3353 297 1 0 0 0 V d. C. Epica Nonnus XLII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 27

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ - XLII

- Ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ

θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων

ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,

τόξα φέρων φλογόεντα· κατωμαδίη δὲ καὶ αὐτὴ

μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.

ὡς δ' ὁπότ' ἀννεφέλοιο δι' αἰθέρος ὀξὺς ὁδίτης

ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,

ἢ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ ...

αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·

ὣς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,

παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,

ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ

ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,

παρθενικῆς ὑπ' ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων

διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,

δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.

- τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,

ὃς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων

ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου

πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,

καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς

θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.

ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ

δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,

βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ

εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,

οἰστρήσας δ' ἐς ἔρωτα κυβερνητῆρα τριαίνης

διπλόον ἕδνον ἔρωτος ἄγειν ἁλιγείτονι κούρῃ,

ναύμαχον ὑγρὸν ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.

καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει

εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ

θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην ...

Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·

ἔφλεγε δ', ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.

ἀμφοτέρους δ' οἴστρησε· δι' αἰθερίης δὲ κελεύθου

κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις

νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,

τοῖον ἔπος βοόων φιλοκέρτομον· ἀνέρας οἴνῳ

εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.

- καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων

ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης,

θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ

ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς ἐρώτων.

πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,

λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,

καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης·

οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ

παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.

καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων

Ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων

αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ

μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ

φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.

καὶ Βερόης μετρηδὸν ἐπ' ἴχνεσιν ἴχνος ἐρείδων,

οἷά περ ἀγρώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ

ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων Ἐνοσίχθων

ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,

καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,

κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.

καὶ γλυκερῆς ἀκόρητος ἔσω Λιβανηΐδος ὕλης

οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,

οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι,

τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης

μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος Ἐννοσιγαίου;

καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν

παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,

ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ

στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης

ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν

δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.

καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ἕρπων

χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην

παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ·

καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο καὶ σφυρὰ κούρης

νισομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,

κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ

χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου

ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,

οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ

μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς

κάλλος ἑὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ

πολλάκις ἰσάζουσα παρ' ὀφρύσιν ἄκρα κομάων

πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.

ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ

ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,

καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου

ἁβρότεροι γεγάασιν, ὅτ' ἀπλεκέες καὶ ἀλῆται

χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.

- καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,

οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,

χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ

κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη

χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,

ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ

ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ

κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,

νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.

καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ

πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·

- ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ

σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο.

εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας

νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,

ἀλλ' ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ

μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,

ὅττι τόσοις ῥοθίοισι δι' ὕδατος ὕδατα σύρων

οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ἀκοίτης.

- ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχρονον ὕδωρ

Νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.

καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων

εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ

ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,

οἷα περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·

- παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·

φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην

ὑδατόεις κλέψειεν ἐν ὕδασι Κυανοχαίτης,

ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ

Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·

καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην

ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.

ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς Ἐνοσίχθων,

καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ

διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.

- εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,

ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην

Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ

ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ

εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ

ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·

καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,

πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,

εἰς πίτυν ὄμμα φέρων βεβιημένον, ἄλλοτε πεύκην

ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου

ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,

μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ

κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης

Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν ἐρώτων.

- καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,

ἀλλὰ φόβῳ πεπέδητο. φιλεύιε, πῇ σέο θύρσοι

ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτης

γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;

πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,

παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων·

Γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·

τοσσατίων δ' ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν,

καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,

δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις

θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων

φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν.

καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης

γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,

ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·

ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ

εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.

καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας

αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,

καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·

- Ἄρτεμι, πῇ σέο τόξα; τίς ἥρπασε σεῖο φαρέτρην;

πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;

πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;

πῇ χορὸς ἀμφιπόλων; πῇ δίκτυα; πῇ κύνες ἀργαί;

οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ

ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.

- ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ

παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ

αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,

ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ·

οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.

καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη

νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη

οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης

ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς ἐρώτων

ἐσσομένης φιλότητος, ἐπ' ἀπρήκτῳ δὲ μενοινῇ

ἀνέρες ἱμείρουσιν, ὅτ' ἀγνώσσουσι γυναῖκες.

- καὶ θεὸς ἦμαρ ἐπ' ἦμαρ ἔσω πιτυώδεος ὕλης

δείελος, εἰς μέσον ἦμαρ, ἑώιος, ἕσπερος ἕρπων,

παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν·

πάντων γὰρ κόρος ἐστὶ παρ' ἀνδράσιν, ἡδέος ὕπνου

μολπῆς τ' εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ

εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ

οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου.

- καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,

δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων

κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος ἐρώτων.

ὡς δ' ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων

ἐσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων

οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ

βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ

ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ

τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου

ἂψ ἀνασειράζων παλινάγρετον ἔκλασεν οὐρὴν

κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ

ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων·

οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι Νίκη,

βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.

- ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς ἀφροδίτην

Πανὶ δασυστέρνῳ Παφίης ἐγκύμονι μύθων

Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,

καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν ἐρώτων.

καὶ καμάτους Βάκχοιο πυρὶ πνείοντας ἀκούων

Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινὴν

οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν

Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν ἐρώτων

ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·

- ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας·

καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,

εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.

ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.

πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ

κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,

καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες ἐρώτων

θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες

ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν ἐρώτων.

καὶ γὰρ ὅτ' ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,

λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας

Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν ἐρώτων

μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς,

οἷα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,

ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων

θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,

κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,

πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας

ψευδαλέον σέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ.

καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ

μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,

καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης·

κούρη δ' εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν

αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ

ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφῆς

εἰσαΐειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης·

παρθενικὴν δ' ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,

κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων.

ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης·

εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,

οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης

ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες ἐρώτων,

παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί.

ἕδνα δὲ σεῖο πόθοιο, τεῆς κειμήλια νύμφης,

μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,

οἷα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γὰρ

ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ

κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.

μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ

ποῖα παρ' Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;

Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον ἐρώτων;

ἄργυρον Ὠρίων οὐκ ὤπασεν Ἠριγενείῃ·

οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατος· ἀλλ' ἄρα μοῦνος

χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς

ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·

οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλὰ θεαίνης

ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων

φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω·

βάρβιτα χειρὶ τίταινε, τεῆς ἀναθήματα Ῥείης,

Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ

πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ,

Δάφνην πρῶτον ἄειδε καὶ ἀσταθέος δρόμον Ἠχοῦς

καὶ κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,

ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν

μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,

Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους·

μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ.

καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης

καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ

μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης ...

οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ

ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.

μέλψον ἐρωμανέουσαν ἐπ' Ἐνδυμίωνι Σελήνην,

μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καὶ αὐτὴν

αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,

νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει

πατρῴων ἀίουσα μελίφρονα θεσμὸν ἐρώτων.

σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω·

ἀλλά με καὶ σὺ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.

- ὣς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.

- καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη

υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη·

καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης

ὄρχατον ἀμπελόεντα καὶ ὄμπνια λήια γαίης

καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων

ἤθεσι κερδαλέοισι, καὶ οἷά τε γηπόνος ἀνήρ,

ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ·

- εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἢν ἐθελήσῃς,

ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.

Ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ

νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω·

'Σκορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ

αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ

Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας;

αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει

λουομένην Φαέθοντι.' καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης

χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω·

'διψαλέη πότε γαῖα Διὸς νυμφεύεται ὄμβρῳ;'

εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω·

'ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;

ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,

πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ

καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω·

'ἄμπελος ἡβώωσα πεπαίνεται ἄμμορος ἅρπης·

παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην;

σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει·

λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς

μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.'

δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς·

ὑμετέρης με κόμιζε φυτηκόμον Ἀφρογενείης,

ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ

ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.

οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι

καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ·

ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,

καὶ κρόκον, ἢν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.

μή μοι χρυσὸν ἄγῃς κομιδῆς χάριν· οὐ χρέος ὄλβου·

μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.

- τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη

Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.

- ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέρραφεν Εἰραφιώτης·

καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης

οἷά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων

εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·

- τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;

τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει

ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.

- εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.

- καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων

νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη

εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γὰρ

ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει·

βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·

δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·

γειοπόνοι δ' εὕδοντες ἀροτρεύουσιν ἀρούρας,

αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ

ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ

εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.

οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,

μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,

καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ

παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·

καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,

εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.

μέμφετο δ' ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ

Ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην

τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,

φάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου

πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.

ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς

λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.

- καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,

θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ ...

στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,

λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ

παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου

φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν,

καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων

αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,

καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.

- καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην

ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς

εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·

καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,

καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,

ὅττι μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ

θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς

τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·

- παρθένε, σὸν δι' ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·

σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου·

πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω

σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·

ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ

νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.

παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,

ὅττι σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη

σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον ἐρώτων;

ἀλλ' ἐρέεις Γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·

νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·

οὔ σε τέκε Γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,

Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;

μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ

εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,

ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,

καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,

καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·

νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν

ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας·

οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα φαρέτρην

μῦθον ἀγηνορίης φιλοπάρθενος ὤπασε Σύριγξ,

ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ

ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ' ἔτι Πανὸς ἀείδει·

καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,

ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,

ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ

Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.

καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ

θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης

διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην·

καὶ λίνα σεῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων

λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.

ποῖά σοι Ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;

ἦ ῥά σοι ἕδνα γάμοιο †δεδέξεται ἁλμυρὸν ὕδωρ

καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν

δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;

δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ

Βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω·

δέξο μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην·

εἰ δ' ἐθέλεις δόρυ θοῦρον, Ἀδώνιδος οἷά τε κούρη,

θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.

φεῦγε, φίλη, βαρὺν ἦχον ἀσιγήτοιο θαλάσσης,

φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον ἐρώτων.

ἄλλῃ Ἀμυμώνῃ παρελέξατο Κυανοχαίτης,

ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή·

καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·

Ἀστερίην δ' ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη·

παρθενικὴν δ' Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.

οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν

λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει

ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης

ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς

ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω ...

οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.

ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω·

ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω

δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο·

Ἡλιάδων ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ

λευκὸν ἐρευθιόωσα, βολαῖς δ' ἀντίρροπος Ἠοῦς

εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν ...

καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει

μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ

λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί·

μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου

σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.

- τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη

χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,

μὴ πάλιν ἄλλον ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,

ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ

μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν ἐρώτων,

ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ

ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες

καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ

διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.

- ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ·

παρθενικῆς δ' ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ

σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,

κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,

ἴκμια διψαλέοιο δι' οὔρεος ἴχνια πάλλων,

παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,

ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·

καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης

οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ ...

εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου

κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·

ὀξὺ δὲ λεπταλέοιο δι' εἵματος οἷα κατόπτρῳ

ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο μορφῆς,

οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων

στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς

μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,

δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,

παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ

εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων Ἐνοσίχθων

μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ

παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·

- Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·

οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου

οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω

Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ

εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·

οὐ Πάφος, οὐκέτι Λέσβος· Ἀμυμώνης δὲ τιθήνη

ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,

μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ

τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.

παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ

ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·

πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης·

σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρα τις εἴπῃ,

ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις Ἐννοσιγαίου

πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου

Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.

οὔ σοι Βασσαρίδας μανιώδεας ἐγγυαλίξω,

οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σιληνὸν ὀπάσσω·

ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς

Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·

δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·

καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου

Ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω·

σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.

εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω

θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω

μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.

- ἔννεπε· χωομένην δὲ λιπὼν δυσπειθέα κούρην

ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·

- Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην

τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις

καὶ γενέτης Βερόης καὶ νυμφίος Ἀφρογενείης.

- τοῖα μὲν Ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·

πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,

κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ

ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ

χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,

πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.

- καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης

ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ

ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον ἐρώτων

ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα

καὶ γάμον αἰχμητῆρα καὶ ἱμερόεσσαν ἐνυώ.

καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ

Κύπρις ἐπ' ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης

παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν ἐρώτων·

ἀμφοτέροις δὲ θεοῖσι μίαν πιστώσατο φωνήν·

- ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω

τὴν μὲν ὀφειλομένην Ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·

ἀλλ' ἐπεὶ οὐ γενόμην διδυμητόκος, οὐδὲ κελεύει

θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην

ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,

ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·

οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης

ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·

ὃς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω ...

ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης

γείτονος ἀμφὶ πόληος, ὅπῃ πολιοῦχος ἀκούω,

πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·

συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην

πόντιος Ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης

γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,

μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων

ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.

εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ

φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ

κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.

- ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ

ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ

καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι

συνθεσίας· καὶ δῆρις ἀέξετο πομπὸς Ἐρώτων

καὶ κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.

οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος

σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,

μάρτυρες ὑσμίνης Λιβανηΐδος ὑψόθι πέτρης.

- ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·

κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης

βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω

ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,

φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.

καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·

ἔμπης δ' εἰς μόθον ἦλθεν. ἐπ' ἀμφοτέρων δὲ κυδοιμῷ

ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,

δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.