- Λῦτο δ' ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ
Βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.
τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι·
καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύριγξ
ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις
οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ·
καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν
δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη
κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.
- καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,
αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ·
καὶ Πίθον εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας
ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι,
ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ·
οὐκέτι δ' αὐτοχύτοισι παρήια δάκρυσι δεύων
Βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας
φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ
μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·
κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος
δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,
καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.
- τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ
φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.
δαιτυμόνων δὲ φάλαγγες ἀμοιβάδες ἔνδοθεν αὐλῆς
ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.
καὶ Πίθος ἄγχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,
νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,
ἀλλήλους δ' ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν
πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,
δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ
δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν·
γείτονι δ' ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,
ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.
- Βάκχῳ δ' ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,
ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,
Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης·
καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων
ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,
καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ
ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ·
Βάκχου δ' ὑπναλέοιο παρεστηυῖα καρήνῳ
φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ·
- ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ
Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις·
μητρυιὴ δ' ὁρόωσα τεὴν φύξηλιν ἐνυὼ
Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.
αἰδέομαι Κρονίωνι φανήμεναι, ἅζομαι Ἥρην,
ἅζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·
Τιτήνων δ' ὀλετῆρα, προασπιστῆρα τοκῆος,
αὐχένα γαῦρον ἔχοντα κατ' οὐρανὸν Ἄρεα φεύγω,
ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·
καὶ γνωτὴν σέο μᾶλλον, ἀριστογόνοιο τοκῆος
αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,
Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ
μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·
εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ
αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,
Τιτήνων σκεδάσασα θυελλήεσσαν ἐνυώ,
πατρῴου δ' ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου·
καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.
ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,
ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ
ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,
ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος
ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δ' ἐμὸν αἰθέρα φεύγω
μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.
θύρσους δ' ἠρεμέοντας ὀπιπεύουσα Λυαίου
μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ
παρθένος Ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου
οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,
μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης
πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.
παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ
ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,
ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,
Γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.
καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω
ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.
οὐ σὺ Διὸς τεκέεσσιν ὁμοίιος· οὐ κτάνες ἰῷ
Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,
οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ,
οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης
Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.
ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρου·
πηκτίδες †οὐ ψαύουσιν ἐνυαλίην μετὰ νίκην·
νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ
ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.
τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.
- ὣς φαμένη πεπότητο. θεὸς δ' ἀνεπήλατο λέκτρων,
φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου ....
καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δ' ἔνδυνε χιτῶνα
Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
ὤμοις δ' ἀκαμάτοισι περὶ κληῖδα φυλάσσων
φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,
πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
Σιληνοὶ δ' ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν
στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
εἰς δρόμον ἐσσυμένης λοφιὴν ἐπεμάστιεν ἄρκτου
λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων
ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.
- καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσσας
Βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων,
σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,
δμῶας ἔχων κατόπισθε· Μέθῃ δ' ἅμα μητέρι νύμφη
λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,
καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων
εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·
καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,
ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ.
οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν ἐς χθόνα Λυδῶν
Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,
δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης
ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων
πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ
ἵσταται εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,
τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·
- εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ
δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ
λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ
νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δ' ἄμφω,
οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.
- καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι
Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων
καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ
καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης
Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ἀπὸ δένδρων ...
Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης
καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.
- ἔνθα τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,
ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,
ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,
αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ
ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις
εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ
πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη
χήρη, γηραλέη, γαμίων ἔτι νῆις ἐρώτων,
εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,
ἄβροχον ἅρμα φέρων τετράζυγον Ἐννοσιγαίου
νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ
Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,
οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·
καὶ δρόμος ἦν ἀνόνητος· ὑπ' Ἠελίοιο δὲ δίφρῳ
κηροπαγὴς φλογόεντι †ῥυμὸς θερμαίνετο πυρσῷ,
καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ
πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας
δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι
δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ
ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.
ὡς δ' ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος
ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,
ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,
οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.
καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ
ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,
οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ
σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ
δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται
ἀντὶ Διὸς σύροντο θυηπολέειν Λυκοόργῳ.
- οὐδὲ λάθες, Διόνυσε, δολορραφέος φθόνον Ἥρης·
ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ
ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρα σε θέλξῃ
κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ·
δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ
Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
- οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ
Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·
καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,
δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,
κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,
αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν
ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ·
- τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῥα καὶ αὐτὸς
Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;
οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,
οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·
οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς·
οὐ θρασὺν ἵππον ἔχουσιν ἀρήιον· οὐδ' ὑπὲρ ὤμων
βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.
αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες
δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;
θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης
οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ
ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δ' οὐκ οἶδα πιθέσθαι
ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·
μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ
Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη·
Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι·
Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· οἶδας Ἀθήνην
παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.
τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις
πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει·
ἔμπης δ', ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω
μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,
γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη
ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου ...
- ... στήσω δ' ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ
θύρσους Βασσαρίδων, νόθα δούρατα· βουκεράων δὲ
Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας
τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω,
ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν
Σιληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην.
ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ
Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας
πορφυρέους καὶ θῆλυν ἐπ' ἰξύι κυκλάδα μίτρην
γνωτῇ σεῖο δάμαρτι φυλάξομεν Ἀφρογενείῃ,
ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου
ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω
εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ
ἡμερίδων ὄρπηκας, †εὔια δῶρα Λυαίου,
θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ.
καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου
Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην
δώματα ναιετάουσα μετ' οὔρεα, δαιδαλέην δὲ
νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,
καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ·
καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,
ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ
ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,
κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.
Σιληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης
εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου
κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.
- ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.
- καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,
γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων
ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν·
εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ
χαιτήεις κεκόρυστο λέων λυσσώδεϊ λαιμῷ
καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.
τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,
Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,
καὶ πλέον ἔλλαβε θάρσος. ἀναΐξασα δὲ δαίμων
νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·
- γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας ἐνυώ·
μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·
μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·
μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·
ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·
ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
ἄρτι μέλος πλέξωμεν ἀθωρήκτοιο χορείης,
καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,
μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι·
ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων
εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,
ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ
θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.
οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει·
ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς
πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν
οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήσσειεν ἐνυώ.
- ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ
αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης
ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους
καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων
καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ
πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,
ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ
ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.
καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας
ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων
ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·
καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,
καὶ φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν·
χερσὶ δὲ δινεύουσα φιλεύια ῥόπτρα Λυαίου
Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.
- καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης, ...
αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς
καὶ καναχῆς σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς
μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·
καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,
σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·
- ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;
καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις
ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.
εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.
τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρα τις εἴπῃ,
ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου
ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.
οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,
οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες
ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.
σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,
καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου
ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.
- ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας
θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν
ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης,
ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν,
ἄλλη βοτρυόεσσαν ἀπηκόντιζεν ὀπώρην,
ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις·
πολλαὶ δ' αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ
ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης.
ὡς δ' ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ
ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον αἴγλην
......................... ποιμήν,
Πανὶ δὲ κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι·
ἄφνω δ' ἐκ σκοπέλοιο χύθη μυκώμενον ὕδωρ
κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο·
αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν
δειμαίνων θρασὺ κῦμα χαραδραίου ποταμοῖο,
οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ·
ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης
εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας·
καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν ἐνυώ,
θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,
χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ·
καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη,
μητρυιὴ βαρύδουπος ἐπιβρίζουσα Λυαίῳ,
καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης
ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου·
ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου,
αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων·
ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης
γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης.
- τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,
καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου
χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς·
τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ·
- εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί;
οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων
θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγες αἰχμήν·
ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,
τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ
πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.
σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,
ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη
χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.
- τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου
ἀσχαλόων Λυκόοργος ἐς ὕδατα ῥῆξεν ἰωήν·
- αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,
ὥς κεν ἀεθλεύσοιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα
ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ' ἀπὸ κόλπων
Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον ἐς χθόνα σύρω.
ἀλλ', ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων
καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,
Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου
καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,
σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου,
οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω
ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης
ἐνδόμυχον Διόνυσον ἀφαρπάξωσι θαλάσσης·
ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,
δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης,
ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ
ἐς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,
καὶ θρασὺς εἰς ἐμὸν οἶκον ὁμαρτήσειε Παλαίμων
ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,
ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων
δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,
αὐτὸς ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω,
εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.
- ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ
καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν.
Ζεὺς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ·
- ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων·
χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί.
ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ
γυμνὴν Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην,
οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ,
ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.
- τοῖον ἔπος κατέλεξε δι' ἠέρος ὑψιμέδων Ζεὺς
δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου.