.
ΕΥ. Ἔτι μεῖζον ἐξήμαρτες ἢ 'γὼ 'βουλόμην·
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας ‑
ΔΙ. οὕτω γ' ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
1150ΑΙ. Διόνυσε, πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
ΔΙ. Λέγ' ἕτερον αὐτῷ· σὺ δ' ἐπιτήρει τὸ βλάβος.
ΑΙ. "Σωτὴρ γενοῦ μοι σύμμαχός τ' αἰτουμένῳ.
Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι" ‑
ΕΥ. Δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
1155ΔΙ. Πῶς δίς;
ΕΥ. Σκόπει τὸ ῥῆμ'· ἐγὼ δέ σοι φράσω.
"Ἥκω γὰρ εἰς γῆν," φησί, "καὶ κατέρχομαι"·
ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
ΔΙ. Νὴ τὸν Δί', ὥσπερ γ' εἴ τις εἴποι γείτονι·
"Χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον."
1160ΑΙ. Οὐ δῆτα τοῦτό γ', ὦ κατεστωμυλμένε
ἄνθρωπε, ταὔτ' ἔστ', ἀλλ' ἄριστ' ἐπῶν ἔχον.
ΕΥ. Πῶς δή; Δίδαξον γάρ με καθ' ὅτι δὴ λέγεις.
ΑΙ. Ἐλθεῖν μὲν εἰς γῆν ἔσθ' ὅτῳ μετῇ πάτρας·
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
1165φεύγων δ' ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
ΔΙ. Εὖ νὴ τὸν Ἀπόλλω. Τί σὺ λέγεις, Εὐριπίδη;
ΕΥ. Οὔ φημι τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
ΔΙ. Εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ' οὐ μανθάνω.
1170ΕΥ. Πέραινε τοίνυν ἕτερον.
ΔΙ. Ἴθι πέραινε σύ,
Αἰσχύλ', ἁνύσας· σὺ δ' εἰς τὸ κακὸν ἀπόβλεπε.
ΑΙ. "Τύμβου δ' ἐπ' ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι" ‑
ΕΥ. Τοῦθ' ἕτερον αὖθις λέγει,
κλύειν, ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
1175ΑΙ. Τεθνηκόσιν γὰρ ἔλεγεν, ὦ μόχθηρε σύ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
ΕΥ. Ἐγὼ φράσω.
Κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
1180ΔΙ. Ἴθι δὴ λέγ'· οὐ γὰρ μοὐστὶν ἀλλ' ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
ΕΥ. "Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ," ‑
ΑΙ. Μὰ τὸν Δί' οὐ δῆτ', ἀλλὰ κακοδαίμων φύσει.
Ὅντινά γε, πρὶν φῦναι μέν, Ἁπόλλων ἔφη
1185ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι,
πῶς οὗτος ἦν τὸ πρῶτον εὐτυχὴς ἀνήρ;
ΕΥ. "εἶτ' ἐγένετ' αὖθις ἀθλιώτατος βροτῶν."
ΑΙ. Μὰ τὸν Δί' οὐ δῆτ', οὐ μὲν οὖν ἐπαύσατο.
Πῶς γάρ; Ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ 'κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
εἶθ' ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
1195εἶτ' ἐξετύφλωσεν αὑτόν.
ΔΙ. Εὐδαίμων ἄρ' ἦν,
εἰ κἀστρατήγησέν γε μετ' Ἐρασινίδου.
ΕΥ. Ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλῶς ποιῶ.
ΑΙ. Καὶ μὴν μὰ τὸν Δί' οὐ κατ' ἔπος γέ σου κνίσω
τὸ ῥῆμ' ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
ΕΥ. Ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
ΑΙ. Ἑνὸς μόνου.
Ποεῖς γὰρ οὕτως ὥστ' ἐναρμόζειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θυλάκιον,
ἐν τοῖς ἰαμβείοισι. Δείξω δ' αὐτίκα.
1205ΕΥ. Ἰδού, σὺ δείξεις;
ΑΙ. Φημί.
ΔΙ. Καὶ δὴ χρὴ λέγειν.
ΕΥ. "Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. Τουτὶ τί ἦν τὸ ληκύθιον; Οὐ κλαύσεται;
1210Λέγ' ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
ΕΥ. "Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκῃσι Παρνασσὸν κάτα
πηδᾷ χορεύων" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. Οἴμοι πεπλήγμεθ' αὖθις ὑπὸ τῆς ληκύθου.
1215ΕΥ. Ἀλλ' οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
"Οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
1220ΔΙ. Εὐριπίδη, ‑
ΕΥ. Τί ἐστιν;
ΔΙ. Ὑφέσθαι μοι δοκεῖ.
Τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
ΕΥ. Οὐδ' ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ' ἐκκεκόψεται.
ΔΙ. Ἴθι δὴ λέγ' ἕτερον κἀπέχου τῆς ληκύθου.
1225ΕΥ. "Σιδώνιόν ποτ' ἄστυ Κάδμος ἐκλιπὼν
Ἀγήνορος παῖς" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. Ὦ δαιμόνι' ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
ΕΥ. Τὸ τί;
Ἐγὼ πρίωμαι τῷδ';
ΔΙ. Ἐὰν πείθῃ γ' ἐμοί.
1230ΕΥ. Οὐ δῆτ', ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵν' οὗτος οὐχ ἕξει προσάψαι λήκυθον.
"Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. Ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235Ἀλλ', ὦγάθ', ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
ΕΥ. Μὰ τὸν Δί' οὔπω γ'· ἔτι γὰρ εἰσί μοι συχνοί.
"Οἰνεύς ποτ' ἐκ γῆς" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΕΥ. Ἔασον εἰπεῖν πρῶθ' ὅλον με τὸν στίχον.
1240"Οἰνεύς ποτ' ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς" ‑
ΑΙ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. Μεταξὺ θύων; Καὶ τίς αὔθ' ὑφείλετο;
ΕΥ. Ἔασον, ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
"Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο" ‑
1245ΔΙ. Ἀπολεῖς· ἐρεῖ γὰρ "ληκύθιον ἀπώλεσεν."
Τὸ ληκύθιον γὰρ τοῦτ' ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ' ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
Ἀλλ' εἰς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
ΕΥ. Καὶ μὴν ἔχω γ' οἷς αὐτὸν ἀποδείξω κακὸν
1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ' ἀεί.
ΧΟ. Τί ποτε πρᾶγμα γενήσεται;
Φροντίζειν γὰρ ἔγωγ' ἔχω,
τίν' ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255 καὶ κάλλιστα μέλη ποή-
σαντι τῶν μέχρι νυνί.
[Θαυμάζω γὰρ ἔγωγ' ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
1260 καὶ δέδοιχ' ὑπὲρ αὐτοῦ.]
ΕΥ. Πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
Εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
ΔΙ. Καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών.
ΕΥ. Φθιῶτ' Ἀχιλλεῦ, τί ποτ' ἀνδροδάικτον ἀκούων
1265ἰὴ κόπον οὐ πελάθεις ἐπ' ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
Ἰὴ κόπον οὐ πελάθεις ἐπ' ἀρωγάν;
ΔΙ. Δύο σοι κόπω, Αἰσχύλε, τούτω.
ΕΥ. Κύδιστ' Ἀχαιῶν, Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
Ἰὴ κόπον οὐ πελάθεις ἐπ' ἀρωγάν;
ΔΙ. Τρίτος, Αἰσχύλε, σοι κόπος οὗτος.
ΕΥ. Εὐφαμεῖτε. Μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
1275Ἰὴ κόπον οὐ πελάθεις ἐπ' ἀρωγάν;
Κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
Ἰὴ κόπον οὐ πελάθεις ἐπ' ἀρωγάν;
ΔΙ. Ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅσον.
Ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι·
1280ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
ΕΥ. Μή, πρίν γ' ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
ΔΙ. Ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
ΕΥ. Ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα, δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
ξὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290 τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τ' ἐπ' Αἴαντι,
1295 τοφλαττοθρατ τοφλαττοθρατ.
ΔΙ. Τί τὸ φλαττοθρατ τοῦτ' ἐστίν; Ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
ΑΙ. Ἀλλ' οὖν ἐγὼ μὲν εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθ', ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
1300λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
οὗτος δ' ἀπὸ πάντων μὲν φέρει, πορνῳδιῶν,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. Τάχα δὲ δηλωθήσεται.
Ἐνεγκάτω τις τὸ λύριον. Καίτοι τί δεῖ
1305λύρας ἐπὶ τοῦτον; Ποῦ 'στιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; Δεῦρο, Μοῦσ' Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια τάδ' ἔστ' ᾄδειν μέλη.
ΔΙ. Αὕτη ποθ' ἡ Μοῦσ' οὐκ ἐλεσβίαζεν, οὔ.
ΑΙ. Ἀλκυόνες, αἳ παρ' ἀενάοις θαλάσσης
1310 κύμασι στωμύλλετε,
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θ' ὑπωρόφιοι κατὰ γωνίας
εἰειειειειειλίσσετε δακτύλοις φάλαγγες
1315 ἱστότονα πηνίσματα,
κερκίδος ἀοιδοῦ μελέτας,
ἵν' ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους.
1320 Οἰνάνθας γάνος ἀμπέλου,
βότρυος ἕλικα παυσίπονον.
περίβαλλ', ὦ τέκνον, ὠλένας.
Ὁρᾷς τὸν πόδα τοῦτον;
ΕΥ. Ὁρῶ.
ΑΙ. Τί δέ; Τοῦτον ὁρᾷς;
ΕΥ. Ὁρῶ.
1325ΑΙ. Τοιαυτὶ μέντοι σὺ ποιῶν
τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
Τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ' ἔτι
1330 τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
Ὦ Νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι δύστανον ὄνει-
ρον πέμπεις ἐξ ἀφανοῦς Ἀίδα
προμολῶν, ψυχὰν
ἄψυχον ἔχοντα, μελαίνας
1335 Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄ-
ψιν, μελανονεκυείμονα, φόνια φόνια
δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα;
Ἀλλά μοι, ἀμφίπολοι, λύχνον ἅψατε
κάλπισί τ' ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ' ὕδωρ,
1340 ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
Ἰὼ πόντιε δαῖμον,
τοῦτ' ἐκεῖν'· ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
Τὸν ἀλεκτρυόνα μου ξυναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι,
1345 ὦ Μανία, ξύλλαβε.
Ἐγὼ δ' ἁ τάλαινα
προσέχουσ' ἔτυχον ἐμαυτῆς
ἔργοισι, λίνου μεστὸν ἄτρακτον
εἰειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσ', ὅπως
1350 κνεφαῖος εἰς ἀγορὰν
φέρουσ' ἀποδοίμαν.
Ὁ δ' ἀνέπτατ' ἀνέπτατ' ἐξ αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς,
ἐμοὶ δ' ἄχε' ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τ' ἀπ' ὀμμάτων
1355 ἔβαλον ἔβαλον ἁ τλάμων.
Ἀλλ', ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ
τόξα ‹τε› λαβόντες ἐπαμύνατε, τὰ
κῶλά τ' ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
Ἅμα δὲ Δίκτυννα παῖς, Ἄρτεμις καλά,
1360τὰς κυνίσκας ἔχουσ' ἐλθέτω διὰ δόμων πανταχῇ.
Σὺ δ', ὦ Διός, διπύρους ἀνέχου-
σα λαμπάδας ὀξυτάτας χεροῖν,
Ἑκάτα, παράφηνον εἰς Γλύκης,
ὅπως ἂν εἰσελθοῦσα φωράσω.
ΔΙ. Παύσασθον ἤδη τῶν μελῶν.
ΑΙ. Κἄμοιγ' ἅλις.
1365Ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
ὅπερ ἐξελέγξει τὴν πόησιν νῷν μόνον·
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
ΔΙ. Ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με,
ἀνδρῶν ποητῶν τυροπωλῆσαι τέχνην.
1370ΧΟ. Ἐπίπονοί γ' οἱ δεξιοί.
Τόδε γὰρ ἕτερον αὖ τέρας
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
Μὰ τόν, ἐγὼ μὲν οὐκ ἂν εἴ τις
1375 ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
ἐπιθόμην, ἀλλ' ᾠόμην ἂν
αὐτὸν αὐτὰ ληρεῖν.
ΔΙ. Ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ'.
ΑΙ. κ. ΕΥ. Ἰδού.
ΔΙ. Καὶ λαβομένω τὸ ῥῆμ' ἑκάτερος εἴπατον,
1380καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
ΑΙ. κ. ΕΥ. Ἐχόμεθα.
ΔΙ. Τοὔπος νυν λέγετον εἰς τὸν σταθμόν.
ΕΥ. "Εἴθ' ὤφελ' Ἀργοῦς μὴ διαπτάσθαι σκάφος."
ΑΙ. "Σπερχειὲ ποταμὲ βούνομοί τ' ἐπιστροφαί."
ΔΙ. Κόκκυ.
ΑΙ. κ. ΕΥ. Μεθεῖται.
ΔΙ. Καὶ πολύ γε κατωτέρω
1385χωρεῖ τὸ τοῦδε.
ΕΥ. Καὶ τί ποτ' ἐστὶ ταἴτιον;
ΔΙ. Ὅ τι; εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δ' εἰσέθηκας τοὔπος ἐπτερωμένον.
ΕΥ. Ἀλλ' ἕτερον εἰπάτω τι κἀντιστησάτω.
1390ΔΙ. Λάβεσθε τοίνυν αὖθις.
ΑΙ. κ. ΕΥ. Ἢν ἰδού.
ΔΙ. Λέγε.
ΕΥ. "Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν Λόγος."
ΑΙ. "Μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ."
ΔΙ. Μέθετε.
ΑΙ. κ. ΕΥ. Μεθεῖται.
ΔΙ. Καὶ τὸ τοῦδέ γ' αὖ ῥέπει·
θάνατον γὰρ εἰσέθηκε, βαρύτατον κακόν.
1395ΕΥ. Ἐγὼ δὲ πειθώ γ', ἔπος ἄριστ' εἰρημένον.
ΔΙ. Πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
Ἀλλ' ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τι καὶ μέγα.
ΕΥ. Φέρε ποῦ τοιοῦτον δῆτα μοὐστί; ποῦ;
ΔΙ. Φράσω·
1400"Βέβληκ' Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα."
Λέγοιτ' ἄν, ὡς αὕτη 'στὶ λοιπὴ σφῷν στάσις.
ΕΥ. "Σιδηροβριθές τ' ἔλαβε δεξιᾷ ξύλον."
ΑΙ. "Ἐφ' ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός."
ΔΙ. Ἐξηπάτηκεν αὖ σε καὶ νῦν.
ΕΥ. Τῷ τρόπῳ;
1405ΔΙ. Δύ' ἅρματ' εἰσέθηκε καὶ νεκρὼ δύο,
οὓς οὐκ ἂν ἄραιντ' οὐδ' ἑκατὸν Αἰγύπτιοι.
ΑΙ. Καὶ μηκέτ' ἔμοιγε κατ' ἔπος, ἀλλ' εἰς τὸν σταθμὸν
αὐτός, τὰ παιδί', ἡ γυνή, Κηφισοφῶν,
ἐμβὰς καθήσθω, ξυλλαβὼν τὰ βιβλία·
1410ἐγὼ δὲ δύ' ἔπη τῶν ἐμῶν ἐρῶ μόνον ‑
ΔΙ. Ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
Οὐ γὰρ δι' ἔχθρας οὐδετέρῳ γενήσομαι·
τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δ' ἥδομαι.
ΠΛΟΥΤΩΝ
Οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
1415ΔΙ. Ἐὰν δὲ κρίνω τὸν ἕτερον;
ΠΛ. Λαβὼν ἄπει
ὁπότερον ἂν κρίνῃς, ἵν' ἔλθῃς μὴ μάτην.
ΔΙ. Εὐδαιμονοίης. Φέρε, πύθεσθέ μου ταδί.
Ἐγὼ κατῆλθον ἐπὶ ποητήν.
ΕΥ. Τοῦ χάριν;
ΔΙ. Ἵν' ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420Ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν
μέλλῃ τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν' ἔχετον
γνώμην ἑκάτερος; Ἡ πόλις γὰρ δυστοκεῖ.
ΕΥ. Ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
ΔΙ. Τίνα;
1425Ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ' ἔχειν.
Ἀλλ' ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
ΕΥ. Μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ, τῇ πόλει δ' ἀμήχανον.
1430ΔΙ. Εὖ γ', ὦ Πόσειδον. Σὺ δὲ τίνα γνώμην ἔχεις;
ΑΙ. [Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.]
Μάλιστα μὲν λέοντα μὴ 'ν πόλει τρέφειν·
ἢν δ' ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
ΔΙ. Νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γ' ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ' ἕτερος σαφῶς.
1435Ἀλλ' ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντιν' ἔχετον σωτηρίαν.
ΕΥ. Εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα ‑
ΔΙ. γέλοιον ἂν φαίνοιτο. Νοῦν δ' ἔχει τίνα;
1440ΕΥ. εἰ ναυμαχοῖεν, κᾆτ' ἔχοντες ὀξίδας
ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων.
Ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
ΔΙ. Λέγε.
ΕΥ. Ὅταν τὰ νῦν ἄπιστα πίσθ' ἡγώμεθα,
τὰ δ' ὄντα πίστ' ἄπιστα ‑
ΔΙ. Πῶς; Οὐ μανθάνω.
1445Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
ΕΥ. Εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δ' οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθα, σωθείημεν ἄν.
Εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1450τἀναντί' ‹ἂν› πράττοντες οὐ σῳζοίμεθ' ἄν;
ΔΙ. Εὖ γ', ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
Ταυτὶ πότερ' αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
ΕΥ. Ἐγὼ μόνος· τὰς δ' ὀξίδας Κηφισοφῶν.
ΔΙ. Τί δαὶ σύ; Τί λέγεις;
ΑΙ. Τὴν πόλιν νῦν μοι φράσον
1455πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
ΔΙ. Πόθεν;
Μισεῖ κάκιστα, τοῖς πονηροῖς δ' ἥδεται.
ΑΙ. Οὐ δῆτ' ἐκείνη γ', ἀλλὰ χρῆται πρὸς βίαν.
Πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα ξυμφέρει;
1460ΔΙ. Εὕρισκε νὴ Δί', εἴπερ ἀναδύσει πάλιν.
ΑΙ. Ἐκεῖ φράσαιμ' ἄν, ἐνθαδὶ δ' οὐ βούλομαι.
ΔΙ. Μὴ δῆτα σύ γ', ἀλλ' ἐνθένδ' ἀνίει τἀγαθά.
ΑΙ. Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον.
ΔΙ. Εὖ, πλήν γ' ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
ΠΛ. Κρίνοις ἄν.
ΔΙ. Αὕτη σφῷν κρίσις γενήσεται.
Αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
ΕΥ. Μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470ἦ μὴν ἀπάξειν μ' οἴκαδ', αἱροῦ τοὺς φίλους.
ΔΙ. Ἡ γλῶττ' ὀμώμοκ', Αἰσχύλον δ' αἱρήσομαι.
ΕΥ. Τί δέδρακας, ὦ μιαρώτατ' ἀνθρώπων;
ΔΙ. Ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. Τιὴ γὰρ οὔ;
ΕΥ. Αἴσχιστον ἔργον προσβλέπεις μ' εἰργασμένος;
1475ΔΙ. Τί δ' αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
ΕΥ. Ὦ σχέτλιε, περιόψει με δὴ τεθνηκότα;
ΔΙ. "Τίς δ' οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν",
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
ΠΛ. Χωρεῖτε τοίνυν, ὦ Διόνυσ', εἴσω.
ΔΙ. Τί δαί;
1480ΠΛ. Ἵνα ξενίσω ‹'γώ› σφω πρὶν ἀποπλεῖν.
ΔΙ. Εὖ λέγεις
νὴ τὸν Δί'· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
ΧΟ. Μακάριός γ' ἀνὴρ ἔχων Str.
ξύνεσιν ἠκριβωμένην.
Πάρα δὲ πολλοῖσιν μαθεῖν.
1485 Ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
πάλιν ἄπεισιν οἴκαδ' αὖθις,
ἐπ' ἀγαθῷ μὲν τοῖς πολίταις,
ἐπ' ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
1490 διὰ τὸ συνετὸς εἶναι.
Χαρίεν οὖν μὴ Σωκράτει Ant.
παρακαθήμενον λαλεῖν,
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
1495 τῆς τραγῳδικῆς τέχνης.
Τὸ δ' ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
διατριβὴν ἀργὸν ποεῖσθαι,
παραφρονοῦντος ἀνδρός.
1500ΠΛ. Ἄγε δὴ χαίρων, Αἰσχύλε, χώρει,
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς, καὶ παίδευσον
τοὺς ἀνοήτους· πολλοὶ δ' εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
1505 καὶ τουτὶ τοῖσι πορισταῖς,
Μύρμηκί θ' ὁμοῦ καὶ Νικομάχῳ
τόδε δ' Ἀρχενόμῳ· καὶ φράζ' αὐτοῖς
ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ
καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως
1510 ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω
στίξας αὐτοὺς καὶ ξυμποδίσας
μετ' Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.
1515ΑΙ. Ταῦτα ποήσω· σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρ' ἐγώ ποτε
δεῦρ' ἀφίκωμαι. Τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520 Μέμνησο δ' ὅπως ὁ πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτ' εἰς τὸν θᾶκον τὸν ἐμὸν
μηδ' ἄκων ἐγκαθεδεῖται.
ΠΛ. Φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525 λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
ΧΟ. Πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποητῇ
εἰς φάος ὀρνυμένῳ δότε, δαίμονες οἱ κατὰ γαίας,
1530τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
Πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ' ἂν οὕτως
ἀργαλέων τ' ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.