736 62 0 2 0 0 485 a. C. Epinicio Pindarus VII Nemea Bowra, C. M., Oxford, 1946. 0 5 triadi stesicoree

˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ

ˉ˘˘ˉ˘˘˘˘ˉˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ

ˉ˘˘ˉ˘ˉˉ˘ˉ˘ˉ˘ˉ

˘ˉ˘ˉˉ˘˘˘˘ˉ˘˘ˉ˘ˉˉ

˘ˉ˘˘ˉˉ˘ˉ˘˘˘˘ˉ

ˉˉ˘˘ˉ˘ˉˉˉ˘˘˘˘˘˘ˉ˘ˉ

ˉˉˉ˘˘ˉ˘˘ˉ˘˘ˉ˘˘˘ˉ˘ˉ

ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ

˘ˉ˘ˉˉ˘˘ˉ˘˘˘ˉ

˘˘˘ˉ˘˘ˉˉ˘ˉ

ˉ˘ˉˉ˘˘ˉ˘˘˘ˉ˘ˉ

ˉ˘˘˘ˉ˘˘ˉ˘˘˘ˉ˘ˉ

˘˘˘ˉ˘˘ˉ˘ˉ˘˘˘ˉ˘˘ˉ˘ˉ˘ˉˉ

PINDARUS - Nemea VII - ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΕΝΤΑΘΛΩΙ

Α΄ («®/3µ8¼¾DÄIÉἘλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,

ª-/±467;¾BÄÆMOÐTÕØ_ßfäπαῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν

©,-²5¸ºAÁFÈMÍοὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν

)ª-¯³68:=¿DEÆIÊÌτεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.

   5(ª-.°·:¼ADFHÈἀναπνέομεν δ' οὐχ ἅπαντες ἐπὶ ἴσα·

©­03¶9»BDFIKMÏUÖεἴργει δὲ πότμῳ ζυγένθ' ἕτερον ἕτερα. σὺν δὲ τίν

ª®14µ7¸:?AÁGÈκαὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθείς

©«-0²4·º=¾DFÇLËÏεὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.


)«¯35·:¾ÁFÆKËπόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων

  10©*,®35:=¾CÄÈLOÏSÒÕYÚaàΑἰακιδᾶν· μάλα δ' ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.

©,/±4·ºAÁFÉMÌεἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν

)«-±³68:=ÁFHÉNÏÓῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαί

*¬02µ¸;½BEFHÉσκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·

¨¬03¶9»ADFHKMÎUÕἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,

  15©­/1³6¸:?AÁFÆεἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος

©«.0³5¸»BÃHJÉNÎÑεὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.


)¬/²µ8=¿BEGÇσοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον

(*,±57º¾DÄἔμαθον, οὐδ' ὑπὸ κέρδει βλάβεν·

¨+¬02µ9=@ÁFÆἀφνεὸς πενιχρός τε θανάτου παρά

  20©+.¯36¸;ABÄIÊσᾶμα νέονται. ἐγὼ δὲ πλέον' ἔλπομαι

)+.°34·:¼BCFÇKLÌQÑXØÚλόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ' Ὅμηρον·


Β΄ («¯13¶9»½CÅIÉἐπεὶ ψεύδεσί οἱ ποτανᾷ ‹τε› μαχανᾷ

©,/±47;?¾CÅÉNPÑUÖÙbákêσεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις. τυφλὸν δ' ἔχει

¨*-¯1´¸;ÀEÈMÎἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν

  25(«.°³479;ÀEHÉOÏÒἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθείς

(«.0´µ8º=ABFÆὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν

ª¬02¶;½BEGIJMÍSÓλευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ

©¬/1³6¸;@BÃHÈξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς

¨­/2µ7»½BÂGIÊMÎÒἂν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαί


  30*­°35¹=ÀÂHÉNÏπρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται

©-.°46;?¿CÄÉNPÏTÖØ^Þdãκῦμ' Ἀίδα, πέσε δ' ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται

¨,-°3·º?¿EÆJÊὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων.

)ª,­²57:=¿DFÈLÌÐβοαθοῶν τοι παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου

)«02¶º=¾BEHJËμόλον χθονός. ἐν Πυθίοισι δὲ δαπέδοις

  35ª­12µ8º¿DFHKÌRÒκεῖται Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,

©­02´7¹;AFÆKÊτᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ' ἀποπλέων

ª­03µ8½ÁFËPRÒW×ÚΣκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ' εἰς Ἐφύραν ἵκοντο.


)«.¯´79¼?BDÄΜολοσσίᾳ δ' ἐμβασίλευεν ὀλίγον

*,0²68¼¾CÄχρόνον· ἀτὰρ γένος αἰεὶ φέρει

  40ª,¯24¸:=AÃIÈτοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,

*+/±67¸:?BÂFÅκτέατ' ἄγων Τροΐαθεν ἀκροθινίων·

(*.¯36¸=¾CEGÈMOÏVÖ]Ýßἵνα κρεῶν νιν ὕπερ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ.


Γ΄ )«®25·:½ÁFÆJËβάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.

¨+.±469;½AÃÆLOÑV×Ûbágåἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ

  45©*,®3´·;¿CÄIÊΑἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι

)«.³¶89=@ÂFGÇMÎÒθεοῦ παρ' εὐτειχέα δόμον, ἡροΐαις δὲ πομπαῖς

)«.0´·:»@CEGÈθεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.

©ª,.±5·=?ACDGÆKÌεὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·

©­/2µ8»ACFÆKÌοὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,

  50©«-1²6·½BÂJLÎSÖÙΑἴγινα, τεῶν Διός τ' ἐκγόνων. θρασύ μοι τόδ' εἰπεῖν


)ª®13¶9»¿CÂHÈφαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων

©+-±47:=¿CÄÈMQÒUÕØ_Þhçοἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ' ἔχει

ª-/³6¹¿DÅJÊNÍκαὶ μέλι καὶ τὰ τέρπν' ἄνθε' Ἀφροδίσια.

)ª/±´89;?¿EFÆLÌÏφυᾷ δ' ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες

  55(«/3¸¼BÃKOQSÓὁ μὲν τά, τὰ δ' ἄλλοι· τυχεῖν δ' ἕν' ἀδύνατον

©¬.0±4¶8;?ACEÈMÍεὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω

©¬13·9½ADFÇLÌεἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον

¨ª,0±3´¹AÁEGÉMÎÒὤρεξε. Θεαρίων, τὶν δ' ἐοικότα καιρὸν ὄλβου


)«-±´8;½BDFÆδίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ

  60)+-±46¹½CÃσύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.

ª,°²7º=ACÃIÉξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,

(*,¯14µ9;@ÁIÉὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ' ἄγων

*+.°24¸:¼BDFÆNPÑUÖ[Ýßκλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δ' ἀγαθοῖσι μισθὸς οὗτος.


Δ΄ (©¯25¸9½ÀEÆMÍἐὼν δ' ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ' ἀνήρ

  65¨)+¬/146º½ÃÇKMÌQÒ×^ÞdãἸονίας ὑπὲρ ἁλὸς οἰκέων, καὶ προξενίᾳ πέποιθ', ἔν τε δαμόταις

¨+-°3¶¹?ÂGÇLÌὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,

)«,¯´8:?AÂHKÍQÓÖβίαια πάντ' ἐκ ποδὸς ἐρύσαις· ὁ δὲ λοιπὸς εὔφρων

)«/1´¸=¾DGJLÍποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,

©¬02µ8»@BCFGIÊOÏεἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.

  70©+-/257º=@DÄIÈΕὐξένιδα πάτραθε Σώγενες, ἀπομνύω

©¬/3¶9»ÀDÅJLÌOÐÔμὴ τέρμα προβαὶς ἄκονθ' ὥτε χαλκοπάραον ὄρσαι


)ª¯26¹;½ÀFÇLÌθοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων

©+-±57:=½BÅÇKOÐTÓ×ZÛbáαὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.

©,.±6¹½DÃIÉNÏεἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.

  75(©,°²58;?ÂGJÊOÎÒἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθείς

(ª-/´¸:¾BEGIÉἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.

©¬13¶9»@DFHJKÎRÔεἴρειν στεφάνους ἐλαφρόν, ἀναβάλεο· Μοῖσά τοι

©¬°2µ9½ADFÆMÍκολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾶ

ª®01´7¹½BÁFHÉOÎÑκαὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ' ἐέρσας.


  80)ª.±´68»@CEÄΔιὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ

)+-¯45¸»AÂπολύφατον θρόον ὕμνων δόνει

¨*¬02´58;¼CÄἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει

)+-°46¹;=@ÁEÅδάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ

(*.°36º;½CFHÉNPÑWØ_ßâὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,


Ε΄ (ª­13´7»¼@ÀEÆἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,

  86¨*-®347;¿ÃÈÍQTÔYØàgçlëἩράκλεες, σέο δὲ προπράον' ἔμ‹μ›εν ξεῖνον ἀδελφεόν τ'. εἰ δὲ γεύεται

¨,/±5º¼BÄHÊOÐἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον' ἔμμεναι

)ª-¯±68:;¿CEÆKÌÏνόῳ φιλήσαντ' ἀτενέϊ γείτονι χάρμα πάντων

(ª,-²¸:¾CDGIÊἐπάξιον· εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι, ‑

  90¨¬24·;½BEHJLNÑUÕἐν τίν κ' ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς

ª¬03¶8º?ACÄIÉναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων

©«02´7¸»?¿DFÅJËÌθυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἄγυιαν.


(«®12µ7º¾CÃIÊἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοῖς

¨,.°368;¾CÃÇLNÎSÒ×[Ýdâἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,

  95©/1³5¸º@ÀFÈLÌτὶν δ' ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν

)«/´¶8:@BÃHLÍQÒÕκόραν τε γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκάν

(ª,.¯³6¸=@CEÅἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.

©¬02µ8º?ABEFHÉNÏεἰ γὰρ σύ ἱν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις

¨ª-/±4·9:?¾CÄἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις

 100©¬.2³6»½CÅILÍPÒÔεὐδαίμον' ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεί


)«/²¶;?ÀCFHÈγέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.

).0´79¼¿DÃτὸ δ' ἐμὸν οὔ ποτε φάσει κέαρ

¨+®03´79;¾CÄἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι

(*,±36º@CEÈMÎἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ' ἀμπολεῖν

 105(*,­02µ9½ADFÇKMÍTÓYÙÜἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας 'Διὸς Κόρινθος'.