ΑΜΦΙΤΡΥΩΝ
Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύων', ὃν Ἀλκαῖός ποτε
ἔτιχθ' ὁ Περσέως, πατέρα τόνδ' Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ' ὁ γηγενὴς
5σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
ἔσωσ' ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν· ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
10ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
λωτῶι συνηλάλαξαν ἡνίκ' εἰς ἐμοὺς
δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατωικίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
15Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
ὠρέξατ' οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα. συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
20ἐξημερῶσαι γαῖαν, εἴθ' Ἥρας ὕπο
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκ' ἐς Ἅιδου τὸν τρισώματον κύνα
25ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
30Ἀμφίον' ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὢν ἀλλ' ἀπ' Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδ' ἐπεσπεσὼν πόλιν.
35ἡμῖν δὲ κῆδος ἐς Κρέοντ' ἀνημμένον
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
40κτανὼν δάμαρτά ‹θ'›, ὡς φόνωι σβέσηι φόνον,
κἄμ' (εἴ τι δὴ χρὴ κἄμ' ἐν ἀνδράσιν λέγειν,
γέροντ' ἀχρεῖον), μή ποθ' οἵδ' ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέ (λείπει γάρ με τοῖσδ' ἐν δώμασιν
45τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός)
σὺν μητρί, τέκνα μὴ θάνωσ' Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμ' ἱδρύσατο
50Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
πάντων δὲ χρεῖοι τάσδ' ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτωι πέδωι
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθ' ἀπορίαι σωτηρίας.
55φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
οἱ δ' ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
ἧς μήποθ' ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
60ΜΕΓΑΡΑ
ὦ πρέσβυ, Ταφίων ὅς ποτ' ἐξεῖλες πόλιν
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτ' ἐς πατέρ' ἀπηλάθην τύχης,
ὃς οὕνεκ' ὄλβου μέγας ἐκομπάσθη ποτὲ
65ἔχων τυραννίδ', ἧς μακραὶ λόγχαι πέρι
πηδῶσ' ἔρωτι σώματ' εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμ' ἔδωκε παιδὶ σῶι,
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντ' ἀνέπτατο,
70ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνήισκειν, γέρον,
οἵ θ' Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σώιζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους.
οἱ δ' εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων
Ὦ μῆτερ, αὐδᾶι, ποῖ πατὴρ ἄπεστι γῆς;
75τί δρᾶι, πόθ' ἥξει; τῶι νέωι δ' ἐσφαλμένοι
ζητοῦσι τὸν τεκόντ', ἐγὼ δὲ διαφέρω
λόγοισι μυθεύουσα. θαυμάζων δ' ὅταν
πύλαι ψοφῶσι πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῶιον προσπεσούμενοι γόνυ.
80νῦν οὖν τίν' ἐλπίδ' ἢ πόρον σωτηρίας
ἐξευμαρίζηι, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅρι' ἂν ἐκβαῖμεν λάθραι
(φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ' ἐξόδους)
οὔτ' ἐν φίλοισιν ἐλπίδες σωτηρίας
85ἔτ' εἰσὶν ἡμῖν. ἥντιν' οὖν γνώμην ἔχεις
λέγ' ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ἦι.
Αμ. ὦ θύγατερ, οὔτοι ῥάιδιον τὰ τοιάδε
φαύλως παραινεῖν σπουδάσαντ' ἄνευ πόνου·
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
90Με. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;
Αμ. καὶ τῶιδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Με. κἀγώ· δοκεῖν δὲ τἀδόκητ' οὐ χρή, γέρον.
Αμ. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ' ἄκη.
Με. ὁ δ' ἐν μέσωι γε λυπρὸς ὢν δάκνει χρόνος.
95Αμ. γένοιτο μέντἄν, θύγατερ, οὔριος δρόμος
ἐκ τῶν παρόντων τῶνδ' ἐμοὶ καὶ σοὶ κακῶν
ἔλθοι τ' ἔτ' ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλ' ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
100κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματ' ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει,
οἵ τ' εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς·
ἐξίσταται γὰρ πάντ' ἀπ' ἀλλήλων δίχα.
105οὗτος δ' ἀνὴρ ἄριστος ὅστις ἐλπίσιν
πέποιθεν αἰεί· τὸ δ' ἀπορεῖν ἀνδρὸς κακοῦ.
ΧΟΡΟΣ
ὑψόροφα μέλαθρα καὶ γεραι-
ὰ δέμνι' ἀμφὶ βάκτροις
ἔρεισμα θέμενος ἐστάλην
110ἰηλέμων γέρων ἀοι-
δὸς ὥστε πολιὸς ὄρνις,
ἔπεα μόνον καὶ δόκημα νυκτερω-
πὸν ἐννύχων ὀνείρων,
τρομερὰ μὲν ἀλλ' ὅμως πρόθυμ',
115ὦ τέκεα τέκεα πατρὸς ἀπάτορ',
ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-
τερ, ἃ τὸν ‹ἐν› Ἀίδα δόμοις
πόσιν ἀναστενάζεις.
μὴ προκάμητε πόδα†βαρύ τε κῶ-
120λον ὥστε πρὸς πετραῖον
λέπας ζυγηφόρον πῶλον
ἀνέντες ὡς βάρος φέρον
τροχηλάτοιο πώλου.
λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοι-
125πε ποδὸς ἀμαυρὸν ἴχνος.
γέρων γέροντα παρακόμιζ',
ὧι ξύνοπλα δόρατα νέα νέωι
τὸ πάρος ἐν ἡλίκων πόνοις
ξυνῆν ποτ', εὐκλεεστάτας
130πατρίδος οὐκ ὀνείδη.
ἴδετε πατέρος ὡς γορ-
γῶπες αἵδε προσφερεῖς
ὀμμάτων αὐγαί,
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
135οὐδ' ἀποίχεται χάρις.
Ἑλλὰς ὦ ξυμμάχους
οἵους οἵους ὀλέσασα
τούσδ' ἀποστερήσηι.
ἀλλ' εἰσορῶ γὰρ τόνδε δωμάτων πέλας
Λύκον περῶντα, τῆσδε κοίρανον χθονός.
140ΛΥΚΟΣ
τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
εἰ χρή μ', ἐρωτῶ· χρὴ δ', ἐπεί γε δεσπότης
ὑμῶν καθέστηχ', ἱστορεῖν ἃ βούλομαι.
τίν' ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
τίν' ἐλπίδ' ἀλκήν τ' εἰσορᾶτε μὴ θανεῖν;
145ἦ τὸν παρ' Ἅιδηι πατέρα τῶνδε κείμενον
πιστεύεθ' ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἴρεσθ', εἰ θανεῖν ὑμᾶς χρεών,
σὺ μὲν καθ' Ἑλλάδ' ἐκβαλὼν κόμπους κενοὺς
ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
150σὺ δ' ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
ἢ τὸν Νέμειον θῆρ', ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησ' ἀγχόναισιν ἐξελεῖν;
155τοῖσδ' ἐξαγωνίζεσθε; τῶνδ' ἄρ' οὕνεκα
τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών;
ὁ δ' ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρῶν ἐν αἰχμῆι, τἄλλα δ' οὐδὲν ἄλκιμος,
ὃς οὔποτ' ἀσπίδ' ἔσχε πρὸς λαιᾶι χερὶ
160οὐδ' ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξ' ἔχων,
κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν.
ἀνδρὸς δ' ἔλεγχος οὐχὶ τόξ' εὐψυχίας
ἀλλ' ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
165ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
ἀλλ' εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ
χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην.
170Αμ. τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
παιδός· τὸ δ' εἰς ἔμ', Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδ' ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι· κακῶς γάρ σ' οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητ' (ἐν ἀρρήτοισι γὰρ
175τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες)
σὺν μάρτυσιν θεοῖς δεῖ μ' ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήν' ἐναρμόσας βέλη
180τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
τετρασκελές θ' ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
ἐροῦ τίν' ἄνδρ' ἄριστον ἐγκρίνειαν ἄν·
ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν;
185Δίρφυν τ' ἐρωτῶν ἥ σ' ἔθρεψ' Ἀβαντίδα,
οὐκ ἄν ‹σ'› ἐπαινέσειεν· οὐ γὰρ ἔσθ' ὅπου
ἐσθλόν τι δράσας μάρτυρ' ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δ' εὕρημα, τοξήρη σαγήν,
μέμφηι· κλύων νυν τἀπ' ἐμοῦ σοφὸς γενοῦ.
190ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας.
195ὅσοι δὲ τόξοις χεῖρ' ἔχουσιν εὔστοχον,
ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δ' ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
200τὸ σῶμά τ' οὐ δίδωσι τοῖς ἐναντίοις,
ἐν εὐφυλάκτωι δ' ἐστί. τοῦτο δ' ἐν μάχηι
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σώιζειν τὸ σῶμα, μὴ 'κ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
205γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
παῖδας δὲ δὴ τί τούσδ' ἀποκτεῖναι θέλεις;
τί σ' οἵδ' ἔδρασαν; ἕν τί σ' ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγον' αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθ' ὅμως ἡμῖν βαρύ,
210εἰ δειλίας σῆς κατθανούμεθ' οὕνεκα,
ὃ χρῆν σ' ὑφ' ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δ' οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ' αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
215βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι.
φεῦ·
ὦ γαῖα Κάδμου (καὶ γὰρ ἐς σ' ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος),
τοιαῦτ' ἀμύνεθ' Ἡρακλεῖ τέκνοισί τε;
220Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν
Θήβας ἔθηκεν ὄμμ' ἐλεύθερον βλέπειν.
οὐδ' Ἑλλάδ' ἤινεσ' (οὐδ' ἀνέξομαί ποτε
σιγῶν) κακίστην λαμβάνων ἐς παῖδ' ἐμόν,
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
225φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
χέρσου τ' ἀμοιβὰς ὧν ἐμόχθησας χάριν.
τὰ δ', ὦ τέκν', ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθ' Ἑλλὰς ἀρκεῖ· πρὸς δ' ἔμ' ἀσθενῆ φίλον
δεδόρκατ', οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
230ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δ' ἦ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθηιμάτωσ' ἄν, ὥστ' Ἀτλαντικῶν πέραν
235φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ.
Χο. ἆρ' οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν;
Λυ. σὺ μὲν λέγ' ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σ' ἀντὶ τῶν λόγων κακῶς.
240ἄγ', οἱ μὲν Ἑλικῶν', οἱ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθ' ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δ' ἐσκομισθῶσιν πόλει
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατ' αὐτῶν κἀκπυροῦτε σώματα
245πάντων, ἵν' εἰδῶσ' οὕνεκ' οὐχ ὁ κατθανὼν
κρατεῖ χθονὸς τῆσδ' ἀλλ' ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου
250τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χο. ὦ γῆς λοχεύμαθ', οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
255ἀρεῖτε καὶ τοῦδ' ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθ', ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν;
ἀλλ' οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ
οὐδ' ἁπόνησα πόλλ' ἐγὼ καμὼν χερὶ
260ἕξεις. ἀπέρρων δ' ἔνθεν ἦλθες ἐνθάδε
ὕβριζ'. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς
ἔνερθ' ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
265ὁ δ' ὠφελήσας ἀξίων οὐ τυγχάνει·
κἄπειτα πράσσω πόλλ' ἐγὼ φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ' ἀσθενείαι τὸν πόθον διώλεσας.
270ἐπεί σ' ἔπαυσ' ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν,
ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·
οὐ γάρ ποτ' ἂν σὲ δεσπότην ἐκτήσατο.
275Με. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών.
ἡμῶν δ' ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δ' ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
280ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῶι δ' ἀναγκαίωι τρόπωι
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.
ἡμᾶς δ', ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν
285μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ' οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ' ὕπο,
290οὑμὸς δ' ἀμαρτύρητος εὐκλεὴς πόσις,
ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·
ἐμοί τε μίμημ' ἀνδρὸς οὐκ ἀπωστέον.
295σκέψαι δὲ τὴν σὴν ἐλπίδ' ἧι λογίζομαι·
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλ' ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ' ἐχθρὸν χρεών,
300σοφοῖσι δ' εἴκειν καὶ τεθραμμένοις καλῶς·
ῥᾶιον γὰρ αἰδοῖ σ' ὑποβαλὼν φίλ' ἂν τέμοις.
ἤδη δ' ἐσῆλθέ μ' εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδ'· ἀλλὰ καὶ τόδ' ἄθλιον
πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν,
305ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
ἓν ἦμαρ ἡδὺ βλέμμ' ἔχειν φασὶν μόνον.
τόλμα μεθ' ἡμῶν θάνατον, ὃς μένει σ' ὅμως.
προκαλούμεθ' εὐγένειαν, ὦ γέρον, σέθεν·
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας
310πρόθυμός ἐστιν, ἡ προθυμία δ' ἄφρων·
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χο. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ' ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν·
νῦν δ' οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων.
Αμ. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ', ἀλλὰ παιδὶ βούλομαι
σῶσαι τέκν'· ἄλλως δ' ἀδυνάτων ἔοικ' ἐρᾶν.
ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη
320κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο.
μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδ' ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν' εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325πατρός τε πατέρα. τἄλλα δ', εἰ πρόθυμος εἶ,
πρᾶσσ'· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Με. κἀγώ σ' ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
‹ἡμῖν› ἵν' ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
330δόμους ἀνοίξας (νῦν γὰρ ἐκκεκλήιμεθα),
ὡς ἀλλὰ ταῦτά γ' ἀπολάχωσ' οἴκων πατρός.
Λυ. ἔσται τάδ'· οἴγειν κλῆιθρα προσπόλοις λέγω.
κοσμεῖσθ' ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν
335ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί.
Με. ὦ τέκν', ὁμαρτεῖτ' ἀθλίωι μητρὸς ποδὶ
πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ' ὄνομ' ἔσθ' ἡμῶν ἔτι.
Αμ. ὦ Ζεῦ, μάτην ἄρ' ὁμόγαμόν σ' ἐκτησάμην,
340μάτην δὲ παιδὸς κοινεῶν' ἐκλήιζομεν·
σὺ δ' ἦσθ' ἄρ' ἧσσον ἢ 'δόκεις εἶναι φίλος.
ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δ' ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
345τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς.
Χο. αἴλινον μὲν ἐπ' εὐτυχεῖ
μολπᾶι Φοῖβος ἰαχεῖ
350τὰν καλλίφθογγον κιθάραν
ἐλαύνων πλήκτρωι χρυσέωι·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ'
ἐς ὄρφναν μολόντα παῖδ',
εἴτε Διός νιν εἴπω
355εἴτ' Ἀμφιτρύωνος ἶνιν,
ὑμνῆσαι στεφάνωμα μό-
χθων δι' εὐλογίας θέλω.
γενναίων δ' ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
πρῶτον μὲν Διὸς ἄλσος
360ἠρήμωσε λέοντος,
πυρσῶι δ' ἀμφεκαλύφθη
ξανθὸν κρᾶτ' ἐπινωτίσας
δεινοῦ χάσματι θηρός.
τάν τ' ὀρεινόμον ἀγρίων
365Κενταύρων ποτὲ γένναν
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τ' ἄρου-
370ραι πεδίων ἄκαρποι
καὶ Πηλιάδες θεράπναι
σύγχορτοί θ' Ὁμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσάλων
ἱππείαις ἐδάμαζον.
375τάν τε χρυσοκάρανον
δόρκα ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει.
380τεθρίππων τ' ἐπέβα
καὶ ψαλίοις ἐδάμασσε πώ-
λους Διομήδεος, αἳ φονίαισι φάτ-
ναις ἀχάλιν' ἐθόαζον
κάθαιμα γένυσι σῖτα,
385χαρμοναῖσιν ἀνδροβρῶσι
δυστράπεζοι· πέραν
δ' ἀργυρορρύτων Ἕβρου
διεπέρασεν ὄχθων,
Μυκηναίωι πονῶν τυράννωι.
ἄν τε Μηλιάδ' ἀκτὰν
390Ἀναύρου παρὰ παγὰς
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορ' ἄμεικτον.
ὑμνωιδούς τε κόρας
395ἤλυθεν ἑσπέριόν ‹τ'› ἐς αὐ-
λὰν χρύσεον πετάλων ἄπο μηλοφό-
ρων χερὶ καρπὸν ἀμέρξων,
δράκοντα πυρσόνωτον,
ὅς ‹σφ'› ἄπλατον ἀμφελικτὸς
ἕλικ' ἐφρούρει, κτανών·
400ποντίας θ' ἁλὸς μυχοὺς
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς.
οὐρανοῦ θ' ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
405Ἄτλαντος δόμον ἐλθών,
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίαι θεῶν.
τὸν ἱππευτάν τ' Ἀμαζόνων στρατὸν
Μαιῶτιν ἀμφὶ πολυπόταμον
410ἔβα δι' ἄξεινον οἶδμα λίμνας,
τίν' οὐκ ἀφ' Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας πέπλων
χρυσεόστολον φάρος†
415ζωστῆρος ὀλεθρίους ἄγρας·
τὰ κλεινὰ δ' Ἑλλὰς ἔλαβε βαρ-
βάρου κόρας λάφυρα καὶ
σώιζεται Μυκήναις.
τάν τε μυριόκρανον
420πολύφονον κύνα Λέρνας
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τ' ἀμφέβαλ' ‹ἰόν›,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρ' Ἐρυθείας.
425δρόμων τ' ἄλλων ἀγάλματ' εὐτυχῆ
διῆλθε τόν ‹τε› πολυδάκρυον
ἔπλευσ' ἐς Ἅιδαν, πόνων τελευτάν,
ἵν' ἐκπεραίνει τάλας
βίοτον οὐδ' ἔβα πάλιν.
430στέγαι δ' ἔρημοι φίλων,
τὰν δ' ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδι-
κον· ἐς δὲ σὰς χέρας βλέπει
435δώματ' οὐ παρόντος.
εἰ δ' ἐγὼ σθένος ἥβων
δόρυ τ' ἔπαλλον ἐν αἰχμᾶι
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
440ἀλκᾶι· νῦν δ' ἀπολείπομαι
τᾶς εὐδαίμονος ἥβας.
ἀλλ' ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτ' ἔχοντας,
τοὺς τοῦ μεγάλου δή ποτε παῖδας
445τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην
ὑπὸ σειραίοις ποσὶν†ἕλκουσαν
τέκνα καὶ γεραιὸν πατέρ' Ἡρακλέους.
δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
450γραίας ὄσσων ἔτι πηγάς.
Με. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων;
[ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;]
ἕτοιμ' ἄγειν τὰ θύματ' εἰς Ἅιδου τάδε.
ὦ τέκν', ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
455ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
ὦ μοῖρα δυστάλαιν' ἐμή τε καὶ τέκνων
τῶνδ', οὓς πανύστατ' ὄμμασιν προσδέρκομαι.
ἐτέκομεν ὑμᾶς, πολεμίοις δ' ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
460φεῦ·
ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ' ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ' ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δ' ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
465στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι
λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο.
σὺ δ' ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε,
470ἐς δεξιάν τε σὴν ἀλεξητήριον
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
σοὶ δ' ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δ' ὄντας ‹ὑμᾶς› τριπτύχοις τυραννίσιν
475πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι.
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην
κήδη συνάψουσ' ἔκ τ' Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ', ὡς ἀνημμένοι κάλωις
πρυμνησίοισι βίον ἔχοιτ' εὐδαίμονα.
480καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ' ἡ τύχη
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ' ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν.
πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.
485ὤμοι, τίν' ὑμῶν πρῶτον ἢ τίν' ὕστατον
πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ' ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ' ἐνεγκοῦσ' ἀθρόον ἀποδοίην δάκρυ;
490ὦ φίλτατ', εἴ τις φθόγγος εἰσακούεται
θνητῶν παρ' Ἅιδηι, σοὶ τάδ', Ἡράκλεις, λέγω·
θνήισκει πατὴρ σὸς καὶ τέκν', ὄλλυμαι δ' ἐγώ,
ἣ πρὶν μακαρία διὰ σ' ἐκληιζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι.
495ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Αμ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σ', ὦ Ζεῦ, χεῖρ' ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ' ὠφελεῖν
500μέλλεις, ἀμύνειν, ὡς τάχ' οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικ', ἀναγκαίως ἔχει.
ἀλλ', ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ' ὅπως ἥδιστα διαπεράσατε
505ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σώιζειν, τὸ δ' αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτ' ἔμ' ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μ' ἀφείλεθ' ἡ τύχη
510ὥσπερ πτερὸν πρὸς αἰθέρ' ἡμέραι μιᾶι.
ὁ δ' ὄλβος ὁ μέγας ἥ τε δόξ' οὐκ οἶδ' ὅτωι
βέβαιός ἐστι. χαίρετ'· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Με. ἔα·
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ', ἢ τί φῶ;
515Αμ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ' ἔχει.
Με. ὅδ' ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γ' ὄνειρον ἐν φάει τι λεύσσομεν.
τί φημί; ποῖ' ὄνειρα κηραίνουσ' ὁρῶ;
οὐκ ἔσθ' ὅδ' ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520δεῦρ', ὦ τέκν', ἐκκρίμνασθε πατρώιων πέπλων,
ἴτ' ἐγκονεῖτε, μὴ μεθῆτ', ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ' ὅδ' ὕστερος.
ΗΡΑΚΛΗΣ
ὦ χαῖρε μέλαθρον πρόπυλά θ' ἑστίας ἐμῆς,
ὡς ἄσμενός σ' ἐσεῖδον ἐς φάος μολών.
525ἔα· τί χρῆμα; τέκν' ὁρῶ πρὸ δωμάτων
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα
ὄχλωι τ' ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον
πατέρα τε δακρύοντα συμφορὰς τίνας;
φέρ' ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
530γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Με. ὦ φίλτατ' ἀνδρῶν ‹Αμ.› ὦ φάος μολὼν πατρί
‹Με.› ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ηρ. τί φήις; τίν' ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Με. διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
535εἰ πρόσθεν ἥρπασ' ἃ σὲ λέγειν πρὸς τόνδ' ἐχρῆν·
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμ' ἔθνηισκε τέκν', ἀπωλλύμην δ' ἐγώ.
Ηρ. Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου.
Με. τεθνᾶσ' ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
540Ηρ. πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών;
Με. Λύκος σφ' ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
Ηρ. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
Με. στάσει· τὸ Κάδμου δ' ἑπτάπυλον ἔχει κράτος.
Ηρ. τί δῆτα πρὸς σὲ καὶ γέροντ' ἦλθεν φόβος;
545Με. κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
Ηρ. τί φήις; τί ταρβῶν ὀρφάνευμ' ἐμῶν τέκνων;
Με. μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ηρ. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Με. θανάτου τάδ' ἤδη περιβόλαι' ἐνήμμεθα.
550Ηρ. καὶ πρὸς βίαν ἐθνήισκετ'; ὦ τλήμων ἐγώ.
Με. φίλων ‹γ'› ἔρημοι· σὲ δὲ θανόντ' ἠκούομεν.
Ηρ. πόθεν δ' ἐς ὑμᾶς ἥδ' ἐσῆλθ' ἀθυμία;
Με. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ηρ. τί δ' ἐξελείπετ' οἶκον ἑστίαν τ' ἐμήν;
555Με. βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
Ηρ. κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντ' ἀτιμάσαι;
Με. αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ηρ. οὕτω δ' ἀπόντες ἐσπανίζομεν φίλων;
Με. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
560Ηρ. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Με. ἄφιλον, ἵν' αὖθίς σοι λέγω, τὸ δυστυχές.
Ηρ. οὐ ῥίψεθ' Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
565ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ' ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ' ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ
570τῶι καλλινίκωι τῶιδ' ὅπλωι χειρώσομαι,
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν
νεκρῶν ἅπαντ' Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῶι γάρ μ' ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
575καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μ' ὑπὲρ τῶνδ', εἴπερ οἵδ' ὑπὲρ πατρός,
θνήισκειν ἀμύνοντ'· ἢ τί φήσομεν καλὸν
ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
580Εὐρυσθέως πομπαῖσι, τῶν δ' ἐμῶν τέκνων
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ' Ἡρακλῆς
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χο. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
585Αμ. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις ‹τ'› εἶναι φίλον
τά τ' ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ 'πείγου λίαν.
Ηρ. τί δ' ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
Αμ. πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
590οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
ἐφ' ἁρπαγαῖσι τῶν πέλας, τὰ δ' ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθ' ὑπ' ἀργίας.
ὤφθης ‹δ'› ἐσελθὼν πόλιν· ἐπεὶ δ' ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις.
595Ηρ. μέλει μὲν οὐδὲν εἴ με πᾶσ' εἶδεν πόλις·
ὄρνιν δ' ἰδών τιν' οὐκ ἐν αἰσίοις ἕδραις
ἔγνων πόνον τιν' ἐς δόμους πεπτωκότα,
ὥστ' ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Αμ. καλῶς· παρελθών νυν πρόσειπέ θ' Ἑστίαν
600καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμ' ἰδεῖν.
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμ' ἐπισφάξων ἄναξ.
μένοντι δ' αὐτοῦ πάντα σοι γενήσεται
τῆι τ' ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν
605μὴ πρὶν ταράξηις πρὶν τόδ' εὖ θέσθαι, τέκνον.
Ηρ. δράσω τάδ'· εὖ γὰρ εἶπας· εἶμ' ἔσω δόμων.
χρόνωι δ' ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης ‹τ'› ἔνερθεν οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
610Αμ. ἦλθες γὰρ ὄντως δώματ' εἰς Ἅιδου, τέκνον;
Ηρ. καὶ θῆρά γ' ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Αμ. μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν;
Ηρ. μάχηι· τὰ μυστῶν δ' ὄργι' εὐτύχησ' ἰδών.
Αμ. ἦ καὶ κατ' οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
615Ηρ. Χθονίας νιν ἄλσος Ἑρμιών τ' ἔχει πόλις.
Αμ. οὐδ' οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ' ἄνω;
Ηρ. οὐκ οἶδ', ἵν' ἐλθὼν τἀνθάδ' εἰδείην πάρος.
Αμ. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ' ὑπὸ χθονί;
Ηρ. Θησέα κομίζων ἐχρόνισ' ‹ἐξ› Ἅιδου, πάτερ.
620Αμ. καὶ ποῦ 'στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;
Ηρ. βέβηκ' Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλ' εἶ' ὁμαρτεῖτ', ὦ τέκν', ἐς δόμους πατρί·
καλλίονές τἄρ' εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
625καὶ νάματ' ὄσσων μηκέτ' ἐξανίετε,
σύ τ', ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθ' ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
ἆ,
οἵδ' οὐκ ἀφιᾶσ' ἀλλ' ἀνάπτονται πέπλων
630τοσῶιδε μᾶλλον· ὧδ' ἔβητ' ἐπὶ ξυροῦ;
ἄξω λαβών γε τούσδ' ἐφολκίδας χεροῖν,
ναῦς δ' ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τ' ἀμείνονες βροτῶν
635οἵ τ' οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
ἔχουσιν, οἱ δ' οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Χο. ἁ νεότας μοι φίλον· ἄ-
χθος δὲ τὸ γῆρας αἰεὶ
βαρύτερον Αἴτνας σκοπέλων
640ἐπὶ κρατὶ κεῖται, βλεφάρων
σκοτεινὸν φάος ἐπικαλύψαν.
μή μοι μήτ' Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
645μὴ χρυσοῦ δώματα πλήρη
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβωι,
καλλίστα δ' ἐν πενίαι.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
650ρας μισῶ· κατὰ κυμάτων δ'
ἔρροι μηδέ ποτ' ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατ' αἰθέρ' αἰ-
εὶ πτεροῖσι φορείσθω.
655εἰ δὲ θεοῖς ἦν ξύνεσις
καὶ σοφία κατ' ἄνδρας,
δίδυμον ἂν ἥβαν ἔφερον,
φανερὸν χαρακτῆρ' ἀρετᾶς
660ὅσοισιν μέτα, καὶ θανόντες
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
ἁ δυσγένεια δ' ἁπλοῦν ἂν
εἶχε ζόας βίοτον,
665καὶ τῶιδ' ἂν τούς τε κακοὺς ἦν
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτ' ἐν νεφέλαισιν ἄ-
στρων ναύταις ἀριθμὸς πέλει.
νῦν δ' οὐδεὶς ὅρος ἐκ θεῶν
670χρηστοῖς οὐδὲ κακοῖς σαφής,
ἀλλ' εἱλισσόμενός τις αἰ-
ὼν πλοῦτον μόνον αὔξει.
οὐ παύσομαι τὰς Χάριτας
ταῖς Μούσαισιν συγκαταμει-
675γνύς, ἡδίσταν συζυγίαν.
μὴ ζώιην μετ' ἀμουσίας,
αἰεὶ δ' ἐν στεφάνοισιν εἴην·
ἔτι τοι γέρων ἀοιδὸς
κελαδῶ Μναμοσύναν,
680ἔτι τὰν Ἡρακλέους
καλλίνικον ἀείδω
παρά τε Βρόμιον οἰνοδόταν
παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν.
685οὔπω καταπαύσομεν
Μούσας αἵ μ' ἐχόρευσαν.
παιᾶνα μὲν Δηλιάδες
‹ναῶν› ὑμνοῦσ' ἀμφὶ πύλας
τὸν Λατοῦς εὔπαιδα γόνον,
690εἱλίσσουσαι καλλίχοροι·
παιᾶνας δ' ἐπὶ σοῖς μελάθροις
κύκνος ὣς γέρων ἀοιδὸς
πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
695τοῖς ὕμνοισιν ὑπάρχει.
Διὸς ὁ παῖς· τᾶς δ' εὐγενίας
πλέον ὑπερβάλλων ‹ἀρετᾶι›
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
700πέρσας δείματα θηρῶν.
Λυ. ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλ' εἶα παῖδας καὶ δάμαρθ' Ἡρακλέους
705ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
ἐφ' οἷς ὑπέστητ' αὐτεπάγγελτοι θανεῖν.
Αμ. ἄναξ, διώκεις μ' ἀθλίως πεπραγότα
ὕβριν θ' ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
710ἐπεὶ δ' ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
στέργειν ἀνάγκη· δραστέον δ' ἃ σοὶ δοκεῖ.
Λυ. ποῦ δῆτα Μεγάρα; ποῦ τέκν' Ἀλκμήνης γόνου;
Αμ. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
Λυ. τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;
715Αμ. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
Λυ. ἀνόνητά γ' ἱκετεύουσαν ἐκσῶσαι βίον.
Αμ. καὶ τὸν θανόντα γ' ἀνακαλεῖν μάτην πόσιν.
Λυ. ὁ δ' οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ.
Αμ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
720Λυ. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Αμ. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λυ. ἡμεῖς ‹δ'›, ἐπειδὴ σοὶ τόδ' ἔστ' ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρ' ἕπεσθε, πρόσπολοι,
725ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων.
Αμ. σὺ δ' οὖν ἴθ', ἔρχηι δ' οἷ χρεών· τὰ δ' ἄλλ' ἴσως
ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δ' ἀρκύων κεκλήισεται
730ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
ὁ παγκάκιστος. εἶμι δ', ὡς ἴδω νεκρὸν
πίπτοντ'· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
735Χο. μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ' ἄναξ
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
ἰὼ
δίκα καὶ θεῶν παλίρρους πότμος.
740‑ ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών,
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
‑ χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν,
745ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισ' ἂν
παθεῖν, γᾶς ἄναξ.
‑ ἀλλ', ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λυ. (ἔσωθεν)
750ἰώ μοί μοι.
Χο. τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
βοᾶι
φόνου φροίμιον στενάζων ἄναξ.
Λυ. (ἔσωθεν)
ὦ πᾶσα Κάδμου γαῖ', ἀπόλλυμαι δόλωι.
755Χο. καὶ γὰρ διώλλυς· ἀντίποινα δ' ἐκτίνων
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
‑ τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν,
ἄφρονα λόγον
οὐρανίων μακάρων†κατέβαλ' ὡς ἄρ' οὐ
760σθένουσιν θεοί;
‑ γέροντες, οὐκέτ' ἔστι δυσσεβὴς ἀνήρ.
σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
[φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.]
χοροὶ χοροὶ
καὶ θαλίαι μέλουσι Θή-
765βας ἱερὸν κατ' ἄστυ.
μεταλλαγαὶ γὰρ δακρύων,
μεταλλαγαὶ συντυχίας
‹ › ἔτεκον ἀοιδάς.
βέβακ' ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
770κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.
θεοὶ θεοὶ
τῶν ἀδίκων μέλουσι καὶ
τῶν ὁσίων ἐπάιειν.
ὁ χρυσὸς ἅ τ' εὐτυχία
775φρενῶν βροτοὺς ἐξάγεται
δύνασιν ἄδικον ἐφέλκων.
χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν·
νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς
780ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.
Ἰσμήν' ὦ στεφαναφόρει
ξεσταί θ' ἑπταπύλου πόλεως
ἀναχορεύσατ' ἀγυιαὶ
Δίρκα θ' ἁ καλλιρρέεθρος,
785σύν τ' Ἀσωπιάδες κόραι
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ
Νύμφαι τὸν Ἡρακλέους
καλλίνικον ἀγῶνα.
790Πυθίου δενδρῶτι πέτρα
Μουσᾶν θ' Ἑλικωνίδων δώματα,
αὔξετ' εὐγαθεῖ κελάδωι
ἐμὰν πόλιν, ἐμὰ τείχη,
σπαρτῶν ἵνα γένος ἐφάνθη,
795χαλκασπίδων λόχος, ὃς γᾶν
τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.
ὦ λέκτρων δύο συγγενεῖς
εὐναί, θνατογενοῦς τε καὶ
800Διός, ὃς ἦλθεν ἐς εὐνὰν
νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ' οὐκ ἐλπίδι φάνθη.
805λαμπρὰν δ' ἔδειξ' ὁ χρόνος
τὰν Ἡρακλέος ἀλκάν·
ὃς γᾶς ἐξέβας θαλάμων
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
810ἢ δυσγένει' ἀνάκτων,
ἃ νῦν ἐσορῶντι φαίνει
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν εἰ τὸ δίκαιον
θεοῖς ἔτ' ἀρέσκει.
815‑ ἔα ἔα·
ἆρ' ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
γέροντες, οἷον φάσμ' ὑπὲρ δόμων ὁρῶ;
‑ φυγῆι φυγῆι
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
820‑ ὦναξ Παιάν,
ἀπότροπος γένοιό μοι πημάτων.
ΙΡΙΣ
θαρσεῖτε Νυκτὸς τήνδ' ὁρῶντες ἔκγονον
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
825ἑνὸς δ' ἐπ' ἀνδρὸς δώματα στρατεύομεν,
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ' ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσωιζεν οὐδ' εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτ' ἔμ' οὔθ' Ἥραν ποτέ·
830ἐπεὶ δὲ μόχθους διεπέρασ' Εὐρυσθέως,
Ἥρα προσάψαι κοινὸν αἷμ' αὐτῶι θέλει
παῖδας κατακτείναντι, συνθέλω δ' ἐγώ.
ἀλλ' εἶ' ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
835μανίας τ' ἐπ' ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας δι' Ἀχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι
840γνῶι μὲν τὸν Ἥρας οἷός ἐστ' αὐτῶι χόλος,
μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δ' ἔσται μεγάλα, μὴ δόντος δίκην.
ΛΥΣΣΑ
ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ' ἀφ' αἵματος·
845τιμάς τ' ἔχω τάσδ' οὐκ ἀγασθῆναι φίλοις†
οὐδ' ἥδομαι φοιτῶσ' ἐπ' ἀνθρώπων φίλους.
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
Ἥραι θέλω σοί τ', ἢν πίθησθ' ἐμοῖς λόγοις.
ἁνὴρ ὅδ' οὐκ ἄσημος οὔτ' ἐπὶ χθονὶ
850οὔτ' ἐν θεοῖσιν, οὗ σύ μ' ἐσπέμπεις δόμους·
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο.
ὥστ' οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά.
855Ιρ. μὴ σὺ νουθέτει τά θ' Ἥρας κἀμὰ μηχανήματα.
Λυ. ἐς τὸ λῶιον ἐμβιβάζω σ' ἴχνος ἀντὶ τοῦ κακοῦ.
Ιρ. οὐχὶ σωφρονεῖν γ' ἔπεμψε δεῦρό σ' ἡ Διὸς δάμαρ.
Λυ. Ἥλιον μαρτυρόμεσθα δρῶσ' ἃ δρᾶν οὐ βούλομαι.
εἰ δὲ δή μ' Ἥραι θ' ὑπουργεῖν σοί τ' ἀναγκαίως ἔχει,
εἶμί γ'· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ' οἶστρος ὠδῖνας πνέων
οἷ' ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
865τέκν' ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται
παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι.
ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας,
ἀμπνοὰς δ' οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,
870δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου
860τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θ' ὡς κυνηγέτηι κύνας.
τάχα σ' ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι.
στεῖχ' ἐς Οὔλυμπον πεδαίρουσ', Ἶρι, γενναῖον πόδα·
ἐς δόμους δ' ἡμεῖς ἄφαντοι δυσόμεσθ' Ἡρακλέους.
875Χο. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος,
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς ὀλεῖς μανιάσιν λύσσαις
χορευθέντ' ἐναύλοις.
880βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
ἅρμασι δ' ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβαι
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι Λύσσα μαρμαρωπός.
ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
885ταχὺ δὲ πρὸς πατρὸς τέκν' ἐκπνεύσεται.
‹Αμ.› (ἔσωθεν)
ἰώ μοι μέλεος.
Χο. ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
κακοῖσιν ἐκπετάσουσιν.
Αμ. ἰὼ στέγαι.
Χο. κατάρχεται χορεύματ' ἄτερ τυπάνων
890οὐ Βρομίου κεχαρισμένα θύρσωι
Αμ. ἰὼ δόμοι.
Χο. πρὸς αἵματ', οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
‹Αμ.› φυγῆι, τέκν', ἐξορμᾶτε. ‹Χο.› δάιον τόδε
895δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν· οὔποτ' ἄκραντα δόμοισι
Λύσσα βακχεύσει.
Αμ. αἰαῖ κακῶν.
900Χο. αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ‹ἇι› μάταν
τέκεα γεννᾶται.
ἰδοὺ ἰδού,
905θύελλα σείει δῶμα, συμπίπτει στέγη.
Αμ. ἢ ἤ· τί δρᾶις, ὦ Διὸς παῖ, μελάθρωι;
τάραγμα ταρτάρειον ὡς ἐπ' Ἐγκελάδωι ποτέ, Παλλάς,
ἐς δόμους πέμπεις.
910ΕΞΑΓΓΕΛΟΣ
ὦ λευκὰ γήραι σώματ' ‹Χο.› ἀνακαλεῖς με τίνα
βοάν; Εξ. ἄλαστα τἀν δόμοισι. ‹Χο.› μάντιν οὐχ
ἕτερον ἄξομαι.
Εξ. τεθνᾶσι παῖδες. ‹Χο.› αἰαῖ.
‹Εξ.› στενάζεθ' ὡς στενακτά. ‹Χο.› δάιοι φόνοι,
915δάιοι δὲ τοκέων χέρες.
Εξ. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
Χο. πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα-
920θρα κακὰ τάδε ‹ › τλάμονάς
τε παίδων τύχας.
Εξ. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσι' οἴκων, γῆς ἄνακτ' ἐπεὶ κτανὼν
‹ἐξέβαλε› τῶνδε δωμάτων Ἡρακλέης·
925χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
πατήρ τε Μεγάρα τ', ἐν κύκλωι δ' ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δ' ὅσιον εἴχομεν.
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν,
ἐς χέρνιβ' ὡς βάψειεν, Ἀλκμήνης τόκος
930ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς
παῖδες προσέσχον ὄμμ'· ὁ δ' οὐκέθ' αὑτὸς ἦν,
ἀλλ' ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τ' ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζ' εὔτριχος γενειάδος.
935ἔλεξε δ' ἅμα γέλωτι παραπεπληγμένωι·
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω;
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε.
ὅταν δ' ἐνέγκω δεῦρο κρᾶτ' Εὐρυσθέως
940ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
ἐκχεῖτε πηγάς, ῥίπτετ' ἐκ χειρῶν κανᾶ.
τίς μοι δίδωσι τόξα; τίς ‹δ'› ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θ' ὥστε Κυκλώπων βάθρα
945φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν.
ἐκ τοῦδε βαίνων ἅρματ' οὐκ ἔχων ἔχειν
ἔφασκε δίφρου τ' εἰσέβαινεν ἄντυγα
κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί.
950διπλοῦς δ' ὀπαδοῖς ἦν γέλως φόβος θ' ὁμοῦ,
καί τις τόδ' εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
ὁ δ' εἷρπ' ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δ' ἐς ἀνδρῶν' ἐσπεσὼν Νίσου πόλιν
955ἥκειν ἔφασκε, δωμάτων τ' ἔσω βεβὼς
κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται
θοίνην. διελθὼν δ' ὡς βραχὺν χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων
960πρὸς οὐδέν' ἡμιλλᾶτο κἀκηρύσσετο
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δ' Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
965Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
τῆσδ'; οὔ τί που φόνος σ' ἐβάκχευσεν νεκρῶν
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθ' ἱκέσιον ψαύειν χερὸς
ὠθεῖ, φαρέτραν δ' εὐτρεπῆ σκευάζεται
970καὶ τόξ' ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι
ὤρουον ἄλλος ἄλλοσ', ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δ' ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ' ὕπο.
975βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα
κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τ' ὄχλος.
ὁ δ' ἐξελίσσων παῖδα κίονος κύκλωι
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
980ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
ὁ δ' ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλωι δ' ἐπεῖχε τόξ', ὃς ἀμφὶ βωμίαν
985ἔπτηξε κρηπῖδ' ὡς λεληθέναι δοκῶν.
φθάνει δ' ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν
Ὦ φίλτατ', αὐδᾶι, μή μ' ἀποκτείνηις, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
990ὁ δ' ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος
μυδροκτύπον μίμημ' ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δ' ὀστᾶ. δεύτερον δὲ παῖδ' ἑλὼν
995χωρεῖ τρίτον θῦμ' ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν ἡ τάλαιν' ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας.
ὁ δ' ὡς ἐπ' αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ
1000δάμαρτα καὶ παῖδ' ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλ' ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο
Παλλάς, κραδαίνουσ' ἔγχος ἐπὶ λόφω κέαρ,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
1005ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον
καθῆκε· πίτνει δ' ἐς πέδον πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
1010ἡμεῖς δ' ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων
ἀνήπτομεν πρὸς κίον', ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δ' ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα
παῖδας φονεύσας καὶ δάμαρτ'. ἐγὼ μὲν οὖν
1015οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χο. ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
τῶν Δαναοῦ παίδων·
τάδε δ' ὑπερέβαλεν παρέδραμεν τὰ τότε
1020κακὰ τάλανι διογενεῖ κόρωι.
μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι
θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον', ὦ
δάιε, τεκόμενος
λυσσάδι συγκατειργάσω μοίραι.
1025αἰαῖ, τίνα στεναγμὸν
ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίν' Ἅι-
δα χορὸν ἀχήσω;
φεῦ φεῦ·
ἴδεσθε, διάνδιχα κλῆιθρα
1030κλίνεται ὑψιπύλων δόμων.
ἰώ μοι·
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου,
1035περὶ δὲ δεσμὰ καὶ πολύβροχ' ἁμμάτων
ἐρείσμαθ' Ἡράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.
ὁ δ' ὥς τις ὄρνις ἄπτερον καταστένων
1040ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ
πικρὰν διώκων ἤλυσιν πάρεσθ' ὅδε.
Αμ. Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνωι παρειμένον ἐάσετ' ἐκ-
λαθέσθαι κακῶν;
1045Χο. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
τέκεα καὶ τὸ καλλίνικον κάρα.
Αμ. ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὔδι' ἰαύονθ'
1050ὑπνώδεά τ' εὐνᾶς
ἐγείρετε. Χο. οἵμοι,
φόνος ὅσος ὅδ' Αμ. ἆ ἆ, διά μ' ὀλεῖτε. ‹Χο.› κεχυ-
μένος ἐπαντέλλει.
‹Αμ.› οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
άξετ', ὦ γέροντες;
1055ἢ δέσμ' ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει.
Χο. ἀδύνατ' ἀδύνατά μοι.
1060Αμ. σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω.
Χο. εὕδει; Αμ. ναί, εὕδει ‹γ'› ὕπνον ἄυπνον ὀλόμε-
νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι
τέκεα τοξήρει.
Χο. στέναζέ νυν Αμ. στενάζω.
1065‹Χο.› τέκνων ὄλεθρον Αμ. ὤμοι.
‹Χο.› σέθεν τε παιδός ‹Αμ.› αἰαῖ.
‹Χο.› ὦ πρέσβυ. Αμ. σῖγα σῖγα·
παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε,
1070ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χο. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι.
Αμ. ὁρᾶθ' ὁρᾶτε. τὸ φάος ἐκ-
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
1075φεύγω τάλας, ἀλλ' εἴ με κανεῖ πατέρ' ὄντα,
πρὸς δὲ κακοῖς κακὰ μήσε-
ται πρὸς Ἐρινύσι θ' αἷμα
σύγγονον ἕξει.
Χο. τότε θανεῖν σ' ἐχρῆν ὅτε δάμαρτι σᾶι
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας,
1080Ταφίων περίκλυστον ἄστυ πέρσας.
Αμ. φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
διώκετε· φεύγετε μάργον
ἄνδρ' ἐπεγειρόμενον.
1085‹ἢ› τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν
ἀν' αὖ βακχεύσει Καδμείων πόλιν.
Χο. ὦ Ζεῦ, τί παῖδ' ἤχθηρας ὧδ' ὑπερκότως
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ' ἤγαγες;
Ηρ. ἔα·
ἔμπνους μέν εἰμι καὶ δέδορχ' ἅπερ με δεῖ,
1090αἰθέρα τε καὶ γῆν τόξα θ' ἡλίου τάδε.
ὡς ‹δ'› ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω
μετάρσι', οὐ βέβαια πλευμόνων ἄπο.
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
1095νεανίαν θώρακα καὶ βραχίονα
πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
πτερωτὰ δ' ἔγχη τόξα τ' ἔσπαρται πέδωι,
ἃ πρὶν παρασπίζοντ' ἐμοῖς βραχίοσιν
1100ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τ' ἐσώιζετο.
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών;
ἀλλ' οὔτε Σισύφειον εἰσορῶ πέτρον
Πλούτωνά τ' οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
1105ἔκ τοι πέπληγμαι· ποῦ ποτ' ὢν ἀμηχανῶ;
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Αμ. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
1110Χο. κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ηρ. πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Αμ. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ηρ. πράσσω δ' ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;
1115Αμ. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ηρ. μέγας γ' ὁ κόμπος, τὴν τύχην δ' οὔπω λέγεις.
Αμ. ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ηρ. εἴπ' εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.
Αμ. εἰ μηκέθ' Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
1120Ηρ. παπαῖ, τόδ' ὡς ὕποπτον ἠινίξω πάλιν.
Αμ. καί σ' εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
Ηρ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
Αμ. λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;
Ηρ. καὶ τόν γε δήσαντ' εἴπ'· ἀναινόμεσθα γάρ.
1125Αμ. τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ' ἄλλ' ἔα.
Ηρ. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
Αμ. ὦ Ζεῦ, παρ' Ἥρας ἆρ' ὁρᾶις θρόνων τάδε;
Ηρ. ἀλλ' ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
Αμ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
1130Ηρ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
Αμ. ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
Ηρ. οἴμοι· τίν' ὄψιν τήνδε δέρκομαι τάλας;
Αμ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
Ηρ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;
1135Αμ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
Ηρ. τί φήις; τί δράσας; ὦ κάκ' ἀγγέλλων πάτερ.
Αμ. μανείς· ἐρωτᾶις δ' ἄθλι' ἑρμηνεύματα.
Ηρ. ἦ καὶ δάμαρτός εἰμ' ἐγὼ φονεὺς ἐμῆς;
Αμ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
1140Ηρ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
Αμ. τούτων ἕκατι σὰς καταστένω τύχας.
Ηρ. ἦ γὰρ συνήραξ' οἶκον ἢ βάκχευσ' ἐμόν;
Αμ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
Ηρ. ποῦ δ' οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
1145Αμ. ὅτ' ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
Ηρ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
1150τέκνοις δικαστὴς αἵματος γενήσομαι,
ἢ σάρκα τὴν ἐμὴν†ἐμπρήσας πυρὶ
δύσκλειαν ἣ μένει μ' ἀπώσομαι βίου;
ἀλλ' ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδ' ἕρπει συγγενὴς φίλος τ' ἐμός.
1155ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος
ἐς ὄμμαθ' ἥξει φιλτάτωι ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
φέρ', ἀμφὶ κρατὶ περιβάλω σκότον ‹ ›.
1160αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,
καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
ΘΗΣΕΥΣ
ἥκω σὺν ἄλλοις, οἳ παρ' Ἀσωποῦ ῥοὰς
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
1165σῶι παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
ὡς σκῆπτρα χώρας τῆσδ' ἀναρπάσας Λύκος
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
τίνων δ' ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
1170σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον,
ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον;
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
ὕστερος ἀφῖγμαι; τίς τάδ' ἔκτεινεν τέκνα;
1175τίνος γεγῶσαν τήνδ' ὁρῶ ξυνάορον;
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
ἀλλ' ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
Αμ. ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ‹ἄναξ›
Θη. τί χρῆμά μ' οἰκτροῖς ἐκάλεσας προοιμίοις;
1180Αμ. ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.
Θη. οἱ παῖδες οἵδε τίνος ἐφ' οἷς δακρυρροεῖς;
Αμ. ἔτεκε μέν ‹νιν› οὑμὸς ἶνις τάλας,
τεκόμενος δ' ἔκανε φόνιον αἷμα τλάς.
Θη. τί φήις; τί δράσας; Αμ. μαινομένωι πιτύλωι πλαγχθεὶς
ἑκατογκεφάλου βαφαῖς ὕδρας.
Θη. ὦ δεινὰ λέξας. Αμ. οἰχόμεθ' οἰχόμεθα πτανοί.
1185Θη. εὔφημα φώνει. Αμ. βουλομένοισιν ἐπαγγέλληι.
Θη. Ἥρας ὅδ' ἁγών· τίς δ' ὅδ' οὑν νεκροῖς, γέρον;
1190Αμ. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ‹ὃς› ἐπὶ
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
1195Θη. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
Αμ. οὐκ ἂν εἰδείης ἕτερον
πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.
Θη. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Αμ. αἰδόμενος τὸ σὸν ὄμμα
1200καὶ φιλίαν ὁμόφυλον
αἷμά τε παιδοφόνον.
Θη. ἀλλ' εἰ συναλγῶν γ' ἦλθον; ἐκκάλυπτέ νιν.
Αμ. ὦ τέκνον, πάρες ἀπ' ὀμμάτων
πέπλον, ἀπόδικε, ῥέθος ἀελίωι δεῖξον.
1205βάρος ἀντίπαλον δακρύοις συναμιλλᾶται·
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
γόνυ καὶ χέρα σὰν προπίτνων πολιὸν
1210δάκρυον ἐκβαλών· ἰὼ παῖ, κατά-
σχεθε λέοντος ἀγρίου θυμόν, ὧι
δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγηι
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
Θη. εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
1215αὐδῶ φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
οὐδεὶς σκότος γὰρ ὧδ' ἔχει μέλαν νέφος
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
τί μοι προσείων χεῖρα σημαίνεις φόβον;
ὡς μὴ μύσος με σῶν βάληι προσφθεγμάτων;
1220οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·
καὶ γάρ ποτ' εὐτύχησ'. ἐκεῖσ' ἀνοιστέον
ὅτ' ἐξέσωσάς μ' ἐς φάος νεκρῶν πάρα.
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
1225συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
ἀνίστασ', ἐκκάλυψον ἄθλιον κάρα,
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν
φέρει τὰ τῶν θεῶν γε†πτώματ' οὐδ' ἀναίνεται.
Ηρ. Θησεῦ, δέδορκας τόνδ' ἀγῶν' ἐμῶν τέκνων;
1230Θη. ἤκουσα καὶ βλέποντι σημαίνεις κακά.
Ηρ. τί δῆτά μου κρᾶτ' ἀνεκάλυψας ἡλίωι;
Θη. τί δ'; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
Ηρ. φεῦγ', ὦ ταλαίπωρ', ἀνόσιον μίασμ' ἐμόν.
Θη. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
1235Ηρ. ἐπήινεσ'· εὖ δράσας δέ σ' οὐκ ἀναίνομαι.
Θη. ἐγὼ δὲ πάσχων εὖ τότ' οἰκτίρω σε νῦν.
Ηρ. οἰκτρὸς γάρ εἰμι τἄμ' ἀποκτείνας τέκνα;
Θη. κλαίω χάριν σὴν ἐφ' ἑτέραισι συμφοραῖς.
Ηρ. ηὗρες δέ γ' ἄλλους ἐν κακοῖσι μείζοσιν;
1240Θη. ἅπτηι κάτωθεν οὐρανοῦ δυσπραξίαι.
Ηρ. τοιγὰρ παρεσκευάσμεθ' ὥστε κατθανεῖν.
‹Θη. ›
‹Ηρ. ›
Θη. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
Ηρ. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θη. ἴσχε στόμ', ὡς μὴ μέγα λέγων μεῖζον πάθηις.
1245Ηρ. γέμω κακῶν δὴ κοὐκέτ' ἔσθ' ὅπηι τεθῆι.
Θη. δράσεις δὲ δὴ τί; ποῖ φέρηι θυμούμενος;
Ηρ. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θη. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
Ηρ. σὺ δ' ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
1250Θη. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
Ηρ. οὔκουν τοσαῦτά γ'· ἐν μέτρωι μοχθητέον.
Θη. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
Ηρ. οἱ δ' οὐδὲν ὠφελοῦσί μ', ἀλλ' Ἥρα κρατεῖ.
Θη. οὐκ ἄν ‹σ'› ἀνάσχοιθ' Ἑλλὰς ἀμαθίαι θανεῖν.
1255Ηρ. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδ' ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
1260ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
ὅταν δὲ κρηπὶς μὴ καταβληθῆι γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δ', ὅστις ὁ Ζεύς, πολέμιόν μ' ἐγείνατο
Ἥραι (σὺ μέντοι μηδὲν ἀχθεσθῆις, γέρον·
1265πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σ' ἐγώ),
ἔτ' ἐν γάλακτί τ' ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαι' ἐκτησάμην
1270ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
ποίους ποτ' ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τ' ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
1275ὕδραν φονεύσας μυρίων τ' ἄλλων πόνων
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμ' ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδ' ἔτλην τάλας πόνον,
1280παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
ἥκω δ' ἀνάγκης ἐς τόδ'· οὔτ' ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμ'; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
1285ἀλλ' Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
φέρ' ἀλλ' ἐς ἄλλην δή τιν' ὁρμήσω πόλιν;
κἄπειθ' ὑποβλεπώμεθ' ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κληιδουχούμενοι·
Οὐχ οὗτος ὁ Διός, ὃς τέκν' ἔκτεινέν ποτε
1290δάμαρτά τ'; οὐ γῆς τῆσδ' ἀποφθαρήσεται;
[κεκλημένωι δὲ φωτὶ μακαρίωι ποτὲ
αἱ μεταβολαὶ λυπηρόν· ὧι δ' ἀεὶ κακῶς
ἔστ', οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.]
ἐς τοῦτο δ' ἥξειν συμφορᾶς οἶμαί ποτε·
1295φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίον' ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
[καὶ ταῦτ' ἄριστα μηδέν' Ἑλλήνων μ' ὁρᾶν,
1300ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.]
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον γ' ἀχρεῖον ἀνόσιον κεκτημένοι;
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
κρόουσ' Ὀλυμπίου Ζηνὸς ἀρβύληι πόδα.
1305ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο
ἄνδρ' Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. τοιαύτηι θεῶι
τίς ἂν προσεύχοιθ'; ἣ γυναικὸς οὕνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
1310Ἑλλάδος ἀπώλεσ' οὐδὲν ὄντας αἰτίους.
Χο. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ' αἰσθάνηι.
Θη. ‹ ›
παραινέσαιμ' ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
1315οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
οὐ λέκτρ' ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα
πατέρας ἐκηλίδωσαν; ἀλλ' οἰκοῦσ' ὅμως
Ὄλυμπον ἠνέσχοντό θ' ἡμαρτηκότες.
1320καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δ' ἅμ' ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος
1325δόμους τε δώσω χρημάτων τ' ἐμῶν μέρος.
ἃ δ' ἐκ πολιτῶν δῶρ' ἔχω σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται· ταῦτ' ἐπωνομασμένα
1330σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
ζῶντος· θανόντα δ', εὖτ' ἂν εἰς Ἅιδου μόληις,
θυσίαισι λαΐνοισί τ' ἐξογκώμασιν
τίμιον ἀνάξει πᾶσ' Ἀθηναίων πόλις.
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
1335ἄνδρ' ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδ' ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
[θεοὶ δ' ὅταν τιμῶσιν οὐδὲν δεῖ φίλων·
ἅλις γὰρ ὁ θεὸς ὠφελῶν ὅταν θέληι.]
1340Ηρ. οἴμοι· πάρεργα ‹ › τάδ' ἔστ' ἐμῶν κακῶν·
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ' ἃ μὴ θέμις
στέργειν νομίζω δεσμά τ' ἐξάπτειν χεροῖν
οὔτ' ἠξίωσα πώποτ' οὔτε πείσομαι
οὐδ' ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
1345δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ' ὀρθῶς θεός,
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὢν
μὴ δειλίαν ὄφλω τιν' ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται
1350οὐδ' ἀνδρὸς ἂν δύναιθ' ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον· εἶμι δ' ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίαν δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην,
ὧν οὔτ' ἀπεῖπον οὐδέν' οὔτ' ἀπ' ὀμμάτων
1355ἔσταξα πηγάς, οὐδ' ἂν ὠιόμην ποτὲ
ἐς τοῦθ' ἱκέσθαι, δάκρυ' ἀπ' ὀμμάτων βαλεῖν.
νῦν δ', ὡς ἔοικε, τῆι τύχηι δουλευτέον.
εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾶις,
ὁρᾶις δὲ παίδων ὄντα μ' αὐθέντην ἐμῶν.
1360δὸς τούσδε τύμβωι καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶν (ἐμὲ γὰρ οὐκ ἐᾶι νόμος)
πρὸς στέρν' ἐρείσας μητρὶ δούς τ' ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ' ἄκων. γῆι δ' ἐπὴν κρύψηις νεκροὺς
1365οἴκει πόλιν τήνδ' ἀθλίως μὲν ἀλλ' ὅμως
[ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά].
ὦ τέκν', ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ', οὐδ' ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου
1370εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τ' οὐχ ὁμοίως, ὦ τάλαιν', ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ' ἔσωιζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ' ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ' ἐμοῦ,
1375ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τ'. ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ' ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερ' ἔχω τάδ' ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ' ἐρεῖ τάδε·
1380Ἡμῖν τέκν' εἷλες καὶ δάμαρθ'· ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτ' ἐγὼ τάδ' ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων
ξὺν οἷς τὰ κάλλιστ' ἐξέπραξ' ἐν Ἑλλάδι
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
1385οὐ λειπτέον τάδ', ἀθλίως δὲ σωστέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμ'· ἀγρίου κυνὸς
κόμιστρ' ἐς Ἄργος συγκατάστησον μολών,
λύπηι τι παίδων μὴ πάθω μονούμενος.
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
1390κείρασθε, συμπενθήσατ', ἔλθετ' ἐς τάφον
παίδων. ἅπαντας δ' ἑνὶ λόγωι πενθήσετε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
Ἥρας μιᾶι πληγέντες ἄθλιοι τύχηι.
Θη. ἀνίστασ', ὦ δύστηνε· δακρύων ἅλις.
1395Ηρ. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
Θη. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ηρ. φεῦ·
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θη. παῦσαι· δίδου δὲ χεῖρ' ὑπηρέτηι φίλωι.
Ηρ. ἀλλ' αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
1400Θη. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
Ηρ. παίδων στερηθεὶς παῖδ' ὅπως ἔχω σ' ἐμόν.
Θη. δίδου δέρηι σὴν χεῖρ', ὁδηγήσω δ' ἐγώ.
Ηρ. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
ὦ πρέσβυ, τοιόνδ' ἄνδρα χρὴ κτᾶσθαι φίλον.
1405Αμ. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
Ηρ. Θησεῦ, πάλιν με στρέψον ὡς ἴδω τέκνα.
Θη. ὡς δὴ τί; φίλτρον τοῦτ' ἔχων ῥάιων ἔσηι;
Ηρ. ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω.
Αμ. ἰδοὺ τάδ', ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
1410Θη. οὕτω πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
Ηρ. ἅπαντ' ἐλάσσω κεῖνα τῶνδ' ἔτλην κακά.
Θη. εἴ σ' ὄψεταί τις θῆλυν ὄντ' οὐκ αἰνέσει.
Ηρ. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θη. ἄγαν γ'· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
1415Ηρ. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
Θη. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
Ηρ. πῶς οὖν ἔτ' εἴπης†ὅτι συνέσταλμαι κακοῖς;
Θη. πρόβαινε. Ηρ. χαῖρ', ὦ πρέσβυ. Αμ. καὶ σύ μοι, τέκνον.
Ηρ. θάφθ' ὥσπερ εἶπον παῖδας. Αμ. ἐμὲ δὲ τίς, τέκνον;
1420Ηρ. ἐγώ. Αμ. πότ' ἐλθών; Ηρ. ἡνίκ' ἂν θάψηις τέκνα.
[Αμ. πῶς; Ηρ. εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.]
ἀλλ' ἐσκόμιζε τέκνα, δυσκόμιστ' ἄχη·
ἡμεῖς δ' ἀναλώσαντες αἰσχύναις δόμον
Θησεῖ πανώλεις ἑψόμεσθ' ἐφολκίδες.
1425ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων
ἀγαθῶν πεπᾶσθαι βούλεται κακῶς φρονεῖ.
Χο. στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
τὰ μέγιστα φίλων ὀλέσαντες.