436 73 0 5 42 5 IV-III a. C. Commedia Menander Dis exapaton Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 13

MENANDER - Dis exapaton - ΔΙΣ ΕΞΑΠΑΤΩΝ

(ΜΟΣΧΟΥ ΠΑΤΗΡ)

[          ς]ὺ δ' ἐκεῖνον ἐκκάλει

[            ]ν̣, νουθέτει δ' ἐναν[τίον

αὐτόν τε σῶσον, οἰκίαν θ̣' ὅ̣λην φί̣λ̣ω̣ν̣.

Λυδέ, προάγωμεν.

(ΛΥΔΟΣ)    εἰ δὲ κἀμὲ καταλίποις ‑

  15(Μ.π) προάγωμεν· ἱκανὸς οὗτος.

Λυ    αὐτῶι, Σώστρατε,

χρῆσαι πικρῶς, ἔλαυν' ἐκεῖνον τὸν ἀ̣κ̣ρα[τῆ.

‹ἅ›παντας αἰσχύνει γὰρ ἡμᾶς τοὺς φίλους.

(ΣΩΣΤΡΑΤΟΣ)

ἤδη 'στιν οὗτος φροῦδος. ενπλη[

τούτου καθέξει. Σώστρατον προήρπασας.

  20ἀρνήσεται μέν, οὐκ ἄδηλόν ἐστί μοι ‑

ἰταμὴ γάρ ‑ εἰς μέσον τε πάντες οἱ θεοὶ

ἥξουσι. μὴ τοίνυν [.]ον[

κακὴ κακῶς τοίνυν ‑ ἐ[π]ά̣ν̣[αγε, Σ]ώστρατε·

ἴσως σε πείσει· δοῦλο[

  25ἐγὼ μάλισθ', ἡ δ' ὡ[ς κενὸν συ]μπεισάτω

ἔχοντα μηδ[έν·                   τ]ῶι πατρὶ

τὸ χ]ρ̣υ̣σίον· πιθαν[ευομέν]η γὰρ παύσεται

ὅταν] ποτ' αἴσθητα[ι, τὸ τῆς πα]ροιμίας,

νεκρῶι] λέγουσα [μῦθον. ἀλλ'] ἤδη [με] δεῖ

  30ἐλθεῖν ἐπ' ἐ]κεῖνον.

[ΣΩΣΤΡΑΤΟΥ ΠΑΤΗΡ] [                             ἔ]δωκεν δέ σοι

[                             τ]ὸν τόκον

(Σω) [                 ].ειδον· μηδὲ ἓν

  50[                 ἐγκ]άλει χρηστῶι ξένωι.

[                   ἥ]κω κομίζων δεῦρό σοι

[Σ.π] [         ]σα· τ[ὸ χρυ]σίον [δό]θ' ὑμεῖς, παῖ, ταχύ.

(Σω) [        π]αρ' [ἡ]μῶν· μὴ πρόσεχ' ἐκείνωι λόγ̣ω̣ι̣.

οὐδεὶς] παρώρμησ' οὐδ' ἐπεβούλευσ' οὐδὲ εἷς.

  55(Σ.π) οὐ πρὸς Θ]εότιμον κατετέθη τὸ χρυσίον;

(Σω) τί "πρὸς Θ]εότιμον"; αὐτὸς ἐφύλαττεν λαβὼν

τ[ό τε πρὸ]ς βίον διφορεῖ, πάτερ.

(Σ.π)    χρηστὸ̣σ̣ σφόδρα·

ἐφ[ρόντι]σέ τι. τί οὖν ὁ Σύρος ἐβούλετο;

(Σω) ἐ[ατέο]ν. μετ' ἐμοῦ δ' ἀκολούθει καὶ λαβὲ

  60τὸ χρυσίον.

(Σ.π)    παίζεις;

(Σω)    ἀκολούθει καὶ λαβέ.

(Σ.π) οὐκοῦν ἀκολουθῶ· δὸς μόνον, καλῶς τέ μοι

ὡσ̣ [δεῖ] κέχρησαι· πρὶν λαβεῖν μάχομαί τι σοι;

ἐμοὶ δὲ πάντων τοῦτο προὐργιαίτερον.

ΧΟΡΟΥ

(uersus laceri xxvi)

[Σω] [      ].μοι.

(Σ.π)    ταῦτ' ἄπειμι πρὸς ἀγορὰν

  90πρ]άττ[ων. ὅ] τι πράττηις ἄλλο δέδοται τοῦτό σοι.

Σω κα]ὶ̣ μ̣[ὴν δο]κῶ μοι τὴν καλήν τε κἀγαθὴν

ἰδεῖν ἐρωμένην ἂν ἡ̣δ̣[έ]ωσ̣ κενὸς

πιθανευομένην καὶ προσδοκῶσαν ‑ "αὐτίκα"

φησὶν δ' ἐν αὑτῆι ‑ πᾶν ὃ κομίζω χρυσίον.

  95"πάνυ γὰρ κομίζει τοῦτο καί, νὴ τοὺς θεούς,

ἐλευθερίως ‑ τίς μᾶλλον; ‑ ἀξίως τ' ἐμοῦ."

αὕτη δ' ἱκανῶς, καλῶς ποοῦσά γ', εὑρέθη

οἵα‹ν› ποτ' ὤιμην οὖσα, τὸν δ' ἀβέλτερον

Μόσχον ἐ.ε..· καὶ τὰ μὲν ἔγωγ' ὀργίζομαι,

 100τὰ δ' οὐκ ἐκεῖνον τοῦ γεγονότος αἴτιον

ἀδικήματος νενόμικα, τὴν δ' ἰταμωτάτην

πασῶν ἐκείνην.

ΜΟΣΧΟΣ    εἶτ' ἀκούσας ἐνθάδε

εἶναί με, ποῦ γῆς ἐστι; χαῖρε, Σώστρατε.

Σω καὶ σύ.

‹Μο›    τί κατηφὴς καὶ σκυθρωπός, εἰπέ μοι;

καὶ βλέμμα τοῦθ' ὑπόδακρυ· μὴ νεώτερον

 105κακὸν κατείληφάς τι τῶν [γ'] ἐνταῦθα;

(Σω)    ναί.

(Μο) εἶτ̣' οὐ [λέ]γεις;

(Σω)    ἔνδον γὰρ ἀμέλει, Μόσχε.

(Μο)    πῶς;

(Σω) [             ]φιλοῦντα τὸν πρὸ τοῦ χρόνον

[            ]α· τοῦτο πρῶτον ὧν ἐμὲ

 110[            ]ἠδίκηκας.

(Μο)    ἠδίκηκα δὲ

ἐγώ σε; μὴ γένοιτο τοῦτο, Σώστρατε.

(Σω) οὐκ ἠξίουν γοῦν οὐδ' ἐγώ.

(Μο)    λέγεις δὲ τί;

Fragmenta aliunde nota

Fr. 1

πρὸς τῶν θεῶν, μειράκιον,

Fr. 2

   βουληφόρως

‹τὴν› ἡμετέραν, ‹ὦ› Δημέα, προκατέλαβες

ὅρασιν.

Fr. 3

ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ

καλῶ τιν' αὐτῶν.

Fr. 4

ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήισκει νέος.

Fr. 5

   οὐ Μεγάβυζος ἦν

ὅστις γένοιτο ζάκορος.